Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Qua ratione homo imago dei
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
95.228.1
Τὸ κατ' εἰκόνα καὶ ὁμοίωσιν Θεοῦ εἶναι τὸν ἄνθρωπον, τοῦτο δηλοῖ, τὸ ἐν τρισὶν ἰδιώμασιν εἶναι τὴν τούτου νοερὰν καὶ λογικὴν ψυχήν· τουτέστι νοῦς καὶ λόγος καὶ πνεῦμα, οἷον ἐπὶ τῆς θείας οὐσίας, Πατὴρ καὶ Υἱὸς καὶ Πνεῦμα ἅγιον. Ὥσπερ γὰρ ὁ Πατὴρ, Πατὴρ, καὶ οὐχ Υἱός· καὶ ὁ Υἱὸς, Υἱὸς, καὶ οὐ Πατήρ· καὶ τὸ Πνεῦμα, Πνεῦμα ἅγιον, καὶ οὐχ Υἱὸς, ἢ Πατήρ· τὸν αὐτὸν τρόπον, ὅ τε νοῦς, νοῦς καὶ οὐ λόγος· ὁ λόγος, λόγος καὶ οὐ πνεῦμα· καὶ τὸ πνεῦμα, πνεῦμα καὶ οὐ λόγος, ἢ νοῦς. Ταῦτα οὖν οὔτε συγχέεται τῇ ἑνότητι, οὔτε διαιρεῖται τῷ ἀριθμῷ· τὰ γὰρ τρία ἓν, καὶ τὸ ἓν εἰς τρία, ὁμοφυᾶ τε καὶ ὁμοούσια συνυπάρχοντα ἀλλήλων ἀεί.

Intertext edge

Open linked passage

Note