Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Institutio elementaris
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1
Περὶ χωριστοῦ καὶ ἀχωρίστου συμβεβηκότος. Τῶν συμβεβηκότων τὰ μέν εἰσι χωριστά, τὰ δὲ ἀχώριστα. Ἀχώριστα μέν, ἐν οἷς διαφέρει ὑπόστασις ἄλλης ὑποστάσεως, αὐτὴ δὲ ἑαυτῆς οὐ διαφέρει· οἷον ὁ δεῖνα ὁ ἄνθρωπος διαφέρει ἄλλου ἀνθρώπου, ὅτι αὐτὸς μὲν σιμός ἐστιν ἐκεῖνος δὲ γρυπός, ὅτι ὁ μὲν γλαυκὸς ὁ δὲ μελανόφθαλμος. Αὐτὸς δὲ ἑαυτοῦ οὐ διαφέρει· ὁ γὰρ σιμὸς πάντοτε σιμός ἐστι καὶ ὁ γρυπὸς πάντοτε γρυπός ἐστι, καὶ οὐκ ἐνδέχεται τὸν αὐτὸν ποτὲ μὲν σιμὸν εἶναι, ποτὲ δὲ γρυπόν. Ταῦτα δὲ λέγονται ἀχώριστα συμβεβηκότα, διότι, ἐπειδὰν γένωνται ἔν τινι, οὐκέτι χωρίζονται αὐτοῦ. Ὅμως δὲ συμβεβηκότα εἰσίν· ἐνδέχεται γὰρ καὶ μὴ εἶναι σιμὸν καὶ εἶναι ἄνθρωπον, καὶ μὴ εἶναι γρυπὸν καὶ εἶναι ἄνθρωπον· οὐ πᾶς γὰρ ἄνθρωπος σιμὸς οὐδὲ πᾶς ἄνθρωπος γρυπός, πᾶς δὲ ἄνθρωπος λογικός, καὶ ὁ μὴ ὢν λογικὸς οὐκ ἔστιν ἄνθρωπος. Χωριστὰ δέ εἰσιν, ὅσα καὶ ὁ αὐτὸς ἄνθρωπος ἤγουν ἡ αὐτὴ ὑπόστασις ποτὲ μὲν ἔχει, ποτὲ δὲ οὐκ ἔχει, οἷον τὸ νοσεῖν καὶ ὑγιαίνειν, τὸ καθέζεσθαι καὶ ἀνίστασθαι, τὸ χαίρειν καὶ λυπεῖσθαι καὶ τὰ τοιαῦτα. 6 Περὶ ὁμοουσίων καὶ ἑτεροουσίων. Ὁμοούσια καὶ ὁμοφυῆ καὶ σύμμορφα καὶ ὁμοειδῆ καὶ ὁμογενῆ εἰσιν, ὅσα ὑπὸ τὸ αὐτὸ εἶδος καὶ ὑπὸ τὴν αὐτὴν οὐσίαν εἰσίν, οἷον Πέτρος, Παῦλος καὶ οἱ λοιποὶ κατὰ μέρος ἄνθρωποι καὶ πάντες οἱ βόες καὶ πάντες οἱ κύνες, ὁμοίως καὶ τὰ λοιπά. Ἑτεροούσια δὲ καὶ ἑτεροφυῆ καὶ ἑτερόμορφα καὶ ἑτεροειδῆ καὶ ἑτερογενῆ εἰσι τὰ ὑπὸ ἄλλο καὶ ἄλλο εἶδος καὶ ἄλλην καὶ ἄλλην οὐσίαν ὄντα οἷον ἄνθρωπος καὶ ἵππος καὶ βοῦς καὶ κύων καὶ τὰ τοιαῦτα.

Intertext edge

Open linked passage

Note