Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sacra parallela recensiones secundum alphabeti
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More

Original: Pg Scrape Grc

Κτῆμα τίμιον ἡ ἀρετὴ, Θεῷ συνάπτουσα, καὶ βασιλείας οὐρανῶν προξενοῦσα. Πορισμὸς δὲ ταύτης ἡ τῶν θείων ἐντολῶν τήρησις γίνεται. Φησὶ γὰρ ὁ Κύριος ἐν ἐπαγγελίαις πρὸς τὸν ἐν Αἰγύπτῳ λαόν· Ἐὰν ἀκούσητέ μου, καὶ φυλάξητε τὰς ἐντολάς μου, ἔσεσθέ μοι λαὸς περιούσιος, βασίλειον ἱεράτευμα, ἔθνος ἅγιον. Καὶ υἱοὺς Θεοῦ γενέσθαι τοὺς πειθαρχοῦντας τοῖς προστάγμασιν ἀπεφήνατο. Ἡλίκον δὲ τοῦτο ἀγαθὸν λόγος ἑρμηνεῦσαι οὐ δύναται. Ὑπὲρ γὰρ τὴν ἡμετέραν φύσιν ἡ χάρις· ὑπὲρ ἐλπίδα τὸ τῆς υἱοθεσίας ἀξίωμα. Προσήκει τοίνυν ἡμᾶς ὑπὲρ τῶν τοιούτων ἀγαθῶν τὰ ἐντεταλμένα προθύμως ἐκτελεῖν. Ῥᾳδίαν δὲ τὴν τοῦ συμφέροντος αἵρεσιν ἕξομεν, παραλλήλους θέντες τὰς ἀρετὰς, καὶ τὰς ἀντιζύγους καὶ ἀντιθέους αὐτῶν κακίας, καὶ ὅσα περὶ αὐτῶν λέλεκται τῇ θείᾳ Γραφῇ καὶ τοῖς ἁγίοις καὶ θεοφόροις ἡμῶν Πατράσιν. Εἰσόμεθα γὰρ ἐντεῦθεν καὶ τὰς λαμπρὰς τῶν δικαίων διανομὰς, καὶ τὰς ἠπειλημένας κατὰ τῶν ἀθετούντων κολάσεις. Ἰστέον δὲ, ὅτι καὶ ἀπὸ τῶν Φίλωνος καὶ Ἰωσήππου συνταγμάτων ἠθροίσθησαν γνῶμαι εἰς κλέος τῆς παρ' ἡμῶν ἀληθείας. Ἑβραῖοι δὲ ἄμφω καὶ λόγιοι ἄνδρες· διὸ προσήκειν δεῖ μετὰ πάσης ἀκριβείας τοῖς διηγήμασι, καὶ ἀποφθέγμασι τούτων, ὡς οὐ μόνον τοῦ σκοποῦ τῶν παρ' ἡμῖν πιστοτάτων καὶ μακαρίων ἀνδρῶν οὐδ' ὅλως διαμαρτάνουσιν· ἀλλά γε καὶ πολλὴν τὴν ἰσότητα, καὶ ὁμοιολεξίαν ἔν τε λόγοις καὶ ἤθεσι ἐπιδείκνυνται, βεβαιοῦντα μᾶλλον, οὐκ ἐλαττοῦντα τούτων παρὰ τοῦ Πατρὸς ῥηθησόμενα λόγια. ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΔΑΜΑΣΚΗΝΟΥ ΕΙΣ ΤΑ ΙΕΡΑ ΠΑΡΑΛΛΗΛΑ. Τῆς θεοπνεύστου Γραφῆς ἡ ἄσκησις, πλούτου δόξης καὶ ἀρχῆς, καὶ πάντων ὅσα τὸ θνητὸν ἀσπάζεται γένος, ὑπερέχει, σωτηρίας ἡμῖν ἐφόδια χαριζομένη. Τὸ δὲ ῥᾷον φέρειν τοὺς ἐξ αὐτῆς πόνους, τὸ παρὸν ἡμῖν πραγματεύεται σύνταγμα. Τῶν γὰρ λίαν θαυμαζομένων, τὰ ἔτι καθ' ὑπερβολὴν ἀμείνω ἔστιν εὑρεῖν ἐν αὐτῷ, καὶ κόρος οὐδεὶς ἀκοῆς τοῖς ἐπισκήπτουσι γίνεται. Ἡ γὰρ τοῦ κάλλους τῶν ἐγκειμένων ἐκλογὴ πρὸς ἑαυτὴν ἕλκει τοὺς ἐντυγχάνοντας, οὐκ ἐῶσα καμεῖν τὸ μέλλον ἀκοῦσαι ποθοῦντας, καὶ ὡς ἐν στιχηραῖς ᾄδεται ῥήσεσιν· «Οἱ ἐσθίοντές με, ἔτι πεινάσουσι, καὶ οἱ πίνοντές με, ἔτι διψήσουσιν.» Ἐπέραστος γὰρ ὡς ἀληθῶς ἡ γλυκύτης τῶν πνευματικῶν μαθημάτων ἁγιάζουσα, καὶ αὐξάνουσα, καὶ τρέφουσα τὰς ψυχάς· περιείληφεν δὲ ὅσα ἠθικῶς, ἢ γνωμικῶς, ἢ παραινετικῶς [ἡ μνήμη ἀγκναία] πρὸς πᾶσαν αἰτίαν τε, καὶ ὑπόθεσιν τῇ τε Παλαιᾷ, καὶ Νέᾳ τῶν ἱερῶν λογίων Γραφῇ λέλεκται, τοῖς δὲ ἁγίοις καὶ θεοφόροις ἡμῶν Πατράσιν· ὧν τὸ μέγα κλέος, κατὰ πᾶσαν τὴν οἰκουμένην διαβεβόηται καὶ ὕμνηται· καὶ τὰ περὶ τούτων σποράδην κείμενα ἀποφθέγματα ἠνθολόγηνται, καὶ ἰδίοις τίτλοις παρατέθεινται. Πᾶσα δὲ ἡ πραγματεία ἐν τρισὶ βίβλοις ἀναγέγραπται· καὶ τούτων ἡ μὲν πρώτη σύγκειται ἀφ' ὧν μάλιστα προσήκοι Χριστιανοῖς τὴν ἀρχὴν ἀεὶ ποιεῖσθαι, ἀπὸ Θεοῦ, τὴν τριαδικὴν μονάδα φωτίζουσαν ἐκ προοιμίων ἡμᾶς. Ἡ δὲ δευτέρα, περὶ συστάσεως καὶ καταστάσεως τῶν ἀνθρωπίνων πραγμάτων φησίν· ἡ δὲ τρίτη, ἰδίως τὰ περὶ ἀρετῆς καὶ κακίας περιείληφεν. Διὰ τὸ εὔληπτον δὲ, καὶ ῥᾳδίως εὑρίσκειν τὰ ζητούμενα, ὁ πίναξ τῶν κεφαλαίων, ἤγουν οἱ τίτλοι, κατὰ στοιχεῖον σύγκειται· καὶ ἕκαστον ζητούμενον κεφάλαιον εὑρεθήσεται κείμενον ἐν τῷ γράμματι ἀφ' οὗ καὶ ἄρχεται· οἷον, τὸἀπὸ τοῦ ἄλφα. εἰς τὸ ἄλφα στοιχεῖον· καὶ τὸ ἀπὸ τοῦ βῆτα, εἰς τὸ βῆτα· ὁμοίως καὶ τὰ ἑξῆς ἅπαντα στοιχεῖα. Ἐν τέλει δὲ ἑκάστου γράμματός εἰσι τίτλοι παραπεμπόμενοι, περὶ ὧν μικρὸν ὕστερον ἐν τοῖς τόποις γενόμενος βραχέα ἐρῶ, σαφῶς τὸ ἐξ αὐτῶν χρήσιμον παριστῶν. Ὃν δὲ τρόπον οἶνος ὕδατι συγκραθεὶς, ἡδύς ἐστι καὶ ἐπιτερπῆ τὴν χάριν ἀποτελεῖ· οὕτως καὶ ἡ κατασκευὴ ὅλου τοῦ συγγράμματος, σύμμικτος οὖσα ἀπὸ τῆς θείας Γραφῆς, καὶ τῶν ὁσίων καὶ θεοφόρων ἀνδρῶν, πολλὴν ἔχει, τοῖς μὲν βουλομένοις ἀναγινώσκειν ψυχαγωγίαν, τοῖς δὲ φιλοπονοῦσιν, εἰς τὸ διὰ μνήμης ἀναλαβεῖν εὐμάρειαν· πᾶσι δὲ τοῖς ἐντυγχάνουσιν, ὠφέλειαν. Καὶ εἰ μὲν καλῶς καὶ προσηκόντως συντέτακται, τοῦτο τῆς ἄνωθεν ὑπάρχει ῥοπῆς. Εἰ δὲ βαναύσως, καὶ οὐ λίαν εὐστόχως, τοῦτο τὸ τῆς ἐμῆς ἀσθενείας. Ὄνομα τῷ ὅλῳ συντάγματι τὰ ἱερά. Ἰστέον δὲ ὡς καὶ ἀπὸ τῶν τοῦ Φίλωνος καὶ Ἰωσήππου συνταγμάτων ἠθροίσθησαν γνῶμαι, εἰς κλέος τῆς παρ' ἡμῖν ἀληθείας, καὶ ὑπὸ δυσμενῶν ἀνευφημουμένης. Ἡ λύσις τῶν παραπομπῶν. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων, τῶν ἀπὸ τοῦ αὐτοῦ στοιχείου ἀρχομένων, καὶ ἀλλαχοῦ κειμένων τε, καὶ εὑρισκομένων. Λεχθήσεται δὲ τί ἐστι παραπομπὴ, καὶ δι' ἣν αἰτίαν ἐξεύρηται. Παραπομπή ἐστι λέξις ὁδηγοῦσα, καὶ ἕλκουσα ἡμᾶς ἔνθα ἕκαστον τῶν ζητουμένων εὑρίσκεται. Πολλὴν δὲ χρεῖαν εἰσφέρει τῷ συντάγματι. Οὐ μόνον γὰρ σύντομον κατάληψιν χαρίζεται, ἀλλὰ καὶ μῆκος λόγου ὑποτέμνεται, μὴ συγχωροῦσα παλιλλογεῖν, καὶ τὰ αὐτὰ πολλάκις λέγοντας ἐνοχλεῖν τοὺς ἀκούοντας. Μάλιστα δὲ ἐξηύρηται διὰ τὰ ὁμοιότροπα, ἤγουν τὰ ἐπὶ ἑνὸς πράγματος πολλαχῶς λεγόμενα. Διάφοροι γάρ εἰσι τίτλοι ἐν ἑκάστῳ βίβλῳ ἐκ τεσσάρων ὀνομάτων, ἴσως δὲ καὶ ἐκ πλειόνων τὰς ἐπιγραφὰς ἔχοντες· οἷον, Περὶ ὑπερηφάνων, καὶ σοβαρῶν, καὶ ἀλαζόνων, καὶ κενοδόξων. Ταῦτα γὰρ εἰ καὶ ἀπὸ διαφόρου γράμματος ἔχουσι τὴν ἀρχὴν, ταὐτόν ἐστι τῷ ὑποκειμένῳ. Διὸ καὶ τὴν τῶν ῥημάτων παράθεσιν ἀπὸ τῆς θείας Γραφῆς καὶ τῶν ὁσίων Πατέρων κοινῶς ἐδέξαντο. Καὶ πάλιν, Περὶ προπετοῦς, καὶ ἀναιδοῦς, καὶ θυμώδους, καὶ ὀργίλου, καὶ ὀξυχόλου. Καὶ ταῦτα γὰρ πάντα ἐν τῇ θεωρίᾳ ὑπάρχουσι. Καὶ ἵνα μὴ ἐν τῷ νέμειν τὰ αὐτὰ ἀναγνώσματα τοῖς ἐν ῥήμασι, καὶ οὐκ ἐν πράγμασι κεχωρισμένοις, μακροὺς ἀποτείνωμεν λόγους, ἀναγκαίως ἡ παραπομπὴ ἐξηύρηται, δι' ἧς περιγίνεται ἡμῖν ἡ κατὰ στοιχεῖον τῶν τίτλων, ἤγουν τῶν κεφαλαίων, ἔκθεσις. Προσήκει τοίνυν τοὺς ἐντυγχάνοντας τῷ πίνακι στοιχείων, καὶ τὰς παραπομπὰς τὰς ὑποτεταγμένας αὐτῷ ἐπισκέπτεσθαι. Τὸ γὰρ ζητούμενον κεφάλαιον ἐν ἑνὶ τούτων εὑρηθήσεται. ΠΙΝΑΞ ΑΡΙΣΤΟΣ ΤΗΣ ΠΑΡΟΥΣΗΣ ΠΥΚΤΙΔΟΣ. Στοιχεῖον ἄλφα. Αʹ. Περὶ ἀϊδίου θεότητος τῆς ἁγίας καὶ ὁμοουσίου Τριάδος· καὶ ὅτι εἷς καὶ μόνος ἐν πᾶσι Θεός. Βʹ. Περὶ τοῦ ἄφευκτον εἶναι Θεόν· καὶ ὅτι πάντα ἐφορᾷ, καὶ οὐδὲν αὐτῷ λέληθεν. Γʹ. Περὶ τοῦ ἀκατάληπτον εἶναι τὸν Θεὸν, καὶ τὰ ἔργα αὐτοῦ· καὶ ὅτι οὐ δεῖ ἡμᾶς τὰ κρυπτὰ αὐτοῦ ζητεῖν ἢ περιεργάζεσθαι· ἀνέφικτος γὰρ καὶ ἀκατάληπτος ἡ τούτων εὕρεσις. Δʹ. Περὶ ἀγάπης καὶ φόβου Θεοῦ· καὶ ὅτι παντὸς ἀγαθοῦ ὑπερέχουσι. Εʹ. Περὶ ἀντιλογίας πρὸς Θεόν· καὶ ὅτι οὐ δεῖ ἀντιλέγειν, ἢ δικαιολογεῖσθαι πρὸς Θεόν. ʹ. Περὶ ἀγγέλων· ὅτι καὶ ἄγγελοι ἁμαρτήσαντες κολάζονται. Ζʹ. Περὶ ἀγγέλων· ὅτι ἀγγέλους φύλακας ἐπέστησεν ὁ Θεός. Ηʹ. Περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως καὶ κατασκευῆς. Θʹ. Περὶ αὐτεξουσίου· ὅτι αὐτεξούσιον δέδοται ἡμῖν ἀπὸ Θεοῦ, καὶ ἐν ἡμῖν ἔστι σωθῆναι καὶ ἀπολέσθαι. Ιʹ. Περὶ τῆς ἀστάτου καὶ ἀβεβαίου τῶν ἀνθρωπίνων πραγμάτων καταστάσεως· καὶ τίνι ἔοικεν ὁ ἄνθρωπος καὶ ὁ βίος αὐτοῦ· καὶ ὅτι μάταια τὰ παρόντα, καὶ σκιᾶς ἀδρανέστερα. ΙΑʹ. Περὶ ἀγαθοεργίας· καὶ ὅτι χρὴ τὸ ἀγαθὸν πρὸς πάντας ποιεῖν· καὶ ὅτι χρὴ τὰ βάρη τοῦ πλησίον φέρειν, καὶ μὴ μνησικακεῖν, ἀλλὰ ἀντιλαμβάνεσθαι, καὶ ἐλέγχειν, μὴ ἀποδιδόναι κακὸν ἀντὶ κακοῦ. ΙΒʹ. Περὶ ἀσεβῶν, καὶ ἁμαρτωλῶν, καὶ ἀδίκων, καὶ παρανόμων. ΙΓʹ. Περὶ ἀναμαρτησίας· ὅτι οὐδεὶς ἀναμάρτητος, εἰ μὴ εἷς ὁ Θεός. ΙΔʹ. Περὶ ἀποταξαμένων, καὶ ἐξ ὑποστροφῆς ἐκεῖνα πραττόντων. ΙΕʹ. Περὶ ἀναστάσεως, καὶ κρίσεως, καὶ αἰωνίου κολάσεως. Ι ʹ. Περὶ ἀρᾶς ὑπὸ Κυρίου, καὶ τῶν προφητῶν, καὶ ἀποστόλων γενομένης. ΙΖʹ. Περὶ ἀδικουμένων· ὅτι χρὴ βοηθεῖν αὐτοῖς. ΙΗʹ. Περὶ ἀγάπης, καὶ εἰρήνης, καὶ εἰρηνοποιῶν, καὶ πράων ἀνθρώπων. ΙΘʹ. Περὶ ἀληθείας, καὶ μαρτυρίας πιστῆς. Κʹ. Περὶ ἀρχομένων· ὅτι ἐξομοιοῦνται τοῖς τῶν κρατούντων ἤθεσιν, κἄν τε χρηστοὶ, κἄν τε μοχθηροὶ τυγχάνωσιν. ΚΑʹ. Περὶ ἀρχομένων· ὅτι χρὴ αὐτοὺς ὑποτάσσεσθαι τοῖς ἄρχουσιν καὶ εἴκειν, καὶ παραχωρεῖν, καὶ τιμᾷν, καὶ μὴ ἀντιλέγειν. ΚΒʹ. Περὶ ἀναρχίας, ἤτοι λαοῦ μὴ ἔχοντος ποιμένα, καὶ ἄρχοντα. ΚΓʹ. Περὶ ἀκηδείας καὶ ἀθυμίας. ΚΔʹ. Περὶ ἄφρονος, καὶ ἀνοήτου, καὶ ἀπαιδεύτου, καὶ μωροῦ. ΚΕʹ. Περὶ ἁπλοῦ, καὶ ἀκάκου τὸν τρόπον. Κ ʹ. Περὶ ἀκτημοσύνης, καὶ αὐταρκείας, καὶ ὀλιγοδείας. ΚΖʹ. Περὶ ἀπάτης κατ' οἰκονομίαν γινομένης. ΚΗʹ. Περὶ ἀγγέλλοντος, καὶ μεσάζοντος ἀπόκρισιν· καὶ ὅτι ὁ τῶν σταλέντων ἐξουθενῶν, τοῦ πέμψαντος καταφρονεῖ. ΚΘʹ. Περὶ ἀγνωμονούντων καὶ ἀχαριστούντων. Λʹ. Περὶ ἀδυνάτων πραγμάτων. ΛΑʹ. Περὶ ἁγίων καὶ μακαρίων ἀνδρῶν. ΛΒʹ. Περὶ ἀπαρχῶν καὶ ἀποδεκατούντων· καὶ ὡς χρὴ προσφέρειν Θεῷ. ΛΓʹ. Περὶ ἀγγελίας ἀγαθῆς ΛΔʹ. Περὶ ἀγγελίας κακῆς. ΛΕʹ. Περὶ ἀσπασμοῦ· ὅτι τὸ μετριάζειν εὔνοιαν προξενεῖ. Λ ʹ. Περὶ ἀπαντημάτων, καὶ τῶν ἀπὸ κακῶν εἰς κακὰ ἐμπιπτόντων. ΛΖʹ. Περὶ ἀπραγμοσύνης καὶ ἡσυχίας. ΛΗʹ. Περὶ ἀποφάσεως καὶ ἀκριβείας Θεοῦ· καὶ ὅτι οὐ δεῖ τῆς ὀργῆς τοῦ Θεοῦ πλέον ἀμύνασθαι, ἢ παρὰ τὰς ἐντολὰς αὐτοῦ φιλανθρωπεύεσθαι. ΛΘʹ. Περὶ ἀγγαρίας. Μʹ. Περὶ αἰσχύνης ἀγαθῆς. ΜΑʹ. Περὶ αἰσχύνης πονηρᾶς. ΜΒʹ. Περὶ ἀδίκων αἰτήσεων· καὶ ὅτι τὰς ἀδίκους αἰτήσεις οὐ χρὴ πρὸς πέρας ἄγειν, κἂν μήτηρ τυγχάνῃ. ΜΓʹ. Περὶ ἀπληστίας· καὶ ὅτι ἀπλήστως ἔχομεν πρὸς τὴν τοῦ πλείονος ὄρεξιν. ΜΔʹ. Περὶ ἀδελφῶν. ΜΕʹ. Περὶ αἰτοῦντος, ἤγουν προσαιτοῦντος. Μ ʹ. Περὶ αἰσχρολογίας· καὶ ὅτι οὐ δεῖ προσφέρειν λόγον σαπρόν. ΜΖʹ. Περὶ ἀρᾶς εὐλόγως, ἢ ἀδίκως ἐπαγομένης· καὶ ὅτι χρὴ εὐλογεῖν, καὶ μὴ καταρᾶσθαι ΜΗʹ. Περὶ ἀφέσεως ἁμαρτιῶν· καὶ κατὰ τρόπους δυνάμεθα τυχεῖν συγχωρήσεως. ΜΘʹ. Περὶ ἀπογινώσεως· ὅτι οὐ δεῖ ἡμᾶς ἀπογινώσκειν τῆς σωτηρίας ἡμῶν. Νʹ. Περὶ ἀναθέματος καὶ ἀφορισμοῦ. ΝΑʹ. Περὶ τῶν ἀμίκτων, καὶ τῶν ἀκοινωνήτως ἐχόντων πρὸς ἄλληλα. Ἐνταῦθα αἱ παραπομπαὶ τῶν τίτλων, τῶν ἀπὸ τοῦ αὐτοῦ στοιχείου ἀρχομένων, καὶ ἀλλαχοῦ κειμένων τε καὶ εὑρισκομένων. Περὶ ἀσκήσεως· κεῖται ἐνταῦθα ἐν τῷ γ στοιχείῳ τῆς ἕκτης, οὗ ἡ ἀρχὴ, περὶ γυμνασίου. Περὶ ἀρετῆς· κεῖται ἐνταῦθα ἐν τῷ δ στοιχείῳ τῆς ΙΔʹ, οὗ ἡ ἀρχὴ, περὶ δικαιοσύνης. Περὶ ἀκουσίων ἁμαρτημάτων· κεῖται ἐνταῦθα ἐν τῷ ε στοιχείῳ τῆς ΚΑʹ, οὗ ἡ ἀρχὴ, περὶ ἑκουσίων καὶ ἀκουσίων ἁμαρτημάτων. Περὶ ἀνθρωπαρεσκούντων· κεῖται ἐνταῦθα ἐν τῷ κ στοιχείῳ τῆς Δʹ, οὗ ἡ ἀρχὴ, περὶ κολάκων. Περὶ ἀσθενούντων· κεῖται ἐνταῦθα ἐν τῷ ν στοιχείῳ τῆς Βʹ, οὗ ἡ ἀρχὴ, περὶ νοσούντων. Περὶ ἀρσενοκοιτίας· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ ΙΑʹ· ἡ ἀρχὴ, περὶ πορνείας. Περὶ ἀπειρίας· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς ΙΒʹ, οὗ ἡ ἀρχὴ, περὶ πείρας. Περὶ ἀναιδοῦς· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς ΙΕʹ· οὗ ἡ ἀρχὴ, περὶ προπετείας. Περὶ ἀνηκόων καὶ ἀνυποτάκτων· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ, τῆς ΙΗʹ· καὶ δείκνυται ἡ ἀρχὴ, περὶ πολιτείας φευκτῆς. Περὶ ἀγορασίας· κεῖται ἐνταῦθα ἐν τῷ π στοιχείῳ τῆς ΛΒʹ· οὗ ἡ ἀρχὴ, περὶ πράσεως. Περὶ ἀκολουθίας· κεῖται ἐνταῦθα ἐν τῷ τ στοιχείῳ τῆς Δʹ· οὗ ἡ ἀρχὴ, περὶ τάξεως. Περὶ ἀλαζόνων· κεῖται ἐνταῦθα ἐν τῷ υ στοιχείῳ τῆς ΙΑʹ· οὗ ἡ ἀρχὴ, περὶ ὑπερηφάνων. Περὶ ἀγαθότητος Θεοῦ· κεῖται ἐνταῦθα ἐν τῷ φ στοιχείῳ τῆς Ιʹ· οὗ ἡ ἀρχὴ, περὶ φιλανθρωπίας Θεοῦ. Περὶ ἀνοσίων πράξεων· κεῖται ἐνταῦθα ἐν τῷ χ στοιχείῳ τῆς ʹ· οὗ ἡ ἀρχὴ, περὶ χαλεπῶν. Περὶ ἀμφισβητούντων περὶ τὴν πίστιν· κεῖται ἐνταῦθα ἐν τῷ λ στοιχείῳ τῆς Αʹ· οὗ ἡ ἀρχὴ περὶ λογομάχων. Περὶ τῶν ἀποστερούντων μισθούς· κεῖται ἐνταῦθα ἐν τῷ μ στοιχείῳ τῆς Ι ʹ· οὗ ἡ ἀρχὴ, περὶ μισθωτοῦ. Στοιχεῖον Β. Αʹ. Περὶ βασιλείας οὐρανῶν. Βʹ. Περὶ βουλῆς Θεοῦ· καὶ ὅτι ἄτρεπτος, καὶ ἀνέφικτος ἀνθρώποις ὑπάρχει. Γʹ. Περὶ βοηθείας Θεοῦ· καὶ ὅτι τοῦ Θεοῦ εὐδοκοῦντος, πᾶσα ἐπιβουλὴ ἀνθρώπων ἀσθενεῖ, καὶ ὀλίγοι πολλῶν κρατοῦσιν. Δʹ Περὶ βαπτίσματος, καὶ τῆς τοῦ θείου λυτροῦ προφητείας. Εʹ. Περὶ βδελυγμάτων, καὶ τῶν λεγομένων θεῶν. ʹ. Περὶ τοῦ βίου καὶ τοῦ κόσμου τούτου· καὶ ὅτι ἐν περισπασμῷ καὶ μόχθῳ, καὶ ἡμεῖς, καὶ ὁ βίος ἡμῶν. Ζʹ. Περὶ βιαίου καὶ ἀβιάστου. Ηʹ. Περὶ βλασφήμου καὶ μεγαλοῤῥήμονος. Θʹ. Περὶ βασιλέως χρηστοῦ καὶ μισοπονήρου. Ιʹ. Περὶ βασιλέως μὴ λίαν θαυμαζομένου. ΙΑʹ. Περὶ βασιλέως· ὅτι χρὴ εὔχεσθαι ὑπὲρ αὐτοῦ. ΙΒʹ. Περὶ βουλῆς· ὅτι χρὴ μετὰ σκέψεως καὶ βουλῆς πάντα πράττειν. ΙΓʹ. Περὶ βρωμάτων, καὶ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων. Ἐντεῦθεν αἱ παραπομπαὶ τῶν τίτλων, τῶν ἀπὸ τοῦ στοιχείου ἀρχομένων, καὶ ἀλλαχοῦ κειμένων τε καὶ εὑρισκομένων. Περὶ τῶν βλασφημούντων ἐξ ἀνοίας εἰς τὸν Θεόν· κεῖται ἐνταῦθα ἐν τῷ ε στοιχείῳ τῆς Ζʹ· οὗ ἡ ἀρχὴ, περὶ ἐκδικήσεως Θεοῦ. Περὶ βροχῆς· κεῖται ἐνταῦθα ἐν τῷ υ στοιχείῳ τῆς Ζʹ, περὶ ὑετοῦ. Στοιχεῖον Γ. Αʹ. Περὶ γνωστικῶν καὶ πνευματικῶν ἀνδρῶν· καὶ ὅσα ἀγαθὰ ἕψεται αὐτοῖς. Βʹ. Περὶ τοῦ, Γνῶθι σεαυτὸν, ἤτοι Πρόσεχε σεαυτῷ· καὶ ὅτι χρὴ τὰ οἰκεῖα ἕκαστον περισκοπεῖν, καὶ μὴ τὰ ἀλλότρια περιεργάζεσθαι κακά. Γʹ. Περὶ γογγυσμοῦ. Δʹ. Περὶ γερόντων καὶ παλαιῶν ἀνδρῶν· καὶ ὡς χρὴ τιμᾶσθαι αὐτούς. Εʹ. Περὶ γεωργίας καὶ γεωργῶν· καὶ ὅτι καλὸν τὸ

Spanish Gemini
0.1

Intertext edge

Open linked passage

Note