Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Institutio elementaris
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
8.1
Περὶ ἐνεργείας. Ἐνέργειά ἐστι κίνησις δραστικὴ τοῦ ποιοῦντος. Ἐνέργεια δὲ φυσική ἐστι κίνησις φύσεως δραστικὴ οἷον ἡ λογικὴ τοῦ νοῦ κίνησις, τὸ ζωτικόν, τὸ αἰσθητικόν, τὸ θρεπτικόν, τὸ αὐξητικόν, τὸ γεννητικὸν καὶ ἡ καθ' ὁρμὴν κίνησις, τουτέστιν αἱ κινήσεις τοῦ σώματος, καὶ τὸ φανταστικὸν καὶ τὸ μνημονευτικὸν τό τε θυμικὸν καὶ ἐπιθυμητικὸν καὶ θελητικὸν ἤγουν ὀρεκτικὸν καὶ τὰ τοιαῦτα. Πεντάτροπος δέ ἐστιν αὕτη· ἢ νοερὰ ὡς ἐπὶ ἀγγέλων καὶ πασῶν ἀσωμάτων οὐσιῶν ἁπλῇ προσβολῇ νοούντων·– ἢ λογικὴ ὡς ἐπὶ ἀνθρώπων τῶν ἐκ ψυχῆς ἀσωμάτου καὶ σώματος συντεθειμένων, οὐχ ἁπλῇ ἀλλὰ ποικίλῃ καὶ διαλογιστικῇ προσβολῇ νοούντων·– ἢ ζωτικὴ ὡς ἐπὶ ἀλόγων ζῴων αἴσθησιν μὲν ἐχόντων, μὴ λογιζομένων δὲ μηδὲ νοούντων·– ἢ φυτικὴ ὡς ἐπὶ ἀναισθήτων ἐχόντων δὲ θρεπτικὴν καὶ αὐξητικὴν καὶ γεννητικὴν δύναμιν·– ἢ ἄζωος παντελῶς ὡς ἐπὶ γῆς καὶ λίθων τῶν μήτε ζωτικὴν μήτε θρεπτικὴν μήτε αὐξητικὴν δύναμιν ἐχόντων, μὴ ἀμοιρούντων δὲ φυσικῶν τινων ἐνεργειῶν.

Intertext edge

Open linked passage

Note