John of Damascus PG 94-96
Sacra parallela
Para 1.11.17
Choose a text
More by John of Damascus, Saint
—
Pg Scrape Grc
1.11.1
– Περὶ ἀγαθοεργίας· καὶ ὅτι χρὴ τὸ ἀγαθὸν πρὸς πάντα ποιεῖν· καὶ
1.11.2
ὅτι χρὴ τὰ βάρη τοῦ πλησίον φέρειν, καὶ μὴ μνησικακεῖν, ἀλλ' ἀντιλαμβάνεσθαι
1.11.3
αὐτοῦ, καὶ ἐλέγχειν τὰ ὡς εἰκὸς παρ' αὐτοῦ γινόμενα κακὰ, καὶ μὴ ἀντιδιδόναι
1.11.4
κακὸν ἀντὶ κακοῦ.
1.11.5
Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου, ἢ τὸ πρόβατον πλανώμενα ἐν τῇ ὁδῷ,
1.11.6
ὑπερίδῃς αὐτά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου. Ἐὰν δὲ μὴ ἐγγίζῃ τῷ
1.11.7
ἀδελφῷ σου, μηδὲ ἐπίστῃ αὐτὸν, συνάξεις αὐτὰ μετὰ σεαυτοῦ, ἕως ἂν ζητήσῃ αὐτὰ ὁ
1.11.8
ἀδελφός σου, καὶ ἀποδῷς αὐτά. Ἐὰν συναντήσῃς τῷ βοῒ τοῦ ἐχθροῦ σου, ἢ τῷ
1.11.9
ὑποζυγίῳ αὐτοῦ πλανωμένοις, ἀποστρέψας ἀποδώσεις αὐτῷ. Ἐὰν δὲ ἴδῃς τὸ
1.11.10
ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον, οὐ παρελεύσῃ αὐτὸ, ἀλλὰ
1.11.11
συνάγεις αὐτῷ μετ' αὐτοῦ. Ἀγαπήσεις τὸν πλησίον σου, καὶ οὐ λήψῃ δι' αὐτὸν
1.11.12
ἁμαρτίαν Ἐὰν πένηται ὁ ἀδελφός σου, καὶ ἀδυνατοῖ ἐν ταῖς χερσὶν παρά σοι,
1.11.13
ἀντιλήψῃ αὐτοῦ ὡς προσηλύτου καὶ παροίκου· καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ.
1.11.14
Οὐ λήψῃ παρ' αὐτοῦ τόκον, οὐδὲ πλεονασμόν. Ἐξῆλθεν Δαβὶδ ἀπὸ τοῦ
1.11.15
σπηλαίου, καὶ ἐβόησεν ὀπίσω Σαοὺλ, λέγων· Κύριε βασιλεῦ· καὶ ἐπέβλεψεν Σαοὺλ
1.11.16
ὀπίσω αὐτοῦ, καὶ ἔκυψε Δαβὶδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν
1.11.17
αὐτῷ. Καὶ εἶπεν Δαβίδ· Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων· Ἰδοὺ Δαβὶδ
1.11.18
ζητεῖ τὴν ψυχήν σου; Ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑωράκασιν οἱ ὀφθαλμοί σου, ὥσπερ
1.11.19
ἔδωκέ σε Κύριος εἰς τὰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί
1.11.20
σε, καὶ ἐφεισάμην σου καὶ εἶπα· Οὐκ ἐποίσω χεῖρά μου εἰς τὸν κύριόν μου, ὅτι
1.11.21
χριστὸς Κυρίου οὗτος. Καὶ ἰδοὺ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου, καὶ οὐκ
1.11.22
ἀπέκταγκά σε. Καὶ ἐπῆρε Σαοὺλ τὴν φωνὴν αὐτοῦ, καὶ ἔκλαυσεν, καὶ εἶπε πρὸς
1.11.23
Δαβίδ· Δίκαιος σὺ ὑπὲρ ἐμὲ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθὰ, ἐγὼ δὲ ἀνταπέδωκά σοι
1.11.24
κακά. Τεκταινόμενος ἀγαθὰ, ζητεῖ χάριν ἀγαθήν. Μὴ πλατύνου σοῖς χείλεσιν· μὴ
1.11.25
εἴπῃς· Ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, ὑπὲρ ὧν με ἠδίκησεν. Μὴ εἴπῃς·
1.11.26
Τίσομαι τὸν ἐχθρόν· ἀλλ' ὑπόμεινον τὸν Κύριον, ἵνα σε βοηθήσῃ. Ἐὰν πεινᾷ ὁ ἐχθρός
1.11.27
σου, ψώμιζε αὐτὸν, καὶ ἐὰν διψᾷ, πότιζε αὐτόν. Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς
1.11.28
σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ Κύριος ἀνταποδώσει σοι ἀγαθά. Ὁδοὶ
1.11.29
μνησικάκων εἰς θάνατον. Ὃς μνησικακεῖ, παράνομος. Ὁ κρύπτων ἔχθραν, συνίστησι
1.11.30
δόλον. Κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ οὐ μὴ μνησικακῆτε ἐν ταῖς καρδίαις
1.11.31
ὑμῶν. Κρῖμα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν
1.11.32
ἀδελφὸν αὐτοῦ. Ἐκζητήσατε τὸ καλὸν, καὶ μὴ πονηρὸν, καὶ ἔσται μεθ' ὑμῶν Κύριος.
1.11.33
Ἀκούσατε ῥῆμα Κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ. Εἴπατε, ἀδελφοί μου, τοῖς
1.11.34
μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ, καὶ ὀφθῇ ὑμῖν ἐν
1.11.35
εὐφροσύνῃ ὑμῶν, καὶ ἐκεῖνοι αἰσχυνθήσονται. Ἐπὶ παντὸς ἀδικήματος μὴ μηνίσῃς
1.11.36
τῷ πλησίον σου. Ἄφες ἀδίκημα τῷ πλησίον σου, καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι
1.11.37
σου λυθήσονται. Μνήσθητι τὰ ἔσχατά σου, καὶ παῦσαι ἐχθραίνων. Δάνεισον τῷ
1.11.38
πλησίον σου κατὰ δύναμίν σου. Ἔλεγξον τὸν πλησίον σου, μήποτε οὐκ ἐποίησε· καὶ
1.11.39
εἴ τι ἐποίησε, μήποτε προσθῇ. Ἔλεγξον τὸν φίλον, μήποτε οὐκ εἶπε· καὶ εἰ εἴρηκεν,
1.11.40
ἵνα μὴ δευτερεύσῃ. Νόει τὰ τοῦ πλησίον ἐξ ἑαυτοῦ. Ἅνθρωπος ἀνθρώπῳ συντηρεῖ
1.11.41
ὀργὴν, καὶ παρὰΚυρίου ζητεῖ ἴασιν. Ἐπ' ἄνθρωπον ὅμοιον αὐτοῦ οὐκ ἔχει
1.11.42
ἔλεος, καὶ περὶ ἁμαρτιῶν αὐτοῦ δεῖται. Αὐτὸς σὰρξ ὢν, διατηρεῖ μῆνιν· καὶ τίς
1.11.43
ἐξελεῖται τὰς ἁμαρτίας αὐτοῦ; μνήσθητι τὰ ἔσχατά σου, καὶ παύσῃ ἐχθραίνων.
1.11.44
Μνήσθητι ἐντολῶν, καὶ μὴ μηνίσῃς τῷ πλησίον. Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ
1.11.45
τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατά σου. Ἄφες τὸ δῶρόν
1.11.46
σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον, διαλλάγηθι τῷ ἀδελφῷ σου,
1.11.47
καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ
1.11.48
παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Ἐὰν δὲ μὴ ἀφῆτε
1.11.49
τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ἀφήσει τὰ
1.11.50
παραπτώματα ὑμῶν. Τότε προσελθὼν ὁ Πέτρος εἶπεν· κύριε, πολλάκις εἰς ἐμὲ
1.11.51
ἁμαρτήσει ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Λέγει αὐτῷ ὁ Ἰησοῦς· Οὐ
1.11.52
λέγω σοι, ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά. Ὡμοιώθη ἡ βασιλεία τῶν
1.11.53
οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐθέλησε συνάραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.
1.11.54
Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων.
1.11.55
Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι, ἐκέλευσεν αὐτὸν ὁ Κύριος αὐτοῦ πραθῆναι, καὶ τὴν
1.11.56
γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα, καὶ τὰ πάντα ὅσα εἶχεν, καὶ ἀποδοθῆναι. Πεσὼν οὖν ὁ
1.11.57
δοῦλος, προσεκύνει αὐτῷ, λέγων· Κύριε, μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα σοι
1.11.58
ἀποδώσω. Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου, ἀπέλυσεν αὐτὸν, καὶ τὸ
1.11.59
δάνειον ἀφῆκεν αὐτῷ. Ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος, εὗρεν ἕνα τῶν συνδούλων
1.11.60
αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια· καὶ κρατήσας αὐτὸν, ἔπνιγε λέγων, ἀποδὸς
1.11.61
εἴ τι ὀφείλεις. Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ, παρεκάλει
1.11.62
αὐτοῦ, λέγων· Μακροθύμησον ἐπ' ἐμοὶ, καὶ ἀποδώσω σοι. Ὁ δὲ οὐκ ἠθέλησεν, ἀλλὰ
1.11.63
ἀπελθὼν ἔβαλεν εἰς φυλακὴν, ἕως ἂν ἀποδῷ πᾶν τὸ ὀφειλόμενον. Ἰδόντες δὲ οἱ
1.11.64
σύνδουλοι αὐτοῦ τὰ γενόμενα, ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ
1.11.65
κυρίῳ αὐτοῦ πάντα τὰ γενόμενα. Τότε προσκαλεσάμενος ὁ κύριος αὐτοῦ, λέγει
1.11.66
αὐτῷ· Δοῦλε πονηρὲ, πᾶσαν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσας ἐμέ· οὐκ
1.11.67
ἔδει καί σε ἐλεῆσαι τὸν σύνδουλον, ὡς καὶ ἐγώ σε ἐλέησα; Καὶ ὀργισθεὶς ὁ κύριος
1.11.68
αὐτοῦ, παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ αὐτῷ πᾶν τὸ ὀφειλόμενον
1.11.69
αὐτῷ. Οὕτως καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ
1.11.70
ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν. Ἐὰν ἁμάρτῃ ὁ
1.11.71
ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ. Καὶ ἐὰν ἑπτάκις τῆς
1.11.72
ἡμέρας ἁμαρτήσῃ εἴς σε, καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ, λέγων· Μετανοῶ,
1.11.73
ἀφήσεις αὐτῷ. Ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων
1.11.74
βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. Ἕκαστος ὑμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ
1.11.75
ἀγαθὸν, πρὸς οἰκοδομήν. Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσκεν, ἀλλὰ
1.11.76
καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ. Μηδενὶ
1.11.77
κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες, προνοούμενοι καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων.
1.11.78
Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Εἰ ἀλλήλους δάκνετε καὶ
1.11.79
κατεσθίετε, βλέπετε μὴ ὑπ' ἀλλήλων ἀναλωθῆτε. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ
1.11.80
οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Ἕως καιροῦ ἐργασώμεθα τὸ ἀγαθὸν
1.11.81
πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. Ἀποθέμενοι τὸ ψεῦδος,
1.11.82
λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἀλλήλων μέλη ἐσμέν.
1.11.83
Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· μηδὲ
1.11.84
δίδοτε τόπον τῷ διαβόλῳ. Γίνεσθε εἰς ἀλλήλους χρηστοὶ, εὐσπλάγχνοι, χαριζόμενοι
1.11.85
ἑαυτοῖς, καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς
1.11.86
τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ
1.11.87
παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.
1.11.88
Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν. Τίς ὁ
1.11.89
κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γένησθε; Ἀλλ' εἰ καὶ πάσχετε διὰ
1.11.90
δικαιοσύνην, μακάριοι. Μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, μὴ λοιδορίαν ἀντὶ
1.11.91
λοιδορίας· τοὐναντίον δὲ εὐλογοῦντες, ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίας
1.11.92
κληρονομήσητε. Ἀγαπητὲ, μὴ μιμοῦ τὸ κακὸν, ἀλλὰ τὸ ἀγαθόν. Ὁ ἀγαθοποιῶν ἐκ
1.11.93
τοῦ Θεοῦ ἐστιν· ὁ δὲ κακοποιῶν, οὐχ ἑώρακε τὸν Θεόν. Ὥσπερ τῷ φωτὶ αὐτομάτως
1.11.94
ἕπεται τὸ φωτίζειν, καὶ τῷ μύρῳ τὸ εὐωδεῖν, οὕτω καὶ ταῖς ἀγαθαῖς πράξεσιν
1.11.95
ἀναγκαίως ἀκολουθεῖ τὸ ὠφέλιμον. Οἱ τὸ ἀγαθὸν ἐργαζόμενοι, ἐν αὐτῷ τῷ ἔργῳ τὸ
1.11.96
ἀπόδεκτον ἔχουσι. Μηδεὶς ἄγνοιαν προφασιζέσθω περὶ τὸ ἀγαθόν· φυσικὰς λόγος,
1.11.97
οἰκείωσιν ἡμῖν τοῦ καλοῦ, καὶ ἀλλοτρίωσιν ἀπὸ τῶν βλαβερῶν ὑποδεικνύων
1.11.98
ἐγκατεσπάρη. Ὁ ὑπὲρ τῆς τοῦ πλησίον ἁμαρτίας θερμὸν ἀποτήξας δάκρυον, ἑαυτὸν
1.11.99
ἐξιάσατο, δι' ὧν τὸν ἀδελφὸν ἐπωδύρατο. Οἶδας τί ποιήσεις τῷ πλησίον σου καλόν;
1.11.100
ὡς ἑαυτῷ βούλει παρ' ἑτέρου γενέσθαι. Ὁ ἐφησυχάζων, καὶ μὴ ἐλέγχων τὴν
1.11.101
ἁμαρτίαν τοῦ ἀδελφοῦ, ἄσπλαγχνός ἐστιν, ὥσπερ ὁ τὸν ἰὸν ἐναφεὶς τῷ δηχθέντι ὑπὸ
1.11.102
τοῦ ἰοβόλου. Μὴ γελάσῃς πτῶμα τοῦ πέλας· διάβαινε δὲ ἀσφαλῶς, ὥς σοι δύναμις·
1.11.103
ἀλλὰ καὶ δίδου χεῖρα χαμαὶ κειμένῳ. Συγχωρήσωμεν, ἵνα συγχωρηθῶμεν.
1.11.104
Ἀφῶμεν, ἵνα αἰτησώμεθα ἄφεσιν. Ἄφες ὁ ἀφεθείς· ἐλέησον ὁ ἐλεημένος. Κτῆσαι τὸ
1.11.105
φιλάνθρωπον ἕως καιρός. Συγχωρήσωμέν τι μικρὸν, ἵνα μεῖζον ἀντιλάβωμεν, τὴν
1.11.106
ὁμόνοιαν. Ἡττηθῶμεν, ἵνα νικήσωμεν. Ὁρᾶτε νόμους ἀθλήσεως, καὶ παλαιστῶν
1.11.107
ἀγωνίσματα, οἳ τῷ κάτω κεῖσθαι πολλάκις νικῶσι τοὺς ὑπερκειμένους. Ἀγαθὸν
1.11.108
χρηστότητι νικᾷν θρασύτητα, καὶ βελτίους ποιεῖν τοὺς ἀδικοῦντας, οἷς καρτεροῦμεν
1.11.109
πάσχοντες. Εἰ μηδὲν ὤφλεις τῷ Θεῷ τιμωρίας, Μηδὲ αὐτοῖς ἴσθι τοῖς ὄφλουσι
1.11.110
συμπαθής· Εἰ δὲ οἶδας ὄφλων, καὶ πρόχρησον τὸ πρᾶον. Οἴκτῳ γὰρ οἶκτος καὶ Θεῷ
1.11.111
σταθμίζεται. Ὅτι δίδωμι πλέον τῇ πρὶν ἀγάπῃ τῆς παρούσης ὑπεροψίας, καὶ διὰ
1.11.112
τοῦτο γίνομαι μακροθυμότερος, ἵνα ὀνειδίσω θερμότερον. Αὐτάρκης μοι τιμωρία
1.11.113
κατὰ τῶν ἀδικούντων, ἡ τοῦ ἀντιδρᾷν ἐξουσία. Μή σε ἀπατᾷ μάταιος λογισμὸς, ὅτι
1.11.114
τὸ δίκαιος ἐπεξελθεῖν ἀνεύθυνόν ἐστι, καὶ τὸ παραδοῦναι τοῖς νόμοις τὸν
1.11.115
ἀδικήσαντα. Μεγάλην ἡμῖν νομίζωμεν προκεῖσθαι πραγματείαν φιλανθρωπίας, καὶ
1.11.116
συγχωρήσωμεν τὰ εἰς ἡμᾶς, ἵνα καὶ αὐτοὶ τύχωμεν συγχωρήσεως. Τί χρηστότητος
1.11.117
δόγμα συντομώτερον; Τοιοῦτος ἴσθι τοῖς φίλοις, καὶ τοῖς πέλας, Οἵους ἑαυτῷ τούσδε
1.11.118
τυγχάνειν θέλεις. Τηροῦμεν τὰς ἀλλήλων ἁμαρτίας, οὐχ ἵνα πενθήσωμεν, ἀλλ' ἵνα
1.11.119
προσπλήξωμεν, καὶ ἀπολογίαν ἔχωμεν τῶν ἡμετέρων κακῶν τὰ τῶν πλησίον
1.11.120
τραύματα. Ὅσῳπερ ἂν ἰσχυρότερος ᾖς, τοσούτῳ δικαιότερος ἂν εἴης τὸν
1.11.121
ἀσθενέστερον διαβάσταξαι. Οὐ γὰρ ἑαυτῷ μόνον, ἀλλὰ καὶ ἑτέροις ἰσχυρὸν εἶναι χρὴ
1.11.122
τὸν ἰσχύοντα. Εἰ δὲ λέγων ἰσχύειν, τὴν ἀσθένειαν, τὴν ἐκείνου περιορᾷς, διπλῆν
1.11.123
δώσεις δίκην, ὅτι τε οὐκ ἐφείσω, καὶ ὅτι πολλὴν ἔχομεν τοῦ φείσασθαι δύναμιν.
1.11.124
Ὑπεύθυνος γὰρ ἕκαστος ἡμῶν τῆς τοῦ πλησίον σωτηρίας ἐστίν. Διὰ τοῦτο οὐχὶ τὰ
1.11.125
ἑαυτοῦ σκοπεῖν, ἀλλὰ τὰ τῶν πέλας, ἐκελεύσθημεν. Τιμῆς γὰρ ἠγοράσθημεν· ὁ δὲ
1.11.126
ἀγοράσας ἡμᾶς, τοῦτο προσέταξεν ἐπὶ τῇ κοινῇ πάντων λυσιτελείᾳ. Οὐχ ἁπλῶς πρὸς
1.11.127
τὸ τῶν παραπτωμάτων μέτρον δεῖ τὴν ἐπιτίμησιν ἐπάγειν, ἀλλὰ καὶ τῆς τῶν
1.11.128
ἁμαρτανόντων στοχάζεσθαι προαιρέσεως, μήποτε ῥάψαι τὸ διεῤῥηγὸς βουλόμενος,
1.11.129
χεῖρον τὸ σχίσμα ποιήσῃς. Ἓν μόνον σκοπῶμεν, ἀδελφοὶ, οὐχ ὅπως μηδὲν πάθωμεν
1.11.130
παρὰ τῶν ἐχθρῶν κακὸν, ἀλλ' ὅπως μηδὲναὐτοῖς ἡμεῖς ἐργασώμεθα κακόν.
1.11.131
Ὅταν λάβῃς τὸν ἐχθρόν σου εἰς τὰς χεῖρας τὰς σὰς, μὴ σκόπει ὅπως αὐτὸν
1.11.132
ἀμυνάμενος, καὶ μυρίαις πλύνας λοιδορίαις ἐκπέμψῃς, ἀλλ' ὅπως ἐπαναγάγῃς πρὸς
1.11.133
ἐπιείκειαν· καὶ μὴ πρότερον ἀποστῇς, ἕως ἂν περιγένῃ τῇ πραότητι τῆς ὠμότητος
1.11.134
τῆς ἐκείνου. Τότε μείζους παρὰ τοῦ βίου κείσονται ἀντιδόσεις, ὅταν μυρία τοὺς
1.11.135
ἐχθροὺς ἀγαθὰ ποιήσαντες, τοὐναντία ἀνταπολάβωμεν. Ὅταν ἐννοήσωμεν ἅπερ
1.11.136
ἐπάθομεν παρὰ τῶν συνδούλων, λογισώμεθα ἅπερ ἐποιήσαμεν εἰς τὸν Δεσπότην, καὶ
1.11.137
τῷ φόβῳ τῶν οἰκείων ἁμαρτημάτων τὸν θυμὸν ἐπὶ τοῖς ἀλλοτρίοις πλημμελήμασι
1.11.138
ταχέως ἀπώσασθαι δυνησόμεθα. Εἰ γὰρ δεῖ μεμνῆσθαι ἁμαρτημάτων, τῶν οἰκείων
1.11.139
δεῖ μεμνῆσθαι μόνον· κἂν τῶν οἰκείων μνημονεύσωμεν, οὐδέποτε ἀλλότρια
1.11.140
λογιούμεθα. Ἐὰν ἔχῃς τι κατὰ τοῦ ἐχθροῦ, ἔξελε τὴν λύπην, θεράπευσον τὴν ὀργὴν,
1.11.141
λύσον τὴν ἔχθραν, ἵνα λάβῃς θεραπείαν ἀπὸ τῆς τραπέζης. Θυσίᾳ προσέρχῃ φρικτῇ
1.11.142
καὶ ἁγίᾳ, αἰδέσθητι τὴν ὑπόθεσιν αὐτῆς τῆς προσφορᾶς. Ἐσφαγμένος πρόκειται ὁ
1.11.143
Χριστός· καὶ τίνος ἕνεκεν ἐσφάγη; καὶ διὰ τί; Ἵνα εἰρηνοποιήσῃ τὰ ἐν τῷ οὐρανῷ καὶ
1.11.144
τὰ ἐπὶ τῆς γῆς· ἵνα καὶ ἀγγέλοις σὲ ποιήσῃ φίλον. Μηδεὶς τοίνυν ἔστω Ἰούδας, μηδεὶς
1.11.145
πονηρίας γέμων, μηδεὶς ἔχων ἰὸν ἐν τῇ διανοίᾳ, μὴ εἰς κατάκρισιν λάβῃ. Καὶ γὰρ
1.11.146
τότε μετὰ τὸ λαβεῖν τὴν προσφορὰν, ἐπέπεσεν τῷ Ἰούδᾳ ὁ διάβολος· οὐ τοῦ σώματος
1.11.147
καταφρονῶν τοῦ Δεσποτικοῦ, ἀλλὰ τῆς ἀναισχυντίας, ἐπιπηδῶν τοῦ Ἰούδα, ἵνα
1.11.148
μάθωμεν, ὅτι τοῖς ἀναξίως μετέχουσι τῶν θείων μυστηρίων, τούτοις μάλιστα
1.11.149
ἐπιπηδᾷ καὶ ἐπιβαίνει συνεχῶς ὁ διάβολος, ὥσπερ τῷ Ἰούδᾳ τότε. Αἱ γὰρ τιμαὶ τοὺς
1.11.150
ἀξίους ὠφελοῦσιν· τοὺς δὲ παρὰ τὴν ἀξίαν ἀπολαβόντας, εἰς μείζονα τιμωρίαν
1.11.151
ἐμβάλλουσιν. Καὶ ταῦτα λέγω, οὐχ ἵνα φοβήσω, ἀλλ' ἵνα ἀσφαλίσωμαι. Σὺ τῷ
1.11.152
συνδούλῳ μένεις ἐχθραίνων, καὶ πῶς δυνήσῃ βαδίζειν ἐπὶ τὴν τῆς εἰρήνης
1.11.153
τράπεζαν; Καὶ γὰρ ὁ Χριστὸς οὐδὲ ἀποθανεῖν ὑπὲρ σοῦ παρῃτήσατο, σὺ δὲ οὐδὲ ὀργὴν
1.11.154
ἀφιέναι τῷ συνδούλῳ διὰ σεαυτὸν ἀνέχῃ. Ἐπηρέασε γὰρ, φησὶ, καὶ τὰ μέγιστα
1.11.155
ἐπλεονέκτησεν. Καὶ τί τοῦτο; εἰς χρήματα ἡ ζημία· οὐδέπω ἐσταύρωσε, καθάπερ τὸν
1.11.156
Χριστὸν οἱ Ἰουδαῖοι· ἀλλ' ὅμως καὶ αὐτὸ τὸ αἷμα, ὅπερ ἐξέχεεν, εἰς σωτηρίαν τοῖς
1.11.157
ἐκχέασιν ἔδωκεν. Τί τούτῳ ἴσον ἔχεις εἰπεῖν; Ἐὰν μὴ ἀφῇς τῷ ἐχθρῷ, οὐκ ἐκεῖνον
1.11.158
ἠδίκησας μᾶλλον, ἢ σαυτόν. Ἐκεῖνον μὲν γὰρ εἰς τὸν παρόντα βίον παρέβλεψας,
1.11.159
ἑαυτὸν δὲ ἀσύγγνωστον ἐποίησας πρὸς τὴν ἀπολογίαν τὴν εἰς τὴν μέλλουσαν
1.11.160
ἡμέραν. Οὐδὲν γὰρ οὕτω μισεῖ ὁ Θεὸς, ὡςμνησίκακον ἄνθρωπον, ὡς
1.11.161
οἰδαίνουσαν καρδίαν, ὡς φλεγμαίνουσαν ψυχήν. Ἄκουσον γοῦν τί φησιν· Ὅταν
1.11.162
προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ἄνω τοῦ θυσιαστηρίου,
1.11.163
ὅτι ὁ ἀδελφός σου ἔχει τι κατά σου· ἄφες τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ
1.11.164
ἀπελθὼν καταλλάγηθι τῷ ἀδελφῷ. Τί λέγεις, ἀφήσω; Ναὶ, φησίν· διὰ γὰρ τὴν
1.11.165
εἰρήνην τὴν εἰς τὸν ἀδελφὸν, καὶ αὕτη ἡ θυσία ἐγένετο. Μεῖζον ἀγαθὸν τὸ
1.11.166
ἐλεγχθῆναι τοῦ ἐλέγξαι νομίζω, ὅσῳ μεῖζόν ἐστι τὸ ἑαυτὸν ἀπαλλαγῆναι κακοῦ, τοῦ
1.11.167
ἄλλον ἀπαλλάξαι. Δεῖ κεκραμένον εἶναι τὸν ἔλεγχον, τὸ πρᾶγμα μὲν λέγοντα,
1.11.168
δειλίαν δὲ προσποιούμενον, κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν, οἳ κρύπτουσι τῷ χαλκῷ
1.11.169
τὸν διαιροῦντα σίδηρον. Πᾶσα μὲν ἁμαρτία δεινή ἐστι· πλὴν μεῖζον τῆς μνησικακίας,
1.11.170
καὶ τῆς πλεονεξίας οὐδέν ἐστιν. Οὐκ εἶπεν, πορνεία ἢ εἰδωλολατρεία ἐστὶν, ἀλλὰ
1.11.171
πλεονεξία. Ἀδελφὴ δὲ τῆς πλεονεξίας ἡ μνησικακία. Δεινὴ γάρ ἐστιν ἡ ἁμαρτία αὕτη
1.11.172
καὶ παράνομος. Τὰ λοιπὰ ἁμαρτήματα πονηρὰ μέν εἰσιν, ὀλιγόχρονοι δὲ
1.11.173
τυγχάνουσιν, ἐν μιᾷ ὥρᾳ ἀποτελούμενα. Ἐπόρνευσέ τις; ἐν μιᾷ ὥρᾳ παύσας τὸ
1.11.174
κακὸν, τὰς λοιπὰς ὥρας δύναται ἡσυχάσαι. Ἔκλεψέ τις; ἐν μιᾷ ὥρᾳ ποιήσας τὸ
1.11.175
κακὸν, λοιπὸν μετανοεῖ. Ἐφόνευσέ τις; κακὸν μὲν καὶ τοῦτο· ἀλλὰ ἐν μιᾷ ὥρᾳ
1.11.176
ποιήσας τὸ κακὸν, τὰς λοιπὰς ὥρας δύναται μετανοῆσαι. Ὁ δὲ μνησίκακος, καθ'
1.11.177
ἑκάστην ὥραν ἁμαρτάνει, τὴν κακίαν ἐν τῇ καρδίᾳ περιφέρων. Κἂν εἰς ἐκκλησίαν
1.11.178
εἰσέλθῃ, οὐ δύναται καθαρὰν εὐχὴν τῷ Θεῷ ἀναπέμψαι, τὴν κακίαν ἔχων κατὰ τοῦ
1.11.179
πλησίον. Οὐδὲ καθαρεύει ἀπὸ ἁμαρτίας μνησίκακος ψυχή· καὶ ἐλεημοσύνην
1.11.180
οὐδέποτε ἐργάζεται. Ὁ γὰρ μὴ ἔχων ἀγάπην, οὐδὲ ἐλεεῖ, οὐδὲ ἀντιλαμβάνεται. Ὁ
1.11.181
ἄκακος ἐχθρὸν οὐκ ἔχει· ὁ μνησίκακος οὐκ ἀπαλλάττεται τοῦ ἐχθροῦ, ἐχθρὸν ἔχων
1.11.182
τὸ ἴδιον συνειδός.
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).