Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Institutio elementaris
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
7.1
Περὶ γένους καὶ εἴδους. Τὸ γένος εἰς εἴδη διαιρεῖται οἷον τὸ ζῷον ἢ λογικὸν ἢ ἄλογον· ἰδοὺ τὸ μὲν ζῷον γένος ἐστὶ τοῦ λογικοῦ καὶ τοῦ ἀλόγου, τὸ δὲ λογικὸν καὶ τὸ ἄλογον εἴδη εἰσὶν τοῦ ζῴου. Πάλιν τὸ λογικὸν διαιρεῖται εἰς θνητόν, ἄνθρωπον, καὶ ἀθάνατον, ἄγγελον. Τὸ λογικὸν γένος ἐστὶ τοῦ θνητοῦ καὶ τοῦ ἀθανάτου, τὸ δὲ θνητὸν καὶ τὸ ἀθάνατον εἴδη τοῦ λογικοῦ. Ἵνα οὖν σαφέστερον γένηται τὸ λεγόμενον, ἄνωθεν τὸν λόγον ποιησώμεθα. Γένος ἐστὶ γενικώτατον τὸ πρῶτον γένος, ὃ γένος ὂν οὐκ ἔστιν εἶδος διὰ τὸ μὴ ἔχειν ἐπάνω ἕτερον γένος, εἰδικώτατον δὲ εἶδος τὸ ἔσχατον καὶ ὑποβεβηκὸς εἶδος, ὅπερ εἶδος ὂν οὐκ ἔστι γένος διὰ τὸ μὴ ἔχειν ἕτερα εἴδη ἐξ αὐτοῦ τεμνόμενα. Εἰσὶ δὲ μεταξὺ τοῦ γενικωτάτου γένους καὶ τῶν εἰδικωτάτων εἰδῶν γένη τε καὶ εἴδη, γένη μὲν τῶν ὑποκάτω, εἴδη δὲ τῶν ἐπάνω, ἅτινα καλεῖται ὑπάλληλα. Οἷον γενικώτατον γένος ἐστὶν ἡ οὐσία· οὐ γὰρ ἔχει ἐπάνω αὐτῆς ἄλλο γένος, διὸ οὐδέ ἐστιν εἶδος. Αὕτη διαιρεῖται εἰς σῶμα καὶ ἀσώματον, τὸ σῶμα τέμνεται εἰς ἔμψυχον καὶ ἄψυχον, τὸ ἔμψυχον τέμνεται εἰς αἰσθητικὸν καὶ ἀναίσθητον, τὸ αἰσθητικὸν εἰς λογικὸν καὶ ἄλογον, τὸ λογικὸν εἰς θνητὸν καὶ ἀθάνατον. Ἔστιν οὖν τὸ μὲν ἀσώματον λογικὸν καὶ ἀθάνατον· ἀσώ ματον δὲ ἐνταῦθα λέγω οὐσίαν οἷον ψυχήν, ἄγγελον, δαίμονα· ἕκαστον τούτων εἰδικώτατον εἶδός ἐστιν. Σῶμα δὲ ἔμψυχον αἰσθητικὸν τὸ ζῷον, ζῷον δὲ λογικὸν θνητὸν ἄνθρωπος, ὅς ἐστιν εἰδικώτατον εἶδος, ζῷον δὲ ἄλογον ὑλακτικὸν κύων, ὅς ἐστιν εἰδικώτατον εἶδος. Εἶτα σῶμα ἔμψυχον ἀναίσθητον τὸ φυτόν. Σῶμα παντελῶς ἄψυχον γῆ, ἀήρ, ὕδωρ, πῦρ, ὧν ἕκαστον εἰδικώτατον εἶδος ὑπάρχει. Πρὸς δὲ πλείονα σαφήνειαν οὕτω λέγομεν. Ἡ οὐσία, ἥτις περιέχει ὑπερουσίως μὲν τὴν ἄκτιστον θεότητα, γνωστικῶς δὲ καὶ περιοχικῶς πᾶσαν τὴν κτίσιν, γενικώτατόν ἐστι γένος. Αὕτη ἢ ἀσώματός ἐστι καὶ νοερὰ καὶ ἀθάνατος ὡς θεός, ἄγγελος, ψυχή, δαίμων,– ἢ σῶμα ἄψυχον ὡς πῦρ, ἀήρ, ὕδωρ, γῆ,– ἢ σῶμα φυτικὸν ὡς ἄμπελος, φοῖνιξ, ἐλαία καὶ τὰ τοιαῦτα,– ἢ σῶμα ἔμψυχον αἰσθητικόν, τουτέστι ζῷον, ὡς ἵππος, κύων, ἐλέφας καὶ τὰ τοιαῦτα,– ἢ σύνθετος ἐκ σώματος καὶ ἀσωμάτου ψυχῆς ὡς ἄνθρωπος. Τούτων ἡ μὲν οὐσία ὡς πρώτη καὶ καθολικωτέρα καὶ περιεκτικὴ πάντων γενικώτατόν ἐστι γένος. Τούτου δὲ τοῦ γενικωτάτου γένους εἴδη εἰσὶ τὸ ἀσώματον, τὸ ἄψυχον σῶμα, τὸ φυτικὸν σῶμα, τὸ ἔμψυχον καὶ αἰσθητικὸν σῶμα, τουτέστι τὸ ζῷον. Ταῦτα λέγονται εἴδη καὶ γένη ὑπάλληλα· εἴδη γάρ εἰσι τῆς οὐσίας ὡς ἐξ αὐτῆς τεμνόμενα. Ἕκαστον δὲ αὐτῶν διαιρεῖται εἰς ἕτερα εἴδη καὶ περιεκτικὸν καὶ καθολικώτερον αὐτῶν ἐστι· περιέχει γὰρ ἡ μὲν ἀσώματος οὐσία θεόν, ἄγγελον, ψυχήν, δαίμονα, τὸ δὲ ἄψυχον σῶμα γῆν, ὕδωρ, ἀέρα, πῦρ, τὸ δὲ φυτικὸν σῶμα ἄμπελον, ἐλαίαν, φοίνικα καὶ τὰ τοιαῦτα, τὸ δὲ ἔμψυχον καὶ αἰσθητικὸν ἤτοι τὸ ζῷον ἵππον, βοῦν, κύνα καὶ τὰ τοιαῦτα, ἔτι δὲ καὶ τὸν ἐξ ἀσωμάτου ψυχῆς καὶ σώματος συντεθειμένον ἄνθρωπον. Ἔστιν οὖν ὑπόστασις μὲν καὶ ἄτομον καὶ πρόσωπον πατήρ, υἱὸς καὶ τὸ πνεῦμα τὸ ἅγιον· περιεκτικὸν δὲ αὐτῶν εἶδος ἡ ὑπερούσιος καὶ ἀκατάληπτος θεότης. Ἔτι ὑποστάσεις εἰσὶ Μιχαήλ, Γαβριὴλ καὶ οἱ λοιποὶ κατὰ μέρος ἄγγελοι· εἶδος δὲ περιεκτικὸν αὐτῶν ἡ ἀγγελικὴ φύσις. Ἔτι ὑποστάσεις εἰσὶ Πέτρος, Παῦλος, Ἰωάννης καὶ οἱ λοιποὶ κατὰ μέρος ἄνθρωποι· περιεκτικὸν δὲ αὐτῶν εἶδος ἡ ἀνθρωπότης. Αὖθις ὑποστάσεις εἰσὶν ὁ δεῖνα καὶ ὁ δεῖνα ὁ ἵππος· καὶ περιεκτικὸν αὐτῶν εἶδος ὁ ἵππος ὁ ἁπλῶς. Πάλιν ὑποστάσεις εἰσὶ τόδε καὶ τόδε τὸ φυτὸν τῆς ἐλαίας· περιεκτικὸν δὲ αὐτῶν εἶδος ἡ ἁπλῶς ἐλαία. Ἰστέον οὖν, ὡς τὰ περιεκτικὰ τῶν ἀτόμων μόνον εἴδη λέγονται εἰδικώτατα οἷον ὁ ἄγγελος, ὁ ἄνθρωπος, ὁ ἵππος, ὁ κύων, ἡ ἐλαία, ὁ φοῖνιξ καὶ τὰ τοιαῦτα, τὰ δὲ περιεκτικὰ τῶν εἰδικωτάτων εἰδῶν μόνον γένη λέγονται καὶ εἴδη ὑπάλληλα οἷον τὸ ἀσώματον, τὸ σῶμα, τὸ ἄψυχον, τὸ ἀναίσθητον, τὸ φυτικόν, τὸ ἔμψυχον, τὸ αἰσθητικόν, τὸ ζῷον, τὸ λογικόν, τὸ ἄλογον, τὸ θνητόν, τὸ ἀθάνατον, τὸ δίπουν, τὸ τετράπουν, τὸ ἑρπυστικόν, τὸ πτηνὸν καὶ πάντα τὰ τοιαῦτα, τὰ περιέχοντα μὲν τὰ εἰδικώτατα εἴδη καὶ γένη αὐτῶν ὄντα καὶ συστατικαὶ αὐτῶν διαφοραί, περιεχόμενα δὲ ὑπὸ τοῦ γενικωτάτου γένους, ἥτις ἐστὶν ἡ οὐσία. Καὶ ἄλλως δὲ περὶ τῶν αὐτῶν διαληπτέον. Πάντα, ὅσα ἑνὶ προστάγματι θεοῦ ἐγένοντο, ἑνὸς γένους εἰσίν, οἷον προσέταξεν ὁ θεὸς γενέσθαι ἰχθύας, καὶ ἐγένοντο διαφοραὶ ἰχθύων πολλαί· πάντες οἱ ἰχθύες ἑνὸς γένους εἰσίν, ἑκάστη δὲ διαφορὰ ἰχθύων εἶδός ἐστιν. Πάλιν προσέταξεν ὁ θεὸς ἐξαγαγεῖν τὰ ὕδατα πετεινά, καὶ ἐγένοντο διαφοραὶ πολλαὶ πετεινῶν· πάντα τὰ πετεινὰ ἑνὸς γένους εἰσίν, ἑκάστη δὲ διαφορὰ τῶν πετεινῶν εἶδός ἐστι τοῦ γένους ἐκείνου τῶν πετεινῶν. Ὁμοίως καὶ ἐπὶ ἑρπετῶν καὶ κτηνῶν καὶ θηρίων καὶ βοτανῶν καὶ λαχάνων καὶ δένδρων. Λέγεται δὲ καὶ ἓν γένος ὅλων τῶν ζῴων καὶ ἓν γένος τῶν φυτῶν ὅλων καὶ ἓν γένος τῶν παντελῶς ἀψύχων καὶ μὴ ἐχόντων ὅλως αὐξητικὴν ἢ θρεπτικὴν δύναμιν καὶ πάλιν ἓν γένος τῶν ἀσωμάτων καὶ ἓν γένος τῶν σωμάτων· λέγεται δὲ καὶ πᾶσα ἡ κτίσις ἓν γένος, καὶ πολλὰ εἴδη ὑπὸ τὸ γένος τῆς κτίσεως αἱ διαφοραὶ τῶν κτισμάτων, καὶ πᾶσα ἡ οὐσία ἓν γένος.

Intertext edge

Open linked passage

Note