Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sacra parallela
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
1.7.1
– Περὶ ἀγγέλων· ὅτι ἀγγέλους φύλακας ἡμῖν ἐπέστησεν ὁ Θεός.
1.7.2
Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου σου, ἵνα φυλάξῃ σε ἐν
1.7.3
τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν ἣν ἡτοίμασά σοι. Πρόσεχε σεαυτῷ, καὶ
1.7.4
εἰσάκουε αὐτοῦ, καὶ μὴ ἀπειθήσῃ αὐτῷ· οὐ γὰρ μὴ ὑποστελεῖταί σε. Τὸ γὰρ ὄνομά
1.7.5
μού ἐστιν ἐν αὐτῷ. Ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Ὁρᾶτε μὴ
1.7.6
καταφρονήσητε ἑνὸς τῶν μικρῶν τούτων· λέγω γὰρ ὑμῖν, ὅτι οἱ ἄγγελοι αὐτῶν ἐν
1.7.7
οὐρανοῖς βλέπουσι τὸ πρόσωπον τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ὥσπερ
1.7.8
παιδαγωγούς τινας ἢ παιδονόμους ἐπιτεταγμένους τοῖς ἀνθρώποις τοὺς ἀγγέλους
1.7.9
εἰδὼς ὁ Ἀπόστολος, εἰς μαρτυρίαν ἐκάλεσε. Τοὺς μὲν ἁγίους φωταγωγοὶ
1.7.10
φυλάττουσιν ἄγγελοι, τοὺς δὲ φαύλους σκοτεινοί. Πλοῦτος γνώσεως καὶ σοφίας
1.7.11
προστίθησιν ἡμῖν ἀγγέλους πολλούς· ὁ δὲ ἀκάθαρτος καὶ ἀπὸ τοῦ δοθέντος αὐτῷ ἐκ
1.7.12
παιδὸς ἀγγέλου χωρίζεται. Ἡ γὰρ πνευματικὴ φιλία ἔστιν ἀρετὴ καὶ γνῶσις Θεοῦ, δι'
1.7.13
ὧν συναπτόμεθα πρὸς φιλίαν ταῖς ἁγίαις δυνάμεσιν, εἴ γε οἱ μετανοοῦντες ἄνθρωποι
1.7.14
χαρᾶς αἴτιοι γίνονται τοῖς ἀγγέλοις.
1.8.1
– Περὶ τῆς τοῦ ἀνθρώπου πλάσεως καὶ κατασκευῆς.
1.8.2
Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν· ἄρσεν καὶ
1.8.3
θῆλυ ἐποίησεν αὐτούς. Ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον, λαβὼν χοῦν ἀπὸ τῆς γῆς, καὶ
1.8.4
ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ἄνθρωπος εἰς ψυχὴν
1.8.5
ζῶσαν. Ἐπέβαλεν ὁ Θεὸς ἔκστασιν ἐπὶ τὸν Ἀδάμ· καὶ ὕπνωσεν, καὶ ἔλαβεν μίαν ἐκ
1.8.6
πλευρῶν αὐτοῦ, καὶ ἐνεπλήρωσε σάρκα ἀντ' αὐτῆς, καὶ ᾠκοδόμησεν αὐτὴν
1.8.7
εἰς γυναῖκα, καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν Ἀδάμ. Καὶ εἶπεν Ἀδάμ· Τοῦτο νῦν ἐστιν
1.8.8
ὀστοῦν ἐκ τῶν ὀστέων μου, καὶ σὰρξ ἐκ τῆς σαρκός μου. Αὕτη κληθήσεται γυνὴ, ὅτι
1.8.9
ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήφθη αὐτή· ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα
1.8.10
αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ, καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ· καὶ
1.8.11
ἔσονται οἱ δύο εἰς σάρκα μίαν. Αἱ χεῖρές σου ἐποίησάν με, καὶ ἔπλασαν· δέρμα καὶ
1.8.12
κρέας ἐνέδυσας, ὀστέοις δὲ καὶ νεύροις με ἐνεῖρας. Μνήσθητι ὅτι πηλόν με ἔπλασας,
1.8.13
εἰς δὲ γῆν με πάλιν ἀποστρέφεις. Πλὴν τὰ σύμπαντα ματαιότης, πᾶς ἄνθρωπος ζῶν·
1.8.14
μέντοι γε ἐν εἰκόνι διαπορεύεται ἄνθρωπος, πλὴν μάτην ταράσσεται. Ἀντανελεῖς τὸ
1.8.15
πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Τὰ πάντα
1.8.16
ἐγένετο ἐκ τοῦ χοὸς, καὶ τὰ πάντα ἐπιστρέψει εἰς τὴν γῆν. Ὁ Θεὸς ἔκτισε τὸν
1.8.17
ἄνθρωπον ἐπὶ ἀφθαρσίᾳ, καὶ κατ' εἰκόνα τῆς ἰδίας ἀϊδιότητος ἐποίησεν αὐτόν. Ὁ
1.8.18
ποιήσας τὰ πάντα ἐν λόγῳ σου καὶ τῇ σοφίᾳ σου κατασκευάσας ἄνθρωπον, ἵνα
1.8.19
δεσπόζῃ τῶν ὑπὸ σοῦ γενομένων κτισμάτων, καὶ διέπῃ τὸν κόσμον ἐν ὁσιότητι καὶ
1.8.20
δικαιοσύνῃ, καὶ ἐν εὐθύτητι κρίσιν κρίνῃ. Εἰμὶ μὲν κἀγὼ θνητὸς ἄνθρωπος, ἴσος
1.8.21
ἅπασιν καὶ γηγενοῦς ἀπόγονος πρωτοπλάστου, καὶ ἐν κοιλίᾳ μητρὸς ἐγλύφην σὰρξ,
1.8.22
δεκαμηνιαίῳ χρόνῳ παγεὶς ἐν αἵματι, ἐκ σπέρματος ἀνδρὸς, καὶ ἡδονῆς ὕπνῳ
1.8.23
συνελθούσης. Καὶ ἐγὼ δὲ γενόμενος ἔσπασα τὸν κοινὸν ἀέρα, καὶ ἐπὶ τὴν ὁμοιοπαθῆ
1.8.24
κατέπεσα γῆν, πρώτην φωνὴν τὴν ὁμοίαν πᾶσιν ἴσα κλαίων· ἐν σπαργάνοις
1.8.25
ἀνετράφην καὶ ἐν φροντίσιν. Οὐδεὶς γὰρ βασιλεὺς ἑτέραν ἔσχε γενέσεως ἀρχήν· μία
1.8.26
δὲ πάντων εἴσοδος εἰς τὸν κόσμον, ἔξοδος ἴση. Κύριος ἔκτισε ἐκ γῆς ἄνθρωπον·
1.8.27
ἡμέρας ἀριθμοὺς καὶ καιρὸν ἔδωκεν αὐτῷ, καὶ ἔδωκεν αὐτῷ ἐξουσίαν ἐπ' αὐτῆς.
1.8.28
Κατ' εἰκόνα αὐτοῦ ἐποίησεν αὐτὸν, καὶ ἔθηκεν τὸν φόβον αὐτοῦ ἐπὶ πάσης σαρκὸς,
1.8.29
κατακυριεύειν θηρίων καὶ ἑρπετῶν. Διαβούλιον, καὶ δόξαν, καὶ ὀφθαλμοὺς, καὶ
1.8.30
ἐπιστήμην συνέσεως ἐνέπλησεν αὐτὸν, καὶ ἀγαθὰ καὶ κακὰ ὑπέδειξεν αὐτῷ. Πάντα
1.8.31
ὅσα ἀπὸ γῆς, εἰς τὴν γῆν ἐπελεύσεται. Αὐτοῦ ἐσμεν ποίημα, κτισθέντες ἐν ἔργοις
1.8.32
ἀγαθοῖς ἐν Χριστῷ Ἰησοῦ, οἷς προητοίμασεν ὁ Θεὸς, ἵνα ἐν αὐτῷ περιπατήσωμεν.
1.8.33
Βουληθεὶς ἀπεκύησεν ἡμᾶς λόγῳ ἀληθείας, εἰς τὸ εἶναι ἡμᾶς ἀπαρχήν τινα τῶν
1.8.34
ἑαυτοῦ κτισμάτων. Αὐτὸς ὁ Δημιουργὸς καὶ Δεσπότης τῶν ἁπάντωνἐπὶ τοῖς
1.8.35
ἔργοις αὐτοῦ ἀγάλλεται. Τῷ γὰρ παμμεγεθεστάτῳ αὐτοῦ κράτει οὐρανοὺς ἐστήριξεν,
1.8.36
καὶ τῇ ἀκαταλήπτῳ αὐτοῦ συνέσει διεκόσμησεν αὐτούς· γῆν δὲ ἐχώρισεν ἀπὸ τοῦ
1.8.37
περιέχοντος αὐτὴν ὕδατος, καὶ ἥδρασεν ἐπὶ τὸν ἀσφαλῆ τοῦ ἰδίου θελήματος
1.8.38
θεμέλιον. Ἐπὶ τούτοις τὸν ἐξοχώτατον καὶ παμμεγέθη ἄνθρωπον ταῖς ἰδίαις αὐτοῦ
1.8.39
καὶ ἀμώμοις χερσὶν ἔπλασεν, τῆς ἑαυτοῦ εἰκόνος χαρακτῆρα. Οὕτως γάρ φησιν ὁ
1.8.40
Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν, καὶ καθ' ὁμοίωσιν. Καὶ ἐποίησεν
1.8.41
ὁ Θεὸς τὸν ἄνθρωπον, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς. Ταῦτα οὖν πάντα τελειώσας,
1.8.42
ἐποίησεν αὐτὰ, καὶ ηὐλόγησε, καὶ εἶπεν· Αὐξάνεσθε καὶ πληθύνεσθε. Τίς ὀστέων
1.8.43
ἐξῆπται ἄτηκτον οὐσίαν; τίς δὲ συνέδησεν ἐπιτείνεσθαι νεύροις, καὶ ἀνίεσθαι περὶ
1.8.44
τὰς ἁρμογὰς καμπτόμενα τὰ μέλη; τίς ὃς ἐζύμωσε χυμοὺς, δεύσας αἵματι, καὶ
1.8.45
μαλθακὴν ἡμῖν ἐκ χοὸς σάρκα; Μόνος ὁ ἀριστοτέχνης τὴν λογικωτάτην εἰκόνα καὶ
1.8.46
ἔμψυχον τὸν ἄνθρωπον, ἡμᾶς ἑαυτοῦ τεκταινόμενος, καὶ κηροπλαστῶν ἐξ ὑγρῶν
1.8.47
καὶ βραχυτάτων σπερμάτων ἐν μήτρᾳ. Τίς γάρ ἐστιν ὁ προμηθούμενος μὴ
1.8.48
συμπνίγεσθαι τῷ ὑγρῷ, καὶ τῇ συνοχῇ τῶν ἀγγείων ἐπικλειζόμενον ἔσω τὸ ἔμβρυον;
1.8.49
ἢ τίς ὁ μετὰ τὸ λοχευθῆναι, καὶ εἰς φῶς ἀνελθεῖν, εἰς μέγεθος, καὶ κάλλος, καὶ
1.8.50
ῥώμην, ἐξ ἀσθενοῦς καὶ βραχέος μεταβάλλων, εἰ μὴ αὐτὸς οὗτος ὁ ἀριστοτέχνης, ὡς
1.8.51
ἔφην, Θεὸς, τῇ ποιητικῇ δυνάμει μετασχηματίζων, καὶ μεταζωγραφῶν τὰς ἰδέας; Ὁ
1.8.52
Θεὸς ἀθανασία ἐστὶ, καὶ ζωὴ, καὶ ἀφθαρσία· ἔργον δὲ ἄνθρωπος Θεοῦ· πᾶν δὲ τὸ ὑπὸ
1.8.53
ἀθανασίας ἐργασθὲν, ἀθάνατον. Διὸ τὸν μὲν ἄνθρωπον ηὐτούργησεν αὐτός· τὰ δὲ
1.8.54
λοιπὰ γένη τῶν ζώων, ἀέρι, καὶ γῇ, καὶ ὕδατι προσέταξε φέρειν, Ἐξαγαγέτω, λέγων,
1.8.55
τὰ ὕδατα ἑρπετὰ ζωσῶν ψυχῶν, καὶ πετεινὰ πετόμενα ἐπὶ τῆς γῆς, κατὰ τὸ στερέωμα
1.8.56
τοῦ οὐρανοῦ. Καὶ, Ἐξαγαγέτω ἡ γῆ ψυχὴν ζῶσαν κατὰ γένος· τετράποδα, καὶ ἑρπετὰ,
1.8.57
καὶ θηρία τῆς γῆς κατὰ γένος. Ἐπὶ δὲ τοῦ ἀνθρώπου οὐκ ἔτι, Ἐξαγαγέτω, ἀλλὰ,
1.8.58
Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Καὶ, Ἔλαβεν ὁ Θεὸς
1.8.59
χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασεν αὐτόν. Σῶμα ἔκτισεν ὁ Θεὸς, οὐχὶ νόσον· καὶ ψυχὴν
1.8.60
ἐποίησεν ὁ Θεὸς, οὐχὶ δὲ ἁμαρτίαν· ἐκακώθη δὲ ἡ ψυχὴ παρατραπεῖσα τοῦ κατὰ
1.8.61
φύσιν. Ἦν ποτε Ἀδὰμ ἄνω, οὐ τόπῳ, ἀλλὰ τῇ προαιρέσει. Διὰ τί οὐκ εὐθέως αὐτῷ
1.8.62
συγκατεσκευάσθη καὶ τὰ ἐνδύματα; Ὅτι οὔτε φυσικὰ ἔπρεπεν εἶναι ταῦτα, οὔτε ἐκ
1.8.63
τέχνης. Τὰ μὲν γὰρ φυσικὰ ἴδια τῶν ἀλόγων ἐστὶν, οἷον πτερὰ καὶ τρίχες, καὶ
1.8.64
δερμάτων παχύτης, στέγειν μὲν χειμῶνας, φέρειν δὲ καύσωνας δυναμένων·
1.8.65
ἀνθρώπῳ δὲ ἔπρεπε κατὰ τὴν ἀναλογίαν τῆς πρὸς Θεὸν ἀγάπης παρηλλαγμένας τῶν
1.8.66
ἀγαθῶν τὰς ἀντιδόσεις ὑπάρχειν. Σκόπει, τίς ἡ ἀπὸ ψυχῆς τῇ σαρκὶ ἐνδιδομένη
1.8.67
δύναμις, καὶ τίς ἡ ἀπὸ σαρκὸς πρὸς ψυχὴν ἐπανιοῦσα συμπάθεια· πῶς δέχεται μὲν
1.8.68
τὴν ζωὴν ἐκ τῆς ψυχῆς τὸ σῶμα, δέχεται δὲ ἀλγηδόνας ἀπὸ τοῦ σώματος ἡ
1.8.69
ψυχή· ποίας ἀποθήκας τῶν μαθημάτων ἔχει· διὰ τί οὐκ ἐπισκοτεῖ τῇ γνώσει τῶν
1.8.70
προλαβόντων ἡ τῶν ἐπιγινομένων προσθήκη, ἀλλὰ σύγχυτοι καὶ εὐκρινεῖς αἱ
1.8.71
μνῆμαι, οἷον χαλκῆ τις στήλη τῷ ἡγεμονικῷ τῆς ψυχῆς ἐγκεχαραγμέναι
1.8.72
διαφυλάττονται· πῶς μὲν πρὸς τὰ τῆς σαρκὸς ὑπολισθαίνουσα πάθη τὸ οἰκεῖον
1.8.73
ἀπόλλυσι κάλλος· πῶς δὲ πάλιν τὸ ἀπὸ κακίας αἶσχος καθαιρομένη δι' ἀρετῆς, πρὸς
1.8.74
τὴν ὁμοίωσιν ἀνατρέχει τοῦ Κτίσαντος. Πρόσχες, εἰ δοκεῖ, μετὰ τὴν τῆς ψυχῆς
1.8.75
θεωρίαν καὶ τὴν τοῦ σώματος κατασκευήν· καὶ θαύμασον, ὅπως πρέπον ἐν αὐτῷ
1.8.76
καταγώγιον τῇ λογικῇ ψυχῇ ὁ ἀριστοτέχνης ἐδημιούργησεν. Ὄρθιον μόνον ἔπλασεν
1.8.77
τῶν ζώων τὸν ἄνθρωπον, ἵνα ἐκ τοῦ σχήματος ἴδοις, ὅτι ἐκ τῆς ἄνωθεν συγγενείας
1.8.78
ἐστὶν ἡ ζωή σου. Τὰ μὲν γὰρ τετράποδα πάντα πρὸς τὴν γαστέρα νένευκεν, ἀνθρώπῳ
1.8.79
δὲ ἑτοίμη πρὸς οὐρανοὺς ἡ ἀνάβλεψις, ὥστε μὴ σχολάζειν τῇ γαστρὶ, μηδὲ τοῖς
1.8.80
ὑπογαστρίοις πάθεσιν, ἀλλ' ὅλην ἔχειν τὴν ὁρμὴν τοῦ ἄνω πορεύεσθαι. Ἔπειτα τὴν
1.8.81
κεφαλὴν ἐπὶ τὸ ὑψηλότατον θεὶς, ἐν αὐτῇ τὰς πλείστου ἀξίας τῶν αἰσθήσεων
1.8.82
καθιδρύσατο. Ἐκεῖ ὄψις, καὶ ἀκοὴ, καὶ γεῦσις, καὶ ὄσφρησις, πᾶσαι ἐγγὺς ἀλλήλων
1.8.83
κατῳκισμέναι, καὶ οὕτω περὶ τὸ βραχὺ χωρίον στενοχωρούμεναι, οὐδὲν ἑκάστη
1.8.84
παρεμποδίζει τὴν ἐνέργειαν τῆς γείτονος. Παρήχθημεν εἰς τὸ εἶναι μὴ ὄντες, καὶ κατ'
1.8.85
εἰκόνα τοῦ Κτίσαντος ἐγενήθημεν, νοῦν καὶ λόγον συμπληροῦντα ἡμῶν τὴν φύσιν
1.8.86
ἔχοντες, δι' οὗ Θεὸν ἐγνωρίσαμεν. Ὁ κόσμος οὗτος αὐτός τέ ἐστι θνητὸς, καὶ χωρίον
1.8.87
ἀποθνησκόντων. Ἐπειδὴ γὰρ σύνθετός ἐστι τῶν ὁρωμένων ἡ σύστασις, τὸ δὲ
1.8.88
σύνθετον ἅπαν διαλύεσθαι πέφυκεν, οἱ ἐν τῷ κόσμῳ ζῶντες, μέρη ὄντες τοῦ κόσμου,
1.8.89
ἀναγκαίως τῆς τοῦ παντὸς φύσεως ἀπολαύομεν. Τὰ ἀπὸ χρόνου ἀρξάμενα, ἀνάγκη
1.8.90
πάντως καὶ ἐν χρόνῳ συστέλλεσθαι. Εἰ ἀρχὴν ἔχει χρονικὴν, μὴ ἀμφιβάλῃς περὶ τοῦ
1.8.91
τέλους. Τίς ὁ τῇ σοφίᾳ κατασκευάσας τὸν ἄνθρωπον, καὶ εἰς ἓν ἀγαγὼν τὰ διεστῶτα,
1.8.92
καὶ μίξας τὸν χοῦν τῷ πνεύματι, καὶ συνθεὶς ζῶον ὁρατὸν καὶ ἀόρατον, πρόσκαιρον
1.8.93
καὶ ἀθάνατον, ἐπίγειον καὶ οὐράνιον, ἁπτόμενον Θεοῦ, καὶ οὐ περιδρασσόμενον,
1.8.94
ἐγγίζον καὶ μακρυνόμενον; Ὅπως συνεζύγην, οὐκ οἶδα, καὶ πῶς εἰκών τέ εἰμι Θεοῦ,
1.8.95
καὶ τῷ πηλῷ συμφύρομαι. Ὃ καὶ εὐεκτοῦν πολεμεῖ, καὶ ἀνιᾷ πολεμούμενον· ὃ καὶ
1.8.96
ὡς σύνδουλον ἀγαπῶ, καὶ ὡς ἐχθρὸν ἀποστρέφομαι· ὃ καὶ ὡς δεσμὸν φεύγω, καὶ ὡς
1.8.97
συγκληρονόμον αἰσχύνομαι. Τῆξαι φιλονεικῶ, καὶ οὐκ ἔχω τίνι συνεργῷ πρὸς τὰ
1.8.98
κάλλιστα χρήσομαι, ὡς εἰδὼς εἰς ὃ γέγονα, καὶ ὅτι δεῖ με πρὸς Θεὸν ἀνατεῖναι διὰ
1.8.99
τῶν πράξεων. Φείδομαι ὡς συνεργοῦ, καὶ οὐκ ἔχω πῶς φύγω τὴν ἐπανάστα
1.8.100
σιν, ἣ πῶς μὴ ἀπὸ Θεοῦ πέσω, βαρυνθεὶς ταῖς πέδαις, κατασπώσαις ἢ κατεχούσαις εἰς
1.8.101
ἔδαφος. Ἐχθρός ἐστιν εὐμενὴς, καὶ φίλος ἐπίβουλος. Ὢ τῆς συζυγίας καὶ τῆς
1.8.102
ἀλλοτριώσεως. Ὃ φοβοῦμαι, περιέπω· ὃ στέργω, δέδοικα· πρὶν πολεμῆσαι,
1.8.103
καταλλάσσομαι· καὶ πρὶν εἰρηνεῦσαι, διΐσταμαι. Τίς ἡ περὶ ἐμὲ σοφία; καὶ τί τὸ μέγα
1.8.104
περὶ ἐμὲ μυστήριον; ἢ τί βούλεται, μοῖραν ἡμᾶς ὄντας Θεοῦ, καὶ ἄνωθεν ῥεύσαντας,
1.8.105
ἵνα μὴ διὰ τὴν ἀξίαν ἐπαιρόμενοι καὶ μετεωριζόμενοι καταφρονῶμεν τοῦ Κτίσαντος,
1.8.106
ἐν τῇ πρὸς τὸ σῶμα πάλῃ καὶ μάχῃ πρὸς αὐτὸν ἀεὶ βλέπειν, καὶ τὴν συνεζευγμένην
1.8.107
ἀσθένειαν, παιδαγωγίαν εἶναι τοῦ ἀξιώματος, ἵνα εἴδωμεν οἱ αὐτοὶ μέγιστοί τε ὄντες
1.8.108
καὶ ταπεινότατοι, ἐπίγειοι καὶ οὐράνιοι, πρόσκαιροι καὶ ἀθάνατοι, κληρονόμοι
1.8.109
φωτὸς πυρὸς, εἴτουν σκότους, ὁποτέρως ἂν νεύσωμεν; Τοιοῦτον τὸ κρᾶμα ἡμῶν, καὶ
1.8.110
διὰ ταῦτα· ὡς γοῦν ἐμοὶ καταφαίνεται· ἵνα ὅταν ἐπαιρώμεθα διὰ τὴν εἰκόνα, διὰ τὸν
1.8.111
χοῦν συστελλώμεθα. Τάξις τὸν ἄνθρωπον ἐκ λογικοῦ καὶ ἀλόγου συγκρίματος ζῶον
1.8.112
λογικὸν συνεστήσατο, καὶ συνέδησε μυστικῶς καὶ ἀῤῥήτως τὸν χοῦν τῷ νοῒ, τὸν
1.8.113
νοῦν τῷ πνεύματι· καὶ ἵνα θαυματουργήσῃ τι μεῖζον ἐν τῷ ἑαυτοῦ πλάσματι, τὸ αὐτὸ
1.8.114
καὶ διεσώσατο, καὶ διέλυσεν. Τὸν μὲν γὰρ ἐπεισήγαγεν, τὸν δὲ ὑπεξήγαγεν, ὥσπερ ἐν
1.8.115
ῥεύματι, καὶ τῷ θνητῷ τὴν ἀθανασίαν ἐπραγματεύσατο διὰ λύσεως. Τίς ἡ μίξις
1.8.116
ἡμῶν; τίς ἡ κίνησις; πῶς τὸ ἀθάνατον τῷ θνητῷ συνεκράθη; πῶς κάτω ῥέω, καὶ ἄνω
1.8.117
φέρομαι; πῶς ψυχὴ περιφέρεται, καὶ ζωὴν δίδωσι, καὶ πάθους μεταλαμβάνει; πῶς ὁ
1.8.118
νοῦς περιγραπτὸς καὶ ἀόριστος, ἐν ἡμῖν μένων, καὶ πάντα ἐφοδεύων τάχει φορᾶς καὶ
1.8.119
ῥεύσεως; πῶς μεταλαμβάνεται λόγῳ καὶ μεταδίδοται, καὶ δι' ἀέρος χωρεῖ, καὶ μετὰ
1.8.120
τῶν πραγμάτων εἰσέρχεται ἀπὸ τῶν αἰσθήσεων; Οὐχ ἵνα φάγωμεν καὶ πίωμεν, καὶ
1.8.121
περιβαλώμεθα, ἐγεννήθημεν, ἀλλ' ἵνα φύγωμεν κακίαν, ἑλώμεθα δὲ ἀρετὴν, τῆς
1.8.122
θείας ἐπιλαβόμενοι φιλοσοφίας. Ὅτι γὰρ οὐχ ἵνα φάγωμεν καὶ πίωμεν,
1.8.123
ἐγεννήθημεν, ἀλλ' ἐφ' ἑτέροις πολλῷ μείζοσι καὶ βελτίοσιν, ἄκουσον τοῦ Θεοῦ καὶ
1.8.124
τὴν αἰτίαν λέγοντος, ἐφ' ᾗ ἄνθρωπον ἐποίησεν· διαπλάττων γὰρ αὐτὸν, οὕτω πως
1.8.125
φησί· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν. Ὅμοιοι δὲ τοῦ
1.8.126
Θεοῦ γινόμεθα, οὐκ ἐσθίοντες καὶ πίνοντες καὶ περιβαλλόμενοι· Θεὸς γὰρ οὔτε
1.8.127
ἐσθίει, οὔτε πίνει, οὔτε περιβάλλεται· ἀλλὰ δικαιοσύνην ἀσκοῦντες, καὶ
1.8.128
φιλανθρωπίαν ἐπιδεικνύμενοι, χρηστοὶ καὶ ἐπιεικεῖς ὄντες, τοὺς πλησίον ἐλεοῦντες,
1.8.129
ἅπασαν ἀρετὴν διώκοντες· ἐπεὶ τὸ φαγεῖν καὶ τὸ πιεῖν, κοινὸν πρὸς τὴν τῶν ἀλόγων
1.8.130
φύσινἡμῖν ἐστιν, καὶ οὐδὲ ἐκείνων κατὰ τοῦτο ἀμείνους ἐσμέν. Τί
1.8.131
ὠφέλησαν οἱ Ἑλλήνων σοφοὶ, τοὺς λόγους μηχανησάμενοι, καὶ τὸν τοῦ λόγου
1.8.132
δοτῆρα μὴ γνωρίσαντες; Τί ὠφέλησεν Πλάτων, τὸ μὲν στόμα πλατύνας, τὴν δὲ
1.8.133
ψυχὴν μὴ εὐεργετήσας; Οὐχ οἱ πολλὰ περὶ ψυχῆς διαλαβόμενοι, καθ' ἑαυτοὺς
1.8.134
ἀπέψυξαν, τὸν ἐμπνεύσαντα αὐτοῖς τὴν ψυχὴν ἐπιγνῶναι μὴ θελήσαντες; Εἰ γὰρ
1.8.135
ἔγνωσαν τὸν ποιητὴν τῶν ἁπάντων, ἐπείσθησαν τῷ Μωσεῖ τῷ θεράποντι λέγοντι·
1.8.136
Καὶ ἔπλασεν ὁ Θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς, καὶ ἐνεφύσησεν εἰς πρόσωπον
1.8.137
αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο εἰς ψυχὴν ζῶσαν. Εἶδες πῶς ἔργον Θεοῦ ὁ ἄνθρωπος,
1.8.138
τὸ ἔμψυχον τοῦ Θεοῦ κειμήλιον, ἡ ῥίζα τοῦ λογικοῦ ζώου, ὁ ἐν τῇ πλευρᾷ τὴν
1.8.139
γυναῖκα βαστάζων; εἶδες πῶς διεπλάσθη ὁ ἄνθρωπος; πῶς παραδόξως ἐγένετο ὁ
1.8.140
Ἀδάμ; παραδόξως ἐπλάσθη, καὶ ὑπὲρ φύσιν ἐγέννησε φυσικῶς μὲν ἐγέννησε τὸν
1.8.141
Κάϊν καὶ τὸν Ἄβελ, καθώς φησιν ἡ θεία Γραφή· ἔγνω Ἀδὰμ τὴν γυναῖκα αὐτοῦ, καὶ
1.8.142
συλλαβοῦσα ἔτεκεν· τὸ δὲ ὑπὲρ τὴν φύσιν, τοῦτό ἐστι τὸ ζητούμενον· πῶς Εὔαν τὴν
1.8.143
γυναῖκα αὐτοῦ καὶ θυγατέρα ἐγέννησεν. Εἰ καὶ Θεὸς αὐτὴν ἐδημιούργησεν, ἀλλ'
1.8.144
ὅμως ἐκ τοῦ Ἀδὰμ τὴν πλευρὰν ἐδανείσατο. Ὅθεν καὶ διαπλάττων αὐτὴν, ὕπνον
1.8.145
ἐνέβαλεν ἐπὶ τὸν Ἀδὰμ καὶ ἔκστασιν, καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ, καὶ
1.8.146
ἀνεπλήρωσε σάρκα ἀντ' αὐτῆς. Ἀλλ' ὅμως καὶ ἐν ἐκστάσει ὕπνωσε τὸν Ἀδὰμ, ὃν οὐκ
1.8.147
ἔλαθεν ὃ ὁ Θεὸς ἐποίησεν ἐν κρυφῇ· μόνον γὰρ εἶδεν ὁ Ἀδὰμ τὴν Εὔαν· ἥψατο τῆς
1.8.148
ἑαυτοῦ πλευρᾶς, καὶ εὗρε τὸ λεῖπον μετὰ προσθήκης σαρκὸς δεδωκὼς, καὶ λογικὸν
1.8.149
ζῶον ὑποδεξάμενος. Ὅθεν καὶ τοῦ Θεοῦ προσαγαγόντος τὴν γυναῖκα τῷ Ἀδὰμ ἰδεῖν
1.8.150
τί καλέσει αὐτὴν, ἀποκριθεὶς ὁ Ἀδὰμ πρὸς τὸν Θεὸν, εἶπεν, Τί μοι ταύτην ὡς ξένην
1.8.151
παρήγαγες, Δέσποτα; οὐκ ἐκπλήττομαι τῇ θέᾳ. Ἐγνώρισα γάρ μου τὴν σάρκα.
1.8.152
Ἐχαρίσω μοι ζῶον λογικὸν, εἰ καὶ διαφέρει τῷ σχήματι, ἀλλ' ἥνωται τῇ φύσει. Γυνὴ
1.8.153
καλείσθω· ἐξ ἀνδρὸς γὰρ ἐλήφθη, καὶ ἐκ τῆς πλευρᾶς ἐπλάσθη. Ἔστω οὖν ὑπὸ χεῖρα.
1.8.154
Οὐ γὰρ ἐκ τῆς κεφαλῆς ἐλήφθη, ἀλλ' ἐκ τῆς πλευρᾶς. Κατὰ μὲν τὴν πρώτην
1.8.155
ἑπταετίαν ἔκφυσις ὀδόντων ἐστίν· κατὰ δὲ τὴν δευτέραν, καιρὸς τοῦ προίεσθαι
1.8.156
σπέρμα γόνιμον. Τρίτη δὲ, γενείων αὔξησις. Τετάρτη δὲ, πρὸς ἰσχὺν ἐπίδοσις. Πέμπτη
1.8.157
δ' αὖ γάμων ὥρα. Ἕκτη, συνέσεως ἀρχή. Ἡ δὲ ἑβδόμη, βελτίωσις ἀμφοῖν, καὶ
1.8.158
συναύξησις νοῦ καὶ λόγου. Ὀγδόη δὲ, ἡ ἐν ἑκατέρῳ τελείωσις. Κατὰ δὲ τὴν ἐννάτην,
1.8.159
ἡ ἐπιείκεια καὶ πραότης τῶν παθῶν ἐπὶ πλεῖον ἡμερωθέντων. Κατὰ δὲ τὴν δεκάτην,
1.8.160
τὸ εὐκταῖον τοῦ βίου τέλος, ἔτι τῶν ὀργανικῶν μελῶν συνεστηκότων. Φιλεῖ γὰρ τὸ
1.8.161
μακρὸν γῆρας ἕκαστον ὑποσκελίζειν καὶ παραιρεῖσθαι. Ἰατρὸς Ἱπποκράτης, ἡλικίας
1.8.162
ἑπτὰεἶναι φησί· παιδίου, παιδὸς, μειρακίου, νεανίσκου, ἀνδρὸς, πρεσβύτου,
1.8.163
γέροντος. Ταύτας δὲ μετρεῖσθαι μὲν ἑβδομάσιν, οὐ μὴν ταῖς κατὰ τὸ ἑξῆς. Λέγει δὲ
1.8.164
οὕτως· Ἐν ἀνθρώπου φύσει ἑπτά εἰσιν ὧραι, ἃς ἡλικίας καλέουσιν· παιδίον, παῖς,
1.8.165
μειράκιον, νεανίσκος, ἀνὴρ, πρεσβύτης, γέρων. Καὶ παιδίον μέν ἐστιν ἄχρι ἑπτὰ
1.8.166
ἐτῶν, τουτέστι τῆς τῶν ὀδόντων ἐκβολῆς. Παῖς δὲ ἄχρι γονῆς ἐκφύσεως, εἰς τὰ δὶς
1.8.167
ἑπτά. Μειράκιον ἄχρι γενείου λαχνώσεως, ἐς τὰ τρὶς ἑπτά· νεανίσκος δὲ ἄχρις
1.8.168
αὐξήσεως ὅλου τοῦ σώματος, ἐς τὰ τετράκις ἑπτά. Ἀνὴρ δ' ἄχρις ἑνὸς δέοντος
1.8.169
πεντήκοντα· πρεσβύτης δὲ, ἄχρι πεντήκοντα, ἐς τὰ ἑπτάκις ὀκτώ. Τὸ δὲ ἐντεῦθεν,
1.8.170
γέρων. Δυνατὸν ἐν τριακοστῷ ἔτει αὐτὸν ἄνθρωπον πάππον γενέσθαι. Ἡβᾷν μὲν
1.8.171
περὶ τὴν τεσσαρεσκαιδεκάτην ἡλικίαν, ἐν ᾗ σπείρει, τὸ δὲ σπαρὲν ἐντὸς ἐνιαυτοῦ
1.8.172
γενόμενον, πάλιν πεντεκαιδεκάτῳ ἔτει τὸ ὅμοιον ἑαυτῷ γεννᾷν. Πᾶν τὴν ἀρχὴν
1.8.173
ἔχον, καὶ τέλος ἐπιδέχεται. Τὸ δὲ τέλος ἐπιδεχόμενον, φθορᾶς ἐστι δεκτικόν.
1.9.1
– Περὶ τοῦ αὐτεξουσίου· ὅτι δέδοται ἡμῖν παρὰ Θεοῦ, καὶ ἐν ἡμῖν ἐστι
1.9.2
σωθῆναι καὶ ἀπολέσθαι.
1.9.3
Διαμαρτύρομαι ὑμῖν σήμερον τὸν οὐρανὸν καὶ τὴν γῆν· τὴν ζωὴν καὶ τὸν
1.9.4
θάνατον δέδωκα ἐπὶ προσώπου ὑμῶν, καὶ τὴν εὐλογίαν, καὶ τὴν κατάραν. Εἶπον τῇ
1.9.5
ψυχῇ μου· Σωτηρία σου εἰμὶ ἐγώ. Κύριος ἐξ ἀρχῆς ἐποίησεν ἄνθρωπον, καὶ ἀφῆκεν
1.9.6
αὐτὸν ἐν χειρὶ διαβουλίου αὐτοῦ. Παρέθηκέν σοι πῦρ καὶ ὕδωρ, οὗ ἐὰν θέλῃς
1.9.7
ἐκτείνοις τὴν χεῖρά σου. Ἐναντία ἄνθρωπον ἡ ζωὴ καὶ ὁ θάνατος, καὶ ὃ ἐὰν
1.9.8
εὐδοκήσῃ αὐτῷ. Ἰδοὺ ἡ βασιλεία τοῦ Θεοῦ ἐντὸς ὑμῶν ἐστι. Οὐκ οἴδατε, ὅτι ᾧ
1.9.9
ἐμπαριστάνετε ἑαυτοὺς δούλους εἰς ὑπακοὴν, δοῦλοί ἐστε ᾧ ὑπακούετε. Θέλουσιν
1.9.10
ὑμῖν εὖ πράττειν, Θεὸς ἕτοιμος εἰς τὸ παρέχειν. Τέθεικα, φησὶ, πρὸ προσώπου σου
1.9.11
τὴν ζωὴν καὶ τὸν θάνατον, τὸ ἀγαθὸν καὶ τὸ κακὸν, δύο ἀντικειμένας φύσεις.
1.9.12
Ἀντιστάθμησον αὐτὰς ἐπὶ τοῦ σεαυτοῦ κριτηρίου· ζυγοστάτησον ἀκριβῶς, τί σοι
1.9.13
λυσιτελέστερον, τὴν πρόσκαιρον ἑλέσθαι ἡδονὴν, καὶ δι' αὐτῆς τὸν αἰώνιον λαβεῖν
1.9.14
θάνατον, ἢ τὴν ἐν τῇ ἀσκήσει τῆς ἀρετῆς ἑλόμενον κακοπάθειαν, ταύτῃ προξένῳ
1.9.15
χρήσασθαι τῆς αἰωνίου τρυφῆς. Τὰ ἐν ᾄδου κακὰ, οὐχὶ Θεὸν ἔχει τὸν αἴτιον, ἀλλ'
1.9.16
95. 1112 ἡμᾶς αὐτούς. Ἀρχὴ γὰρ καὶ ῥίζα πάσης ἁμαρτίας τὸ ἐφ' ἡμῖν, καὶ τὸ
1.9.17
αὐτεξούσιον. Ἡ ψυχὴ τὸ βασιλικόν τε καὶ ἐπηρμένον αὐτόθεν δείκνυσι, πόῤῥω τῆς
1.9.18
ἰδιωτικῆς ταπεινότητος κεχωρισμένον, ἐκ τοῦ ἀδέσποτον αὐτὴν εἶναι καὶ
1.9.19
αὐτεξούσιον, ἰδίοις θελήμασιν αὐτοκρατορικῶς διοικουμένην. Τίνος γὰρ τοῦτο, εἰ
1.9.20
οὐχὶ βασιλέως ἐστίν; Ἀγαπήσωμεν τὴν εὐλογίαν, καὶ φύγωμεν τὴν κατάραν. Ἐφ'
1.9.21
ἡμῖν γάρ ἐστιν ἑλέσθαι κατ' ἐξουσίαν ἑκάτερον, πρὸς ὅπερ ἐν τῇ προθυμίᾳ ῥέψωμεν.
1.9.22
Οὐ πάντα ἡμῖν ἐξ εὐθείας ὁμιλεῖ ὁ Θεός. Ἐπειδὴ γὰρ ἑκόντας βούλεται εἶναι καλοὺς,
1.9.23
οὐ διὰ τὸ αὐτοῦ ἀδύνατον· ἄπαγε· ἀλλὰ διὰ τὸ ἀσθενὲς τὸ ἡμέτερον. Αὐτῷ γὰρ ἔξεστι
1.9.24
νεῦσαι μόνον, μᾶλλον δὲ ποιῆσαι ἅπερ ἂν βούλεται. Ἡμεῖς δὲ ἅπαξ ἑαυτῶν
1.9.25
γενόμενοι κύριοι, οὐκ ἀνεχόμεθα πάντα ὑπακούειν αὐτῷ. Ἐὰν δὲ ἄκοντας ἑλκύσῃ,
1.9.26
ὅπερ ἔδωκεν ἀφαιρήσεται, τὴν τῆς ἐξουσίας ἐλευθερίαν. Εἰδότες, ὅτι καὶ τὸ θέλειν,
1.9.27
καὶ τὸ τρέχειν ἐν ἡμῖν ἐστιν, καὶ διὰ τοῦ θέλειν καὶ τοῦ τρέχειν, τὸν Θεὸν
1.9.28
ἐπισπασώμεθα πρὸς τὴν ἡμετέραν βοήθειαν· ἐπισπασάμενοι δὲ αὐτὸν, πρὸς τὸ τέλος
1.9.29
ἥξομεν τῶν πραγμάτων· διανιστῶμεν οὖν, ἀδελφοὶ, καὶ πᾶσαν σπουδὴν
1.9.30
ἐπιδειξώμεθα ἐν τῇ τῆς ψυχῆς σωτηρίᾳ τῆς ἡμετέρας, ἵνα μικρὸν ἐνταῦθα
1.9.31
πονέσαντες χρόνον, κατὰ τὸν ἀγήρω καὶ ἀθάνατον αἰῶνα τῶν ἀθανάτων
1.9.32
ἀπολαύσωμεν ἀγαθῶν. Πλάσας ὁ Θεὸς κατ' ἀρχὰς τὸν ἄνθρωπον, τῆς γνώμης αὐτοῦ
1.9.33
τὰ τῆς φύσεως ἀπῃώρησεν, ἐντολὴν μίαν ποιησάμενος τὴν διὰ πεῖραν· φυλάξαντα
1.9.34
μὲν γὰρ ταύτην, τῆς ἀθανάτου λήξεως πεποίηκεν ἔσεσθαι· παραβάντα δὲ, τῆς
1.9.35
ἐναντίας. Ἐπὶ τῷ ἀνθρώπῳ μὲν αἵρεσις ὡς ἐλευθέρῳ· ἐπὶ Θεῷ ἡ δόσις ὡς Κυρίῳ·
1.9.36
δίδωσι δὲ βουλομένοις καὶ ὑπερεσπουδακόσι καὶ δεομένοις, ἵνα οὕτως ἴδιον αὐτοῦ ἡ
1.9.37
σωτηρία γένηται. Οὐ γὰρ ἀναγκάζει ὁ Θεός· βία γὰρ ἐχθρὸν Θεῷ· ἀλλὰ τοῖς ζητοῦσι
1.9.38
πορίζει, καὶ τοῖς αἰτοῦσι παρέχει, καὶ τοῖς κρούουσιν ἀνοίγει. Βουλομέναις μὲν ὁ
1.9.39
Θεὸς ταῖς ψυχαῖς συνεπιπνεῖ. Εἰ δὲ ἀποσταῖεν τῆς προθυμίας, καὶ τὸ δοθὲν ἐκ τοῦ
1.9.40
Θεοῦ πνεῦμα συνεστάλη. Ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον ἐλεύθερον καὶ
1.9.41
αὐτεξούσιον, ἵνα ὃ ἑαυτῷ ἐποίησεν δι' ἀμελείας καὶ παρακοῆς, τοῦτο αὐτῷ γοῦν ὁ
1.9.42
Θεὸς δωρῆται διὰ φιλανθρωπίας καὶ ἐλεημοσύνης, ὑπακούοντος αὐτῷ τοῦ
1.9.43
ἀνθρώπου. Καθάπερ γὰρ παρακούσας ὁ ἄνθρωπος, θάνατον ἑαυτῷ ἐπεσπάσατο,
1.9.44
οὕτως ὑπακούων τῷ βουλήματι τοῦ Θεοῦ, δύναται περιποιήσασθαι ἑαυτῷ τὴν
1.9.45
αἰώνιον ζωήν. Δέδωκε γὰρ ἡμῖν ὁ Θεὸς ἐντολὰς ἁγίας, ἃς πᾶς ὁ ποιῶν, δύναται
1.9.46
σωθῆναι, καὶ ἀναστάσεως τυχὼν κληρονομήσει τὴν ἀφθαρσίαν. Ἐν σοὶ ἂν
1.9.47
εἴη καὶ φωτὸς ἀπολαύειν, καὶ ζόφῳ συνδιαιτᾶσθαι. Πρὶν παρέβη, καὶ ἠθέτησε ὁ
1.9.48
πρωτόπλαστος ἄνθρωπος, χειροήθη εἶχεν πάντα τὰ θηρία, μηδὲν αὐτὸν ἀδικοῦντα
1.9.49
παντελῶς. Ἐγὼ εἰμὶ ἡ θύρα, εἴρηκεν ὁ Κύριος. Οἱ θησαυροὶ οὖν τῆς σοφίας καὶ τῆς
1.9.50
γνώσεως ἔνδον τῆς θύρας κεκρυμμένοι τυγχάνουσι. Λέγουσί τινες περὶ τοῦ
1.9.51
ἀνθρώπου, ὅσα δεῖ αὐτὸν ποιῆσαι ἀγαθὰ καὶ πονηρά. Πολλοὶ οὖν ἐμπίπτοντες διὰ
1.9.52
τοῦ πονηροῦ εἰς κακὰ, λέγουσιν· Οὐαὶ τῷ ἄστρῳ αὐτοῦ· καὶ πάλιν, ὅτι κατὰ τὸ δοτὸν
1.9.53
ἀποθνήσκουσιν οἱ ἄνθρωποι· ἢ ἐν τῷ ποταμῷ, ἢ ἐν κρημνῷ, ἢ οἱῳδήποτε τρόπῳ. Καὶ
1.9.54
τοῦτο ματαιολογοῦντες ἁμαρτάνουσιν. Ὁ γὰρ Θεὸς αὐτεξούσιον ἔδωκε τὴν
1.9.55
προαίρεσιν τῷ ἀνθρώπῳ, καὶ ὑπέδειξεν αὐτῷ τὴν ὁδὸν τοῦ φωτὸς καὶ τοῦ σκότους.
1.9.56
Τὸ κέρδος καὶ τὴν ζημίαν λέγει διὰ τοῦ προφήτου Ἡσαΐου· Ἐὰν θέλητε, καὶ
1.9.57
εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε· ἐὰν δὲ μὴ θέλητε, μηδὲ εἰσακούσητέ
1.9.58
μου, ἐγὼ οὐκ ἀναγκάζω. Τὸ γὰρ ἐξ ἀνάγκης γινόμενον κέρδος οὐκ ἔχει. Ἐγὼ ὅρους
1.9.59
οὐκ ἐπέθηκα· οὐκ ἔταξα ἐπὶ σὲ καλὰ ἢ κακά. Ἐπεὶ εἰ ἐνετείλατό μοι φόνον, ἢ
1.9.60
πορνείαν δηλονότι, ποιῆσαι αὐτὰ εἶχον· τὸ γὰρ προστάγματι αὐτοῦ ἀντειπεῖν οὐ
1.9.61
δυνατόν. Ἢ τίς κρίνει με τὰς ἐντολὰς αὐτοῦ τηροῦντα; οὐδέποτε ὁ Θεὸς θελητής
1.9.62
ἐστι κακοῦ ἀνθρώπων. Τὰ γὰρ πειρατήρια τὰ ἐπερχόμενα τῶν ἀνθρώπων, ἐκ τοῦ
1.9.63
πονηροῦ εἰσιν· τοῦ Ἀποστόλου λέγοντος· Μηδεὶς πειραζόμενος λεγέτω, ὅτι Ἀπὸ
1.9.64
Θεοῦ πειράζομαι. Ὁ γὰρ Θεὸς ἀπείραστός ἐστι κακῶν· πειράζει δὲ αὐτὸς οὐδένα.
1.9.65
Ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας. Ἐὰν δὲ ποιῇς ἀγαθὸν, τῇ τοῦ Θεοῦ
1.9.66
φιλανθρωπίᾳ ἐπίγραψον· ἐὰν δὲ πονηρὸν, τῇ τοῦ διαβόλου πονηρίᾳ ἐπίγραψον.
1.10.1
– Περὶ τῆς ἀστάτου καὶ ἀβεβαίου τῶν ἀνθρωπίνων πραγμάτων
1.10.2
καταστάσεως· καὶ τίνι ἔοικεν ἄνθρωπος, καὶ ὁ βίος αὐτοῦ· καὶ ὅτι μάταια τὰ
1.10.3
παρόντα, καὶ σκιᾶς ἀδρανέστερα. Προσήλυτοι καὶ πάροικοι ὑμεῖς ἐστε ἐναντίον μου.
1.10.4
Πάροικοί ἐσμεν ἐναντίον σου, καὶ κατοικοῦντες, ὡς πάντες οἱ πατέρες ἡμῶν.
1.10.5
Ὡς σκιὰ αἱ ἡμέραι ἡμῶν ἐπὶ τῆς γῆς. Γυμνὸς ἐξῆλθον ἐκ κοιλίας τῆς μητρός μου,
1.10.6
γυμνὸς καὶ ἀπελεύσομαι ἐκεῖ. Ὁ βίος μου ἐστὶν ἐλαφρότερος λαλιᾶς. Σκιά ἐστιν ὁ
1.10.7
βίος ἡμῶν ἐπὶ τῆς γῆς. Βροτὸς γενητὸς τῆς γυναικὸς, ὀλιγόβιος, καὶ πλήρης ὀργῆς.
1.10.8
Ἢ ὥσπερ ἄνθος ἀνθῆσαν ἐξέπεσεν· ἀπέδρα δὲ ὥσπερ σκιὰ, καὶ οὐ μὴ στῇ. Ἄνθρωπος
1.10.9
σαπρία, καὶ υἱὸς ἀνθρώπου, σκῶληξ. Ἥγημαι ἐμαυτὸν γῆν καὶ σποδόν. Ἐγώ
1.10.10
εἰμι σκώληξ, καὶ οὐκ ἄνθρωπος. Ἰδοὺ παλαιστὰς ἔθου τὰς ἡμέρας μου. Πάροικος ἐγώ
1.10.11
εἰμι παρὰ σοὶ καὶ παρεπίδημος. Μνήσθητι, ὅτι χοῦς ἐσμεν. Ἐμνήσθη, ὅτι σάρξ εἰσι,
1.10.12
πνεῦμα πορευόμενον, καὶ οὐκ ἐπιστρέφον. Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων.
1.10.13
Ἐξέλιπον ὡσεὶ καπνὸς αἱ ἡμέραι μου. Ἄνθρωπος ὡσεὶ χόρτος αἱ ἡμέραι αὐτοῦ.
1.10.14
Ἄνθρωπος ματαιότητι ὁμοιωθεὶς, αἱ ἡμέραι μοι ὡσεὶ σκιὰ παράγουσιν. Ματαιότης
1.10.15
ματαιοτήτων, τὰ πάντα ματαιότης. Ἐπῄνεσα γὰρ τοὺς τεθνηκότας, τοὺς ἤδη
1.10.16
ἀποθανόντας ὑπὲρ τοὺς ζῶντας, καὶ ἀγαθὸς ὑπὲρ δύο τούτους, ὅστις οὔπω ἐγένετο,
1.10.17
ὃς οὐκ οἶδε σύμπαν τὸ ποίημα τὸ πεποιημένον ὑπὸ τὸν ἥλιον. Πᾶς μόχθος τοῦ
1.10.18
ἀνθρώπου εἰς τὸ στόμα αὐτοῦ. Τί ἐπερίσσευσεν ἀνθρώπῳ παρὰ τὸ κτῆνος; οὐδέν· ὅτι
1.10.19
πάντα ματαιότης. Πᾶσαι αἱ ἡμέραι αὐτοῦ ἀλγημάτων, καὶ θυμοῦ περισπασμός. Καί γε
1.10.20
ἐν νυκτὶ οὐ κοιμᾶται ἡ καρδία αὐτοῦ. Καὶ γὰρ τοῦτο ματαιότης ἐστί. Καθὼς ἐξῆλθεν
1.10.21
ἀπὸ γαστρὸς μητρὸς γυμνὸς, ἐπιστρέψει τοῦ πορευθῆναι ὡς ἤκει, καὶ οὐδὲν λήψεται
1.10.22
ἐν μόχθῳ αὐτοῦ, ἵνα πορευθῇ ἐν τῇ χειρὶ αὐτοῦ· καί γε τοῦτο πονηρὰ ἀῤῥωστία·
1.10.23
ὥσπερ γὰρ παρεγένετο, οὕτως καὶ ἀπελεύσεται. Οἱ πατέρες ὑμῶν, καὶ οἱ προφῆται
1.10.24
ποῦ εἰσίν; μὴ εἰς τὸν αἰῶνα ζήσονται. Πᾶσα σὰρξ χόρτος, καὶ δόξα ἀνθρώπου, ὡς
1.10.25
ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν. Ἰδοὺ πάντες ὑμεῖς
1.10.26
ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ ὁ σὴς καταφάγεται ὑμᾶς. Μὴ φοβήθητε ὀνειδισμὸν
1.10.27
ἀνθρώπων, καὶ τῷ φαυλισμῷ αὐτῶν μὴ ἡττᾶσθε· ὥσπερ γὰρ ἱμάτιον
1.10.28
παλαιωθήσονται, καὶ βρωθήσεται ὑπὸ σητός. Καπνὸς ἡ πνοὴ ἐν ῥισὶν ἡμῶν· καὶ
1.10.29
παρελεύσεται ὁ βίος ἡμῶν ὡς ἴχνη νεφέλης. Σκιᾶς γὰρ πάροδος ὁ βίος ἡμῶν. Τί
1.10.30
ὠφέλησεν ἡμᾶς ἡ ὑπερηφανία ἡμῶν; καὶ τί πλοῦτος μετὰ ἀλαζονείας συμβέβληται
1.10.31
ἡμῖν; Παρῆλθεν ἐκεῖνα πάντα ὡς σκιὰ, καὶ ὡς ἀγγελία παρατρέχουσα, ὡς ναῦς
1.10.32
διερχομένη, κυμαινόμενον ὕδωρ· ἧς διαβάσης, οὐκ ἔστιν ἴχνος εὑρεῖν, οὐδὲ ἀτραπὸν
1.10.33
πορείας αὐτῆς ἐν κύμασιν· ἢ ὡς ὀρνέου διϊπτάντος ἀέρα, οὐδὲν εὑρίσκεται
1.10.34
τεκμήριον πορείας. Πᾶσα σὰρξ ὡς ἱμάτιον παλαιοῦται, ὡς φύλλον θᾶλλον
1.10.35
ἐπὶ δένδρου δασέος, τὰ μὲν καταβάλλει, ἄλλα δὲ φύει. Οὕτως γενεὰ σαρκὸς καὶ
1.10.36
αἵματος. Ἄνθρωποι πάντες, γῆ καὶ σποδός. Ξένοι καὶ παρεπίδημοί ἐσμεν ἐπὶ γῆς.
1.10.37
Ἀριθμὸς ἡμερῶν ἀνθρώπου, πολλὰ ἔτη ἑκατόν· ὡς σταγὼν ὕδατος ἀπὸ θαλάσσης,
1.10.38
καὶ ψῆφος ἄμμου, οὕτως ὀλίγα ἔτη ἐν ἡμέραις αἰῶνος. Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν
1.10.39
κόσμον, δῆλον ὅτι οὐδὲν ἐξενεγκεῖν δυνάμεθα. Ποία ζωὴ ἡμῶν ἐστιν; ἀτμὴ γάρ
1.10.40
ἐστιν ἡ πρὸς ὀλίγον φαινομένη, ἔπειτα καὶ ἀφανιζομένη. Ὁδὸς ὁ βίος εἴρηται διὰ τὴν
1.10.41
πρὸς τὸ τέλος ἑκάστου τῶν γεννηθέντων ἔπειξιν. Ὥσπερ γὰρ οἱ ἐν τοῖς πλοίοις
1.10.42
καθεύδοντες, αὐτομάτως ὑπὸ τοῦ πνεύματος ἐπὶ λιμένας ἕλκονται, κἂν αὐτοὶ μὴ
1.10.43
αἰσθάνωνται ἀλλ' ὁ δρόμος αὐτῆς πρὸς τὸ τέλος ἐπείγει· οὕτω καὶ ἡμεῖς, τοῦ χρόνου
1.10.44
τῆς ζωῆς ἡμῶν παραῤῥέοντος, οἷόν τινι κινήσει συνεχεῖ καὶ ἀπαύστῳ πρὸς τὸ
1.10.45
οἰκεῖον ἕκαστος τὸ πέρας τῷ λανθάνοντι δρόμῳ τῆς ζωῆς ἡμῶν κατεπειγόμεθα. Οἷον
1.10.46
καθεύδεις; καὶ ὁ χρόνος σε παρατρέχει. Ἐγρήγορας, καὶ ἄσχολος εἶ τὴν διάνοιαν;
1.10.47
ἀλλ' ὅμως ἡ ζωὴ δαπανᾶται, κἂν τὴν αἴσθησιν διαφεύγῃ. Δρόμῳ οὖν τρέχομεν
1.10.48
πάντες οἱ ἄνθρωποι, πρὸς τὸ οἰκεῖον τέλος ἕκαστος κατεπειγόμενοι. Διὰ τοῦτο
1.10.49
πάντες οἱ ἄνθρωποί ἐσμεν ἐν ὁδῷ· καὶ οὕτω δ' ἂν λάβοις τῆς ὁδοῦ τὴν ἔννοιαν,
1.10.50
ὁδοιπόρος ἐφέστηκας τῷ βίῳ τούτῳ πάντα παρέρχῃ· πάντα κατόπιν σοι γίνεται.
1.10.51
Εἶδες ἐπὶ τῆς ὁδοῦ φυτὸν, ἢ πόαν, ἢ ὅ τι ἂν τύχῃ τῶν ἀξίων θεάματος; μικρὸν
1.10.52
ἐτέρφθης, εἶτα παρέδραμες. Πάλιν ἐνέτυχες λίθοις, καὶ φάραγξιν, καὶ κρημνοῖς, καὶ
1.10.53
σκοπέλοις, ἤ που καὶ θηρίοις, καὶ ἑρπετοῖς, καὶ ἀκάνθαις, ἤ τισιν ἄλλοις τῶν
1.10.54
ὀχληρῶν, μικρὸν ἠνιάθης, εἶτα κατέλιπες. Τοιοῦτος ὁ βίος, οὔτε τὰ τερπνὰ μόνιμα,
1.10.55
οὔτε τὰ λυπηρὰ διαρκῆ κεκτημένος. Ἡ ὁδὸς οὐκ ἔστι σὴ, ἀλλ' οὐδὲ τὰ παρόντα σά·
1.10.56
ἐπὶ τῶν ὁδευόντων, ὁμοῦ τε ὁ πρῶτος τὸ ἴχνος ἐκίνησεν, καὶ εὐθὺς ὁ μετ' αὐτὸν τὴν
1.10.57
βάσιν ἤνεγκεν, καὶ μετ' ἐκεῖνον ὁ ἐφεπόμενος. Σκόπει δὲ εἰ μὴ καὶ τὰ τοῦ βίου
1.10.58
παραπλήσια. Τὴν γῆν σήμερον σὺ ἐγεώργησας, καὶ αὔριον ἄλλος, καὶ μετ' ἐκεῖνον
1.10.59
ἕτερος. Ὁρᾷς τοὺς ἀγροὺς τούτους, καὶ τὰς πολυτελεῖς οἰκίας; πόσα εἴδη ὀνομάτων,
1.10.60
τούτων ἕκαστον ἤμειψεν; τοῦ δεῖνος ἐλέγετο. Εἶτα μετωνομάσθη πρὸς ἕτερον· πρὸς
1.10.61
τὸν δεῖνα μετῆλθεν· εἶτα νῦν ἄλλου λέγεται. Ἆρα οὖν οὐχ ὁδὸς ὁ βίος, ἄλλοτε ἄλλου
1.10.62
μεταλαμβάνων, καὶ πάντας ἔχων ἀλλήλοις ἐφεπομένους; Μακάριος οὖν, ὃς ἐπὶ τῆς
1.10.63
ὁδοῦ τῶν ἁμαρτωλῶν οὐκ ἔστη. Ὅταν ἴδῃς βοτάνην χόρτου καὶ ἄνθος χόρτου, εἰς
1.10.64
ἔννοιαν ἔρχου τῆς ἀνθρωπίνης φύσεως, μεμνημένος τῆς εἰκόνος τοῦ σοφοῦ Ἡσαΐου,
1.10.65
εἰπόντος, ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθοςχόρτου.
1.10.66
Τὸ γὰρ ὀλιγοχρόνιον τῆς ζωῆς, καὶ τὸ ἐν ὀλίγῳ περιχαρὲς καὶ ἱλαρὸν τῆς
1.10.67
ἀνθρωπίνης εὐημερίας, καιριωτάτης παρὰ τῷ προφήτῃ τετύχηκεν εἰκόνος. Ὁ
1.10.68
σήμερον εὐθαλὴς τῷ σώματι, κατασεσαρκωμένος ὑπὸ τρυφῆς, ἐπανθοῦσαν ἔχων τὴν
1.10.69
εὔχροιαν, ὑπὸ τῆς κατὰ τὴν ἡλικίαν ἀκμῆς σφριγῶν, καὶ σύντονος, καὶ ἀνυπόστατος
1.10.70
τὴν ὁρμὴν, αὔριον ὁ αὐτὸς οὗτος ἐλεεινὸς, ἢ τῷ χρόνῳ μαρανθεὶς, ἢ νόσῳ διαλυθείς.
1.10.71
Ὁ δεῖνα περίβλεπτος ἐπὶ χρημάτων περιουσίᾳ, καὶ πλῆθος περὶ αὐτὸν κολάκων,
1.10.72
δορυφορία φίλων προσποιητῶν τὴν ἀπ' αὐτοῦ χάριν θεραπευόντων, πλῆθος
1.10.73
συγγενείας καὶ ταύτης κατεσχηματισμένης, ἐσμὸς τῶν ἐφεπομένων μυρίος, τῶν τε
1.10.74
ἐπισιτίων, καὶ τῶν κατ' ἄλλας χρείας αὐτῷ προσεδρευόντων· καὶ οὓς καὶ προιὼν, καὶ
1.10.75
πάλιν ἐπανιὼν ἐπισυρόμενος, ἐπίφθονός ἐστι τοῖς συντυγχάνουσιν. Πρόσθες τῷ
1.10.76
πλούτῳ καὶ πολιτικήν τινα δυναστείαν, καὶ τὰς ἐκ βασιλέων τιμὰς, ἢ ἐθνῶν
1.10.77
ἐπιμέλειαν, ἢ στρατοπέδων ἡγεμονίαν· τὸν κήρυκα μέγα βοῶντα πρὸ αὐτοῦ, τοὺς
1.10.78
ῥαβδοφόρους ἔνθεν καὶ ἔνθεν βαρυτάτην κατάπληξιν τοῖς ἀρχομένοις ἐμβάλλοντας,
1.10.79
τὰς πληγὰς, τὰς δημεύσεις, τὰς ἀπαγωγὰς, τὰ δεσμωτήρια, ἐξ ὧν ἀπόῤῥητος ὁ παρὰ
1.10.80
τῶν ὑποχειρίων συναθροίζεται φόβος. Καὶ τί μετὰ τοῦτο; μία νὺξ καὶ πυρετὸς, ἢ
1.10.81
πλευρίτης, ἢ περιπνευμονία ἀνάρπαστον ἐξ ἀνθρώπων, ἀπάγουσα τὸν ἄνθρωπον
1.10.82
οἴχεται, πᾶσαν τὴν κατ' αὐτὸν σκηνὴν ἐξαπίνης ἀπογυμνώσασα, καὶ ἡ δόξα ἐκείνη
1.10.83
ὥσπερ ἐνύπνιον ἀπελέγχθη. Ὥστε ἐπιτέτακται τῷ προφήτῃ ἡ πρὸς τὸ ἀδρανέστερον
1.10.84
ἄνθος ὁμοίωσις τῆς ἀνθρωπίνης φύσεως. Οὐδὲν μόνιμον τῶν ἀνθρωπίνων· ἀλλὰ τὰ
1.10.85
μὲν ἐκ τοῦ μὴ ὄντος πρόεισιν εἰς τὸ τέλειον· τὰ δὲ πρὸς τὴν οἰκείαν ἀκμὴν
1.10.86
φθάσαντα, καὶ τὸ ἀκρότατον μέτρον αὐτῶν αὐξηθέντα, πάλιν ταῖς κατὰ μικρὸν
1.10.87
ὑφαιρέσεσι φθίνει τε καὶ διαλύεται, καὶ μειούμενα καθαιρεῖται· ὥστε ἐκ τοῦ κατὰ
1.10.88
τὴν σελήνην θεάματος παιδεύεσθαι ἡμᾶς τὰ ἡμέτερα, καὶ τῆς ταχείας τῶν
1.10.89
ἀνθρωπίνων περιτροπῆς λαμβάνοντας ἔννοιαν, μὴ μεγαλοφρονεῖν ταῖς εὐημερίαις
1.10.90
τοῦ βίου, μὴ ἐπαγάλλεσθαι δυναστείαις, μὴ ἐπαίρεσθαι πλούτου ἀδηλότητι·
1.10.91
περιφρονεῖν τῆς σαρκὸς περὶ ἣν ἡ ἀλλοίωσις, ἐπιμελεῖσθαι δὲ τῆς ψυχῆς, ἧς τὸ
1.10.92
ἀγαθόν ἐστιν ἀκίνητον. Εἰ δὲ λυπεῖ σε ἡ σελήνη ταῖς κατὰ μικρὸν ἀφαιρέσεσι τὸ
1.10.93
φέγγος ἐξαφανίζουσα, λυπείτω σε πλέον ψυχὴ ἀρετὴν μὴ κτησαμένη, καὶ διὰ
1.10.94
ἀπροσεξίας αἰτίαν τὸ καλὸν ἀφανίζουσα, καὶ μηδέποτε ἐπὶ τῆς αὐτῆς διαθέσεως
1.10.95
μένουσα· ἀλλὰ πυκνὰ τρεπομένη, καὶ μεταβαλλομένη διὰ τὸ τῆς γνώμης ἀνίδρυτον.
1.10.96
Τὸν βίον τοῦτον πολλαχοῦ εὑρίσκομεν ὑπὸ τῆς θείας Γραφῆς ὕδατα καὶ θάλασσαν
1.10.97
ὀνομαζόμενον· ὡς ἐν τῷ ψαλμῷ, Ἐξαπέστειλεν ἐξ ὕψους, καὶ ἔλαβέ με· προσελάβετό
1.10.98
με ἐξ ὑδάτων πολλῶν. Πρόδηλον γὰρ, ὅτι τὴν ταραχὴν τοῦ βίου, ὕδατα
1.10.99
λέγει. Οὔτε γὰρ τὰ δεξιὰ καὶ περισπούδαστα τοῖς πολλοῖς τὸ ἑστὸς καὶ μόνιμον ἔχει,
1.10.100
οὔτε τὰ περιστατικὰ τῶν πραγμάτων καὶ κατηφῆ, παγίως ἥδρασται· ἀλλὰ πάντα
1.10.101
σάλῳ τινὶ καὶ κλύδωνι, καὶ μεταβολαῖς ἀδοκήτοις ὑπόκειται. Ὥσπερ οὖν θάλασσαν
1.10.102
ἀμήχανον τὴν αὐτὴν ἐπὶ πολὺ διαρκέσαι· τὴν γὰρ νῦν λίαν σταθερὰν μικρὸν
1.10.103
ὕστερον ὄψει βιαίως ὑπὸ ἀνέμων τραχυνομένην, καὶ πάλιν τὴν ἀγριαίνουσαν, καὶ
1.10.104
βρασσομένην τῷ κλύδωνι, βαθείᾳ γαλήνῃ ταχὺ κατεστόρεσεν· οὕτως καὶ τὰ τοῦ βίου
1.10.105
πράγματα ῥᾳδίως λαμβάνει περιστροφὰς ἐφ' ἑκάτερα. Οὐδὲν τῶν ἀνθρωπίνων
1.10.106
βέβαιον, οὐδὲ εἰς τὸ παντελὲς παραμένειν τοῖς κτησαμένοις πέφυκεν. Τὰ ἀνθρώπινα
1.10.107
ταῦτα σκιᾶς ἐστιν ἀδρανέστερα, καὶ ὀνείρων ἀπατηλότερα· εἴτε γὰρ νεότης ἐαρινῶν
1.10.108
ἀνθῶν ὀξύτερον καταῤῥεῖ, καὶ ὥρα σώματος, ἢ χρόνῳ, ἢ νόσῳ μαραίνεται. Καὶ
1.10.109
πλοῦτος μὲν ἄπιστος, δόξα δὲ εὐπερίτρεπτος, αἵ τε παρὰ τὰς τέχνας διαπονήσεις τῷ
1.10.110
χρόνῳ τούτῳ ἀπαρτίζονται, ἀλλὰ καὶ τὸ περισπούδαστον ἅπασιν, ὀλίγοι ἄχρι ἀκοῆς
1.10.111
τὴν χάριν ἔχουσιν. Πλούτῳ κομᾷς; καὶ ἐπὶ προγόνοις μέγα φρονεῖς, καὶ ἐπαγάλλῃ
1.10.112
πατρίδι, καὶ κάλλει σώματος, καὶ ταῖς παρὰ πάντων τιμαῖς; πρόσεχε σεαυτῷ, ὅτι
1.10.113
θνητὸς εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ. Περίβλεψαι τοὺς πρὸ σοῦ ἐν ταῖς ὁμοίαις
1.10.114
περιφανείαις ἐξετασθέντας. Ποῦ οἱ εἰς τὰς πολιτικὰς δυναστείας περιβεβλημένοι;
1.10.115
ποῦ οἱ δυσμαχώτατοι ῥήτορες; ποῦ οἱ τὰς πανηγύρεις διατιθέντες; οἱ λαμπροὶ
1.10.116
ἱπποφόροι; οἱ στρατηγοί; οἱ σατράπαι; οἱ τύραννοι; οὐ πάντα κόνις, οὐ πάντα μῦθος;
1.10.117
οὐκ ἐν ὀλίγοις ὀστέοις τὰ μνημόσυνα τῆς ζωῆς αὐτῶν; ἔγκυψον τοῖς τάφοις, εἰ
1.10.118
δυνήσῃ διακρῖναι, τίς ὁ οἰκέτης, καὶ τίς ὁ δεσπότης· τίς ὁ πτωχὸς, καὶ τίς ὁ πλούσιος.
1.10.119
Διάκρινον, εἴ τις σοι δύναμις, τὸν δέσμιον ἀπὸ τοῦ βασιλέως, τὸν ἰσχυρὸν ἀπὸ τοῦ
1.10.120
ἀσθενοῦς, τὸν εὐπρεπῆ ἀπὸ τοῦ δυσειδοῦς. Μεμνημένος οὖν τῆς φύσεως, οὐκ
1.10.121
ἐπαρθήσῃ ποτέ. Οἱ ἄνθρωποι ταῖς νεφέλαις ἐοίκασιν, πρὸς τὰς τῶν πνευμάτων
1.10.122
μεταβολὰς ἄλλοτε κατ' ἄλλο μέρος τοῦ ἀέρος ἐμφερομέναις. Φύσει μὲν οὐδὲν τῶν
1.10.123
ἀνθρωπίνων βέβαιον, οὐδὲ ὁμαλὸν, οὐδὲ αὔταρκες, οὐδὲ ἐπὶ τῶν αὐτῶν ἱστάμενον·
1.10.124
ἀλλὰ κύκλος τις τῶν ἡμετέρων περιτρέχει πραγμάτων, ἄλλοτε ἄλλας ἐπὶ μιᾶς
1.10.125
ἡμέρας πολλάκις, ἔστι δὲ ὅτε καὶ ὥρας φέρων μεταβολὰς, καὶ αὔραις μᾶλλον
1.10.126
πιστεύειν αὐτὸν ἔστιν οὐχ ἱσταμέναις, καὶ νηὸς ποντοπορούσης ἴχνεσι, καὶ νυκτὸς
1.10.127
ἀπατηλοῖς ὀνείρασι, ὧν πρὸς ὀλίγον ἡ χάρις, καὶ κατὰ ψαμάθων παῖδες τυποῦσι
1.10.128
παίζοντες, ἢ ἀνθρώπων εὐημερίᾳ. Τὰ μὲν γάρ ἐστι ῥευστὰ καὶ πρόσκαιρα, καὶ ὥσπερ
1.10.129
ἐν παιδιᾷ ψήφων, ἄλλοτε εἰς ἄλλους μεταῤῥιπτούμενα· καὶ οὐδὲν οὕτως τοῦ
1.10.130
κατέχοντος ἴδιον, ὡς ἢ μὴ χρόνῳ παυσθῆναι, ἢ φθόνῳ μετατεθῆναι. Οὐδὲν
1.10.131
ἀκίνητον, ὅπερ ἔφην, οὐδὲ ὁμαλὸν, οὐδὲ αὔταρκες, οὐδὲ εἰς τέλος ὅμοιον· οὔτε
1.10.132
εὐθυμεῖν, οὐ πλοῦτος, οὐ πενία, οὐ δύναμις, οὐκ ἀσθένεια, οὐ ταπεινότης, οὐ
1.10.133
δυναστεία, οὐ τὰ παρόντα, οὐ τὰ μέλλοντα, οὐ τὰ ἡμέτερα, οὐ τὸ ἀλλότριον, οὐ
1.10.134
μικρὸν ἢ μεῖζον, οὐχ ὅ τι ἂν εἴπῃ τις. Καὶ τοῦτο ἴσον κἂν ἰσότης ἔχει, τὴν περὶ
1.10.135
πάντων μεταβολήν. Περιχωρεῖ γὰρ τὰ πάντα ῥᾳδίως, καὶ μεταχωρεῖ, καὶ
1.10.136
ἀντικαθίσταται· ὡς αὔραις εἶναι μᾶλλον πιστεύειν, καὶ γράμμασι τοῖς καθ' ὕδατος, ἢ
1.10.137
ἀνθρώπων εὐημερίᾳ. Τέθνηκα τῷδε τῷ ταλαιπώρῳ βίῳ, Ὃς φέρεται ἄνω καὶ κάτω
1.10.138
Εὐρίπου δίκην, Βέβαιον οὐδὲν, οὐδὲ ἐφ' ἡμέραν φέρων. Τοιοῦτος ὁ βίος ἡμῶν,
1.10.139
ἀδελφοί· τοιοῦτον τὸ ἐπὶ γῆς παίγνιον, οὐκ ὄντα γενέσθαι, καὶ γενομένους
1.10.140
ἀναλυθῆναι. Ὄναρ ἐσμὲν οὐχ ἱστάμενον, φάσμα τι μὴ κρατούμενον, πτῆσις ὀρνέου
1.10.141
παρερχομένου, ναῦς ἐπὶ θαλάσσης ἴχνος οὐκ ἔχουσα· κόνις, ἀτμὶς, ἑωθινὴ δρόσος,
1.10.142
ἄνθος καιρῷ φυόμενον, καὶ καιρῷ λυόμενον· Ἄνθρωπος, ὡσεὶ χόρτος αἱ ἡμέραι
1.10.143
αὐτοῦ, ὡσεὶ ἄνθος τοῦ ἀγροῦ, οὕτως ἐξανθήσει. Καλῶς ὁ θεῖος Δαβὶδ περὶ ἀσθενείας
1.10.144
ἡμῶν ἐφιλοσόφησεν, καὶ ἐν ἐκείνοις τοῖς ῥήμασι· Τὴν ὀλιγότητα τῶν ἡμερῶν μου
1.10.145
ἀνάγγειλόν μοι· καὶ παλαιστῶν μέτρον τὰς ἀνθρωπίνας ἡμέρας ὁρίζεται. Πολλαὶ μὲν
1.10.146
τοῦ βίου τοῦ πολυπαθοῦς αἱ ὁδοί· ἄλλη δὲ ἀλλοίαις βλάβαις συμμίσγεται· ὁ πλοῦτος
1.10.147
μὲν ἄπιστος· ἡ δὲ ἀρχὴ καὶ εὐδαιμονία, ὀνείρων ὑπερηφανία· καὶ τὸ ἄρχεσθαι
1.10.148
μόχθος, ἡ πενία δὲ δεσμός· εὐμορφία δὲ ἐπιλάμπουσα καὶ ἐξαστράπτουσα, μικρὰ
1.10.149
χάρις· ἡ νεότης δὲ θερμότης χρόνου· τὸ γῆρας λυπηρὸν τέλος τοῦ βίου· ἡ δόξα ὡς
1.10.150
ἀήρ· ἡ ἰσχὺς ὡσεὶ χόρτος τοῦ ἐν ἀγρῷ ἀχύρου. Ἄτακτος ἡ πλησμονή· δεσμὰ ὁ γάμος·
1.10.151
εὐπαιδία τέκνων, μέριμνα ἀναγκαστική· ἡ κακοτεκνία, νόσος καὶ ὀδύνη· αἱ δὲ
1.10.152
ἀγοραὶ, τῆς κακίας φροντίδες· ἡ μόνωσις δὲ, ἀσθένεια. Στενὴ καὶ ἐπονείδιστος ἡ
1.10.153
ἀλλοτρία τροφή· τὸ δὲ τὴν γῆν ἀροτριᾷν κόπος· τῶν θαλασσοπλόων, ὡς ἐπὶ τὸ
1.10.154
πλέον ἐν τῷ ᾄδῃ· ἡ πατρὶς δὲ, βάραθρον ἴδιον· ἡ ξενιτεία, ὄνειδος. Πάντα μόχθος
1.10.155
τοῖς ἀνθρώποις τὰ ἐνταῦθα, πάντα ἐμπαιγμὸς, ῥιπιζόμενος χνοῦς, σκιὰ, καὶ
1.10.156
φαντασία· δρόσος, ἄνεμος, πτερὸν, ἀτμὶς, σπινθὴρ, ἐνύπνιον, χύμα ῥεύματος, πλοίου
1.10.157
ἴχνος, τέφρα, τροχὸς ἀεὶ στρεφόμενος, ὅμοια πάντα κυλίνδροις, ἑστώς τε καὶ
1.10.158
τρέχων, λυόμενος, πεπηγὼς, ὥραις, ἡμέραις, νυξὶ, μόχθοις, θανάτοις, λύπαις,
1.10.159
τέρψεσιν, ἀῤῥωστίαις, πτώσεσι, κακοπραγίαις. Τῶν ἀνθρωπίνων δὲ οὐδέν ἐστιν
1.10.160
ἀδρανέστερον· ἓν μόνον καὶ βέβαιόν ἐστιν τοῖς ἀνθρώποις καλὸν, ἐντεῦθεν
1.10.161
ἀναχωρεῖν τὸν σταυρὸν βαστάζοντας, δάκρυά τε καὶ στεναγμοὺς καὶ νοῦν θείαις
1.10.162
φροντίσι καὶ ἐλπίσι, καὶ τῇ Τριάδι λελαμπρυσμένους, τῇ ἐπουρανίῳ, τῇ μιγνυμένῃ
1.10.163
τοῖς καθαροῖς. Οἴμοι τούτου τοῦ βίου βλάβαις ἐπιμηκεστέρου· ἕως τίνος
1.10.164
κόπρῳ παρακαθέζομαι; Τίς βίος; ποία ζωή; ἐκ τάφου πηδήσας, ἐπὶ τάφον πάλιν
1.10.165
ὁδεύων· ἐκ δὲ τοῦ τάφου πάλιν ἐν πυρὶ θάπτομαι ἀποτόμως. Αὐτὸ δὲ τοῦτο ὅσον
1.10.166
ἀναπνέω, ποταμοῦ ἐστι ῥοῦς τρέχοντος, ἀεὶ ἀπερχομένου καὶ ἐρχομένου ἐκ τῶν
1.10.167
ὀπίσω, πάλιν βέβαιον μηδὲν ἔχοντος ἢ φέροντος· ὅσον κόνις ὀφθαλμοῖς
1.10.168
ἐπιπάσσουσα, ὅπως ἂν τοῦ Θεοῦ πόῤῥω πέσω. Παίγνιόν ἐστιν ὁ ἄνθρωπος. Ἀλλήλους
1.10.169
μὲν καὶ ἐγὼ, καὶ ὁ χρόνος, ὡς ὄρνις ἢ ὡς πλοῖα ἐν πελάγει ἀντιπαρατρέχομεν,
1.10.170
βέβαιον οὐδὲν ἔχοντες. Ὅπερ δὲ ἥμαρτον, οὐ παρατρέχει, ἀλλὰ παραμένει τῇ ζωῇ. Ὁ
1.10.171
περίγειος χῶρος τῶν τρεπομένων καὶ ἀλλοιουμένων ἐστίν. Ἀεὶ, μάλιστα δὲ νῦν
1.10.172
εὔκαιρον εἰπεῖν· Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Ποῦ ἡ λαμπρὰ τῆς
1.10.173
ὑπατείας περιβολή; ποῦ δὲ αἱ φαιδραὶ λαμπάδες; ποῦ δὲ οἱ κρότοι, καὶ οἱ χοροὶ, καὶ αἱ
1.10.174
θαλεῖαι, καὶ αἱ πανηγύρεις; ποῦ δὲ οἱ στέφανοι, καὶ τὰ παραπετάσματα; ποῦ δὲ τῆς
1.10.175
πόλεως ὁ θόρυβος, καὶ αἱ ἐν ἱπποδρομίαις εὐφημίαι, καὶ τῶν θεάτρων αἱ κολακεῖαι;
1.10.176
Πάντα ἐκεῖνα οἴχεται· καὶ ἄνεμος πνεύσας ἀθρόως, τὰ μὲν φύλλα κατέβαλεν,
1.10.177
γυμνὸν δὲ ἡμῖν τὸ δένδρον ἀπέδειξεν, καὶ ἀπὸ τῆς ῥίζης αὐτῆς λοιπὸν σαλευόμενον.
1.10.178
Τοιαύτη γὰρ ἡ τοῦ πνεύματος προσβολὴ, ὡς καὶ πρόῤῥιζον ἀπειλεῖν ἀνασπᾷν, καὶ
1.10.179
αὐτὰ διασαλεῦσαι τοῦ δένδρου τὰ νεῦρα. Ποῦ νῦν οἱ πεπλανημένοι φίλοι; ποῦ δὲ τὰ
1.10.180
προσωπεῖα τῶν κολάκων; ποῦ τὰ συμπόσια καὶ τὰ δεῖπνα, καὶ ὁ τῶν παρασίτων
1.10.181
ἐσμὸς, καὶ δι' ὅλης ἡμέρας ἐκχεόμενος ἄκρατος, καὶ αἱ ποικίλαι τῶν μαγείρων
1.10.182
τέχναι, καὶ οἱ τῆς δυναστείας θεραπευταί; οἱ πάντα πρὸς χάριν ποιοῦντες καὶ
1.10.183
λέγοντες; Νὺξ ἦν πάντα ἐκεῖνα καὶ ὄναρ, καὶ ἡμέρας γενομένης ἠφανίσθη. Ἄνθη ἦν
1.10.184
ἐαρινὰ, καὶ παρελθόντος τοῦ ἔαρος ἅπαντα κατεμαράνθη· σκιὰ ἦν, καὶ παρέδραμεν·
1.10.185
καπνὸς ἦν, καὶ διελύθη· πομφόλυγες ἦσαν, καὶ διεῤῥάγησαν· ἀράχνη ἦν, καὶ
1.10.186
διεσπάσθη. Διὸ πάλιν τὴν πνευματικὴν ταῦτα ἐπῳδὴν ἐπάγωμεν, συνεχῶς λέγοντες·
1.10.187
Ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. Ταύτην τὴν ῥῆσιν, καὶ ἐν τοίχοις, καὶ
1.10.188
ἐν ἱματίοις, καὶ ἐν ἀγοραῖς, καὶ ἐν οἰκίαις, καὶ ἐν ὁδοῖς, καὶ ἐν θύραις, καὶ ἐν
1.10.189
εἰσόδοις, καὶ ἐν ἐξόδοις, καὶ πρὸ πάντων ἐν τῷ ἑκάστου συνειδότι συνεχῶς
1.10.190
ἐγγεγράφθαι ἔδει, καὶ διὰ παντὸς αὐτὴν μελετᾷν. Ἐπειδὴ πολλὴ τῶν πραγμάτων ἡ
1.10.191
ἀπάτη, καὶ τὰ προσωπεῖα, καὶ ἡ ὑπόκρισις, ἀλήθειά τις παρὰ τοῖς πολλοῖς εἶναι δοκεῖ,
1.10.192
ταῦτα καθ' ἑκάστην ἡμέραν, καὶ ἐν δείπνῳ, καὶ ἐν ἀρίστῳ, καὶ ἐν συλλόγοις
1.10.193
ἐπιλέγειν ἕκαστον τῷ πλησίον ἐχρῆν, καὶ παρὰ τοῦ πλησίον ἀκούειν, ὅτι Ματαιότης
1.10.194
ματαιοτήτων, τὰ πάντα ματαιότης. Οὐκ ἔλεγον συνεχῶς, ὅτι δραπέτης ὁ πλοῦτος; σὺ
1.10.195
δὲ ἡμῶν οὐκ ἠνέχου· οὐκ ἔλεγον, ὅτι ἀγνώμων ἐστὶν οἰκέτης; σὺ δὲ οὐκ ἠβούλου
1.10.196
πείθεσθαι. Ἰδοὺ σὲ τῶν πραγμάτων ἐδίδαξεν ἡ πεῖρα· ὅτι οὐ δραπέτης μόνον, οὐδὲ
1.10.197
95. 1128 ἀγνώμων οἰκέτης, ἀλλὰ καὶ ἀνδροφόνος· οὗτος γάρ σε τρέμειν νῦν καὶ
1.10.198
δεδιέναι παρεσκεύασεν. Οὐκ ἔλεγον συνεχῶς, ἡνίκα ἐπετίμας ἀληθῆ σοι λέγοντι, ὅτι
1.10.199
ἐγώ σε φιλῶ μᾶλλον τῶν κολακευόντων; οὐκ ἔλεγον, ὅτι ἐγὼ ὁ ἐλέγχων, πλέον
1.10.200
κήδομαι τῶν χαριζομένων; οὐ προσετίθουν τοῖς ῥήμασι τούτοις, ὅτι ἀξιοπιστότερα
1.10.201
τραύματα φίλων, ἢ ἑκούσια φιλήματα ἐχθρῶν; Εἰ τῶν ἐμῶν ἤκουσας τραυμάτων,
1.10.202
οὐκ ἄν σοι τὰ φιλήματα τὰ ἐκείνων τὸν θάνατον τοῦτον ἔτεκον. Τὰ γὰρ ἐμὰ
1.10.203
τραύματα ὑγείαν ἐργάζονται, τὰ δὲ ἐκείνων φιλήματα νόσον ἀνίατον κατεσκεύασε.
1.10.204
Ποῦ νῦν οἱ οἰνοχόοι; ποῦ δὲ οἱ σοβοῦντες ἐπὶ τῆς ἀγορᾶς, καὶ μυρία πᾶσιν ἐγκώμια
1.10.205
πλέκοντες; ἐδραπέτευσαν· ἠρνήσαντο τὴν φιλίαν, ἀσφάλειαν ἑαυτοῖς διὰ τῆς σῆς
1.10.206
ἀγνοίας πορίζοντες. Οὔτε ἐγγὺς γενέσθαι τολμῶσι· καὶ ἡ μὲν πολεμηθεῖσα παρά σου
1.10.207
Ἐκκλησία, τοὺς κόλπους ἥπλωσε, καὶ ὑπεδέξατο· τὰ δὲ θεραπευθέντα θέατρα, ὑπὲρ
1.10.208
ὧν πρός σε πολλάκις διελέχθην, προὔδωκεν, καὶ ἀπώλεσεν, ἀλλ' ὅμως οὐκ
1.10.209
ἐπαυσάμεθα ἀεὶ λέγοντες· τί ταῦτα ποιεῖς; ἐκβακχεύεις τὴν πόλιν, καὶ κατὰ κρημνῶν
1.10.210
φέρεις; Καὶ παρέτρεχες ἅπαντα. Καὶ αἱ μὲν ἱπποδρομίαι, αἱ τὸν πλοῦτον τὸν σὸν
1.10.211
κακῶς ἀναλώσασαι, τὸ ξίφος ἠκόνησαν, ἡ δὲ Ἐκκλησία τῆς ὀργῆς ἀπολαύσασα τῆς
1.10.212
ἀλόγου καὶ ἀκαίρου, πανταχοῦ περιτρέχει τῶν δικτύων τούτων ἐξαρπάσαι σε
1.10.213
ἐπειγομένη. Καὶ ταῦτα λέγω, οὐκ ἐπεμβαίνων τῷ κειμένῳ, οὐκ ἀναξαίνων τὰ ἕλκη
1.10.214
τοῦ τετρωμένου, οὐ καταποντίζων τὸν κλυδωνιζόμενον, ἀλλὰ τοὺς ἐξουρίας
1.10.215
πλέοντας παιδεύω μὴ γενέσθαι ὑποβρυχίους. Οὐδὲν γὰρ τῶν ἀνθρωπίνων
1.10.216
πραγμάτων σαθρώτερον. Διὸ, ὅπερ ἂν εἴποι τις ὄνομα τῆς εὐτελείας αὐτῶν, ἔλαττον
1.10.217
τῆς ἀληθείας ἐρεῖ, κἂν καπνὸν, κἂν σκιὰν, κἂν χόρτον, κἂν ὄναρ, κἂν ἄνθη ἐαρινὰ,
1.10.218
κἂν ὁτιοῦν ἕτερον ὀνομάσῃ, καὶ τῶν οὐδὲν ὄντων οὐδαμινώτερα, μετὰ τῆς
1.10.219
οὐδενείας καὶ πολὺ τὸ ἀπόκρημνον ἔχει. Τίς γὰρ τούτου γέγονεν ὑψηλότερος; οὐ
1.10.220
πᾶσαν τὴν οἰκουμένην παρῆλθεν τῷ πλούτῳ; οὐ πρὸς αὐτὰς τῶν ἀξιωμάτων ἀνέβη
1.10.221
τὰς κορυφάς; οὐχὶ καὶ αὐτοῖς τὰ διαδήματα περικειμένοις φοβερὸς ἦν; οὐχὶ πάντες
1.10.222
αὐτὸν ἔτρεμον καὶ ἐδεδίεσαν; Ἀλλ' ἰδοὺ γέγονε καὶ δεσμωτῶν ἀθλιώτερος, καὶ
1.10.223
οἰκετῶν ἐλεεινότερος, καὶ αὐτῶν τῶν λιμῷ τηκομένων πτωχῶν πενέστερος, καθ'
1.10.224
ἑκάστην ὥραν ξίφη βλέπων ἠκονημένα, καὶ βάραθρον, καὶ δημίους, καὶ τὴν ἐπὶ
1.10.225
θάνατον ἀπαγωγήν· καὶ οὐδὲ εἰ πώποτε γέγονεν ἐπὶ τῆς ἡδονῆς οἶδεν ἐκείνης· οὐδὲ
1.10.226
αὐτῆς αἰσθάνεται τῆς ἀκτῖνος, ἀλλ' ἐν μεσημβρίᾳ μέσῃ ὥσπερ πυκνοτάτῃ νυκτὶ
1.10.227
περιστοιχιζόμενος· οὕτως τὰς ὄψεις πεπήρωται. Μᾶλλον δὲ ὅσα ἂν φιλονεικήσωμεν,
1.10.228
οὐ δυνησόμεθα παραστῆσαι τῷ λόγῳ τὸ πάθος, ὅπερ ὑπομένειν αὐτὸν εἰκὸς, ἴσως
1.10.229
καθ' ἑκάστην ὥραν ὑποτέμνεσθαι προσδοκοῦντα. Τὴν γὰρ προτέραν ὅτε ἐπ' αὐτὸν
1.10.230
ἦλθον ἐκ τῶν βασιλικῶν αὐλῶν πρὸς οἰκίαν ἑλκῦσαι βουλόμενοι, καὶ τοῖς σκεύεσι
1.10.231
προσέδραμε τοῖς ἱεροῖς, πύξινον μὲν αὐτοῦ τὸ πρόσωπονἦν, καὶ τοῦ
1.10.232
νεκρωθέντος ἅπαξ οὐδὲν ἄμεινον διακείμενον. Κτύπος δὲ τῶν ὀδόντων, καὶ
1.10.233
πάταγος, καὶ τρόμος τοῦ παντὸς σώματος, καὶ φωνὴ διακοπτομένη, καὶ γλῶσσα
1.10.234
διαλελυμένη, καὶ σχῆμα, οἷον καὶ λιθίνην ψυχὴν τῆξαι δυνάμενον. Καὶ ταῦτα λέγω
1.10.235
οὐκ ὀνειδίζων, οὐδὲ ἐπεμβαίνων τῇ συμφορᾷ, ἀλλὰ τὴν ὑμετέραν διάνοιαν μαλάξαι
1.10.236
βουλόμενος, καὶ εἰς ἔλεον ἐπισπάσασθαι. Τίνος ἕνεκεν ἀγανακτεῖς; Ὅτι δὴ, φησὶν,
1.10.237
εἰς Ἐκκλησίαν κατέφυγεν ὁ πολεμήσας αὐτὴν διηνεκῶς. Διὰ τοῦτο μάλιστα δοξάζειν
1.10.238
χρὴ τὸν Θεὸν, ὅτι ἀφῆκεν αὐτὸν εἰς τοσαύτην καταστῆναι ἀνάγκην, ὥστε καὶ τὴν
1.10.239
δύναμιν τῆς Ἐκκλησίας, καὶ τὴν φιλανθρωπίαν μαθεῖν. Οὐ μνησικακήσασα ὑπὲρ
1.10.240
τῶν ἔμπροσθεν, ἀλλὰ τοὺς κόλπους αὐτῆς ἁπλώσασα τῆς φιλοστοργίας. Τοῦτο
1.10.241
τροπαίου παντὸς λαμπρότερον· τοῦτο Ἕλληνας ἐντρέπει· τοῦτο Ἰουδαίους
1.10.242
καταισχύνει, ὅτι τὸν πολέμιον αἰχμάλωτον λαβοῦσα φείδεται· καὶ καθάπερ μήτηρ
1.10.243
φιλόστοργος ὑπὸ τὰ παραπετάσματα αὐτῆς ἔκρυψεν, καὶ πρὸς βασιλικὴν ὀργὴν
1.10.244
ἀντέστη, καὶ πρὸς δήμου θυμὸν καὶ πρὸς μῖσος ἀφόρητον. Τοῦτο τοῦ θυσιαστηρίου
1.10.245
κόσμος. Ποῖος κόσμος, φησὶ, τὸν ἐναγῆ, καὶ πλεονέκτην, καὶ ἅρπαγα τῶν κιόνων
1.10.246
ἅπτεσθαι τοῦ θυσιαστηρίου; Μὴ λέγε ταῦτα· ἐπεὶ καὶ ἡ πόρνη ἥψατο τῶν ποδῶν τοῦ
1.10.247
Ἰησοῦ ἡ σφόδρα ἐναγὴς καὶ ἀκάθαρτος, καὶ οὐκ ἦν ἔγκλημα τοῦ Ἰησοῦ. Οὐ γὰρ τὸν
1.10.248
καθαρὸν ἔβλαπτεν ἡ ἀκάθαρτος, ἀλλὰ τὴν ἐναγῆ πόρνην ὁ καθαρὸς εἰργάσατο
1.10.249
ἄμωμον διὰ τῆς ἁφῆς· μηδὲ μνησικακήσῃς, ἄνθρωπε, ἐκείνου. Οἰκέται ἐσμὲν τοῦ
1.10.250
Δεσπότου τοῦ ἐσταυρωμένου, τοῦ λέγοντος· Πάτερ, ἄφες αὐτοῖς· οὐ γὰρ οἴδασι τί
1.10.251
ποιοῦσιν. Ἀλλ' ἀπετείχισεν τὴν ἐνταῦθα καταφυγὴν γράμμασι καὶ νόμοις διαφόροις·
1.10.252
ἀλλ' ἰδοὺ διὰ τῶν ἔργων ἔμαθεν, ὅπερ ἐποίησεν, καὶ τὸν νόμον ἔλυσε πρῶτος αὐτὸς
1.10.253
δι' ὧν ἔπαθεν, καὶ γέγονε τῆς οἰκουμένης θέατρον. Καὶ σιγῶν ἐντεῦθεν ἀφίησι
1.10.254
φωνὴν ἅπασιν παραινῶν, καὶ λέγων· Μὴ ποιῆτε τοιαῦτα, ἵνα μὴ πάθητε τοιαῦτα. Καὶ
1.10.255
διδάσκαλος ἐνεδείχθη σιγῶν διὰ τῆς συμφορᾶς. Καὶ λαμπηδόνα μεγάλην ἀφίησι τὸ
1.10.256
θυσιαστήριον. Νῦν φοβερὸν μάλιστα, ὅτι τὸν λέοντα δεδεμένον ἔχει. Καὶ βασιλικῇ
1.10.257
εἰκόνι μέγας γένοιτ' ἂν κόσμος· οὐχ ὅταν ἐπὶ τοῦ θρόνου κάθηται πορφυρίδα
1.10.258
περιβεβλημένος, καὶ διάδημα μόνον, ἀλλὰ καὶ ἐὰν ὑπὸ τὼ βασιλικὼ ποδὲ Βάρβαροι
1.10.259
ὀπίσω δεδεμένοι, κατὰ τὰς κεφαλὰς νεύωσι κείμενοι. Καὶ πάντες ἐνταῦθα
1.10.260
συνεδράμετε, ἵνα τὴν ἀνθρωπίνην φυσὶν ἴδητε διελεγχομένην. Ὁρῶν γὰρ τοῦτον ἐκ
1.10.261
τοσαύτης κορυφῆς κατενεχθέντα, τὸν σείοντα σχεδὸν τὴν οἰκουμένην πᾶσαν
1.10.262
συνεσταλμένον, καὶ λαγωοῦ, καὶ βατράχου δειλότερον γεγενημένον, καὶ χωρὶς
1.10.263
δεσμῶν τῷ κίονι τούτῳ προσηλωμένον, καὶ ἄν τι ἀλύσεως τῷ φόβῳ
1.10.264
περισφιγγόμενον, καὶ δεδοικότα, καὶ τρέμοντα καταστέλλετε τὴν φλεγμονὴν, καὶ
1.10.265
καθαιρεῖτε τὸ φύσημα, φιλοσοφήσαντες, ὅτι Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα
1.10.266
ἀνθρώπου ὡς ἄνθος χόρτου. Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος ἐξέπεσεν, ὅτι Ὡσεὶ
1.10.267
χόρτος ταχὺ ἀποξηρανθήσονται, καὶ ὡσεὶ λάχανα χλόης ταχὺ ἀποπεσοῦνται· ὅτι
1.10.268
Ἄνθρωπος ματαιότητι ὡμοιώθη, καὶ ὡσεὶ καπνὸς αἱ ἡμέραι αὐτοῦ.
1.10.269
Ταράσσεται ἄνθρωπος, καὶ τὸ τέλος ἀπόλλυται. Ταράσσεται, ὡς μὴ γενόμενος
1.10.270
ἀφανίζεται. Ταράσσεται, καὶ πρὶν καταστῆναι καταποντίζεται· ὡς πῦρ ἀνακαίεται,
1.10.271
καὶ ὡς καλάμη ἀποτεφροῦται· ὡς θύελλα ὑπεραίρεται, καὶ ὡς κόνις ἐξαφανίζεται,
1.10.272
ὡς φλὸξ ἀναῤῥιπίζεται, ὡς καπνὸς διαλύεται, ὡς ἄνθος ὡραΐζεται, καὶ ὡς χόρτος
1.10.273
ξηραίνεται· ὡς νέφος ὑπεραπλοῦται, καὶ ὡς σταγὼν ἀπομειοῦται· ὡς πομφόλυξ
1.10.274
ὀγκοῦται, καὶ ὡς σπινθὴρ ἀποσβέννυται. Ταράσσεται, καὶ τοῦ πλούτου μόνον τὸν
1.10.275
βόρβορον ἀποφέρεται. Ταράσσεται, κερδάναι τὴν δυσωδίαν. Ταράσσεται, καὶ τῶν
1.10.276
ἀπὸ τῆς ταραχῆς οὐδὲν λαμβάνων ἀπέρχεται. Αὐτοῦ αἱ ταραχαὶ, καὶ ἄλλων αἱ
1.10.277
τρυφαί· αὐτοῦ οἱ πόνοι, καὶ ἄλλων οἱ θησαυροί· αὐτοῦ αἱ φροντίδες, καὶ ἄλλων αἱ
1.10.278
εὐφροσύναι· αὐτοῦ αἱ θλίψεις, καὶ ἄλλων αἱ ἀπολαύσεις· αὐτοῦ αἱ ἁρπαγαὶ, καὶ
1.10.279
ἄλλων αἱ ἡδοναί· αὐτοῦ αἱ κατάραι, καὶ ἄλλων αἱ θεραπεῖαι· κατ' αὐτοῦ οἱ
1.10.280
στεναγμοὶ, καὶ παρ' ἑτέροις οἱ πλεονασμοί· κατ' αὐτοῦ τὰ δάκρυα, καὶ παρ' ἑτέροις τὰ
1.10.281
χρήματα. Αὐτὸς ἐν ᾅδῃ κολάζεται, καὶ ἄλλοι πολλάκις ἐν τοῖς αὐτοῦ τρυφῶντες
1.10.282
ψάλλουσι· πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν. Ἄνθρωπος, τὸ τῆς ζωῆς
1.10.283
πρόσκαιρον δάνεισμα, τὸ τοῦ θανάτου ἀνυπέρθετον ὄφλημα, τὸ ἐκ προαιρέσεως
1.10.284
ἀδάμαστον ζῶον, τὸ αὐτοδίδακτον πονήρευμα, τὸ αὐτοματὲς ἐπιβούλευμα, τὸ
1.10.285
εὔτεχνον εἰς κακουργίαν, τὸ εὐμήχανον εἰς ἀδικίαν, τὸ ἕτοιμον εἰς πλεονεξίαν, τὸ
1.10.286
ἀκόρεστον εἰς ἀπληστίαν, τὸ ὑπέρκομπον πνεῦμα, τὸ μεγαλοῤῥῆμον θράσος, τὸ
1.10.287
εὐδιάλλακτον φρύαγμα, τὸ εὐάλωτον τόλμημα· ὁ πηλὸς ὁ αὐθάδης, ἡ κόνις ἡ
1.10.288
μεγαλόφρων, ἡ σποδὸς ἡ πεφυσιωμένη, ὁ σπινθὴρ εὐκατάσβεστος, ἡ φλὸξ ἡ
1.10.289
εὐμάραντος, ὁ εὐρίπιστος λάχνος, τὸ ἑτοιμόφθορον φύλλον, ὁ εὐξήραντος χόρτος, ἡ
1.10.290
εὐνέκρωτος χλόη, ἡ ἀεὶ δαπάνητος φύσις. Ὁ σήμερον ἀπειλῶν, καὶ αὔριον
1.10.291
τελευτῶν· ὁ σήμερον ἐν πλούτῳ, καὶ αὔριον ἐν τάφῳ· ὁ σήμερον ἐν διαδήματι, καὶ
1.10.292
αὔριον ἐν μνήματι· ὁ σήμερον ἐν κόλαξι, καὶ αὔριον ἐν σκώληξιν· ὁ σήμερον ἐν
1.10.293
θησαυροῖς, καὶ αὔριον ἐν σοροῖς· ὁ σήμερον ὢν, καὶ αὔριον μὴ ὤν· ὁ ἄρτι
1.10.294
φρυαττόμενος, καὶ μετ' ὀλίγον θρηνούμενος· ὁ ἐν εὐπραγίαις ἀφόρητος, καὶ ἐν
1.10.295
δυσπραγίαις ἀπαραμύθητος· ὁ ἑαυτὸν ἀγνοῶν, καὶ τὰ ὑπὲρ ἑαυτὸν πολυπραγμονῶν·
1.10.296
ὁ τὸ παρὸν οὐκ εἰδὼς, καὶ περὶ τῶν μελλόντων φανταζόμενος· ὁ φύσει θνητὸς, καὶ
1.10.297
τῇ ἐπάρσει, ὡς νομίζει, αἰώνιος. Τὸ παντὸς πάθους εὐδιάβατον καταγώγιον· τὸ τῶν
1.10.298
πορετῶν ἀδιάφορον παίγνιον· τὸ τῶν συμφορῶν καθημερινῶν γυμνάσιον· τὸ πάσης
1.10.299
λύπης εὐπαράδεκτον πανδοχεῖον. Ὢ πόση τῆς ἡμετέρας εὐτελείας ἡ τραγῳδία!
1.10.300
πόσος τῆς ἀνθρωπίνης ἀσθενείας ὁ θρίαμβος! ὢ πόσα εἶπον! τῆς προφητικῆς φωνῆς
1.10.301
οὐδὲν ἁρμοδιώτερον εὗρον τῆς λεγούσης. Πλὴνταράσσεται πᾶς ἄνθρωπος
1.10.302
ζῶν· νεκροῦ ἀχρηστότερα τὰ λαμπρὰ τοῦ παρόντος βίου. Τὰ παρόντα πάντα ἀράχνης
1.10.303
ἐστὶν ἀδρανέστερα, καὶ ὀνείρων ἀπατηλότερα· καὶ γὰρ καὶ ἀγαθὰ, καὶ τὰ κακὰ τέλος
1.10.304
ἔχει. Εἰδότες, ἀγαπητοὶ, ὡς ὄναρ τὰ παρόντα, καὶ ὡς πανδοχεῖον οἰκοῦμεν, ὡς διὰ
1.10.305
παντὸς ἐξερχόμενοι· φροντίσωμεν τῆς ὁδοῦ, καὶ τὰ ἐφόδια τῆς αἰωνίου ζωῆς
1.10.306
ἐπαγάγωμεν. Ἐνδυσώμεθα ἱμάτια τὰ μεθ' ἡμῶν ἀπερχόμενα· ὥσπερ τῆς ἰδίας σκιᾶς
1.10.307
οὐκ ἔστιν ἐπιλαβέσθαι, οὕτως οὐδὲ τῶν ἀνθρωπίνων πραγμάτων. Τὰ μὲν γὰρ τῇ
1.10.308
τελευτῇ καταλύεται, τὰ δὲ πρὸ τῆς καὶ παντὸς χειμάῤῥου ὀξυῤῥεπέστερον παράγει·
1.10.309
τὰ δὲ μέλλοντα οὐκ οἶδεν μεταβολήν. Οὐκ ἐπίσταται γῆρας, οὐκ ἔχει τινὰ ἀλλοίωσιν,
1.10.310
ἀλλ' ἀνθεῖ διηνεκῶς, καὶ ἐν ποικίλαις εὐπραγίαις διαμένει. Μὴ θαυμάσῃς χρήματα
1.10.311
τὰ μὴ παραμένοντα τοῖς κεκτημένοις, ἀλλ' ἀμείβοντα τοὺς δεσπότας, καὶ ἀπὸ τούτου
1.10.312
ἀποπηδῶντα εἰς ἕτερον, καὶ πάλιν ἀπ' ἐκείνου πρὸς ἄλλον· τούτων πάντων δεῖ
1.10.313
καταπτύειν. Ἀρκεῖ γὰρ ἀκοῦσαι καὶ μόνον τοῦ λέγοντος· Τὰ βλεπόμενα πρόσκαιρα·
1.10.314
τὰ δὲ μὴ βλεπόμενα, αἰώνια. Σκιᾶς θᾶττον ἀπανθεῖ τὰ ἀνθρώπινα. Οὐδενὸς οὕτως
1.10.315
ὡς χρόνου πενόμεθα. Καὶ ἡ μὲν τέχνη μακρὰ, βραχὺς δὲ ὁ βίος ἡμῶν. Ἐγγὺς τὸ τέλος
1.10.316
τῆς ζωῆς· γρηγόρησον, ἄνθρωπε. Καθεύδεις, καὶ ὁ χρόνος σε παρατρέχει· ἐγρήγορας,
1.10.317
καὶ περὶ τὰ μάταια τὴν ἑαυτοῦ περιέλκεις καρδίαν· ἀλλ' ὅμως μειοῦται ἡ ζωή σου,
1.10.318
κἂν αὐτὸς μὴ αἰσθάνῃ, μηδὲ συνιῇς. Φύλλα καὶ πομφόλυγας, καὶ καπνὸν, καὶ ἄχυρα,
1.10.319
καὶ σκιὰν, καὶ κονίορτον ἀπὸ ἅλωνος, ἐκριπτούμενον ὑπὸ ἀνέμου προεῖπον πάντα
1.10.320
τοῦ παρόντος αἰῶνος τὰ λαμπρά. Πάντα γὰρ τὰ γήϊνα τὴν γῆν εὑρίσκει τέλος.
1.10.321
Ἱππόδρομον νοήσεις τὸν παρόντα αἰῶνα. Πάντες γὰρ ἐν αὐτῷ φαῦλοί τε καὶ ἀγαθοὶ
1.10.322
ἄνθρωποι δίκην ἵππου τρέχουσι πρὸς τὸ οἰκεῖον ἕκαστος ἐπειγόμενοι πέρας. Οὐκ
1.10.323
οἴδατε, φησὶν, ὅτι οἱ ἐν σταδίῳ τρέχοντες, πάντες μὲν τρέχουσιν, εἷς δὲ λαμβάνει τὸ
1.10.324
βραβεῖον; Ἐγὼ τοίνυν οὕτω τρέχω, ὡς οὐκ ἀδήλως. Εἰκότως οὖν ἱππόδρομον
1.10.325
λέγομεν τὸν παρόντα βίον. Θρὶξ λελευκασμένη τὴν ἐντεῦθεν τῆς ψυχῆς ἀποδημίαν
1.10.326
βοᾷ καὶ διαμαρτύρεται. Ὅθεν, κατὰ τὸ γεγραμμένον, ἑτοίμαζε τὰ ἔργα σου εἰς τὴν
1.10.327
ἔξοδον. Θεατέον γὰρ τὴν χώραν τῆς κεφαλῆς, καὶ τοῦ πώγωνος, ὅτι λευκὴ ὑπάρχει
1.10.328
πρὸς θερισμὸν, καὶ μέλλει δρεπάνη τις νοητὴ διὰ θανάτου ἐκτέμνειν τὴν ψυχήν σου
1.10.329
ἐκ τοῦ σώματος, καὶ εἰς ξένους τινὰςπάμπαν ἀγνοουμένους μετακομίζειν
1.10.330
τόπους τῇ τοῦ Κυρίου διατάξει. Μὴ ἐξαπατάτω ἡμᾶς τὰ ἐν τῷ κόσμῳ τούτῳ
1.10.331
περιφανῆ καὶ λαμπρὰ δεικνύμενα πράγματα. Παρέρχεται γὰρ τὰ πάντα, καὶ οὐδὲν
1.10.332
παντελῶς τῶν φαινομένων στάσιμον. Ἐπιστάμενοι οὖν ὡς οὐδὲν τῶν παρόντων
1.10.333
παραμένει τοῖς κτήτορσι, καὶ ὅτι δεῖ πάντως ἐξελθεῖν ὥσπερ ἐκ πανδοχείου,
1.10.334
φροντίσωμεν τῆς ὁδοῦ τῆς ἀπαγούσης ἐκεῖ, καὶ τὰ ἐφόδια τῆς αἰωνίου ζωῆς ἑαυτοῖς
1.10.335
ἀπενεγκώμεθα, δι' εὐχῶν, δι' ἐλεημοσυνῶν, διὰ πραότητος, διὰ γνώσεως τῶν
1.10.336
θεοπνεύστων Γραφῶν, διὰ τῆς πρὸς τοὺς οἰκέτας εὐμενείας καὶ συγκροτήσεως, καὶ
1.10.337
διὰ τῶν ἄλλων πραγμάτων ὧν ὑπαγορεύει ὁ ἀληθὴς λογισμός. Κυρίως, οὔτε ἐπὶ
1.10.338
χρημάτων ἢ κτημάτων περιουσίᾳ, οὔτε ἐπὶ δόξης λαμπρότητι, οὐδὲ συνόλως ἐπί τινι
1.10.339
τῶν ἐκτὸς ψυχρῶν τε ὄντων καὶ ἀβεβαίων, καὶ ἐξ ἑαυτῶν τὰς φθορὰς δεχομένων
1.10.340
χαίρειν ἔστι. Καὶ μὴν οὐδὲ ἐπὶ ῥώμῃ, καὶ εὐτονίᾳ, καὶ τοῖς ἄλλοις τοῦ σώματος
1.10.341
πλεονεκτήμασιν. ἃ καὶ τῶν φαυλοτάτων ἐστὶ κοινὰ, καὶ τοῖς ἔχουσι πολλάκις
1.10.342
ὄλεθρον ἀπαραίτητον ἤνεγκεν διὰ τὸ ἀσύστατον καὶ ἀβέβαιον. Πάντων μὲν, εἰ δεῖ τ'
1.10.343
ἀληθὲς εἰπεῖν, ἄκυρον ἄνθρωπος, οὐδενὸς ἐνειλημμένος, οὐχ ὅ τι τῶν ἄλλω ἀλλ'
1.10.344
οὐδὲ τῶν περὶ αὐτὸν βεβαίως, οὐχ ὑγείας, οὐκ εὐαισθησίας, οὐκ ἀρτιότητος τῆς περὶ
1.10.345
τὰ ἀλλὰ τοῦ σώματος, οὐχὶ φωνῆς, οὐκ ἀγχινοίας. Τὰ γὰρ κατὰ πλοῦτον, ἢ δόξαν, ἢ
1.10.346
φίλους, ἢ ἀρχὰς, ἢ ὅσα ἄλλα τυχηρὰ, τίς οὐκ οἶδεν ὡς ἔστιν ἀβέβαια; Ὥστε ἀνάγκη
1.10.347
ὁμολογεῖν, ὅτι περὶ ἕνα τὸ κύρος τῶν ἁπάντων ἐστὶ, τὸν ὄντα ὄντος Κύριον.
1.11.1
– Περὶ ἀγαθοεργίας· καὶ ὅτι χρὴ τὸ ἀγαθὸν πρὸς πάντα ποιεῖν· καὶ
1.11.2
ὅτι χρὴ τὰ βάρη τοῦ πλησίον φέρειν, καὶ μὴ μνησικακεῖν, ἀλλ' ἀντιλαμβάνεσθαι
1.11.3
αὐτοῦ, καὶ ἐλέγχειν τὰ ὡς εἰκὸς παρ' αὐτοῦ γινόμενα κακὰ, καὶ μὴ ἀντιδιδόναι
1.11.4
κακὸν ἀντὶ κακοῦ.
1.11.5
Μὴ ἰδὼν τὸν μόσχον τοῦ ἀδελφοῦ σου, ἢ τὸ πρόβατον πλανώμενα ἐν τῇ ὁδῷ,
1.11.6
ὑπερίδῃς αὐτά· ἀποστροφῇ ἀποστρέψεις αὐτὰ τῷ ἀδελφῷ σου. Ἐὰν δὲ μὴ ἐγγίζῃ τῷ
1.11.7
ἀδελφῷ σου, μηδὲ ἐπίστῃ αὐτὸν, συνάξεις αὐτὰ μετὰ σεαυτοῦ, ἕως ἂν ζητήσῃ αὐτὰ ὁ
1.11.8
ἀδελφός σου, καὶ ἀποδῷς αὐτά. Ἐὰν συναντήσῃς τῷ βοῒ τοῦ ἐχθροῦ σου, ἢ τῷ
1.11.9
ὑποζυγίῳ αὐτοῦ πλανωμένοις, ἀποστρέψας ἀποδώσεις αὐτῷ. Ἐὰν δὲ ἴδῃς τὸ
1.11.10
ὑποζύγιον τοῦ ἐχθροῦ σου πεπτωκὸς ὑπὸ τὸν γόμον, οὐ παρελεύσῃ αὐτὸ, ἀλλὰ
1.11.11
συνάγεις αὐτῷ μετ' αὐτοῦ. Ἀγαπήσεις τὸν πλησίον σου, καὶ οὐ λήψῃ δι' αὐτὸν
1.11.12
ἁμαρτίαν Ἐὰν πένηται ὁ ἀδελφός σου, καὶ ἀδυνατοῖ ἐν ταῖς χερσὶν παρά σοι,
1.11.13
ἀντιλήψῃ αὐτοῦ ὡς προσηλύτου καὶ παροίκου· καὶ ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ.
1.11.14
Οὐ λήψῃ παρ' αὐτοῦ τόκον, οὐδὲ πλεονασμόν. Ἐξῆλθεν Δαβὶδ ἀπὸ τοῦ
1.11.15
σπηλαίου, καὶ ἐβόησεν ὀπίσω Σαοὺλ, λέγων· Κύριε βασιλεῦ· καὶ ἐπέβλεψεν Σαοὺλ
1.11.16
ὀπίσω αὐτοῦ, καὶ ἔκυψε Δαβὶδ ἐπὶ πρόσωπον αὐτοῦ ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν
1.11.17
αὐτῷ. Καὶ εἶπεν Δαβίδ· Ἵνα τί ἀκούεις τῶν λόγων τοῦ λαοῦ λεγόντων· Ἰδοὺ Δαβὶδ
1.11.18
ζητεῖ τὴν ψυχήν σου; Ἰδοὺ ἐν τῇ ἡμέρᾳ ταύτῃ ἑωράκασιν οἱ ὀφθαλμοί σου, ὥσπερ
1.11.19
ἔδωκέ σε Κύριος εἰς τὰς χεῖράς μου ἐν τῷ σπηλαίῳ, καὶ οὐκ ἠβουλήθην ἀποκτεῖναί
1.11.20
σε, καὶ ἐφεισάμην σου καὶ εἶπα· Οὐκ ἐποίσω χεῖρά μου εἰς τὸν κύριόν μου, ὅτι
1.11.21
χριστὸς Κυρίου οὗτος. Καὶ ἰδοὺ πτερύγιον τῆς διπλοΐδος σου ἐν τῇ χειρί μου, καὶ οὐκ
1.11.22
ἀπέκταγκά σε. Καὶ ἐπῆρε Σαοὺλ τὴν φωνὴν αὐτοῦ, καὶ ἔκλαυσεν, καὶ εἶπε πρὸς
1.11.23
Δαβίδ· Δίκαιος σὺ ὑπὲρ ἐμὲ, ὅτι σὺ ἀνταπέδωκάς μοι ἀγαθὰ, ἐγὼ δὲ ἀνταπέδωκά σοι
1.11.24
κακά. Τεκταινόμενος ἀγαθὰ, ζητεῖ χάριν ἀγαθήν. Μὴ πλατύνου σοῖς χείλεσιν· μὴ
1.11.25
εἴπῃς· Ὃν τρόπον ἐχρήσατό μοι, χρήσομαι αὐτῷ, ὑπὲρ ὧν με ἠδίκησεν. Μὴ εἴπῃς·
1.11.26
Τίσομαι τὸν ἐχθρόν· ἀλλ' ὑπόμεινον τὸν Κύριον, ἵνα σε βοηθήσῃ. Ἐὰν πεινᾷ ὁ ἐχθρός
1.11.27
σου, ψώμιζε αὐτὸν, καὶ ἐὰν διψᾷ, πότιζε αὐτόν. Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς
1.11.28
σωρεύσεις ἐπὶ τὴν κεφαλὴν αὐτοῦ, καὶ Κύριος ἀνταποδώσει σοι ἀγαθά. Ὁδοὶ
1.11.29
μνησικάκων εἰς θάνατον. Ὃς μνησικακεῖ, παράνομος. Ὁ κρύπτων ἔχθραν, συνίστησι
1.11.30
δόλον. Κακίαν ἕκαστος τοῦ ἀδελφοῦ αὐτοῦ οὐ μὴ μνησικακῆτε ἐν ταῖς καρδίαις
1.11.31
ὑμῶν. Κρῖμα δίκαιον κρίνατε, καὶ ἔλεος καὶ οἰκτιρμὸν ποιεῖτε ἕκαστος πρὸς τὸν
1.11.32
ἀδελφὸν αὐτοῦ. Ἐκζητήσατε τὸ καλὸν, καὶ μὴ πονηρὸν, καὶ ἔσται μεθ' ὑμῶν Κύριος.
1.11.33
Ἀκούσατε ῥῆμα Κυρίου οἱ τρέμοντες τὸν λόγον αὐτοῦ. Εἴπατε, ἀδελφοί μου, τοῖς
1.11.34
μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ, καὶ ὀφθῇ ὑμῖν ἐν
1.11.35
εὐφροσύνῃ ὑμῶν, καὶ ἐκεῖνοι αἰσχυνθήσονται. Ἐπὶ παντὸς ἀδικήματος μὴ μηνίσῃς
1.11.36
τῷ πλησίον σου. Ἄφες ἀδίκημα τῷ πλησίον σου, καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι
1.11.37
σου λυθήσονται. Μνήσθητι τὰ ἔσχατά σου, καὶ παῦσαι ἐχθραίνων. Δάνεισον τῷ
1.11.38
πλησίον σου κατὰ δύναμίν σου. Ἔλεγξον τὸν πλησίον σου, μήποτε οὐκ ἐποίησε· καὶ
1.11.39
εἴ τι ἐποίησε, μήποτε προσθῇ. Ἔλεγξον τὸν φίλον, μήποτε οὐκ εἶπε· καὶ εἰ εἴρηκεν,
1.11.40
ἵνα μὴ δευτερεύσῃ. Νόει τὰ τοῦ πλησίον ἐξ ἑαυτοῦ. Ἅνθρωπος ἀνθρώπῳ συντηρεῖ
1.11.41
ὀργὴν, καὶ παρὰΚυρίου ζητεῖ ἴασιν. Ἐπ' ἄνθρωπον ὅμοιον αὐτοῦ οὐκ ἔχει
1.11.42
ἔλεος, καὶ περὶ ἁμαρτιῶν αὐτοῦ δεῖται. Αὐτὸς σὰρξ ὢν, διατηρεῖ μῆνιν· καὶ τίς
1.11.43
ἐξελεῖται τὰς ἁμαρτίας αὐτοῦ; μνήσθητι τὰ ἔσχατά σου, καὶ παύσῃ ἐχθραίνων.
1.11.44
Μνήσθητι ἐντολῶν, καὶ μὴ μηνίσῃς τῷ πλησίον. Ἐὰν προσφέρῃς τὸ δῶρόν σου ἐπὶ
1.11.45
τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ὅτι ὁ ἀδελφός σου ἔχει τι κατά σου. Ἄφες τὸ δῶρόν
1.11.46
σου ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ὕπαγε πρῶτον, διαλλάγηθι τῷ ἀδελφῷ σου,
1.11.47
καὶ τότε ἐλθὼν πρόσφερε τὸ δῶρόν σου. Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ
1.11.48
παραπτώματα αὐτῶν, ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Ἐὰν δὲ μὴ ἀφῆτε
1.11.49
τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν, οὐδὲ ὁ Πατὴρ ὑμῶν ἀφήσει τὰ
1.11.50
παραπτώματα ὑμῶν. Τότε προσελθὼν ὁ Πέτρος εἶπεν· κύριε, πολλάκις εἰς ἐμὲ
1.11.51
ἁμαρτήσει ὁ ἀδελφός μου, καὶ ἀφήσω αὐτῷ; ἕως ἑπτάκις; Λέγει αὐτῷ ὁ Ἰησοῦς· Οὐ
1.11.52
λέγω σοι, ἕως ἑπτάκις, ἀλλ' ἕως ἑβδομηκοντάκις ἑπτά. Ὡμοιώθη ἡ βασιλεία τῶν
1.11.53
οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐθέλησε συνάραι λόγον μετὰ τῶν δούλων αὐτοῦ.
1.11.54
Ἀρξαμένου δὲ αὐτοῦ συναίρειν, προσηνέχθη αὐτῷ εἷς ὀφειλέτης μυρίων ταλάντων.
1.11.55
Μὴ ἔχοντος δὲ αὐτοῦ ἀποδοῦναι, ἐκέλευσεν αὐτὸν ὁ Κύριος αὐτοῦ πραθῆναι, καὶ τὴν
1.11.56
γυναῖκα αὐτοῦ καὶ τὰ τέκνα, καὶ τὰ πάντα ὅσα εἶχεν, καὶ ἀποδοθῆναι. Πεσὼν οὖν ὁ
1.11.57
δοῦλος, προσεκύνει αὐτῷ, λέγων· Κύριε, μακροθύμησον ἐπ' ἐμοὶ, καὶ πάντα σοι
1.11.58
ἀποδώσω. Σπλαγχνισθεὶς δὲ ὁ κύριος τοῦ δούλου ἐκείνου, ἀπέλυσεν αὐτὸν, καὶ τὸ
1.11.59
δάνειον ἀφῆκεν αὐτῷ. Ἐξελθὼν δὲ ὁ δοῦλος ἐκεῖνος, εὗρεν ἕνα τῶν συνδούλων
1.11.60
αὐτοῦ, ὃς ὤφειλεν αὐτῷ ἑκατὸν δηνάρια· καὶ κρατήσας αὐτὸν, ἔπνιγε λέγων, ἀποδὸς
1.11.61
εἴ τι ὀφείλεις. Πεσὼν οὖν ὁ σύνδουλος αὐτοῦ εἰς τοὺς πόδας αὐτοῦ, παρεκάλει
1.11.62
αὐτοῦ, λέγων· Μακροθύμησον ἐπ' ἐμοὶ, καὶ ἀποδώσω σοι. Ὁ δὲ οὐκ ἠθέλησεν, ἀλλὰ
1.11.63
ἀπελθὼν ἔβαλεν εἰς φυλακὴν, ἕως ἂν ἀποδῷ πᾶν τὸ ὀφειλόμενον. Ἰδόντες δὲ οἱ
1.11.64
σύνδουλοι αὐτοῦ τὰ γενόμενα, ἐλυπήθησαν σφόδρα, καὶ ἐλθόντες διεσάφησαν τῷ
1.11.65
κυρίῳ αὐτοῦ πάντα τὰ γενόμενα. Τότε προσκαλεσάμενος ὁ κύριος αὐτοῦ, λέγει
1.11.66
αὐτῷ· Δοῦλε πονηρὲ, πᾶσαν ὀφειλὴν ἐκείνην ἀφῆκά σοι, ἐπεὶ παρεκάλεσας ἐμέ· οὐκ
1.11.67
ἔδει καί σε ἐλεῆσαι τὸν σύνδουλον, ὡς καὶ ἐγώ σε ἐλέησα; Καὶ ὀργισθεὶς ὁ κύριος
1.11.68
αὐτοῦ, παρέδωκεν αὐτὸν τοῖς βασανισταῖς, ἕως οὗ ἀποδῷ αὐτῷ πᾶν τὸ ὀφειλόμενον
1.11.69
αὐτῷ. Οὕτως καὶ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ποιήσει ὑμῖν, ἐὰν μὴ ἀφῆτε ἕκαστος τῷ
1.11.70
ἀδελφῷ αὐτοῦ ἀπὸ τῶν καρδιῶν ὑμῶν τὰ παραπτώματα αὐτῶν. Ἐὰν ἁμάρτῃ ὁ
1.11.71
ἀδελφός σου, ἐπιτίμησον αὐτῷ· καὶ ἐὰν μετανοήσῃ, ἄφες αὐτῷ. Καὶ ἐὰν ἑπτάκις τῆς
1.11.72
ἡμέρας ἁμαρτήσῃ εἴς σε, καὶ ἑπτάκις τῆς ἡμέρας ἐπιστρέψῃ, λέγων· Μετανοῶ,
1.11.73
ἀφήσεις αὐτῷ. Ὀφείλομεν ἡμεῖς οἱ δυνατοὶ τὰ ἀσθενήματα τῶν ἀδυνάτων
1.11.74
βαστάζειν, καὶ μὴ ἑαυτοῖς ἀρέσκειν. Ἕκαστος ὑμῶν τῷ πλησίον ἀρεσκέτω εἰς τὸ
1.11.75
ἀγαθὸν, πρὸς οἰκοδομήν. Καὶ γὰρ ὁ Χριστὸς οὐχ ἑαυτῷ ἤρεσκεν, ἀλλὰ
1.11.76
καθὼς γέγραπται, Οἱ ὀνειδισμοὶ τῶν ὀνειδιζόντων σε ἐπέπεσαν ἐπ' ἐμέ. Μηδενὶ
1.11.77
κακὸν ἀντὶ κακοῦ ἀποδιδόντες, προνοούμενοι καλὰ ἐνώπιον Κυρίου καὶ ἀνθρώπων.
1.11.78
Μὴ νικῶ ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν. Εἰ ἀλλήλους δάκνετε καὶ
1.11.79
κατεσθίετε, βλέπετε μὴ ὑπ' ἀλλήλων ἀναλωθῆτε. Ἀλλήλων τὰ βάρη βαστάζετε, καὶ
1.11.80
οὕτως ἀναπληρώσατε τὸν νόμον τοῦ Χριστοῦ. Ἕως καιροῦ ἐργασώμεθα τὸ ἀγαθὸν
1.11.81
πρὸς πάντας, μάλιστα δὲ πρὸς τοὺς οἰκείους τῆς πίστεως. Ἀποθέμενοι τὸ ψεῦδος,
1.11.82
λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἀλλήλων μέλη ἐσμέν.
1.11.83
Ὀργίζεσθε, καὶ μὴ ἁμαρτάνετε. Ὁ ἥλιος μὴ ἐπιδυέτω ἐπὶ τῷ παροργισμῷ ὑμῶν· μηδὲ
1.11.84
δίδοτε τόπον τῷ διαβόλῳ. Γίνεσθε εἰς ἀλλήλους χρηστοὶ, εὐσπλάγχνοι, χαριζόμενοι
1.11.85
ἑαυτοῖς, καθὼς καὶ ὁ Χριστὸς ἐχαρίσατο ἡμῖν. Γίνεσθε οὖν μιμηταὶ τοῦ Θεοῦ, ὡς
1.11.86
τέκνα ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ
1.11.87
παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.
1.11.88
Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν. Τίς ὁ
1.11.89
κακώσων ὑμᾶς, ἐὰν τοῦ ἀγαθοῦ ζηλωταὶ γένησθε; Ἀλλ' εἰ καὶ πάσχετε διὰ
1.11.90
δικαιοσύνην, μακάριοι. Μὴ ἀποδιδόντες κακὸν ἀντὶ κακοῦ, μὴ λοιδορίαν ἀντὶ
1.11.91
λοιδορίας· τοὐναντίον δὲ εὐλογοῦντες, ὅτι εἰς τοῦτο ἐκλήθητε, ἵνα εὐλογίας
1.11.92
κληρονομήσητε. Ἀγαπητὲ, μὴ μιμοῦ τὸ κακὸν, ἀλλὰ τὸ ἀγαθόν. Ὁ ἀγαθοποιῶν ἐκ
1.11.93
τοῦ Θεοῦ ἐστιν· ὁ δὲ κακοποιῶν, οὐχ ἑώρακε τὸν Θεόν. Ὥσπερ τῷ φωτὶ αὐτομάτως
1.11.94
ἕπεται τὸ φωτίζειν, καὶ τῷ μύρῳ τὸ εὐωδεῖν, οὕτω καὶ ταῖς ἀγαθαῖς πράξεσιν
1.11.95
ἀναγκαίως ἀκολουθεῖ τὸ ὠφέλιμον. Οἱ τὸ ἀγαθὸν ἐργαζόμενοι, ἐν αὐτῷ τῷ ἔργῳ τὸ
1.11.96
ἀπόδεκτον ἔχουσι. Μηδεὶς ἄγνοιαν προφασιζέσθω περὶ τὸ ἀγαθόν· φυσικὰς λόγος,
1.11.97
οἰκείωσιν ἡμῖν τοῦ καλοῦ, καὶ ἀλλοτρίωσιν ἀπὸ τῶν βλαβερῶν ὑποδεικνύων
1.11.98
ἐγκατεσπάρη. Ὁ ὑπὲρ τῆς τοῦ πλησίον ἁμαρτίας θερμὸν ἀποτήξας δάκρυον, ἑαυτὸν
1.11.99
ἐξιάσατο, δι' ὧν τὸν ἀδελφὸν ἐπωδύρατο. Οἶδας τί ποιήσεις τῷ πλησίον σου καλόν;
1.11.100
ὡς ἑαυτῷ βούλει παρ' ἑτέρου γενέσθαι. Ὁ ἐφησυχάζων, καὶ μὴ ἐλέγχων τὴν
1.11.101
ἁμαρτίαν τοῦ ἀδελφοῦ, ἄσπλαγχνός ἐστιν, ὥσπερ ὁ τὸν ἰὸν ἐναφεὶς τῷ δηχθέντι ὑπὸ
1.11.102
τοῦ ἰοβόλου. Μὴ γελάσῃς πτῶμα τοῦ πέλας· διάβαινε δὲ ἀσφαλῶς, ὥς σοι δύναμις·
1.11.103
ἀλλὰ καὶ δίδου χεῖρα χαμαὶ κειμένῳ. Συγχωρήσωμεν, ἵνα συγχωρηθῶμεν.
1.11.104
Ἀφῶμεν, ἵνα αἰτησώμεθα ἄφεσιν. Ἄφες ὁ ἀφεθείς· ἐλέησον ὁ ἐλεημένος. Κτῆσαι τὸ
1.11.105
φιλάνθρωπον ἕως καιρός. Συγχωρήσωμέν τι μικρὸν, ἵνα μεῖζον ἀντιλάβωμεν, τὴν
1.11.106
ὁμόνοιαν. Ἡττηθῶμεν, ἵνα νικήσωμεν. Ὁρᾶτε νόμους ἀθλήσεως, καὶ παλαιστῶν
1.11.107
ἀγωνίσματα, οἳ τῷ κάτω κεῖσθαι πολλάκις νικῶσι τοὺς ὑπερκειμένους. Ἀγαθὸν
1.11.108
χρηστότητι νικᾷν θρασύτητα, καὶ βελτίους ποιεῖν τοὺς ἀδικοῦντας, οἷς καρτεροῦμεν
1.11.109
πάσχοντες. Εἰ μηδὲν ὤφλεις τῷ Θεῷ τιμωρίας, Μηδὲ αὐτοῖς ἴσθι τοῖς ὄφλουσι
1.11.110
συμπαθής· Εἰ δὲ οἶδας ὄφλων, καὶ πρόχρησον τὸ πρᾶον. Οἴκτῳ γὰρ οἶκτος καὶ Θεῷ
1.11.111
σταθμίζεται. Ὅτι δίδωμι πλέον τῇ πρὶν ἀγάπῃ τῆς παρούσης ὑπεροψίας, καὶ διὰ
1.11.112
τοῦτο γίνομαι μακροθυμότερος, ἵνα ὀνειδίσω θερμότερον. Αὐτάρκης μοι τιμωρία
1.11.113
κατὰ τῶν ἀδικούντων, ἡ τοῦ ἀντιδρᾷν ἐξουσία. Μή σε ἀπατᾷ μάταιος λογισμὸς, ὅτι
1.11.114
τὸ δίκαιος ἐπεξελθεῖν ἀνεύθυνόν ἐστι, καὶ τὸ παραδοῦναι τοῖς νόμοις τὸν
1.11.115
ἀδικήσαντα. Μεγάλην ἡμῖν νομίζωμεν προκεῖσθαι πραγματείαν φιλανθρωπίας, καὶ
1.11.116
συγχωρήσωμεν τὰ εἰς ἡμᾶς, ἵνα καὶ αὐτοὶ τύχωμεν συγχωρήσεως. Τί χρηστότητος
1.11.117
δόγμα συντομώτερον; Τοιοῦτος ἴσθι τοῖς φίλοις, καὶ τοῖς πέλας, Οἵους ἑαυτῷ τούσδε
1.11.118
τυγχάνειν θέλεις. Τηροῦμεν τὰς ἀλλήλων ἁμαρτίας, οὐχ ἵνα πενθήσωμεν, ἀλλ' ἵνα
1.11.119
προσπλήξωμεν, καὶ ἀπολογίαν ἔχωμεν τῶν ἡμετέρων κακῶν τὰ τῶν πλησίον
1.11.120
τραύματα. Ὅσῳπερ ἂν ἰσχυρότερος ᾖς, τοσούτῳ δικαιότερος ἂν εἴης τὸν
1.11.121
ἀσθενέστερον διαβάσταξαι. Οὐ γὰρ ἑαυτῷ μόνον, ἀλλὰ καὶ ἑτέροις ἰσχυρὸν εἶναι χρὴ
1.11.122
τὸν ἰσχύοντα. Εἰ δὲ λέγων ἰσχύειν, τὴν ἀσθένειαν, τὴν ἐκείνου περιορᾷς, διπλῆν
1.11.123
δώσεις δίκην, ὅτι τε οὐκ ἐφείσω, καὶ ὅτι πολλὴν ἔχομεν τοῦ φείσασθαι δύναμιν.
1.11.124
Ὑπεύθυνος γὰρ ἕκαστος ἡμῶν τῆς τοῦ πλησίον σωτηρίας ἐστίν. Διὰ τοῦτο οὐχὶ τὰ
1.11.125
ἑαυτοῦ σκοπεῖν, ἀλλὰ τὰ τῶν πέλας, ἐκελεύσθημεν. Τιμῆς γὰρ ἠγοράσθημεν· ὁ δὲ
1.11.126
ἀγοράσας ἡμᾶς, τοῦτο προσέταξεν ἐπὶ τῇ κοινῇ πάντων λυσιτελείᾳ. Οὐχ ἁπλῶς πρὸς
1.11.127
τὸ τῶν παραπτωμάτων μέτρον δεῖ τὴν ἐπιτίμησιν ἐπάγειν, ἀλλὰ καὶ τῆς τῶν
1.11.128
ἁμαρτανόντων στοχάζεσθαι προαιρέσεως, μήποτε ῥάψαι τὸ διεῤῥηγὸς βουλόμενος,
1.11.129
χεῖρον τὸ σχίσμα ποιήσῃς. Ἓν μόνον σκοπῶμεν, ἀδελφοὶ, οὐχ ὅπως μηδὲν πάθωμεν
1.11.130
παρὰ τῶν ἐχθρῶν κακὸν, ἀλλ' ὅπως μηδὲναὐτοῖς ἡμεῖς ἐργασώμεθα κακόν.
1.11.131
Ὅταν λάβῃς τὸν ἐχθρόν σου εἰς τὰς χεῖρας τὰς σὰς, μὴ σκόπει ὅπως αὐτὸν
1.11.132
ἀμυνάμενος, καὶ μυρίαις πλύνας λοιδορίαις ἐκπέμψῃς, ἀλλ' ὅπως ἐπαναγάγῃς πρὸς
1.11.133
ἐπιείκειαν· καὶ μὴ πρότερον ἀποστῇς, ἕως ἂν περιγένῃ τῇ πραότητι τῆς ὠμότητος
1.11.134
τῆς ἐκείνου. Τότε μείζους παρὰ τοῦ βίου κείσονται ἀντιδόσεις, ὅταν μυρία τοὺς
1.11.135
ἐχθροὺς ἀγαθὰ ποιήσαντες, τοὐναντία ἀνταπολάβωμεν. Ὅταν ἐννοήσωμεν ἅπερ
1.11.136
ἐπάθομεν παρὰ τῶν συνδούλων, λογισώμεθα ἅπερ ἐποιήσαμεν εἰς τὸν Δεσπότην, καὶ
1.11.137
τῷ φόβῳ τῶν οἰκείων ἁμαρτημάτων τὸν θυμὸν ἐπὶ τοῖς ἀλλοτρίοις πλημμελήμασι
1.11.138
ταχέως ἀπώσασθαι δυνησόμεθα. Εἰ γὰρ δεῖ μεμνῆσθαι ἁμαρτημάτων, τῶν οἰκείων
1.11.139
δεῖ μεμνῆσθαι μόνον· κἂν τῶν οἰκείων μνημονεύσωμεν, οὐδέποτε ἀλλότρια
1.11.140
λογιούμεθα. Ἐὰν ἔχῃς τι κατὰ τοῦ ἐχθροῦ, ἔξελε τὴν λύπην, θεράπευσον τὴν ὀργὴν,
1.11.141
λύσον τὴν ἔχθραν, ἵνα λάβῃς θεραπείαν ἀπὸ τῆς τραπέζης. Θυσίᾳ προσέρχῃ φρικτῇ
1.11.142
καὶ ἁγίᾳ, αἰδέσθητι τὴν ὑπόθεσιν αὐτῆς τῆς προσφορᾶς. Ἐσφαγμένος πρόκειται ὁ
1.11.143
Χριστός· καὶ τίνος ἕνεκεν ἐσφάγη; καὶ διὰ τί; Ἵνα εἰρηνοποιήσῃ τὰ ἐν τῷ οὐρανῷ καὶ
1.11.144
τὰ ἐπὶ τῆς γῆς· ἵνα καὶ ἀγγέλοις σὲ ποιήσῃ φίλον. Μηδεὶς τοίνυν ἔστω Ἰούδας, μηδεὶς
1.11.145
πονηρίας γέμων, μηδεὶς ἔχων ἰὸν ἐν τῇ διανοίᾳ, μὴ εἰς κατάκρισιν λάβῃ. Καὶ γὰρ
1.11.146
τότε μετὰ τὸ λαβεῖν τὴν προσφορὰν, ἐπέπεσεν τῷ Ἰούδᾳ ὁ διάβολος· οὐ τοῦ σώματος
1.11.147
καταφρονῶν τοῦ Δεσποτικοῦ, ἀλλὰ τῆς ἀναισχυντίας, ἐπιπηδῶν τοῦ Ἰούδα, ἵνα
1.11.148
μάθωμεν, ὅτι τοῖς ἀναξίως μετέχουσι τῶν θείων μυστηρίων, τούτοις μάλιστα
1.11.149
ἐπιπηδᾷ καὶ ἐπιβαίνει συνεχῶς ὁ διάβολος, ὥσπερ τῷ Ἰούδᾳ τότε. Αἱ γὰρ τιμαὶ τοὺς
1.11.150
ἀξίους ὠφελοῦσιν· τοὺς δὲ παρὰ τὴν ἀξίαν ἀπολαβόντας, εἰς μείζονα τιμωρίαν
1.11.151
ἐμβάλλουσιν. Καὶ ταῦτα λέγω, οὐχ ἵνα φοβήσω, ἀλλ' ἵνα ἀσφαλίσωμαι. Σὺ τῷ
1.11.152
συνδούλῳ μένεις ἐχθραίνων, καὶ πῶς δυνήσῃ βαδίζειν ἐπὶ τὴν τῆς εἰρήνης
1.11.153
τράπεζαν; Καὶ γὰρ ὁ Χριστὸς οὐδὲ ἀποθανεῖν ὑπὲρ σοῦ παρῃτήσατο, σὺ δὲ οὐδὲ ὀργὴν
1.11.154
ἀφιέναι τῷ συνδούλῳ διὰ σεαυτὸν ἀνέχῃ. Ἐπηρέασε γὰρ, φησὶ, καὶ τὰ μέγιστα
1.11.155
ἐπλεονέκτησεν. Καὶ τί τοῦτο; εἰς χρήματα ἡ ζημία· οὐδέπω ἐσταύρωσε, καθάπερ τὸν
1.11.156
Χριστὸν οἱ Ἰουδαῖοι· ἀλλ' ὅμως καὶ αὐτὸ τὸ αἷμα, ὅπερ ἐξέχεεν, εἰς σωτηρίαν τοῖς
1.11.157
ἐκχέασιν ἔδωκεν. Τί τούτῳ ἴσον ἔχεις εἰπεῖν; Ἐὰν μὴ ἀφῇς τῷ ἐχθρῷ, οὐκ ἐκεῖνον
1.11.158
ἠδίκησας μᾶλλον, ἢ σαυτόν. Ἐκεῖνον μὲν γὰρ εἰς τὸν παρόντα βίον παρέβλεψας,
1.11.159
ἑαυτὸν δὲ ἀσύγγνωστον ἐποίησας πρὸς τὴν ἀπολογίαν τὴν εἰς τὴν μέλλουσαν
1.11.160
ἡμέραν. Οὐδὲν γὰρ οὕτω μισεῖ ὁ Θεὸς, ὡςμνησίκακον ἄνθρωπον, ὡς
1.11.161
οἰδαίνουσαν καρδίαν, ὡς φλεγμαίνουσαν ψυχήν. Ἄκουσον γοῦν τί φησιν· Ὅταν
1.11.162
προσφέρῃς τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, κἀκεῖ μνησθῇς ἄνω τοῦ θυσιαστηρίου,
1.11.163
ὅτι ὁ ἀδελφός σου ἔχει τι κατά σου· ἄφες τὸ δῶρόν σου ἐπὶ τὸ θυσιαστήριον, καὶ
1.11.164
ἀπελθὼν καταλλάγηθι τῷ ἀδελφῷ. Τί λέγεις, ἀφήσω; Ναὶ, φησίν· διὰ γὰρ τὴν
1.11.165
εἰρήνην τὴν εἰς τὸν ἀδελφὸν, καὶ αὕτη ἡ θυσία ἐγένετο. Μεῖζον ἀγαθὸν τὸ
1.11.166
ἐλεγχθῆναι τοῦ ἐλέγξαι νομίζω, ὅσῳ μεῖζόν ἐστι τὸ ἑαυτὸν ἀπαλλαγῆναι κακοῦ, τοῦ
1.11.167
ἄλλον ἀπαλλάξαι. Δεῖ κεκραμένον εἶναι τὸν ἔλεγχον, τὸ πρᾶγμα μὲν λέγοντα,
1.11.168
δειλίαν δὲ προσποιούμενον, κατὰ τοὺς σοφοὺς τῶν ἰατρῶν, οἳ κρύπτουσι τῷ χαλκῷ
1.11.169
τὸν διαιροῦντα σίδηρον. Πᾶσα μὲν ἁμαρτία δεινή ἐστι· πλὴν μεῖζον τῆς μνησικακίας,
1.11.170
καὶ τῆς πλεονεξίας οὐδέν ἐστιν. Οὐκ εἶπεν, πορνεία ἢ εἰδωλολατρεία ἐστὶν, ἀλλὰ
1.11.171
πλεονεξία. Ἀδελφὴ δὲ τῆς πλεονεξίας ἡ μνησικακία. Δεινὴ γάρ ἐστιν ἡ ἁμαρτία αὕτη
1.11.172
καὶ παράνομος. Τὰ λοιπὰ ἁμαρτήματα πονηρὰ μέν εἰσιν, ὀλιγόχρονοι δὲ
1.11.173
τυγχάνουσιν, ἐν μιᾷ ὥρᾳ ἀποτελούμενα. Ἐπόρνευσέ τις; ἐν μιᾷ ὥρᾳ παύσας τὸ
1.11.174
κακὸν, τὰς λοιπὰς ὥρας δύναται ἡσυχάσαι. Ἔκλεψέ τις; ἐν μιᾷ ὥρᾳ ποιήσας τὸ
1.11.175
κακὸν, λοιπὸν μετανοεῖ. Ἐφόνευσέ τις; κακὸν μὲν καὶ τοῦτο· ἀλλὰ ἐν μιᾷ ὥρᾳ
1.11.176
ποιήσας τὸ κακὸν, τὰς λοιπὰς ὥρας δύναται μετανοῆσαι. Ὁ δὲ μνησίκακος, καθ'
1.11.177
ἑκάστην ὥραν ἁμαρτάνει, τὴν κακίαν ἐν τῇ καρδίᾳ περιφέρων. Κἂν εἰς ἐκκλησίαν
1.11.178
εἰσέλθῃ, οὐ δύναται καθαρὰν εὐχὴν τῷ Θεῷ ἀναπέμψαι, τὴν κακίαν ἔχων κατὰ τοῦ
1.11.179
πλησίον. Οὐδὲ καθαρεύει ἀπὸ ἁμαρτίας μνησίκακος ψυχή· καὶ ἐλεημοσύνην
1.11.180
οὐδέποτε ἐργάζεται. Ὁ γὰρ μὴ ἔχων ἀγάπην, οὐδὲ ἐλεεῖ, οὐδὲ ἀντιλαμβάνεται. Ὁ
1.11.181
ἄκακος ἐχθρὸν οὐκ ἔχει· ὁ μνησίκακος οὐκ ἀπαλλάττεται τοῦ ἐχθροῦ, ἐχθρὸν ἔχων
1.11.182
τὸ ἴδιον συνειδός.
1.12.1
Περὶ ἀσεβῶν, καὶ ἁμαρτωλῶν, καὶ κακῶν, καὶ μοχθηρῶν ἀνδρῶν,
1.12.2
καὶ ἀδίκων, καὶ παρανόμων.
1.12.3
Οὐ συνθελήσεις τῷ ἀσεβεῖ· οὐκ εἰσακούσεις τῆς φωνῆς αὐτοῦ, καὶ οὐ
1.12.4
φείσεται ὁ ὀφθαλμός σου ἐπ' αὐτῷ. Οὐκ ἐπιποθήσεις ἐπ' αὐτῷ, οὐδὲ μὴ σκεπάσῃς
1.12.5
αὐτόν. Ἀναγγέλλων ἀναγγελεῖς περὶ αὐτοῦ· καὶ αἱ χεῖρές σου ἔσονται ἐπ' αὐτὸν ἐν
1.12.6
πρώτῳ ἀποκτεῖναι αὐτὸν, καὶ αἱ χεῖρες παντὸς τοῦ λαοῦ σου ἐπ' ἐσχάτων. Διὰ τὴν
1.12.7
ἀσέβειαν τῆς καρδίας τῶν ἐθνῶν τούτων Κύριος ἐξολοθρεύσει αὐτοὺς πρὸ
1.12.8
προσώπου σου· οὐ διὰ τὴν δικαιοσύνην σου, οὐδὲ διὰ τὴν ὁσιότητα τῆς καρδίας σου,
1.12.9
σὺ εἰσπορεύῃ κληρονομῆσαι τὴν γῆν αὐτῶν, ἀλλὰ διὰ τὴν ἀνομίαν τῶν ἐθνῶν
1.12.10
τούτων Κύριος ἐξολοθρεύει αὐτοὺς πρὸ προσώπου σου. Θεὸν τὸν
1.12.11
γεννήσαντά σε ἐγκατέλιπες, καὶ ἐπελάθου Θεοῦ τοῦ τρέφοντός σε. Ἵνα μὴ ἀπολέσῃ
1.12.12
ἁμαρτωλὸς τὸν ἀναμάρτητον, οὐ μὴ θελήσῃ ὁ Θεὸς εὐιλατεῦσαι αὐτῷ· ἀλλ'
1.12.13
ἐκκαυθήσεται ὀργὴ Κυρίου, καὶ ὁ ζῆλος αὐτοῦ ἐν τῷ ἀνθρώπῳ ἐκείνῳ.
1.12.14
Ἐξολοθρεύσατε τὰ ἔθνη ταῦτα ἀπὸ προσώπου ὑμῶν, καὶ οὐκ ἔσονται ὑμῖν εἰς
1.12.15
παγίδας, καὶ εἰς σκάνδαλα, καὶ εἰς ἥλους ἐν ταῖς πτέρναις ὑμῶν, καὶ εἰς βολίδας ἐν
1.12.16
τοῖς ὀφθαλμοῖς ὑμῶν· ὅτι οὐκ ἠκούσατε τῆς φωνῆς Κυρίου τοῦ Θεοῦ ὑμῶν. Καὶ
1.12.17
ἔσται, τὸν τρόπον ηὐφράνθη Κύριος ἐν ὑμῖν τοῦ εὖ ποιῆσαι ὑμᾶς, οὕτως
1.12.18
εὐφρανθήσεται Κύριος ἐφ' ὑμῖν, ἐξολοθρεῦσαι ὑμᾶς. Ἐξ ἀνόμων ἐξελεύσεται
1.12.19
πλημμέλεια. Ἐγένετο λόγος Κυρίου πρὸς Βασσὰ λέγων· Ἀνθ' ὧν ὕψωσά σε ἐπὶ τῆς
1.12.20
γῆς, καὶ ἔδωκά σε ἡγούμενον ἐπὶ τὸν λαόν μου, καὶ ἐπορεύθης ἐν ὁδῷ Ἱεροβοὰμ, καὶ
1.12.21
ἐξήμαρτες τὸν λαόν μου τὸν Ἰσραὴλ, τοῦ παροργίσαι με ἐν τοῖς ματαίοις αὐτῶν, ἰδοὺ
1.12.22
ἐγὼ ἐξεγείρω ὀπίσω σου, καὶ ὀπίσω τοῦ οἴκου σου κακά· καὶ δώσω τὸν οἶκόν σου, ὡς
1.12.23
τὸν οἶκον Ἱεροβοάμ. Τὸν τεθνηκότα τοῦ Βασσὰ ἐν τῇ πόλει, καταφάγονται οἱ κύνες·
1.12.24
καὶ τὸν τεθνηκότα ἐν τῷ πεδίῳ, τὰ πετεινὰ τοῦ οὐρανοῦ. Εὐφροσύνη ἀσεβῶν πτῶμα
1.12.25
ἐξαίσιον· χαρμονὴ δὲ παρανόμων ἀπώλεια. Ἐὰν ἀνέβη εἰς οὐρανὸν αὐτοῦ τὰ δῶρα, ἡ
1.12.26
δὲ θυσία αὐτῶν νεφῶν ἅψηται· κἂν δοκῇ ἤδη κατεστηρίχθαι, τότε εἰς τέλος
1.12.27
ἀπολεῖται. Οἱ δὲ ἰδόντες αὐτὸν ἐροῦσι· Ποῦ ἐστιν; Θυμὸς ἐπὶ ἁμαρτωλοὺς
1.12.28
ἐπελεύσεται, καὶ τότε γνώσονται ποῦ ἐστιν αὐτῶν ἡ ὕλη. Οἱ σπείροντες τὰ ἄτοπα,
1.12.29
ὀδύνας θερίσουσιν. Ἀπὸ δὲ προστάγματος Κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος
1.12.30
ὀργῆς αὐτοῦ ἀφανισθήσονται. Πρὸ προσώπου ἀσεβοῦς τίς ἔπηξεν; Φῶς ἀσεβῶν
1.12.31
σβεσθήσεται. Πρόσωπα ἀσεβῶν ἀτιμίας ἐμπλησθήσεται. Πᾶς ὁ βίος ἀσεβοῦς ἐν
1.12.32
φροντίδι· ὅταν δοκῇ εἰρηνεύειν, ἥξει αὐτοῦ ἡ καταστροφή. Ἐλπὶς ἀσεβοῦς
1.12.33
ἀπολεῖται· ἀοίκητος γὰρ αὐτοῦ ἔσται ὁ οἶκος. Ἀράχνη δὲ αὐτοῦ ἀποβήσεται ἡ σκηνή.
1.12.34
Ἡμέρα ὀργῆς ἐπέλθῃ αὐτῷ. Ἀσεβῶν λύχνος σβεσθήσεται. Ἐλεύσεται δὲ αὐτοῖς ἡ
1.12.35
καταστροφὴ, καὶ ἔσονται ὥσπερ ἄχυρα ἀπὸ ἀνέμου. Ὀφθαλμοὶ ἀσεβῶν τακήσονται.
1.12.36
Ἡ γὰρ ἐλπὶς αὐτῶν ἀπώλεια. Ὁ ἀγαπῶν τὴν ἀδικίαν, μισεῖ τὴν ἑαυτοῦ ψυχήν.
1.12.37
Ἐλασσονοῦσι φυλὰς ἁμαρτίαι. Παρανομίαι ἄνδρα ἀγρεύουσι, σειραῖς δὲ τῶν ἑαυτῶν
1.12.38
ἁμαρτιῶν ἕκαστος σφίγγεται. Οὐ παροικήσει σοι πονηρευόμενος, οὐδὲ
1.12.39
διαμένουσι. Συντελεσθήσεται δὴ πονηρία ἁμαρτωλῶν, καὶ κατευθυνεῖς. Σύντριψον
1.12.40
τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ τοῦ πονηροῦ. Ἀπώλετο τὸ μνημόσυνον αὐτοῦ μετ'
1.12.41
ἤχου. Ἐπιβρέξει ἐπὶ ἁμαρτωλοὺς παγίδας, πῦρ καὶ θεῖον. Πολλαὶ αἱ μάστιγες τοῦ
1.12.42
ἁμαρτωλοῦ Πρόσωπον δὲ Κυρίου ἐπὶ ποιοῦντας κακὰ, τοῦ ἐξολοθρεῦσαι. Θάνατος
1.12.43
ἁμαρτωλῶν πονηρὸς, καὶ οἱ μισοῦντες τὸν δίκαιον. Οἱ ἐχθροὶ Κυρίου ἅμα τοῦ
1.12.44
δοξασθῆναι αὐτοὺς καὶ ὑψωθῆναι. Εἶδον τὸν ἀσεβῆ ὑπερυψούμενον, καὶ
1.12.45
ἐπαιρόμενον. Κρῖνόν με ὁ Θεὸς, καὶ δίκασον τὴν δίκην μου ἐξ ἔθνους. Τί ἐγκαυχᾷ ἐν
1.12.46
κακίᾳ, ὁ δυνατὸς ἀνομίαν; ὅλην τὴν ἡμέραν. Ἡπαλύνθησαν οἱ λόγοι αὐτῶν ὑπὲρ
1.12.47
ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. Ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας·
1.12.48
ἐπλανήθησαν. Εὐφρανθήσεται δίκαιος, ὅταν ἴδῃ ἐκδίκησιν· τὰς χεῖρας, κ. τ. λ.
1.12.49
Σκέπασόν με ἀπὸ συστροφῆς πονηρευομένων, ἀπὸ πλήθους. Ὡς τήκεται κηρὸς ἀπὸ
1.12.50
προσώπου πυρὸς, οὕτως ἀπολοῦνται. Ἀνταποδώσει Κύριος κατὰ τὴν ἀνομίαν αὐτῶν·
1.12.51
καὶ κατὰ, κ. τ. λ. Ἐκλίποιεν ἁμαρτωλοὶ ἀπὸ τῆς γῆς, καὶ ἄνομοι. Ἐπιθυμία
1.12.52
ἁμαρτωλοῦ ἀπολεῖται. Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Μακρὰν
1.12.53
ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματα, κ. τ. λ. Πάντας τοὺς ἁμαρτωλοὺς
1.12.54
ἐξολοθρεύσει. Ἁμαρτάνοντας καταδιώξεται κακά. Ὁδοὶ ἀσεβῶν ἀπολοῦνται. Αἱ ὁδοὶ
1.12.55
τῶν ἀσεβῶν σκοτειναὶ, καὶ οὐκ οἴδασι πῶς προσκόπτουσιν. Ἔγγονον κακὸν,
1.12.56
μάχαιρα τοὺς ὀδόντας ἔχει, καὶ τὰς μύλας στομίδας, ὥστε ἀναλίσκειν τοὺς ταπεινοὺς
1.12.57
τῆς γῆς. Πρόχειρος γίνεται καὶ ἐπίχαρτος ἀσεβῶν ἡ ἀπώλεια. Οὗ ἐὰν εἰσέλθῃ ἀσεβὴς,
1.12.58
ἀφανίζεται. Καρποὺς ἀσεβῶν ἀναστρέψει Κύριος. Ἀσεβὴς ποιεῖ ἔργα ἄδικα.
1.12.59
Στόμα ἀσεβῶν καλύπτει πένθος ἄωρον. Συντριβὴ ἀσεβῶν, πενία.
1.12.60
Παραπονηρευομένης καταιγίδος ἀφανίζεται ὁ ἀσεβής. Διωγμοὶ ἀσεβῶν εἰς θάνατον.
1.12.61
Λαμπτὴρ ἀσεβῶν, ἁμαρτία. Ἔργα ἀσεβῶν μακρὰν ἀπὸ γνώσεως. Ἀσεβὴς ποιεῖ ἔργα
1.12.62
ἀδικίας. Φυλάσσεται ὁ ἀσεβὴς εἰς ἡμέραν κακήν. Ἄδικοι ἀπολοῦνται συντόμως.
1.12.63
Θαυμάσαι πρόσωπον ἀσεβοῦς, οὐ καλόν. Φεύγει ἀσεβὴς μηδενὸς διώκοντος. Γλῶσσα
1.12.64
ἀδίκου ἐξολεῖται. Ἀσεβὴς οὐχ ἕξει παῤῥησίαν. Θυσία ἀσεβῶν βδέλυγμα Κυρίῳ. Ὁδὸς
1.12.65
κακοῦ, καὶ ποῦς παρανόμου, ἀπολεῖται ἐν ἡμέρᾳ κακῇ. Βδέλυγμα Κυρίῳ, ὁδοὶ
1.12.66
ἀσεβοῦς. Ἀνθ' ὧν ἠδίκουν νηπίους, φονευθήσονται. Ψυχὴ ἀσεβοῦς, οὐκ ἐλεηθήσεται
1.12.67
ὑπ' οὐδενὸς ἀνθρώπων. Ὥσπερ ὄμφαξ ὀδοῦσι βλαβερὸς, καὶ καπνὸς ὄμμασιν, οὕτως
1.12.68
παρανομία τοῖς χρωμένοις αὐτῇ. Κατάρα Κυρίου ἐν οἴκοις ἀσεβῶν. Οἰκίαι ἀσεβῶν
1.12.69
ἀφανισθήσονται. Μακρὰν ἀπέχει ἀπὸ ἁμαρτωλῶν ὁ Θεός. Ἀκάθαρτος ἔναντι Κυρίου
1.12.70
πᾶς παράνομος. Οὐαὶ αὐτοῖς, ὅτι ἀπεπήδησαν ἀπ' ἐμοῦ· δείλαιοί εἰσιν, ὅτι ἠσέβησαν
1.12.71
εἰς ἐμέ. Συντέλεια εἰς ἀσεβεῖς ἥξει. Ἀσθενήσουσιν οἱ ἀσεβεῖς, καὶ ἐξαρῶ τοὺς
1.12.72
ἀνόμους ἀπὸ προσώπου τῆς γῆς, λέγει Κύριος. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, ἡ γῆ,
1.12.73
ὅτι Κύριος ἐλάλησεν. Ἔσονται ὥσπερ τερέβινθος ἀποβεβληκυῖα αὐτῆς τὰ φύλλα, καὶ
1.12.74
ὡς παράδεισος ὕδωρ μὴ ἔχων. Καὶ ἔσται ἰσχὺς αὐτῶν ὡς καλάμη στυπασίου, καὶ ἡ
1.12.75
ἐργασία αὐτῶν ὡς σπινθῆρες πυρός. Καὶ κατακαυθήσονται οἱ ἄνομοι, καὶ οἱ
1.12.76
ἁμαρτωλοὶ ἅμα, καὶ οὐκ ἔσται ὁ σβέσων. Ἀσεβῶν πόλις, εἰς τὸν αἰῶνα οὐ μὴ
1.12.77
οἰκοδομηθῇ. Ἐντελοῦμαι τῇ οἰκουμένῃ κακὰ, καὶ τοῖς ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν.
1.12.78
Οὐ μὴ μείνῃ εἰς τὸν αἰῶνα χρόνον σπέρμα πονηρόν. Ἰδοὺ ἡμέρα ἔρχεται Κυρίου μετὰ
1.12.79
θυμοῦ καὶὀργῆς, θεῖναι τὴν οἰκουμένην ὅλην ἔρημον, καὶ τοὺς ἁμαρτωλοὺς
1.12.80
ἀπολέσαι ἐξ αὐτῆς. Ἡ γῆ τῶν ἀσεβῶν πεσεῖται. Τρόμος λήψεται τοὺς ἀσεβεῖς.
1.12.81
Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Οὐκ ἔστι χαίρειν τοῖς ἀσεβέσι, λέγει
1.12.82
Κύριος. Ἐὰν ἀπ' ἐμοῦ ἀποστῇς, πλέον τι ἕξεις, εἶπεν ὁ Κύριος. Ὁ ἄνομος θύων
1.12.83
μόσχον, ὡς ἀποκτείνων κύνα· ὁ δὲ ἀναφέρων σεμίδαλιν, ὡς αἷμα ὑῶν. Οὐαὶ τῷ
1.12.84
ἀνόμῳ, πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ δοθήσεται αὐτῷ. Ἔσται ὡς
1.12.85
κονιορτὸς ἀπὸ τροχοῦ ὁ πλοῦτος τῶν ἀσεβῶν, καὶ ὡς χνοῦς φερόμενος. Καὶ ἔσται ὡς
1.12.86
στιγμή. Καὶ ἔσται ὡς ἐνυπνιαζόμενος καθ' ὕπνον, ὁ πλοῦτος τῶν ἐθνῶν, καὶ ἔσονται
1.12.87
ὡς οἱ ἐν ὕπνῳ πεινῶντες καὶ ἐσθίοντες, καὶ ἐξαναστάντων αὐτῶν μάταιον τὸ
1.12.88
ἐνύπνιον αὐτῶν· καὶ ὃν τρόπον ἐνυπνιάζεται ὁ διψῶν ὡς πεινῶν, καὶ ἐξαναστὰς ἔτι
1.12.89
διψᾷ, ἡ δὲ ψυχὴ αὐτοῦ εἰς κενὸν ἤλπισεν, οὕτως ἔσται ὁ πλοῦτος πάντων τῶν
1.12.90
ἐθνῶν. Εἶπεν Κύριος πρός με· Μὴ προσεύξῃ περὶ τοῦ λαοῦ τούτου, ὅτι ἐὰν στῇ
1.12.91
Μωϋσῆς καὶ Σαμουὴλ πρὸ προσώπου μου, οὐκ ἔσται ἡ ψυχή μου πρὸς αὐτούς. Ὁ
1.12.92
σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ οὐ σβεσθήσεται· καὶ ἔσονται εἰς ὅρασιν
1.12.93
πάσῃ σαρκί. Μὴ ἐπιλήσεται νύμφη τὸν κόσμον αὐτῆς, καὶ παρθένος τὴν
1.12.94
στηθοδεσμίδα αὐτῆς; ὁ δὲ λαός μου ἐπελάθετό μου, ἡμέρας ὧν οὐκ ἔστιν ἀριθμός.
1.12.95
Τάδε λέγει Κύριος· Αὐτοὶ οἰκοδομήσουσιν, ἐγὼ δὲ καταστρέψω. Ἐν ἴσῳ μισητὰ, καὶ ὁ
1.12.96
ἀσεβῶν, καὶ ἡ ἀσέβεια· τὸ πραχθὲν σὺν τῷ δράσαντι ἐξολοθρευθήσεται. Ἐλπὶς
1.12.97
ἀσεβῶν ὡς φερόμενος χνοῦς ὑπὸ ἀνέμου, καὶ ὡς καπνὸς ἀπὸ ἀνέμου διεχύθη.
1.12.98
Γενεᾶς ἀδίκου χαλεπὰ τὰ τέλη. Μάταιοι μὲν πάντες ἄνθρωποι, οἷς παρῆν Θεοῦ
1.12.99
ἀγνωσία, καὶ ἐκ τῶν ὁρωμένων ἀγαθῶν οὐκ ἴσχυσαν εἰδέναι τὰ ὄντα, οὔτε τοῖς
1.12.100
ἔργοις προσέχοντες ἐπέγνωσαν τὸν τεχνίτην. Ταλαίπωροι, καὶ ἐν νεκροῖς αἱ ἐλπίδες
1.12.101
αὐτῶν. Τοῖς ἀσεβέσι μέχρι τέλους ἀνελεήμων θυμὸς ἐπέστη. Ἐν συναγωγῇ
1.12.102
ἁμαρτωλῶν ἐκκαυθήσεται πῦρ. Ἐκδίκησις ἀσεβῶν, πῦρ καὶ σκώληξ. Πῦρ,
1.12.103
χάλαζα, καὶ λιμὸς, καὶ θάνατος, πάντα ταῦτα εἰς κόλασιν ἁμαρτωλῶν ἐκτίσθη.
1.12.104
Θάνατος, καὶ ἔρις, καὶ ῥομφαία, καὶ μάστιξ, ἐπὶ τοὺς ἀνόμους ἐκτίσθησαν. Οὐαὶ ὑμῖν,
1.12.105
ἄνδρες ἀσεβεῖς, οἵτινες ἐγκατελίπετε νόμον Κυρίου. Πένθος νεκροῦ ἑπτὰ ἡμέραι·
1.12.106
μωροῦ δὲ καὶ ἀσεβοῦς, πᾶσαι αἱ ἡμέραι τῆς ζωῆς αὐτοῦ. Ὡς ῥομφαία δίστομος, πᾶσα
1.12.107
ἁμαρτία Οὐκ εὐδοκεῖ ὁ ὕψιστος ἐν προσφοραῖς ἀσεβῶν. Ὡς ἀπὸ προσώπου ὄφεως
1.12.108
φεῦγε ἀπὸ ἁμαρτίας. Ἐὰν γὰρ προσέλθῃς, ἕξεταί σε· ὀδόντες λέοντος οἱ ὀδόντες
1.12.109
αὐτῆς, ἀναιροῦντες ψυχάς. Πολλοὶ ἐροῦσί μοι ἐν ἐκείνῃ τῇ ἡμέρᾳ· Κύριε, Κύριε, οὐ
1.12.110
τῷ σῷ ὀνόματι προεφητεύσαμεν, καὶ τῷ σῷ ὀνόματι δυνάμεις πολλὰς ἐποιήσαμεν.
1.12.111
Καὶ τότε ὁμολογήσω αὐτοῖς, ὅτι Οὐδέποτε ἔγνων ὑμᾶς. Ἀναχωρεῖτε ἀπ' ἐμοῦ οἱ
1.12.112
ἐργαζόμενοι τὴν ἀνομίαν. Πᾶς ὁ ποιῶν τὴν ἁμαρτίαν, δοῦλός ἐστι τῆς ἁμαρτίας· ὁ δὲ
1.12.113
δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ. Τάλας ἐγὼ, οὐδὲ ἐμνήσθην, ὅτι ὁ Θεὸς νοῦν ὁρᾷ, καὶ
1.12.114
ψυχῆς ἐπιτηρεῖ φωνήν. Συνεργῶν ὁ ἐχθρὸς πρὸς ἁμαρτίαν, πρὸς ἐμαυτὸν λέγει·
1.12.115
Ἐλεήμων ἐστὶν ὁ Θεὸς, καὶ ἀνέξεταί μου. Καὶ μὴ πληγεὶς παραχρῆμα, οὐκ
1.12.116
ἐπαυσάμην, ἀλλὰ μᾶλλον κατεφρόνησα συγγνώμης. καὶ ἐδαπάνησα Θεοῦ
1.12.117
μακροθυμίαν. Ὥσπερ συλλέγεται τὰ ζιζάνια, καὶ πυρὶ κατακαίεται, οὕτως ἔσται ἐν τῇ
1.12.118
συντελείᾳ τοῦ αἰῶνος τούτου. Ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου τοὺς ἀγγέλους
1.12.119
αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα, καὶ τοὺς
1.12.120
ποιοῦντας τὴν ἀνομίαν, καὶ ἐμβαλοῦσιν αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός. Ἐκεῖ
1.12.121
ἔσται ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τότε ἐρεῖ ὁ βασιλεὺς καὶ τοῖς ἐξ
1.12.122
εὐωνύμων. Πορεύεσθε ἀπ' ἐμοῦ, οἱ κατηραμένοι, εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ
1.12.123
ἡτοιμασμένον τῷ διαβόλῳ, καὶ τοῖς ἀγγέλοις αὐτοῦ. Ὁ πονηρὸς ἄνθρωπος ἐκ τοῦ
1.12.124
πονηροῦ θησαυροῦ τῆς καρδίας προφέρει τὰ πονηρά. Ἐκ γὰρ τοῦ περισσεύματος τῆς
1.12.125
καρδίας τὸ στόμα λαλεῖ. Οὐκ ἔστι δένδρον καλὸν, ποιοῦν καρπὸν σαπρὸν, οὐδὲ
1.12.126
δένδρον σαπρὸν, ποιοῦν καρπὸν καλόν. Ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται.
1.12.127
Οὐ γὰρ ἐξ ἀκανθῶν συλλέξουσι σῦκα, οὐδὲ ἐκ βάτου τρυγῶσι σταφυλήν. Τὰ ὀψώνια
1.12.128
τῆς ἁμαρτίας, θάνατος. Ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία
1.12.129
ἀποτελεσθεῖσα, ἀποκύει θάνατον. Ὁ ποιῶν τὴν ἁμαρτίαν, ἐκ τοῦ διαβόλου
1.12.130
ἐστὶν, ὅτι ἀπ' ἀρχῆς ὁ διάβολος ἁμαρτάνει. Τινῶν αἱ ἁμαρτίαι πρόδηλοί εἰσιν,
1.12.131
προάγουσαι εἰς κρίσιν· τινῶν δὲ καὶ ἐπακολουθοῦσι. Βαρυτάτη κόλασις τοῖς εὖ
1.12.132
φρονοῦσιν, ὁ ἀπὸ Θεοῦ χωρισμός. Ἀσέβεια κυρίως λέγεται ἡ εἰς Θεὸν ἁμαρτία.
1.12.133
Ἀμήχανον ἐκτραπῆναι τῆς δικαίας ὁδοῦ, μὴ λήθην Θεοῦ ταῖς ψυχαῖς νοσήσαντας.
1.12.134
Μηδεὶς οἰέσθω τῶν ἐσφαλμένας περὶ Θεοῦ ἐχόντων ὑπολήψεις, ὅτι δεκταὶ αὐτῶν
1.12.135
εἰσὶν αἱ ἐν ψαλμῳδίαις αἰνέσεις. Θεοῦ ἄγνοια θάνατός ἐστι ψυχῆς. Τίνι οὐαί; τίνι
1.12.136
θλίψεις; τίνι ἀπορία καὶ σκότος; τίνι αἰωνία κατάκρισις; οὐ τοῖς παραβάταις; οὐ τοῖς
1.12.137
τὴν πίστιν ἀρνησαμένοις; Τίς δὲ τῆς ἀρνήσεως ἔλεγχος; οὐχ ὅτι τὰς οἰκείας
1.12.138
ὁμολογίας ἠθέτησαν; Ὥσπερ ὁμολογία τῆς εἰς Θεὸν πίστεως, τὸν τῆς εὐσεβείας
1.12.139
μακαρισμὸν προξενεῖ, οὕτω καὶ ἡ ἄρνησις τῇ κατακρίσει τῆς ἀθεότητος ὑποβάλλει.
1.12.140
Παρεμβαλεῖ ἄγγελος Κυρίου παντὶ πεπιστευκότι εἰς τὸν Κύριον. Ἄγγελος
1.12.141
παρεδρεύει, ἐὰν μήποτε αὐτὸν ἡμεῖς ἐκ τῶν πονηρῶν ἔργων ἀποδιώξωμεν. Ὡς γὰρ
1.12.142
τὰς μελίσσας καπνὸς φυγαδεύει, καὶ τὰς περιστερὰς ἐξελαύνει δυσωδία, οὕτω καὶ
1.12.143
τὸν φύλακα τῆς ζωῆς ἡμῶν ἄγγελον ἡ πολύδακρυς καὶ δυσώδης ἀφίστησιν ἁμαρτία.
1.12.144
Ὁ κοπιάσας ἐν τῷ αἰῶνι τούτῳ, ζήσεται εἰς τέλος. Ὁ δὲ ἐν τρυφῇ καὶ ἐκλύσει πάσῃ
1.12.145
διάγων, διὰ τὸ ἁβροδίαιτον πορφύραν καὶ βύσσον ἐνδεδυμένος, καὶ εὐφραινόμενος
1.12.146
καθ' ἡμέραν λαμπρῶς, καὶ φεύγων τοὺς ὑπὲρ ἀρετῆς καμάτους, οὔτε ἐκοπίασεν ἐν
1.12.147
τῷ αἰῶνι τούτῳ, οὔτε ζήσεται ἐν τῷ μέλλοντι, ἀλλὰ μακρὰν ὄψεται τὴν ζωὴν,
1.12.148
βασανιζόμενος ἐν τῇ φλογὶ τῆς καμίνου. Ὥσπερ ἡ σκιὰ τῷ σώματι, οὕτω ταῖς ψυχαῖς
1.12.149
αἱ ἁμαρτίαι παρέπονται, ἐναργεῖς τὰς πράξεις ἐξεικονίζουσαι. Οὔπω ἡ καταδίκη
1.12.150
ἐνεπόδιζε τῇ εὐθηνίᾳ τῆς γῆς. Πρεσβυτέρα γὰρ αὕτη τῆς ἁμαρτίας, δι' ἣν
1.12.151
κατεκρίθημεν ἐν ἱδρῶτι τοῦ προσώπου ἡμῶν ἐσθίειν τὸν ἄρτον. Πλὴν τὸ ῥόδον ἄνευ
1.12.152
ἀκάνθης ἦν πότε· ὕστερον δὲ τῷ κάλλει τοῦ ἄνθους ἀκάνθη συνεζεύχθη, ἵνα τῷ
1.12.153
τέρπνῳ τῆς ἀπολαύσεως ἔγγυθεν ἔχωμεν παρακειμένην τὴν λύπην, μεμνημένοι τῆς
1.12.154
ἁμαρτίας, δι' ἣν ἀκάνθας καὶ τριβόλους ἡμῖν ἡ γῆ ἀνατέλλειν κατεδικάσθη. Εἰ
1.12.155
ἀκόρεστος τοῦ ἡλίου τούτου ἡ θέα, ποταπὸς τῷ κάλλει ὁ τῆς δικαιοσύνης Ἥλιος; Εἰ
1.12.156
τυφλῷ ζημία τοῦτον μὴ βλέπειν, ποταπὴ ζημία τῷ ἁμαρτωλῷ τοῦ ἀληθινοῦ φωτὸς
1.12.157
στερηθῆναι; Βαρεῖα ἡ ἁμαρτία, καθέλκουσα τὴν ψυχὴν εἰςπυθμένα ᾅδου. Τὸ
1.12.158
ἁμαρτάνειν ἡμῖν κατὰ ἀπουσίαν τοῦ θείου φόβου γίνεται. Εἰ μὲν καλὸν ἡ ἁμαρτία,
1.12.159
φύλασσε ταύτην εἰς τέλος. Εἰ δὲ βλαβερὰ τῷ ποιοῦντι, τί ἐπιμένεις τοῖς ὀλεθρίοις;
1.12.160
οὐδεὶς χολὴν ἐμέσαι ζητῶν ἐκ πονηρᾶς καὶ ἀκολάστου διαίτης, πολυπλασίονα
1.12.161
ταύτην ἑαυτῷ θησαυρίζει. Νοῦν σου τὴν ὑπέρθεσιν, κἂν περιστείλῃ τοῖς ῥήμασιν·
1.12.162
αὐτὰ βοᾷ τὰ πράγματα, κἂν τῇ φωνῇ σιωπᾷς. Ἔασον, ἀποχρήσομαι τῇ σαρκὶ πρὸς
1.12.163
ἀπόλαυσιν τῶν αἰσχρῶν. Ἐγκυλισθῶ τῷ βορβόρῳ τῶν ἡδονῶν· αἱμάξω τὰς χεῖρας·
1.12.164
ἀφέλωμαι τὰ ἀλλότρια· πορευθῶ δολίως, ἐπιορκήσω, ψεύσωμαι, καὶ τότε μετανοῶ.
1.12.165
Ὅρα μὴ ἐπ' ἐλπίδι τῆς ἀπολυτρώσεως πλῆθος κακῶν συλλεξάμενος, τὴν μὲν
1.12.166
ἁμαρτίαν ἀθροίσῃς, τῆς δὲ συγχωρήσεως ἀποτύχῃς. Θεὸς οὐ μυκτηρίζεται. Μὴ
1.12.167
ἐμπορεύου τὴν χάριν. Μὴ εἴπῃς· καλὸς μὲν ὁ νόμος, ἀλλ' ἡδίων ἡ ἁμαρτία· ἡδονὴ
1.12.168
ἄγγιστρόν ἐστιν τοῦ διαβόλου πρὸς ἀπώλειαν ἕλκον· ἡδονὴ μήτηρ τῆς ἁμαρτίας, ἡ
1.12.169
δὲ ἁμαρτία τὸ κέντρον ἐστὶ θανάτου. Ἡδονὴ τροφός ἐστι τοῦ αἰωνίου σκώληκος, ἣ
1.12.170
πρὸς καιρὸν καταλιπαίνει τὸν ἁμαρτάνοντα, ὕστερον δὲ πικροτέρας χολῆς ποιεῖται
1.12.171
τὰς ἀναδόσεις. Οὐδὲν ἄλλο βοᾷ ἡ ὑπέρθεσις, ἢ ταῦτα· βασιλευσάτω ἐν ἐμοὶ ἡ
1.12.172
ἁμαρτία, εἶτα βασιλεύσει ποτὲ καὶ ὁ Κύριος. Παραστήσω μου τὰ μέλη ὅπλα ἀδικίας
1.12.173
τῇ ἀνομίᾳ ποτὲ, καὶ ὅπλα δικαιοσύνης αὐτὰ τῷ Θεῷ. Οὕτω καὶ ὁ Κάϊν προσέφερε τὰς
1.12.174
θυσίας, τὰ πρῶτα τῇ ἀπολαύσει τῇ ἑαυτοῦ, τὰ δεύτερα τῷ κτίσαντι καὶ δωρησαμένῳ
1.12.175
Θεῷ. Ὅτε δυνατὸς εἶ ἐν ἔργοις, τὴν νεότητά σου ταῖς ἁμαρτίαις προσαναλίσκεις·
1.12.176
ὅταν ἀποκάμῃ τὰ ὄργανα, τότε προσάγεις αὐτὰ τῷ Θεῷ, ὅτε εἰς οὐδέν ἐστιν αὐτοῖς
1.12.177
χρήσασθαι, ἀλλ' ἀνάγκη κεῖσθαι, διὰ τὸν ἐκ τοῦ χρόνου μαρασμὸν παραλυθέντος τοῦ
1.12.178
τόνου. Ἡ ἐν γήρᾳ σωφροσύνη, οὐ σωφροσύνη, ἀλλ' ἀκολασίας ἀδυναμία· νεκρὸς οὐ
1.12.179
στεφανοῦται. Οὐδεὶς δίκαιος δι' ἀδυναμίαν τοῦ κακοῦ. Ἕως ἐστὶ δύναμις, λόγῳ
1.12.180
κράτει τῆς ἁμαρτίας. Τοῦτο γάρ ἐστιν ἀρετὴ, ἔκκλισις ἀπὸ κακοῦ, καὶ ποίησις
1.12.181
ἀγαθοῦ. Ἡ δὲ ἀργία τῆς πονηρίας, οὔτε ἐπαίνων αὐτὴ καθ' ἑαυτὴν, οὔτε κολάσεως
1.12.182
ἀξιοῦται. Ἐὰν δι' ἡλικίαν παύσῃ τῆς ἁμαρτίας, τῆς ἀσθενείας ἡ χάρις. Ἐπαινοῦμεν δὲ
1.12.183
τοὺς κατὰ προαίρεσιν ἀγαθοὺς, οὐ τοὺς ὑπὸ ἀνάγκης ἐξειργομένους. Τίς δέ σοι καὶ
1.12.184
τὸν ὅρον τῆς ζωῆς ἔπηξεν; τί σοι τὴν προθεσμίαν τοῦ γήρως ὥρισεν; τίς οὗτος
1.12.185
ἀξιόπιστος παρά σοι τῶν μελλόντων ἐγγυητής; οὐχ ὁρᾷς νήπια ἁρπαζόμενα; τοὺς ἐν
1.12.186
ἡλικίᾳ ἀπαγομένους; οὐκ ἔχει μίαν προθεσμίαν ὁ βίος. Τί ἀναμένεις πυρετοῦ σοι
1.12.187
δῶρον γενέσθαι τὴν μετάνοιαν, ὅτε οὔτε φθέγξασθαι δυνήσῃ, τάχα δὲ οὐδὲ ἀκοῦσαι,
1.12.188
οὐ χεῖρας ἆραι εἰς τοὺς οὐρανοὺς, οὐκ ἐπὶ πόδας διαναστῆναι, οὐ κλῖναι γόνυ εἰς τὴν
1.12.189
προσκύνησιν. Μηδείς σε ἐξαπατάτω κενοῖς λόγοις· ἐπιστήσεται γάρ σοι
1.12.190
αἰφνίδιος ὄλεθρος, καὶ ἡ καταστροφὴ ὁμοίως καταιγίδι παρέσται. Ἥξει ἄγγελος
1.12.191
κατηφὴς, ἀπάγων βιαίως, καὶ κατασύρων σου τὴν ψυχὴν δεδεμένην ταῖς ἁμαρτίαις
1.12.192
πυκνὰ μεταστρεφομένην πρὸς τὰ ὧδε, καὶ ὀδυρομένην ἄνευ φωνῆς, τοῦ ὀργάνου
1.12.193
λοιπὸν τὸν θρῆνον ἀποκλεισθέντος, Ὢ πόσα σπαράξεις σεαυτὸν, πόσα δὲ στενάξεις,
1.12.194
ἄπρακτα μετανοῶν ἐπὶ τοῖς βουληθεῖσιν! ὅταν ἴδῃς τὴν φαιδρότητα τῶν δικαίων ἐν
1.12.195
λαμπρᾷ διανομῇ τῶν δώρων, καὶ τὴν κατήφειαν τῶν ἁμαρτωλῶν ἐν τῷ σκότει τῷ
1.12.196
βαθυτάτῳ. Οἷα ἐρεῖς ἐν τῇ ὀδύνῃ τῆς καρδίας σου τότε; Αἲ ἐμὲ, μὴ ἀποῤῥίψαι τὸ βαρὺ
1.12.197
τοῦτο φορτίον τῆς ἁμαρτίας, οὕτω ῥᾳδίας οὔσης τῆς ἀποθέσεως, ἀλλὰ τὸν σωρὸν
1.12.198
τῶν κακῶν τούτων ἐφέλκεσθαι. Αἲ ἐμὲ, τὰς κηλίδας μὴ ἀποπλύνασθαι, ἀλλ'
1.12.199
ἐστιγμένον εἶναι ταῖς ἁμαρτίαις. Νῦν ἂν ἤμην μετὰ τῶν ἀγγέλων· νῦν ἂν τοῖς
1.12.200
οὐρανίοις ἀγαθοῖς ἐνετρύφων. Ὢ τῶν πονηρῶν βουλευμάτων! διὰ πρόσκαιρον
1.12.201
ἁμαρτίας ἀπόλαυσιν ἀθάνατα βασανίζομαι. Δι' ἡδονὴν σαρκὸς, τῷ πυρὶ παραδίδομαι·
1.12.202
δικαία ἡ κρίσις τοῦ Θεοῦ. Ἐκαλούμην, καὶ οὐχ ὑπήκουον. Ἐδιδασκόμην, καὶ οὐ
1.12.203
προεῖχον. Διεμαρτύραντό μοι, ἐγὼ δὲ κατεγέλων. Ταῦτα καὶ τὰ τοιαῦτα ἐρεῖς
1.12.204
ἀποκλαιόμενος, ἐὰν προαναρπασθῇς. Τοὺς τῆς ἁμαρτίας καμάτους τὸ τῆς γεέννης
1.12.205
ἐπίπονον καὶ σκυθρωπὸν ἀναμένει. Ἐμοὶ μὲν δακρύειν ἐπέρχεται ἐπὶ σὲ, ἄνθρωπε,
1.12.206
ὅταν ἐνθυμηθῶ, ὅτι τὰ ἔργα τῆς αἰσχύνης προτιμᾷς τῆς μεγάλης δόξης τοῦ Θεοῦ, καὶ
1.12.207
διὰ τὸ τῆς ἀκολασίας ἡδὺ δυσαποσπάστως ἔχων τῆς ἁμαρτίας, τῶν ἐν ἐπαγγελίαις
1.12.208
ἀγαθῶν σεαυτὸν ἀποκλείεις, μὴ ἰδεῖν ἀγαθὰ τῆς Ἱερουσαλήμ. Ἐκεῖ ἀγγέλων
1.12.209
μυριάδες, πρωτοτόκων πανήγυρις, ἀποστόλων θρόνοι, προφητῶν προεδρίαι,
1.12.210
σκῆπτρα πατριαρχῶν, μαρτύρων στέφανοι, δικαίων ἔπαινοι. Τούτοις σεαυτὸν
1.12.211
ἐπιθύμησον συναριθμηθῆναι, ἀπολουσάμενος, καὶ ἁγιασθεὶς κατὰ τὴν δωρεὰν τοῦ
1.12.212
Χριστοῦ. Ἄνθρωπε, ἢ τὴν γέενναν φοβήθητι, ἢ τῆς βασιλείας ἀντιποιήθητι. Μὴ
1.12.213
ἀτιμάσῃς τὴν κλῆσιν. Πρόχειρον ἡ κακία, καὶ δίχα τοῦ ἕλκοντος. Εὑρετὶς κακῶν ἡ
1.12.214
ἀσέβεια, καὶ λίαν τολμηρὸν εἰς ἐγχείρησιν. Πῶς δὲ ἀνθρώπων ἤμελλον φείδεσθαι, οἱ
1.12.215
θεότητος μὴ φεισάμενοι; Πρώτην ὤφλησε τιμωρίαν ὁ ἄνθρωπος τῷ Θεῷ, ὅτι
1.12.216
ἀπέστησεν ἑαυτὸν τοῦ ποιήσαντος, καὶ πρὸς τὸν ἐναντίον ἀπηυτομόλησεν, δραπέτης
1.12.217
τοῦ κατὰ φύσιν Δεσπότου, καὶ ἀποστάτης γενόμενος. Δευτέραν δὲ, ὅτι τὴν πονηρὰν
1.12.218
τῆς ἁμαρτίας δουλείαν ἀντὶ τῆς αὐτεξουσίου ἐλευθερίας ἠλλάξατο, καὶ προετίμησεν
1.12.219
τοῦ δουλεύειν Θεῷ τὸ τυραννεῖσθαι ἀπὸ τῆς καταφθειρούσης δυνάμεως. Ἡ
1.12.220
τοῦ κακοῦ στάσις, ἀρχὴ τῆς κατὰ ἀρετήν ἐστιν ὁρμῆς. Οὐκ ἔστιν ἄλλη τις τοῦ κακοῦ
1.12.221
ὑπόστασις, εἰ μὴ ὁ χωρισμὸς τοῦ ἀγαθοῦ καὶ κρείττονος. Ἡ ἁμαρτία, ἕως μὲν ἂν
1.12.222
ὠδίνηται, ἔχει τινὰ αἰσχύνην. Ἐπειδὰν δὲ τελεσθῇ, τότε ἀναισχυντοτέρους ποιεῖ
1.12.223
τοὺς ἐργαζομένους αὐτήν. Οὐ τὸ θλίβεσθαι κακὸν, ἀλλὰ τὸ ἁμαρτάνειν κακόν. Ἡ
1.12.224
χαλεπὴ θλίψις τοῦτό ἐστιν. Οὐχ οἱ ἀσεβοῦντες μόνον, ἀλλὰ καὶ οἱ δυνάμενοι μὲν
1.12.225
ἀπαγαγεῖν τῆς ἀσεβείας, μὴ βουλόμενοι δὲ, δι' ὄκνον ἢ διὰ νωθείαν, ὁμοίως
1.12.226
κολάζονται. Μὴ προσεύξῃ περὶ τοῦ λαοῦ τούτου, φησὶ πρὸς Ἱερεμίαν ὁ Θεὸς, ὅτι ἐὰν
1.12.227
στῇ Μωϋσῆς καὶ Σαμουὴλ, οὐκ εἰσακούσομαι αὐτῶν. Οὕτως ἐστὶν ἁμαρτήματα
1.12.228
πᾶσαν ὑπερβαίνοντα συγγνώμην, καὶ ἀπολογίας τυχεῖν οὐ δυνάμενα. Τὸ
1.12.229
ἀνεπισκόπητον καὶ ἀπρονόητον ἐγκαταλειφθῆναι ὑπὸ τοῦ Θεοῦ, πάντων
1.12.230
ὀλεθριώτατον, καὶ ἡ ἐπὶ τοῖς μεγίστοις ἀδικήμασι μεγίστῃ τιμωρία αὕτη, τὸ ἔρημον
1.12.231
καὶ ὀρφανὸν γενέσθαι ποιεῖ Θεοῦ. Ὁ γὰρ ξένος τοῦ βοηθοῦ καὶ Σωτῆρος γενόμενος,
1.12.232
ὑπὸ τοῖς ἐχθροῖς καὶ τοῖς λῃσταῖς εὐθύς ἐστιν. Εἶτα βασιλεὺς μὲν ἐπίγειος πιστεύεται
1.12.233
εἶναι, καίπερ μὴ πᾶσι βλεπόμενος· διὰ δὲ νόμων, καὶ διατάξεων αὐτοῦ, καὶ ἐξουσιῶν,
1.12.234
καὶ δυνάμεων, καὶ εἰκόνων νοεῖται, τὸν δὲ Θεὸν οὐ βούλει νοεῖσθαι δι' ἔργων καὶ
1.12.235
δυνάμεων. Οὐ τὸν Θεὸν βλάψομεν ἀγνοοῦντες αὐτὸν, ἀλλ' ἑαυτοὺς ἀποστερήσομεν
1.12.236
τῆς αὐτοῦ φιλίας. Οὐδέποτε αἵρεσις τὴν Ἐκκλησίαν ἐνίκησεν, ἀλλὰ ἀεὶ μαίνεται, καὶ
1.12.237
κατ' ὀλίγον προελθοῦσα εὐθέως λύεται. Ὥσπερ ὀφθαλμὸς τεταραγμένος, οὕτω καὶ ἡ
1.12.238
ψυχὴ τοῖς παρὰ φύσιν θολωθεῖσα δόγμασιν, οὐχ οἷά τε τὸ φῶς τῆς ἀληθείας διιδέναι
1.12.239
ἀκριβῶς, ἀλλὰ καὶ τὰ ἐν ποσὶ παρορᾷ. Ἐν οὖν θολερῷ ὕδατι, καὶ τὰς ἐγχέλεις
1.12.240
ἁλίσκεσθαί φασιν ἀποτυφλουμένας. Κρείττων εὐημερίας ἀχαλινώτου νόσος
1.12.241
φιλόσοφος. Οἱ πολλὰ πταίοντες, καὶ μὴ κολαζόμενοι, φοβεῖσθαι καὶ δεδοικέναι
1.12.242
ὀφείλουσιν. Αὔξεται γὰρ αὐτοῖς τὰ τῆς τιμωρίας διὰ τῆς ἀτιμωρησίας καὶ τῆς
1.12.243
μακροθυμίας τοῦ Θεοῦ. Πέφυκεν ἕκαστος τῶν κακουργῶν ἀνδρῶν τὸ δίκαιον λέγων
1.12.244
κακόν. Εἰ μηδὲν πράττεις φαῦλον, μηδὲν φοβηθῇς πάμπαν. Εἰ δὲ κακὰ ἐργάζῃ,
1.12.245
φοβήθητι τὸν Κριτήν. Εἰ εὑρίσκομεν ὄφεις ὄφεων δεινοτέρους, δῆλον ὅτι
1.12.246
καὶ πάθη παθῶν ἐστι χαλεπώτερα, καὶ δαιμόνων πονηρῶν ἕτεροι πονηρότεροι καὶ
1.12.247
πικρότεροι ὑπάρχουσι δαίμονες, καὶ φαύλων φαυλότεροι. Τῆς ψυχῆς τοῦ ἀνθρώπου
1.12.248
ῥᾳδίως διὰ τῆς ἁμαρτίας φονευομένης ὑπὸ τῶν δελεαζόντων ἀκαθάρτων δαιμόνων,
1.12.249
εὐστόχως εἶπεν ὁ λέξας, ὅτι ἀγρεύομαι ὥσπερ λέων εἰς σφαγήν. Τῇ φύσει τὸ ἀγαθὸν
1.12.250
ἄνω φέρον ὑπάρχει, τὸ δὲ κακὸν πρὸς τὰ κάτω καθέλκει τὸν κεχρημένον· ὥς που καὶ
1.12.251
ὁ Σολομὼν ἐφράσατο, ὅτι Οἱ πόδες τῆς ἀφροσύνης τοὺς χρωμένους αὐτῇ εἰς ἅδην
1.12.252
κατάγουσιν. Βαβυλὼν ποτὲ μὲν ὁ διάβολος λέγεται, ποτὲ δὲ ἡ ψυχὴ ἀνθρώπου
1.12.253
συγκεχυμένη ἐκ πειρασμῶν χαλεπῶν, ποτὲ δὲ ὁ κόσμος δι' αὐτὴν ἐν αὐτῷ
1.12.254
πολιτευομένην σύγχυσιν, καὶ χλεύην, καὶ ἀπάτην Τινὲς καὶ χωρὶς περιστάσεως, καὶ
1.12.255
ἀνάγκης, πόθῳ θείῳ καὶ ἔρωτι προσέρχονται τῷ Θεῷ, ἀποφυγόντες τὰ δοκοῦντα ἐν
1.12.256
κόσμῳ ὡραῖά τε καὶ τερπνά· σὺ τοσαύταις βληθεὶς ταλαιπωρίαις, μένεις ἀκμὴν
1.12.257
φιλονεικῶν, καὶ στέργων τὰ ὑλικὰ πράγματα, καὶ ταῖς ἁμαρτίαις καταπνιγόμενος,
1.12.258
οὐ βούλει αἰσθάνεσθαι, ἀλλ' ἐκ παρατάξεως τὸν Θεὸν παροργίζεις, τρισάθλιε; Εἴπερ
1.12.259
αἴσθησιν εἶχες, αὐτὰ τὰ τοῦ βίου πράγματα ἤλαυνέ σε καταφυγεῖν πρὸς Θεὸν, καὶ
1.12.260
σωθῆναι. Ἀλλ' ἐπειδὴ ἐθελοκακεῖς, βλέπε τὰ καταληψόμενά σε, ἵνα ἐν μέσῳ τῶν
1.12.261
βιωτικῶν πραγμάτων κακίστῳ μόρῳ τὸν βίον καταλύσῃς, κἀκεῖσε ἀπέλθῃς γυμνὸς
1.12.262
ἀρετῆς πάσης. Τοὺς καρποὺς τῶν σῶν ἐπιτηδευμάτων αὐτὸς ἐσθίεις. Καὶ γὰρ εἴρηται
1.12.263
παρὰ τῷ Ἡσαΐᾳ, ὅτι Ἔδονται τὰ ἔργα τῆς πονηρίας αὐτῶν. Τῆς δὲ καρδίας τῇ
1.12.264
πονηρίᾳ μεμορφωμένης, βδελυροὶ ἐκ ταύτης λογισμοὶ ἀναπηδῶσι. Καταγέλαστον ἂν
1.12.265
εἴη τὸ κατάρχειν τῶν ἀνδραπόδων, ἐξανδραποδίζεσθαι δὲ ὑπὸ τῆς ἁμαρτίας. Πάντες
1.12.266
οἱ ἁμαρτωλοὶ πολύτροποι λέγονται. Ἄλλος γὰρ τρόπος πορνείας, καὶ ἄλλος τρόπος
1.12.267
θυμοῦ, καὶ ἕτερος κενοδοξίας τρόπος, καὶ φθόνου, καὶ μνησικακίας, καὶ τῶν ἑξῆς. Οἱ
1.12.268
δὲ δίκαιοι μονότροποί εἰσιν. Διόπερ φησὶν ὁ μακάριος Δαβὶδ, ὅτι Κύριος κατοικίζει
1.12.269
κοινοτρόπους ἐν οἴκῳ πνευματικῷ. Εἰ λεπρός ποτε κατάστικτος τὴν σάρκα, μετὰ
1.12.270
πίστεως προσελθὼν Χριστῷ τῷ πανυψίστῳ Θεῷ, ἀπείληφεν εὐθέως ταύτην παντὸς
1.12.271
καθαρὰν σπίλου, διὰ τί αὐτὸς ὀκνεῖς πίστει καὶ δεήσει χρήσασθαι, καὶ τῶν μιαρῶν,
1.12.272
καὶ ἀκαθάρτων παθῶν τῆς ψυχῆς λυτρωθῆναι; Οὐκ οἶσθα ὅτι ὧν τις ἡττῆται ψυχῆς
1.12.273
παθῶν, τούτων γίνεται καὶ δοῦλος μαστιγίας; ἀλλ' οὐκ ἐσμὲν ἡμεῖς παιδίσκης τέκνα,
1.12.274
ἀλλὰ τῆς ἐλευθέρας, ὅπως τῆς ἁμαρτίας διαιρεθέντες ἐλευθεριάσωμεν. Αἱρετὸν
1.12.275
95. 1169 μᾶλλον δοῦλον γενέσθαι καὶ οἰκοτρίβων οἰκότριβα, ἢ δουλωθῆναί ποτε
1.12.276
πάθεσι καταράτοις Πλειστάκις τὴν μεγάλην θάλασσαν, καὶ τὸν θαλάσσιον οὐκ
1.12.277
ἠγνόησας φόβον; πόσῳ μᾶλλον φοβερωτέρα ἡ μνήμη τῆς κρίσεως. Οὐ πάντες οἱ
1.12.278
δαίμονες τὰ αὐτὰ ἐπιτηδεύματα, ἢ τὰς αὐτὰς πονηρὰς λειτουργίας ἐπιτάσσονται
1.12.279
παρὰ τοῦ διαβόλου. Ἄλλος γὰρ ἄλλην βδελυρὰν καὶ θεοστυγῆ διακονίαν
1.12.280
πεπίστευται. Καὶ οὗτος μὲν βλασφημίας λογισμοὺς ταῖς τῶν ἀνθρώπων καρδίαις
1.12.281
ἐγγλύφουσιν· ἐκεῖνοι δὲ αἰσχρὰς ἐπιθυμίας ὑποτίθενται τῇ ψυχῇ. Καὶ ἄλλοι μὲν εἰς
1.12.282
κενοδοξίαν, καὶ φθόνον, καὶ τὰ ἑξῆς διεγείρειν εἰώθασιν· ἄλλοι δὲ τοῖς αἱρετικοῖς
1.12.283
τὰς ὕλας τῶν νοημάτων χορηγοῦσιν· ἄλλοι δὲ περὶ γαστριμαργίαν καὶ μέθην, καὶ
1.12.284
πορνείαν σχολάζουσι. Καὶ ἕτεροι μὲν δαίμονες διὰ τῶν ἐνυπνίων, καὶ τῶν
1.12.285
παρατηρήσεων Ἑλληνικῶν ἐξαπατῶσι, καὶ χλευάζουσιν. Ἕτεροι δὲ τὰς ἡδονὰς τῶν
1.12.286
ἀνθρώπων ἐμβάλλουσιν ἐν τῷ σώματι, καὶ πάντα τὰ μέλη τῇ ἀθεσμίᾳ καγχλάζειν
1.12.287
καὶ κυματοῦσθαι ποιοῦσι, καὶ ὀμίχλης, καὶ ζόφου πληροῦσι τὰς αἰσθήσεις· καὶ οἱ μὲν
1.12.288
τοῖς ἐπαοιδοῖς, καὶ φαρμάκοις, καὶ τοῖς ἐπιλαλοῦσι συμπράττουσι, καὶ
1.12.289
συνεπισχύουσιν. Ἐκεῖνοι, καὶ ἁπλῶς εἰπεῖν, ἕκαστον τάγμα δαιμόνων ἰδίαν τινὰ
1.12.290
κεκλήρωται διακονίαν καὶ πραγματείαν ψυχοβλαβῆ. Ὃ χείλεσι μόνον ὁμολογῶν
1.12.291
τὸν Χριστὸν, ἀρνησάμενος δὲ τοῖς ἔργοις, οὐκ ἔστιν ἐν αὐτῷ, οὐδὲ ἔχει αὐτὸν ἐν
1.12.292
ἑαυτῷ· μόνου καὶ παντὸς μετόχου τυγχάνοντος τοῦ ἐν αὐτῷ πάντα ποιοῦντος. Τότε
1.12.293
συγχώρησις γίνεται τῶν προεπταισμένων, ὅταν ἔργα μετανοίας μετὰ ταῦτα τελεσθῇ.
1.12.294
Εἰ γάρ τις ἔτι πράττων τὰ ψεκτικὰ καὶ κολαστέα, προσποιεῖται μετάνοιαν, οὐ
1.12.295
τεύξεται συγχωρήσεως, ἔτι πράττων τὰ ἀπηγορευμένα. Προσαγορεύσαντος τοῦ
1.12.296
ἀσεβοῦς Βασιλίδους τὸν εὐαγγελιστὴν Ἰωάννην, καὶ εἰπόντος· Ἐπιγινώσκεις ἡμᾶς;
1.12.297
ἀμελητὶ, Ἐπιγινώσκω σε, λέγει ὁ ἅγιος, πρωτότοκον τε Σατανᾶ. Φοβηθῶμεν, οὐχὶ
1.12.298
νόσον τὴν ἔξωθεν, ἀλλὰ ἁμαρτήματα, δι' ἃ ἡ νόσος· καὶ νόσον ψυχῆς, οὐχὶ σώματος.
1.12.299
Νόμος ἔστω κατὰ τῶν σεμνὰ καὶ θεῖα, οὐ σεμνῶς καὶ θεοπρεπῶς ὁρᾷν ἀξιούντων,
1.12.300
κόλασιν ἐπιφέρειν ἀορασίας. Εἰ βούλει ὑπὸ τοῦ Θεοῦ βασιλεύεσθαι, μὴ βούλει
1.12.301
ἁμαρτάνειν. Εἰ δὲ ἁμαρτάνεις, πῶς βασιλεύσῃ ὑπὸ τοῦ Θεοῦ. Ὁ καθαρὸς νοῦς
1.12.302
πέφυκεν θεωρεῖν τὴν ἀλήθειαν, καὶ ὁ Θεὸς τούτῳ πέφυκεν ἐμφανίζεσθαι. Ὅσοι οὖν
1.12.303
95. 1172 περὶ τὴν ἀλήθειαν ἐσφάλησαν, παρὰ τὸ κακῶς βιῶσαι ἐσφάλησαν.
1.12.304
Κολάζονται οὖν οἱ αἱρετικοὶ, οὐχ ὅτι αἱρετικοί εἰσιν, ἀλλ' ὅτι γεγόνασι κακῶς
1.12.305
βιώσαντες. Οὐκ ἔστι γὰρ αἱρετικὸν γενέσθαι, μὴ κακῶς βιώσαντα, εἴτε λόγος, εἴτε
1.12.306
πράξει. Δικαίως οὖν κριθήσονται, οὐχ ὅτι προσκόπτουσιν, ἀλλ' ὅτι ἑαυτοὺς διὰ
1.12.307
μέθης, ἀπειθείας, καὶ φιλαργυρίας τυφλοῦντες, ἐν σκότει διαπορεύονται.
1.13.1
– Περὶ ἀναμαρτησίας· ὅτι οὐδεὶς ἀναμάρτητος, εἰ μὴ ὁ Θεός.
1.13.2
Μὴ καθαρὸς ἔσται βροτὸς ἐνώπιον Κυρίου; Τίς καθαρός ἐστιν ἀπὸ ῥύπου;
1.13.3
ἀλλ' οὐδὲ εἷς, κἂν μίαν ἡμέραν ὁ βίος αὐτοῦ ἐπὶ τῆς γῆς. Οὐρανὸς οὐ καθαρὸς
1.13.4
ἐναντίον αὐτοῦ. Τίς βροτὸς, ὅτι ἔσται ἄμεμπτος; πῶς ἔσται βροτὸς δίκαιος παρὰ
1.13.5
Κυρίῳ; Ἐὰν ἀνομίας παρατηρήσεις, Κύριε, Κύριε, τίς ὑποστήσεται; Μὴ εἰσέλθῃς εἰς
1.13.6
κρίσιν μετὰ τοῦ δούλου σου, ὅτι οὐ δικαιωθήσεται ἐνώπιόν σου πᾶς ζῶν. Τίς
1.13.7
καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν; ἢ τίς παῤῥησιάζεται καθαρὸς εἶναι ἀπὸ
1.13.8
ἁμαρτίας; Ἄνθρωπος οὐκ ἔστι δίκαιος ἐν τῇ γῇ, ὃς ποιήσει ἀγαθὸν, καὶ οὐχ
1.13.9
ἁμαρτήσεται. Ἐὰν εἴπωμεν, ὅτι ἁμαρτίαν οὐκ ἔχομεν, ἑαυτοὺς πλανῶμεν, καὶ
1.13.10
ἀλήθεια ἐν ἡμῖν οὐκ ἔστιν.
1.14.1
– Περὶ ἀποταξαμένων. καὶ ἐξ ὑποστροφῆς ἐκεῖνα πραττόντων οἷς
1.14.2
ἀπετάξαντο .
1.14.3
Τοὺς ἐκκλίνοντας εἰς τὰς στραγγαλιὰς, ἀπάξει Κύριος μετὰ τῶν ἐργαζομένων
1.14.4
τὴν ἀνομίαν. Ὥσπερ κύων, ὅταν ἐπέλθῃ ἐπὶ τὸν ἑαυτοῦ ἔμετον, καὶ μισητὸς γένηται,
1.14.5
οὕτως ἄφρων τῇ αὐτοῦ κακίᾳ ἀναστρέψας ἐπὶ τὴν ἁμαρτίαν. Ἐν τῷ ἀποστρέψαι
1.14.6
δίκαιον ἐκ τῆς δικαιοσύνης αὐτοῦ, καὶ ποιήσει ἀδικίαν, κατὰ πάσας τὰς ἀνομίας ἃς
1.14.7
ἐποίησεν ὁ ἄνομος, πᾶσαι αἱ δικαιοσύναι αὐτοῦ ἃς ἐποίησεν, οὐ μὴ φυλαχθῶσιν ἐν
1.14.8
τῷ παραπτώματι αὐτοῦ, ᾧ παρέπεσεν, καὶ ἐν ταῖς ἁμαρτίαις αὐτοῦ αἷς ἥμαρτεν, ἐν
1.14.9
αὐταῖς ἀποθανεῖται. Δικαιοσύνη δικαίου οὐ μὴ ἐξέληται αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ
1.14.10
πλανηθῇ· καὶ ἀνομία ἀσεβοῦς οὐ μὴ κακώσῃ αὐτὸν, ἐν ᾗ ἂν ἡμέρᾳ ἀποστραφῇ ἀπὸ
1.14.11
τῆς ἀνομίας αὐτοῦ. Ἕκαστον ἐν ταῖς ὁδοῖς ὑμῶν κρινῶ ὑμᾶς, οἶκος Ἰσραήλ.
1.14.12
Βαπτιζόμενος ἀπὸ νεκροῦ, καὶ πάλιν ἁπτόμενος αὐτοῦ, τί ὠφέλησεν ἐν τῷ λουτρῷ
1.14.13
αὐτοῦ; Οὕτως ὁ ἄνθρωπος νηστεύων ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ πάλιν
1.14.14
πορευόμενος, καὶ τὰ αὐτὰ ποιῶν, τῆς προσευχῆς αὐτοῦ, τίς εἰσακούσεται; καὶ τί
1.14.15
ὠφέλησεν ἐν τῷ ταπεινωθῆναι αὐτόν; Μὴ προσκόψῃς ἐν λιθώδεσι.
1.14.16
Ἐπανάγων ἀπὸ δικαιοσύνης εἰς ἁμαρτίαν, ὁ Κύριος ἑτοιμάσει εἰς ῥομφαῖαν αὐτόν.
1.14.17
Οὐδεὶς ἐπιβαλὼν τὴν χεῖρα αὐτοῦ ἐπ' ἄροτρον, καὶ βλέπων εἰς τὰ ὀπίσω, οὐκ εὔθετός
1.14.18
ἐστιν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Εἰ ἀποφυγόντες τὰ μιάσματα τοῦ κόσμου ἐν
1.14.19
ἐπιγνώσει τοῦ Κυρίου ἡμῶν καὶ Σωτῆρος Ἰησοῦ Χριστοῦ, τούτῳ δὲ πάλιν
1.14.20
ἐμπλακέντες. ἡττῶνται, γέγονεν αὐτοῖς τὰ ἔσχατα χείρονα τῶν πρώτων. Κρεῖσσον
1.14.21
γὰρ αὐτοῖς μὴ ἐπεγνωκέναι τὴν ὁδὸν τῆς δικαιοσύνης, ἢ ἐπιγνοῦσιν ὑποστρέψαι ἐκ
1.14.22
τῆς παραδοθείσης αὐτοῖς τῆς ἁγίας ἐντολῆς. Συμβέβηκε γὰρ αὐτοῖς τὸ τῆς ἀληθοῦς
1.14.23
παροιμίας· κύων ἐπιστρέψας ἐπὶ τὸ ἴδιον ἐξέρασμα, καὶ ὗς λουσάμενος εἰς κύλισμα
1.14.24
βορβόρου. Ἐλεεινὸν θέαμα, μετὰ νηστείαν, μετὰ σκληραγωγίαν, μετὰ προσευχὴν
1.14.25
ἐκτενῆ, μετὰ δάκρυον δαψιλὲς, μετὰ ἐγκράτειαν ἐτῶν εἴκοσί που ἢ τριάκοντα, δι'
1.14.26
ἀπροσεξίαν ψυχῆς καὶ ἀμέλειαν γυμνὸν ἁπάντων ἀποδειχθῆναι, καὶ παραπλήσιον
1.14.27
γενέσθαι τὸν τῇ ἐργασίᾳ τῶν ἐντολῶν εὐθηνούμενον ἐμπόρῳ τινὶ μεγαλοπλούτῳ,
1.14.28
ὃς τὰ πλήθη τῶν ἀγωγίμων ἐπαγόμενος, ἐξ οὐρίας αὐτῷ τῆς νηὸς φερομένης, τὰ
1.14.29
φοβερὰ πελάγη διαδραμὼν, πρὸς αὐτοῖς τοῖς λιμέσι διαῤῥαγέντος τοῦ πλοίου,
1.14.30
πάντων ἔρημος ἀθρόον ἀπεδείχθη. Ἐὰν καὶ οὗτος τὰ μυρίοις πόνοις καὶ ἱδρῶσι
1.14.31
κτηθέντα, μιᾷ προσβολῇ δαίμονος ἀπολέσῃ, ὥσπερ τινὶ ἀγρίῳ λαίλαπι τῇ ἁμαρτίᾳ
1.14.32
βυθισθείς· πρέπουσα φωνὴ τῷ πᾶσαν ὁμοῦ τὴν ἀρετὴν ναυαγήσαντι. Ἦλθον εἰς τὰ
1.14.33
βάθη τῆς θαλάσσης, καὶ καταιγὶς κατεπόντισέ με. Ὁ ἐν προκοπῇ γενόμενος ἀγαθῶν
1.14.34
ἔργων, εἶτα παλινδρομήσας πρὸς τὴν ἀρχαίαν συνήθειαν, οὐ μόνον τοῖς
1.14.35
πεπονημένοις μισθὸν ἐζημιώθη, ἀλλὰ καὶ βαρυτέρας ἀξιοῦται τῆς κατακρίσεως. Τὸ
1.14.36
ἅπαξ τινὰ μετανοήσαντα, τὴν αὐτὴν πάλιν ποιῆσαι ἁμαρτίαν, ἔλεγχός ἐστι τοῦτο,
1.14.37
πρῶτον αἴτιον τῆς ἁμαρτίας ἐκείνης μὴ κεκαθάρθαι, ἀφ' οὗ καθάπερ ἀπὸ ῥίζης τινὸς
1.14.38
τὰ ἶσα φύεσθαι συμβαίνει. Ὥσπερ εἴ τις φυτοῦ κλάδους ἐκκόψαι θελήσειεν, τὴν
1.14.39
ῥίζαν ἐάσας, οὐδὲν ἧττον ἡ ῥίζα μένουσα πάλιν βλαστάνει. Ἐφ' οἷς ἂν εὕρω ὑμᾶς ἐπὶ
1.14.40
τούτοις καὶ κρινῶ· καὶ παρέκαστα βοᾷ τὸ τέλος ἁπάντων, ὥστε καὶ τὰ μέγιστα εὖ
1.14.41
πεποιηκότι τὸν βίον, ἐπὶ δὲ τοῦ τέλους ἐξοκείλαντι πρὸς κακίαν, ἀνόνητοι πάντες οἱ
1.14.42
πρόσθεν πόνοι, ἐπὶ τῇ καταστροφῇ τοῦ δράματος ἐξάθλων γενομένων. Ὅταν
1.14.43
ἄνθρωπος δίκαιος ἐκπέσῃ, λέγωμεν περὶ αὐτοῦ τὸ λεχθὲν παρὰ τοῦ Ἡσαίου· Πῶς
1.14.44
ἐξέπεσεν ὁ ἑωσφόρος ἐξ οὐρανοῦ, καὶ εἰς τὴν γῆν συνετρίβη; Ἔνιοι
1.14.45
προκόψαντες ἐπ' ἀρετὴν, ὑπενόστησαν πρὶν ἐφικέσθαι τοῦ τέλους, τὴν ἄρτι
1.14.46
φυομένην ἀριστοκρατείαν ἐν ψυχῇ καθελούσης τῆς παλαιᾶς ὀλιγοκρατείας, ἡ πρὸς
1.14.47
ὀλίγον ἠρεμήσασα, πάλιν ἐξ ὑπαρχῆς μετὰ πλείονος δυνάμεως ἐναπέθετο. Ὅταν
1.14.48
ἄνθρωπος κατορθώσῃ βίον ἐνάρετον δι' ἀσκήσεως, καὶ ἀγαθῆς πολιτείας, καὶ ἔστιν
1.14.49
ὑπὸ πάντων ἐγνωσμένος, ὅτι ἔστιν εὐσεβὴς καὶ φοβούμενος τὸν Θεὸν, καὶ ἐκπέσῃ εἰς
1.14.50
ἁμαρτίαν, τοῦτό ἐστι παράπτωμα. Ἀνῆλθεν γὰρ εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, καὶ
1.14.51
πέπτωκεν εἰς τὸν πυθμένα τοῦ ᾅδου.
1.15.1
Περὶ ἀναστάσεως, καὶ κρίσεως, αἰωνίας κολάσεως.
1.15.2
Ἡτοίμασεν ἐν κρίσει τὸν θρόνον αὐτοῦ, καὶ αὐτὸς κρινεῖ. Ἀντανελεῖς τὸ
1.15.3
πνεῦμα αὐτῶν, καὶ ἐκλείψουσι, καὶ εἰς τὸν χοῦν αὐτῶν ἐπιστρέψουσιν. Εἰ ὁ δίκαιος
1.15.4
μόλις σώζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ποῦ φανεῖται; Σύμπαν τὸ ποίημα ἄξει ὁ Θεὸς
1.15.5
εἰς κρίσιν, ἐν παντὶ παρεωραμένῳ, ἐὰν ἀγαθὸν, ἐὰν πονηρόν. Οὐαὶ οἱ ἐπιθυμοῦντες
1.15.6
τὴν ἡμέραν Κυρίου! Ἵνα τί ὑμῖν αὕτη ἡμέρα Κυρίου; αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς.
1.15.7
Μεγάλη ἡ ἡμέρα Κυρίου, μεγάλη καὶ ἐπιφανὴς σφόδρα. Τίς ἔσται ἱκανὸς αὐτῇ;
1.15.8
Ἐξεγειρέσθω, καὶ ἀναβαινέτω πάντα τὰ ἔθνη εἰς τὴν κοιλάδα Ἰωσαφὰτ, ὅτι ἐκεῖ
1.15.9
καθιῶ τοῦ διακρῖναι πάντα τὰ ἔθνη εἰς τὴν κύκλωθεν. Ἐξαποστείλατε δρέπανα, ὅτι
1.15.10
παρέστηκεν ὁ τρυγητός. Εἰσπορεύεσθε, πατεῖτε, διότι πλήρης ἡ ληνός· ὑπερχεῖται τὰ
1.15.11
ὑπολήνια, ὅτι ἐπληθύνθη τὰ κακὰ αὐτῶν. Ἦχοι ἐξήχησαν ἐν τῇ κοιλάδι τῆς δίκης· ὁ
1.15.12
ἥλιος καὶ ἡ σελήνη συσκοτάσουσι, καὶ οἱ ἀστέρες οὐ δώσουσι τὸ φέγγος αὐτῶν· ὁ δὲ
1.15.13
Κύριος ἐκ Σιὼν ἀνακράξεται, καὶ ἐξ Ἱερουσαλὴμ δώσει τὴν φωνὴν αὐτοῦ, καὶ
1.15.14
σεισθήσεται ὁ οὐρανὸς καὶ ἡ γῆ. Εὐλαβεῖσθε ἀπὸ προσώπου Κυρίου, διότι ἐγγὺς ἡ
1.15.15
ἡμέρα Κυρίου. Ἡτοίμασε Κύριος τὴν θυσίαν αὐτοῦ, ἡγίασε τοὺς κλητοὺς αὐτοῦ.
1.15.16
Ἐγγὺς ἡ ἡμέρα Κυρίου ἡ μεγάλη, ἐγγὺς καὶ ταχεῖα σφόδρα. Φωνὴ ἡ ἡμέρα Κυρίου
1.15.17
πικρὰ καὶ σκληρὰ τέτακται· ἡμέρα ὀργῆς, ἡ ἡμέρα ἐκείνη ἡμέρα θλίψεως καὶ
1.15.18
ἀνάγκης, καὶ ἀφανισμοῦ· ἡμέρα σκότους καὶ γνόφου. Ἰδοὺ ἔρχεται, λέγει Κύριος ὁ
1.15.19
παντοκράτωρ· καὶ τίς ὑπομενεῖ ἡμέραν εἰσόδου αὐτοῦ; διότι αὐτὸς εἰσπορεύεται ὡς
1.15.20
πῦρ ἐν χωνευτηρίῳ, καὶ ὡς πόα πλυνόντων· καὶ καθιεῖται χωνεύων καὶ καθαρίζων
1.15.21
ὡς τὸ ἀργύριον. Ἰδοὺ ἐγὼ ἀποστέλλω Ἠλίαν τὸν Θεσβίτην, πρὶν ἐλθεῖν τὴν ἡμέραν
1.15.22
Κυρίου τὴν μεγάλην καὶ ἐπιφανῆ. Νῦν εἰσέλθετε εἰς τὰς πέτρας, καὶ κρύπτεσθε εἰς
1.15.23
τὴν γῆν ἀπὸ προσώπου τοῦ φόβου Κυρίου, καὶἀπὸ τῆς δόξης τῆς ἰσχύος
1.15.24
αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν. Ἰδοὺ ἡμέρα Κυρίου ἀνίατος ἔρχεται μετὰ
1.15.25
θυμοῦ καὶ ὀργῆς, θῆναι τὴν οἰκουμένην ὅλην ἔρημον καὶ τοὺς ἁμαρτωλοὺς
1.15.26
ἀπολέσει ἐξ αὐτῆς. Οἱ γὰρ ἀστέρες τοῦ οὐρανοῦ, καὶ ὁ Ὠρίων, καὶ ὁ κόσμος πᾶς τοῦ
1.15.27
οὐρανοῦ, τὸ φῶς αὐτῶν οὐ δώσουσι, καὶ σκοτασθήσονται τοῦ ἡλίου ἀνατέλλοντος,
1.15.28
καὶ ἡ σελήνη οὐ δώσει τὸ φῶς. Καὶ ἐντελοῦμαι τῇ οἰκουμένῃ ὅλῃ κακὰ, καὶ τοῖς
1.15.29
ἀσεβέσι τὰς ἁμαρτίας αὐτῶν· καὶ ἀπολέσω ὕβριν ἀνόμων, καὶ ὕβριν ὑπερηφάνων
1.15.30
ταπεινώσω. Ἀναστήσονται οἱ νεκροὶ, καὶ ἐγερθήσονται οἱ ἐν τοῖς μνημείοις. Ἐγὼ τὰ
1.15.31
ἔργα αὐτῶν, καὶ τὸν συλλογισμὸν ἔρχομαι συναγαγεῖν. Εἱλιγήσεται ὁ οὐρανὸς ὡς
1.15.32
βιβλίον, καὶ πάντα τὰ ἄστρα πεσοῦνται ὡς φύλλον ἐξ ἀμπέλου, καὶ ὡς πίπτει
1.15.33
φύλλον ἀπὸ συκῆς. Πᾶσα φωνὴ ἀναστήσεται πρὸς σὲ εἰς κρίσιν, καὶ πάντα αὐτοὺς
1.15.34
ἐτάσει· οἱ δὲ ἔνοχοι ἔσονται ἐν λύπῃ. Ἰδοὺ ὁ Θεὸς ἡμῶν, ἰδοὺ ὁ Κύριος ἡμῶν μετὰ
1.15.35
ἰσχύος ἔρχεται. Ἰδοὺ ὁ μισθὸς μετ' αὐτοῦ, καὶ τὸ ἔργον ἐνώπιον αὐτοῦ. Ἰδοὺ Κύριος
1.15.36
ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν καὶ
1.15.37
ἀποσκορακισμὸν ἐν φλογὶ πυρός. Ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ. Τάδε
1.15.38
λέγει Κυρίος τοῖς ὀστέοις τούτοις· Ἰδοὺ ἐγὼ φέρω ἐφ' ὑμᾶς πνεῦμα ζωῆς, καὶ δώσω
1.15.39
ἐφ' ὑμᾶς νεῦρα, καὶ ἄξω ἐφ' ὑμᾶς σάρκα· καὶ ζήσεσθε, καὶ γνώσεσθε, ὅτι ἐγώ εἰμι
1.15.40
Κύριος. Κρίσις τῷ Κυρίῳ ἐν τοῖς ἔθνεσι, κρίνεσθαι αὐτὸς πρὸς πᾶσαν σάρκα.
1.15.41
Ἐθεώρουν ἕως οὗ θρόνοι ἐτέθησαν, καὶ ὁ παλαιὸς ἡμερῶν ἐκάθητο. Καὶ τὸ ἔνδυμα
1.15.42
αὐτοῦ λευκὸν ὡσεὶ χιὼν, καὶ ἡ θρὶξ τῆς κεφαλῆς αὐτοῦ ὡσεὶ ἔριον καθαρόν· καὶ ὁ
1.15.43
θρόνος αὐτοῦ φλὸξ πυρὸς, καὶ οἱ τροχοὶ αὐτοῦ πῦρ φλέγον. Ποταμὸς πυρὸς εἷλκεν
1.15.44
ἐκπορευόμενος ἔμπροσθεν αὐτοῦ. Χιλίαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μυρίαι
1.15.45
μυριάδες παρειστήκεισαν αὐτῷ. Ἔμπροσθεν αὐτοῦ κριτήριον ἐκάθισεν, καὶ αἱ βίβλοι
1.15.46
ἠνεῴχθησαν. Ἐν τῷ καιρῷ ἐκείνῳ ἀναστήσεται Μιχαὴλ ὁ ἄρχων ὁ μέγας, ὁ ἑστηκὼς
1.15.47
ἐπὶ τοὺς υἱοὺς τοῦ λαοῦ· καὶ ἔσται καιρὸς θλίψεως, οἷος οὐ γέγονεν ἀφ' οὗ γεγένηται
1.15.48
ἔθνος ἐπὶ τῆς γῆς, ἕως καιροῦ ἐκείνου. Καὶ ἐν τῷ καιρῷ ἐκείνῳ σωθήσεται ὁ λαός
1.15.49
σου πᾶς ὁ εὑρεθεὶς γεγραμμένος ἐν τῇ βίβλῳ ταύτῃ· καὶ πολλοὶ τῶν καθευδόντων ἐν
1.15.50
γῆς χώματι ἐξεγερθήσονται. Οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν, καὶ
1.15.51
αἰσχύνην αἰώνιον· καὶ οἱ συνιέντες ἐκλάμψουσιν ὡς ἡ λαμπρότης τοῦ στερεώματος,
1.15.52
καὶ ἀπὸ τῶν δικαίων τῶν πολλῶν, ὡσεὶ ἀστέρες εἰς τὸν αἰῶνα. Λέγω ὑμῖν, ὅτι πᾶν
1.15.53
ῥῆμα ἀργὸν ὃ ἐὰν λαλήσωσιν οἱ ἄνθρωποι, ἀποδώσουσι περὶ αὐτοῦ λόγον
1.15.54
ἐν ἡμέρᾳ κρίσεως. Ἐκ γὰρ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου
1.15.55
κατακριθήσῃ. Καὶ προσῆλθον αὐτῷ οἱ μαθηταὶ αὐτοῦ λέγοντες· φράσον ἡμῖν τὴν
1.15.56
παραβολὴν τῶν ζιζανίων τοῦ ἀγροῦ. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὁ σπείρων
1.15.57
καλὸν σπέρμα, ἔστιν ὁ Υἱὸς τοῦ ἀνθρώπου· ὁ δὲ ἀγρὸς, ἔστιν ὁ κόσμος· τὸ δὲ καλὸν
1.15.58
σπέρμα, οὗτοί εἰσιν υἱοὶ τῆς βασιλείας· τὰ δὲ ζιζάνια, εἰσὶν υἱοὶ τοῦ πονηροῦ· ὁ δὲ
1.15.59
ἐχθρὸς ὁ σπείρας αὐτὰ, ἔστιν ὁ διάβολος· ὁ δὲ θερισμὸς, συντέλεια τοῦ αἰῶνός ἐστιν·
1.15.60
οἱ δὲ θερισταὶ, ἄγγελοί εἰσιν. Ὥσπερ οὖν συλλέγεται τὰ ζιζάνια, καὶ πυρὶ καίεται,
1.15.61
οὕτως ἔσται ἐν τῇ συντελείᾳ τοῦ αἰῶνος τούτου. Ἀποστελεῖ ὁ Υἱὸς τοῦ ἀνθρώπου
1.15.62
τοὺς ἀγγέλους αὐτοῦ, καὶ συλλέξουσιν ἐκ τῆς βασιλείας αὐτοῦ πάντα τὰ σκάνδαλα,
1.15.63
καὶ τοὺς ποιοῦντας τὴν ἀνομίαν, καὶ ἐμβαλοῦσι αὐτοὺς εἰς τὴν κάμινον τοῦ πυρός.
1.15.64
Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Τότε οἱ δίκαιοι ἐκλάμψουσιν ὡς
1.15.65
ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ Πατρὸς αὐτῶν. Μέλλει ὁ Υἱὸς τοῦ ἀνθρώπου ἔρχεσθαι ἐν
1.15.66
δόξῃ τοῦ Πατρὸς αὐτοῦ μετὰ τῶν ἀγγέλων αὐτοῦ, καὶ τότε ἀποδώσει ἑκάστῳ κατὰ
1.15.67
τὴν πρᾶξιν. Εὐθέως μετὰ τὴν θλίψιν τῶν ἡμερῶν ἐκείνων, ὁ ἥλιος σκοτισθήσεται,
1.15.68
καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς, καὶ οἱ ἀστέρες πεσοῦνται ἐκ τοῦ οὐρανοῦ,
1.15.69
καὶ αἱ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται· καὶ τότε φανήσεται τὸ σημεῖον τοῦ
1.15.70
Υἱοῦ τοῦ ἀνθρώπου ἐν τῷ οὐρανῷ· καὶ τότε κόψονται πᾶσαι αἱ φυλαὶ τῆς γῆς· καὶ
1.15.71
ὄψονται τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως, καὶ δόξης
1.15.72
πολλῆς· καὶ ἀποστελεῖ τοὺς ἀγγέλους αὐτοῦ μετὰ σάλπιγγος καὶ φωνῆς μεγάλης, καὶ
1.15.73
συλλέξουσι τοὺς ἐκλεκτοὺς αὐτοῦ ἐκ τῶν τεσσάρων ἀνέμων, ἀπ' ἄκρων οὐρανῶν
1.15.74
ἕως ἄκρων αὐτῶν. Περὶ δὲ τῆς ἡμέρας ἐκείνης, καὶ τῆς ὥρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ
1.15.75
ἄγγελοι τῶν οὐρανῶν, εἰ μὴ ὁ Πατὴρ μόνος. Γρηγορεῖτε. ὅτι οὐκ οἴδατε τὴν ἡμέραν,
1.15.76
οὐδὲ τὴν ὥραν. Ἔρχεται ὥρα, ἐν ᾗ πάντες οἱ ἐν μνημείοις ἀκούσονται τῆς φωνῆς
1.15.77
αὐτοῦ· καὶ ἐκπορεύσονται οἱ τὰ ἀγαθὰ ποιήσαντες, εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ
1.15.78
φαῦλα πράξαντες, εἰς ἀνάστασιν κρίσεως. Καθὼς ἐγένετο ἐν ταῖς ἡμέραις Νῶε,
1.15.79
οὕτως ἔσται καὶ ἐν ταῖς ἡμέραις τοῦ Υἱοῦ ἀνθρώπου. Ἤσθιον, ἔπινον, ἐγάμουν,
1.15.80
ἐξεγαμίσκοντο, ἄχρι ἧς ἡμέρας εἰσῆλθε Νῶε εἰς τὴν κιβωτὸν, καὶ ἦλθεν ὁ
1.15.81
κατακλυσμὸς, καὶ ἀπώλεσε πάντας. Ὁμοίως καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Λώτ·
1.15.82
ἤσθιον, ἔπινον, ἠγόραζον, ἐπώλουν, ἐφύτευον, ᾠκοδόμουν· ᾗ δὲ ἡμέρᾳ ἐξῆλθε Λὼτ
1.15.83
ἀπὸ Σοδόμων, ἔβρεξεν θεῖον ἀπ' οὐρανοῦ, καὶ ἀπώλεσεν ἅπαντας. Κατὰ ταῦτα ἔσται
1.15.84
ἡ ἡμέρᾳ, ἐν ᾗ ὁ Υἱὸς τοῦ ἀνθρώπου ἀποκαλύπτεται. Τότε ἔσται σημεῖα ἐν ἡλίῳ,
1.15.85
σελήνῃ, καὶ ἄστροις, καὶ ἐπὶ τῆς γῆς συνοχὴ ἐθνῶν ἐν ἀπορίᾳ, ἠχούσης θαλάσσης καὶ
1.15.86
σάλου, ἀποψυχόντων ἀνθρώπων ἀπὸ φόβου καὶ προσδοκίας τῶν ἐπερχομένων τῇ
1.15.87
95. 1181 οἰκουμένῃ. Αἱ γὰρ δυνάμεις τῶν οὐρανῶν σαλευθήσονται, καὶ τότε ὄψονται
1.15.88
τὸν Υἱὸν τοῦ ἀνθρώπου ἐρχόμενον ἐν νεφέλῃ μετὰ δυνάμεως καὶ δόξης πολλῆς.
1.15.89
Προσέχετε ἑαυτοῖς μήποτε βαρυνθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ, καὶ μέθῃ, καὶ
1.15.90
μερίμναις βιωτικαῖς, καὶ αἰφνιδίως ἐφ' ὑμᾶς ἐπιστῇ ἡ ἡμέρα ἐκείνη. Ὡς παγὶς γὰρ
1.15.91
ἐπελεύσεται ἐπὶ πάντας τοὺς καθημένους ἐπὶ πρόσωπον πάσης τῆς γῆς. Ὅταν ἐκ
1.15.92
νεκρῶν ἀναστῶσιν, οὔτε γαμοῦσιν, οὔτε γαμίζονται, ἀλλ' ὡς ἄγγελοί εἰσιν ἐν
1.15.93
οὐρανῷ. Λογίζομαι, ὅτι οὐκ ἄξια τὰ παθήματα τοῦ νῦν καιροῦ πρὸς τὴν μέλλουσαν
1.15.94
δόξαν ἀποκαλυφθῆναι εἰς ἡμᾶς. Ἡ γὰρ ἀποκαραδοκία τῆς κτίσεως τὴν ἀποκάλυψιν
1.15.95
τῶν υἱῶν τοῦ Θεοῦ ἀπεκδέχεται. Ἑκάστου τὸ ἔργον ὁποῖόν ἐστι τὸ πῦρ δοκιμάσει. Εἴ
1.15.96
τινος τὸ ἔργον μένει, ὃ ἐπῳκοδόμησεν, μισθὸν λήψεται. Εἴ τινος τὸ ἔργον
1.15.97
κατακαήσεται, ζημιωθήσεται. Αὐτὸς δὲ σωθήσεται, οὕτως δὲ ὡς διὰ πυρός. Οὕτως
1.15.98
γέγραπται· Ἐγένετο ὁ πρῶτος ἄνθρωπος εἰς ψυχὴν ζῶσαν, ὁ ἔσχατος Ἀδὰμ εἰς
1.15.99
πνεῦμα ζωοποιόν. Ἀλλ' οὐ πρῶτον τὸ πνευματικόν· ὁ πρῶτος ἄνθρωπος ἐκ γῆς
1.15.100
χοϊκὸς, ὁ δεύτερος ἄνθρωπος ὁ Κύριος ἐξ οὐρανοῦ. Οἷος ὁ χοϊκὸς τοιοῦτοι καὶ οἱ
1.15.101
χυϊκοί· καὶ οἷος ἐπουράνιος, τοιοῦτοι καὶ οἱ ἐπουράνιοι. Καθὼς ἐφορέσαμεν τὴν
1.15.102
εἰκόνα τοῦ χοϊκοῦ, φορέσωμεν καὶ τὴν εἰκόνα τοῦ ἐπουρανίου. Τοῦτό φημι, ἀδελφοί
1.15.103
μου, ὅτι σὰρξ καὶ αἷμα βασιλείαν Θεοῦ κληρονομῆσαι οὐ δύνανται, οὐδὲ ἡ φθορὰ
1.15.104
τὴν ἀφθαρσίαν κληρονομεῖ. Ἰδοὺ μυστήριον ὑμῖν λέγω· πάντες μὲν οὐ
1.15.105
κοιμηθησόμεθα, πάντες δὲ ἀλλαγησόμεθα. Ἐν ἀτόμῳ, ἐν ῥιπῇ ὀφθαλμοῦ, ἐν ἐσχάτῃ
1.15.106
σάλπιγγι· σαλπίσει γάρ· καὶ οἱ νεκροὶ ἐγερθήσονται ἄφθαρτοι, καὶ ἡμεῖς
1.15.107
ἀλλαγησόμεθα. Δεῖ γὰρ τὸ φθαρτὸν τοῦτο ἐνδύσασθαι ἀφθαρσίαν, καὶ τὸ θνητὸν
1.15.108
τοῦτο ἐνδύσεται ἀθανασίαν. Ὅταν δὲ τὸ φθαρτὸν τοῦτο ἐνδύσεται ἀφθαρσίαν, καὶ τὸ
1.15.109
θνητὸν τοῦτο ἐνδύσεται ἀθανασίαν, τότε γενήσεται ὁ λόγος ὁ γεγραμμένος.
1.15.110
Κατεπόθη ὁ θάνατος εἰς νῖκος. Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, ᾅδη, τὸ νῖκος;
1.15.111
τὸ κέντρον τοῦ θανάτου ἡ ἁμαρτία; Ἡ δὲ δύναμις τῆς ἁμαρτίας, ὁ νόμος. Τοὺς
1.15.112
πάντας ἡμᾶς φανερωθῆναι, δεῖ ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, ἵνα κομίσηται
1.15.113
ἕκαστος τὰ διὰ τοῦ σώματος, καθὰ ἔπραξεν, εἴτε ἀγαθὸν, εἴτε φαῦλον. Ὃ γὰρ ἂν
1.15.114
σπείρῃ ἄνθρωπος; τοῦτο καὶ θερίσει. Οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοὶ, περὶ τῶν
1.15.115
κεκοιμημένων, ἵνα μὴ λυπῆσθε, καθὼς καὶ οἱ λοιποὶ οἱ μὴ ἔχοντες ἐλπίδα. Περὶ δὲ
1.15.116
τῶν χρόνων καὶ τῶν καιρῶν, ἀδελφοὶ, οὐ χρείαν ἔχετε ὑμῖν γράφεσθαι. Αὐτοὶ γὰρ
1.15.117
ἀκριβῶς οἴδατε, ὅτι ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ, οὕτως ἔρχεται. Ὅταν γὰρ
1.15.118
εἴπωσιν· Εἰρήνη καὶ ἀσφάλεια, τότε αἰφνίδιος αὐτοῖς ἐπιστήσεται ὄλεθρος. Ὥσπερ ἡ
1.15.119
ὠδὶν τῇ ἐν γαστρὶ ἐχούσῃ, καὶ οὐ μὴ ἐκφύγωσιν. Ἐρωτῶμεν δὲ ὑμᾶς,
1.15.120
ἀδελφοὶ, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν
1.15.121
ἐπισυναγωγῆς ἐπ' αὐτὸν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοός· μηδὲ
1.15.122
θροεῖσθε, μηδὲ διὰ πνεύματος, μήτε δι' ἐπιστολῆς, ὡς δι' ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ
1.15.123
ἡμέρᾳ Κυρίου. Μή τις ὑμᾶς ἐξαπατήσῃ κατὰ μηδένα τρόπον, ὅτι ἐὰν μὴ ἔλθῃ ἡ
1.15.124
ἀποστασία πρῶτον, καὶ ἀποκαλυφθῇ ὁ ἄνθρωπος τῆς ἁμαρτίας, ὁ υἱὸς τῆς ἀπωλείας,
1.15.125
ὁ ἀντικείμενος καὶ ὑπεραιρόμενος ἐπὶ πάντα λεγόμενον Θεὸν, ἢ σέβασμα, ὥστε
1.15.126
αὐτὸν εἰς τὸν ναὸν τοῦ Θεοῦ καθίσαι, ἀποδεικνύοντα ἑαυτὸν, ὅτι ἐστὶ Θεός. Οὐ
1.15.127
μνημονεύετε ὅτι ἔτι ὢν πρὸς ὑμᾶς, ταῦτα ἔλεγον ὑμῖν; καὶ νῦν τὸ κατέχον οἴδατε,
1.15.128
εἰς τὸ ἀποκαλυφθῆναι αὐτὸν ἐν τῷ αὐτοῦ καιρῷ Τὸ γὰρ μυστήριον ἤδη ἐνεργεῖται
1.15.129
τῆς ἀνομίας· μόνον ὁ κατέχων ἄρτι ἕως ἐκ μέσου γένηται· καὶ τότε
1.15.130
ἀποκαλυφθήσεται ὁ ἄνομος, ὃν ὁ Κύριος Ἰησοῦς Χριστὸς ἀνελεῖ τῷ πνεύματι τοῦ
1.15.131
στόματος αὐτοῦ, καὶ καταργήσει τῇ τὴν ἐπιφάνειᾳ τῆς παρουσίας αὐτοῦ· οὗ ἐστιν ἡ
1.15.132
παρουσία κατ' ἐνέργειαν τοῦ Σατανᾶ, ἐν πάσῃ δυνάμει καὶ σημείοις, καὶ τέρασι
1.15.133
ψεύδους, καὶ ἐν πάσῃ ἀπάτῃ ἀδικίας τοῖς ἀπολλυμένοις, ἀνθ' ὧν τὴν ἀγάπην τῆς
1.15.134
ἀληθείας οὐκ ἐδέξαντο, εἰς τὸ σωθῆναι αὐτούς. Καὶ διὰ τοῦτο πέμπει αὐτοῖς ὁ Θεὸς
1.15.135
ἐνέργειαν πλάνης, εἰς τὸ πιστεῦσαι αὐτοὺς τῷ ψεύδει, ἵνα κριθῶσι πάντες οἱ μὴ
1.15.136
πιστεύσαντες τῇ ἀληθείᾳ, ἀλλ' εὐδοκήσαντες τῇ ἀδικίᾳ. Φοβερὸν τὸ ἐμπεσεῖν εἰς
1.15.137
χεῖρας Θεοῦ ζῶντος. Ἥξει ἡ ἡμέρα Κυρίου ὡς κλέπτης ἐν νυκτὶ, ἐν ᾗ οἱ οὐρανοὶ μὲν
1.15.138
ῥοιζηδὸν παρελεύσονται· στοιχεῖα δὲ καυσούμενα λυθήσονται, καὶ γῆ καὶ τὰ ἐν αὐτῇ
1.15.139
ἔργα κατακαήσεται. Ἰδοὺ ἔρχεται Κύριος ἐν μυριάσιν ἁγίαις αὐτοῦ, ποιῆσαι κρίσιν
1.15.140
κατὰ πάντων τῶν ἔργων αὐτῶν ὧν ἠσέβησαν, καὶ περὶ πάντων τῶν σκληρῶν
1.15.141
λόγων, ὧν ἐλάλησαν κατ' αὐτοῦ οἱ ἁμαρτωλοί. Μή με νομίσῃ ὥσπερ μητέρα τινὰ
1.15.142
τροφὸν, ψευδῆ σοι μορμολύκεια ἐπισείειν, ὥσπερ ἐκεῖναι ποιεῖν περὶ τοὺς νηπίους
1.15.143
τῶν παίδων εἰώθασιν, ὅταν θρηνῶσιν ἄτακτα καὶ ἀπέραντα, καὶ δι' ἐπιπλάστων
1.15.144
διηγημάτων κατασιγάζουσιν. Ταῦτα μὲν οὐ μῦθος, ἀλλὰ λόγος ἀψευδὴς
1.15.145
προκεκηρυγμένος φωνεῖ. Καὶ ἴσθι ἀκριβῶς, ὅτι γενήσεται τῶν βεβιωμένων ἔλεγχος
1.15.146
ἀκριβής. Οὐκ ἔνι ῥήτωρ ἐκεῖ· οὐκ ἔνι πιθανότης ῥημάτων, κλέψαι δυναμένη τοῦ
1.15.147
δικαστοῦ τὴν ἀλήθειαν· οὐκ ἀκολουθοῦσι κόλακες, οὐ τὰ χρήματα, οὐδ' ὄγκος
1.15.148
ἀξιώματος· ἔρημος φίλων, ἔρημος βοηθῶν, ἀσυνηγόρητος, καταισχυνόμενος
1.15.149
ἕκαστος ἀπολειφθήσεται· σκυθρωπὸς, κατηφὴς, μεμονωμένος, ἀπαῤῥησίαστος.
1.15.150
Ὅπου ἄν τις περιαγάγῃ τὸν ὀφθαλμὸν, ἐναργεῖς ὄψεται τῶν ἔργων τὰς εἰκόνας.
1.15.151
Ὥσπερ γὰρ σκιὰ τῷ σώματι, οὕτω ταῖς ψυχαῖς αἱ ἁμαρτίαι παρέπονται, ἐναργεῖς τὰς
1.15.152
πράξεις ἐξεικονίζουσαι. Διὰ τοῦτο οὐκ ἔστιν ἄρνησις ἐκεῖ· ἀλλὰ φράσσεται στόμα
1.15.153
ἀναίσχυντον. Αὐτὰ γὰρ ἑκάστου καταμαρτυρεῖ τὰπράγματα, οὐ φωνὴν
1.15.154
ἀφίεντα, ἀλλὰ τοιαῦτα φαινόμενα, οἷα ὑφ' ἡμῶν γεγένηται. Ἓν καὶ τοῦτο τῆς τοῦ
1.15.155
διαβόλου μεθοδείας, τὸ τοὺς πολλοὺς τῶν ἀνθρώπων, ὥσπερ ἐπιλαθομένους τῶν
1.15.156
τοσούτων ἀποφάσεων, τέλος κολάσεων ἑαυτοῖς ὑπογράφειν, εἰς τὸ μᾶλλον
1.15.157
κατατολμᾷν τῆς ἁμαρτίας. Ὁ γὰρ σκώληξ αὐτῶν οὐ τελευτήσει, καὶ τὸ πῦρ αὐτῶν οὐ
1.15.158
σβεσθήσεται. Ἐκεῖ κρίνεται, οὐχὶ μόνον ὁ καθηγησάμενος τοῦ δεινοῦ, ἀλλὰ καὶ ὁ
1.15.159
πονηρῷ ἡγεμόνι πρὸς τὴν ἁμαρτίαν ἀκολουθήσας. Φησὶν ὁ προφήτης· Ἵνα τί ὑμεῖς
1.15.160
ζητεῖτε τὴν ἡμέραν Κυρίου; καὶ αὕτη ἐστὶ σκότος, καὶ οὐ φῶς· σκότος δὲ δηλονότι
1.15.161
τοῖς ἀξίοις τοῦ σκότους. Ἐπεὶ ἀνέσπερον καὶ ἀδιάδοχον, καὶ ἀτελεύτητον τὴν
1.15.162
ἡμέραν ἐκείνην οἶδεν ὁ λόγος, ἣν καὶ ὀγδόην ὁ ψαλμῳδὸς προσηγόρευσεν, διὰ τὸ
1.15.163
ἔξω κεῖσθαι τοῦ ἑβδοματικοῦ τούτου χρόνου. Ὥστε κἂν ἡμέραν εἴπῃς, καὶ αἰῶνα,
1.15.164
τὴν αὐτὴν ἐρεῖς ἔννοιαν. Εἴτε οὖν ἡμέρα ἡ κατάστασις ἐκείνη λέγοιτο, μία ἐστὶ, καὶ
1.15.165
οὐ πολλαί· εἴτε αἰὼν προσαγορεύοιτο, μοναχὸς ἂν εἴη, καὶ οὐ πολλοστός. Καλὸν μὴ
1.15.166
ῥήματος μόνον καὶ πράξεως, ἀλλὰ καὶ καιροῦ παντὸς, καὶ ὥρας αὐτῆς τοῦ ἀκαριαίου
1.15.167
καὶ λεπτοτάτου οἴεσθαι λόγον ἀπαιτεῖσθαι ἡμᾶς. Γίνωσκε συλλέγεσθαι εἰς ὕστερον.
1.15.168
Οὐδὲν ὅλως τῶν ἀγαθῶν, κἂν μικρὸν ᾖ, παροφθήσεται ἐκεῖ παρὰ τοῦ κριτοῦ. Εἰ γὰρ
1.15.169
ἁμαρτημάτων καὶ ῥημάτων καὶ ἐνθυμημάτων τιννύειν μέλλομεν τιμωρίας ἡμεῖς,
1.15.170
πολλῷ μᾶλλον τὰ κατορθώματα, κἂν μικρὰ λογισθήσεται. Ἀντίστασις ἔσται ἐκεῖ τῶν
1.15.171
πονηρῶν πράξεων, καὶ τῶν οὐ τοιούτων· κἂν μὲν αὗται καθελκύσωσι τὸν ζυγὸν,
1.15.172
ἔσωσαν οὐ μικρᾶς τὸν ἐργάτην τῶν ἑαυτῶν· κἂν τοσούτων ἰσχύσῃ πονηρῶν
1.15.173
πράξεων ἐργασία βλάψαι, ὅσον κατασπᾶσαι τῆς πρώτης χώρας, αὐτὸν εἰς τὸ τῆς
1.15.174
γεέννης ἀπάγουσι πῦρ, διὰ τὸ μὴ εἶναι τὸ πλῆθος τῶν κατορθωμάτων, ὡς καὶ
1.15.175
δυνηθῆναι ἀντιστῆναι πρὸς τὸν βίαιον ἐκεῖνον ἀνωθισμόν. Μνημονεύετε τῆς
1.15.176
φρικώδους, καὶ φοβερᾶς ἡμέρας, ἐν ᾗ πάντες παρίστανται τῷ βήματι τοῦ Χριστοῦ,
1.15.177
δώσοντες δίκας τῶν πεπραγμένων, ἔνθα πρὸ ὀφθαλμῶν πάντων προτεθήσεται τὰ
1.15.178
ἁμαρτήματα, καὶ ἀποκαλυφθήσεται, καὶ τοῖς ἀγνοοῦσιν ἐπιδειχθήσεται· ἔνθα ἡ πηγὴ
1.15.179
τοῦ πυρὸς, καὶ ὁ ἀκοίμητος σκώληξ. Ἔνθα πάντα γυμνὰ καὶ τετραχηλισμένα· ἔνθα
1.15.180
βίβλοι τῶν καρδιῶν ἡμῶν ἀνοιγήσονται, καὶ ἐν μέσῳ ἀναγνωσθήσεται τὰ φανερὰ
1.15.181
καὶ τὰ κεκρυμμένα, τὰ ἐν νυκτὶ, καὶ τὰ ἐν ἡμέρᾳ. Ἐπὶ τοῦ ἑνὸς οὐ θέλομεν
1.15.182
ἀσχημονῆσαι ἐνταῦθα, ἐπὶ δὲ μυριάδων τοσούτων ἐκεῖ τί ποιήσομεν Καθάπερ ἡμεῖς
1.15.183
τοῖς οἰκέταις τοῖς ἡμετέροις, οὐχὶ τῆς ἐξόδου μόνον, ἀλλὰ καὶ τῆς εἰσόδου
1.15.184
ἀπαιτοῦμεν τὸν λόγον, ἐξετάζοντες πόθεν ὑπεδέξαντο χρήματα, καὶ παρὰ τίνων, καὶ
1.15.185
πότε, καὶ πῶς, καὶ πόσα· οὕτως δὲ καὶ ὁ Θεὸς, οὐχὶ τῆς δαπάνης μόνον, ἀλλὰ
1.15.186
καὶ τῆς κτήσεως ἀπαιτήσει τὰς εὐθύνας. Οὐ τὸ κολάζεσθαι ἐνταῦθα, κακὸν, ἀλλὰ τὸ
1.15.187
ἄξιον τῆς ἐκεῖσε γενέσθαι κολάσεως. Οὐκ ἔστι παρὰ Θεῷ, οὔτε πονηρὸν ὄντα
1.15.188
ἀπολέσαι τὸν ἀγαθὸν μισθὸν περὶ ἑνὸς ἀγαθοῦ μετὰ πλειόνων κακῶν πεπραγμένου,
1.15.189
οὔτε πάλιν ἀγαθὸν ὄντα, ἀπολέσαι τὴν κόλασιν, καὶ μὴ λαβεῖν αὐτὴν, εἰ μετὰ
1.15.190
πλειόνων ἀγαθῶν ἔν τινι γένηται πονηρεύων. Ἀνάγκη γὰρ ζυγῷ καὶ σταθμῷ πάντα
1.15.191
ἀποδιδόναι τὸν Θεόν. Ὁ νοῦς ἑκάστῳ μάρτυς ἐστὶν ὧν ἐν ἀφανεῖ ἐβουλεύσαντο, καὶ
1.15.192
τὸ συνειδὸς ἔλεγχος ἀδέκαστος, καὶ πάντων ἀψευδέστατος.
1.16.1
– Περὶ ἀρᾶς ὑπὸ Κυρίου, καὶ τῶν προφητῶν, καὶ ἀποστόλων ποτὲ
1.16.2
γενομένης .
1.16.3
Εἶπεν ὁ Κύριος τῷ ὄφει· Ὅτι ἐποίησας τοῦτο, ἐπικατάρατος σὺ ἀπὸ πάντων
1.16.4
τῶν κτηνῶν, καὶ ἀπὸ πάντων τῶν θηρίων τῆς γῆς. Ἐπὶ τῷ στήθει, καὶ τῇ κοιλίᾳ
1.16.5
πορεύσῃ, καὶ γῆν φαγῇ πάσας τὰς ἡμέρας τῆς ζωῆς σου. Καὶ τῇ γυναικὶ εἶπεν·
1.16.6
Πληθύνων πληθυνῶ τὰς λύπας σου, καὶ τὸν στεναγμόν σου· ἐν λύπαις τέξῃ τέκνα,
1.16.7
καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου κυριεύσει. Τῷ δὲ Ἀδὰμ
1.16.8
εἶπεν· Ὅτι ἤκουσας τῆς φωνῆς τῆς γυναικός σου, καὶ ἀπὸ τοῦ ξύλου οὗ ἐνετειλάμην
1.16.9
σοι, τοῦτο μόνον μὴ φαγεῖν, ἀπ' αὐτοῦ ἔφαγες, ἐπικατάρατος ἡ γῆ ἐν τοῖς ἔργοις σου.
1.16.10
Ἐν λύπαις φαγῇ αὐτὴν πάσας τὰς ἡμέρας τῆς ζωῆς σου· ἀκάνθας καὶ τριβόλους
1.16.11
ἀνατελεῖ σοι, καὶ φαγῇ τὸν ἄρτον σου, ἕως οὗ ἀποστρέψῃς εἰς γῆν ἐξ ἧς ἐλήφθης· ὅτι
1.16.12
γῆ εἰ, καὶ εἰς γῆν ἀπελεύσῃ. Εἶπε Κύριος ὁ Θεὸς πρὸς Κάϊν· ποῦ ἐστιν Ἄβελ ὁ ἀδελφός
1.16.13
σου; Ὁ δὲ εἶπεν· Οὐ γινώσκω Μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ; Καὶ εἶπεν ὁ Θεός·
1.16.14
Τί ἐποιήσας τοῦτο; φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς. Καὶ νῦν
1.16.15
ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς, ἣ ἔχανε τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ
1.16.16
σου ἐκ τῆς χειρός σου· ὅτε ἐργᾷ τὴν γῆν, καὶ οὐ προσθήσει δοῦναί σοι τὴν ἰσχὺν
1.16.17
αὐτῆς. Στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς. Ἐξένηψε Νῶε ἐκ τοῦ οἴνου, καὶ ἔγνω ὅσα
1.16.18
ἐποίησεν αὐτῷ ὁ υἱὸς αὐτοῦ ὁ νεώτερος. Καὶ εἶπεν· Ἐπικατάρατος Χαναάν· παῖς
1.16.19
οἰκέτης ἔσται τοῖς ἀδελφοῖς αὐτοῦ. Εἶπεν Δαβίδ· ὄρη τὰ Γελβουὲ, μήτε δρόσος, μήτε
1.16.20
ὑετὸς πέσῃ ἐφ' ὑμᾶς. Ὄρη θανάτου, ὅτι ἐκεῖ ἐξηράνθη σκέπη δυνατῶν. Ἰδοὺ Ἠλιοὺ
1.16.21
ἐκάθητο ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους. Καὶ ἐλάλησεν ὁ πεντηκόνταρχος πρὸς αὐτὸν,
1.16.22
καὶ εἶπεν· Ἄνθρωπε τοῦ Θεοῦ, ὁ βασιλεὺς ἐκάλεσέ σε, κατάβηθι. Καὶ ἀπεκρίθη
1.16.23
Ἠλιοὺ, καὶ εἶπεν αὐτῷ· Εἰ ἄνθρωπος τοῦ Θεοῦ ἐγὼ, καταβήσεται πῦρ ἐξ οὐρανοῦ, καὶ
1.16.24
ἀναλώσει σε, καὶ τοὺς πεντήκοντά σου. Καὶ κατέβη πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ
1.16.25
κατέφαγεν αὐτὸν, καὶ τοὺς πεντήκοντα αὐτοῦ. Εἶπεν Ἠλιού· Τάδε λέγει
1.16.26
Κύριος· Ἀνθ' ὧν ἐξαπέστειλας ἀγγέλους ζητῆσαι ἐν τῷ Βαὰλ μυῖαν θεὸν
1.16.27
προσόχθισμα Ἀκκαρὼν, οὐχ οὕτως· ἡ κλίνη ἐφ' ἧς ἀνέβης ἐκεῖ, οὐ καταβήσει ἀπ'
1.16.28
αὐτῆς, ὅτι θανάτῳ ἀποθανῇ. Ἤνοιξεν Ἰὼβ τὸ στόμα αὐτοῦ, καὶ κατηράσατο τὴν
1.16.29
ἡμέραν αὐτοῦ λέγων, Ἀπόλοιτο ἡ ἡμέρα ἐκείνη ἐν ᾖ, εἶπον ἐγεννήθην, καὶ ἡ νὺξ
1.16.30
ἐκείνη ἐν ᾖ εἶπον· Ἰδοὺ ἄρσεν. Ἡ νὺξ ἐκείνη εἴη σκότος, καὶ μὴ ἀναζητήσει αὐτὴν ὁ
1.16.31
Κύριος ἄνωθεν, μηδὲ ἔλθῃ ἐπ' αὐτὴν φέγγος. Ἐκλάβῃ δὲ αὐτὴν σκότος καὶ σκιὰ
1.16.32
θανάτου. Ἐπέλθοι ἐπ' αὐτὴν γνόφος· καταραθείη ἡ ἡμέρα, καὶ ἡ νὺξ ἐκείνη.
1.16.33
Ἐπενέγκαι αὐτὴν σκότος, μὴ εἴη εἰς ἡμέραν ἐνιαυτοῦ, μηδὲ ἀριθμηθείη εἰς ἡμέραν
1.16.34
μηνῶν· ἀλλὰ ἡ νὺξ ἐκείνη εἴη ὀδύνη, μηδὲ ἔλθοι ἐπ' αὐτὴν εὐφροσύνη, μηδὲ
1.16.35
χαρμονὴ, ἀλλὰ καταράσεται αὐτὴν ὁ καταρώμενος ἡμέραν ἐκείνην, ὁ μέλλων τὸ
1.16.36
μέγα κῆτος χειρώσασθαι. Σκοτωθείη τὰ ἄστρα τῆς νυκτὸς ἐκείνης, καὶ εἰς φωτισμὸν
1.16.37
μὴ ἔλθῃ, μὴ ἴδοι ἑωσφόρον ἀνατέλλοντα, ὅτι οὐ συνέκλεισε πύλας γαστρὸς μητρός
1.16.38
μου, ἀπήλλαξε γὰρ ἂν πόνον ἀπὸ ὀφθαλμῶν μου. Εἴησαν οἱ ἐχθροί μου, ὥσπερ ἡ
1.16.39
καταστροφὴ τῶν ἀσεβῶν, καὶ οἱ ἐπανιστάμενοί μοι ὥσπερ ἡ ἀπώλεια τῶν
1.16.40
παρανόμων. Ἡμέρα συναντήσεται αὐτοῖς σκότος, τὸ δὲ μεσημβρινὸν ψηλαφήσεται
1.16.41
ἶσα νυκτί. Ἀπόλοιντο δὲ ἐν πολέμῳ, ἐκσιφωνηθείη αὐτῶν ἡ ἰσχύς. Πᾶς ὁ βίος
1.16.42
ἀσεβοῦς ἐν φροντίδι· ὅταν δοκῇ ἤδη εἰρηνεύειν, ἥξει αὐτῷ ἡ καταστροφή. Οἶδεν ἐν
1.16.43
ἑαυτῷ, ὅτι μένει εἰς πτῶμα. Ἡμέρα δὲ αὐτοῦ σκοτεινή· ἀνάγκη δὲ αὐτὸν καὶ θλίψις
1.16.44
καθέξει, ὥσπερ στρατηγὸς πρωτοστάτης πίπτων ὅτι ἦρεν χεῖρας ἐναντίον τοῦ Θεοῦ,
1.16.45
ἐναντίον δὲ παντοκράτορος ἐτραχηλίασεν. Αὐλισθείη δὲ εἰς πόλεις ἐρήμους·
1.16.46
εἰσέλθοι δὲ εἰς οἴκους ἀοικήτους. Ἃ δὲ ἐκεῖνοι ἐθέρισαν, ἄλλοι ἀποίσονται· οὔτε μὴ
1.16.47
πλουτισθῇ, οὔτε μὴ μείνῃ αὐτοῦ τὰ ὑπάρχοντα. Οὐ μὴ βάλλῃ ἐπὶ τὴν γῆν σκιὰν, οὐδὲ
1.16.48
μὴ ἐκφύγῃ τὸ σκότος. Τὸν βλαστὸν αὐτοῦ μαράνῃ ἄνομος, ἐκπέσοι δὲ αὐτοῦ τὸ
1.16.49
ἄνθος. Κενὰ ἀποβήσεται αὐτῷ. Ἡ τομὴ αὐτοῦ πρὸ ὥρας φθαρήσεται, καὶ ὁ ῥάδαμνος
1.16.50
αὐτοῦ οὐ μὴ πυκνάσῃ. Τρυγηθείη δὲ ὥσπερ ὄμφαξ πρὸ ὥρας· ἐκπέσοι δὲ ὡς ἄνθος
1.16.51
ἐλαίας· μαρτύριον γὰρ ἀσεβοῦς θάνατος. Ἐν γαστρὶ λήψεται ὀδύνας· ἀποβήσεται
1.16.52
αὐτῷ κενὰ, ἡ δὲ κοιλία αὐτοῦ ὑποίσει δόλους. Φῶς ἀσεβῶν σβεσθήσεται, καὶ οὐκ
1.16.53
ἀποβήσεται αὐτῶν ἡ φλόξ. Θηρεύσαισαν ἐλάχιστοι τὰ ὑπάρχοντα αὐτῶν.
1.16.54
Ἐμβέβληται ὁ ποῦς αὐτῶν ἐν παγίδι, καὶ ἐν δικτύῳ ἑλιχθείη. Ἔλθοισαν ἐπ' αὐτὸν
1.16.55
παγίδες. Πτῶμα δὲ αὐτῷ ἑτοίμασται ἐξαίσιον. Κατέδεται τὰ ὡραῖα αὐτοῦ θάνατος·
1.16.56
κατασπαρήσονται τὰ εὐπρεπῆ αὐτοῦ θείῳ. Ὑποκάτωθεν αὐτοῦ αἱ ῥίζαι
1.16.57
ξηρανθήσονται, καὶ ἐπάνωθεν αὐτοῦ ἐπιπεσεῖται θερισμὸς αὐτοῦ. Τὸ μνημόσυνον
1.16.58
αὐτοῦ ἀπόλοιτο ἐκ τῆς γῆς. Ἀπώσῃ αὐτὸν ἐκ φωτὸς εἰς σκόπος, οὐκ ἔσται
1.16.59
σεσωσμένος εἰς τὴν ὑπ' οὐρανὸν ὁ οἶκος αὐτοῦ, ἀλλ' ἐν τοῖς αὐτοῦ ζήσονται ἕτεροι·
1.16.60
οὗτοί εἰσιν οἶκοι ἀδίκων, οὗτος ὁ τόπος τῶν μὴ ἰδόντων τὸν Κύριον. Κρῖνον
1.16.61
αὐτοὺς ὁ Θεός· ἀποπεσάτωσαν ἀπὸ τῶν διαβουλιῶν αὐτῶν. Αἰσχυνθείησαν, καὶ
1.16.62
ταραχθείησαν πάντες οἱ ἐχθροί μου. Αἰσχυνθείησαν, καὶ ἐντραπείησαν οἱ ζητοῦντες
1.16.63
τὴν ψυχήν μου. Μὴ οἰκτειρήσεις πάντας τοὺς ἐργαζομένους τὴν ἀνομίαν. Ὁ Θεός
1.16.64
μου δείξει μοι ἐν τοῖς ἐχθροῖς μου· μὴ ἀποκτείνῃς. Γενηθήτω ἡ τράπεζα αὐτῶν
1.16.65
ἐνώπιον αὐτῶν εἰς παγίδα. Ἔκχεον ἐπ' αὐτοὺς τὴν ὀργήν σου, ἐπὶ τὰ ἔθνη μὴ
1.16.66
γινώσκοντά σε. Ὁ Θεός μου, θοῦ αὐτοὺς ὡς τροχὸν, ὡς καλάμην κατὰ πρόσωπον
1.16.67
ἀνέμου. Πλήρωσον τὰ πρόσωπα αὐτῶν ἀτιμίας, καὶ ζητήσουσιν. Οὐκ ἠθέλησεν
1.16.68
εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με
1.16.69
ἐντροπήν. Σύντριψον τὸν βραχίονα τοῦ ἁμαρτωλοῦ καὶ πονηροῦ. Αἰσχυνθήτωσαν οἱ
1.16.70
ἀνομοῦντες διὰ κενῆς. Δὸς αὐτοῖς, Κύριε, μήτραν ἀτεκνοῦσαν, καὶ μαστοὺς ξηρούς.
1.16.71
Ἔσται ὑμῖν ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ
1.16.72
κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου, φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου, καὶ ἀντὶ
1.16.73
χιτῶνος μεσοπορφύρου περιζώσῃ σάκκον. Καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὂν ἀγαπᾷς,
1.16.74
μαχαίρᾳ πεσεῖται, καὶ οἱ ἰσχύοντες ἡμῶν μαχαίρᾳ πεσοῦνται, καὶ καταλειφθήσῃ
1.16.75
μόνη, καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ. Ἀλέξανδρος ὁ χαλκεὺς πολλά μοι κακὰ
1.16.76
ἐνεδείξατο. Ἀποδώσει αὐτῷ ὁ Κύριος κατὰ ἔργα αὐτοῦ.
1.17.1
– Περὶ ἀδικουμένων· ὅτι χρὴ βοηθεῖν αὐτοῖς.
1.17.2
Ἐν ταῖς ἡμέραις ἐκείναις μέγας γενόμενος ὁ Μωϋσῆς, ἐξῆλθε πρὸς τοὺς
1.17.3
ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς Ἰσραήλ· κατανοήσας δὲ τὸν πόνον αὐτῶν, ὁρᾷ
1.17.4
ἄνθρωπον Αἰγύπτιον τύπτοντα τινὰ Ἑβραῖον τῶν ἑαυτοῦ ἀδελφῶν τῶν υἱῶν
1.17.5
Ἰσραήλ. Περιβλέψας δὲ ὧδε καὶ ὧδε, οὐχ ὁρᾷ οὐδένα· καὶ πατάξας τὸν Αἰγύπτιον,
1.17.6
ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ. Ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ, ὁρᾷ δύο ἄνδρας
1.17.7
διαπληκτιζομένους, καὶ λέγει τῷ ἀδικοῦντι· Διὰ τί τύπτεις τὸν πλησίον; Ὁ δὲ εἶπε
1.17.8
Τίς σε κατέστησε ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμᾶς; Ἢ ἀνελεῖν με θέλεις, ὃν τρόπον
1.17.9
ἀνεῖλες χθὲς τὸν Αἰγύπτιον; ἐφοβήθη δὲ Μωϋσῆς, καὶ εἶπεν· Εἰ οὕτως ἐμφανὲς
1.17.10
γέγονε τὸ ῥῆμα τοῦτο; Διέσωσα πτωχὸν ἐκ χειρὸς δυνάστου. Συνέτριψα μυλὰς
1.17.11
ἀδίκων, ἐκ δὲ μέσου τῶν ὀδόντων αὐτῶν ἅρπαγμα ἐξέσπασα. Ῥῦσαι ἀπαγομένους εἰς
1.17.12
θάνατον, καὶ ἐκπριοῦ κτεινομένους, μὴ φείσῃ. Ἐὰν δὲ εἴπης, Οὐκ οἶδα τοῦτον,
1.17.13
γίνωσκε ὅτι Κύριος καρδίας πάντων γινώσκει, ὃς ἀποδίδωσιν ἑκάστῳ κατὰ τὰ ἔργα
1.17.14
αὐτοῦ. Ἐξέλεσθε διηρπαγμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν. Ἀδικίαν καὶ
1.17.15
ταλαιπωρίαν ἀφέλεσθε· ἐξάρατε καταδυναστείαν ἐκ τοῦ λαοῦ μου, λέγει Κύριος.
1.17.16
Ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν. Πᾶς ὁ πλέων ἐγγύς ἐστι τοῦ
1.17.17
ναυαγίου, καὶ τοσούτῳ μᾶλλον, ὅσῳ σφοδρότερον πλέει· καὶ πᾶς ὁ σῶμα
1.17.18
περικείμενος, ἐγγύς ἐστι τῶν τοῦ σώματος κακῶν, καὶ τοσούτῳ μᾶλλον, ὅσῳπερ ἂν
1.17.19
ὀρθῶς βαδίζει, καὶ μὴ βλέπει τοὺς πρὸ αὐτοῦ κειμένους. Ἕως πλεῖς ἐξ οὐρίας, τῷ
1.17.20
ναυαγοῦντι δὸς χεῖρα· ἕως εὐεκτεῖς, καὶ πλουτεῖς, τῷ κακοπαθοῦντι βοήθησον. Μὴ
1.17.21
ἀναμείνῃς ἐπὶ σεαυτοῦ μαθεῖν, ὅσον κακόν ἐστιν ἀπανθρωπία, καὶ οἷον ἀγαθὸν
1.17.22
σπλάγχνα τοῖς χρῄζουσιν ἀνοιγόμενα. Χρηστοὺς εἶναι χρὴ τοῖς προεμπεσοῦσι, καὶ τῷ
1.17.23
ἐλέῳ κτᾶσθαι τὸν ἔλεον. Ἐν ταῖς ἀλλοτρίαις συμφοραῖς τὰ οἰκεῖα εὖ τίθεσθαι χρὴ,
1.17.24
καὶ δανείζειν Θεῷ τὸν ἔλεον ἐλέους χρῄζοντας, καὶ μὴ καταφρονεῖν ἀνθρώπων
1.17.25
ἄνθρωποι ὄντες. Μὴ γελάσῃς πτῶμα τοῦ πέλας· διάβαινε δὲ ἀσφαλῶς, ὅση σοι
1.17.26
δύναμις, ἀλλὰ καὶ δίδου χεῖρα χαμαὶ κειμένῳ.
1.18.1
– Περὶ ἀγάπης, καὶ εἰρήνης, καὶ εἰρηνοποιῶν.
1.18.2
Εἶπε Νοεμεῖν πρὸς Ῥούθ· Ἰδοὺ ἀνέστρεψεν ἡ σύννυμφός σου πρὸς λαὸν
1.18.3
αὐτῆς, καὶ πρὸς τοὺς θεοὺς αὐτῆς, ἐπιστράφηθι καὶ σύ. Εἶπε δὲ Ῥούθ· Μὴ ἀπαντήσῃς
1.18.4
μοι τοῦ καταλιπεῖν σε, ὅτι ὅπου ἐὰν πορευθῇς, πορεύσομαι· καὶ ὁ λαός σου, λαός μου,
1.18.5
καὶ ὁ Θεός σου, Θεός μου. Προσέθετο Ἰωνάθαν ὀμόσαι τῷ Δαβὶδ, ὅτι ἠγάπησεν ἡ
1.18.6
ψυχὴ ἀγαπῶντος αὐτόν. Ἀλγῶ ἐπὶ σὲ, ἀδελφέ μου Ἰωνάθαν. Ὡραιώθηςμοι σφόδρα·
1.18.7
ἐθαυμαστώθη ἡ ἀγάπησίς σου ἐμοὶ ὑπὲρ ἀγάπης γυναικῶν. Ζήτησον εἰρήνην, καὶ
1.18.8
δίωξον αὐτήν. Οἱ βουλόμενοι εἰρήνην, εὐφρανθήσονται. Πάντας τοὺς μὴ
1.18.9
φιλονεικοῦντας καλύψει φιλία· ὁ ἐλέγχων μετὰ παῤῥησίας, εἰρηνοποιεῖ.
1.18.10
Μακρόθυμος ἀνὴρ κατασβέσει κρίσεις· ὁ δὲ ἀσεβὴς ἐγερεῖ μᾶλλον. Καλύπτουσιν
1.18.11
ἔχθραν χείλη δίκαια. Κρείσσων ψωμὸς μεθ' ἡδονῆς ἐν εἰρήνῃ, ἢ οἶκος πλήρης
1.18.12
πολλῶν ἀγαθῶν καὶ ἀδίκων θυμάτων μετὰ μάχης. Θυμὸν ἀνδρὸς πραΰνει θεράπων
1.18.13
φρόνιμος. Ὕδωρ πολλὸν οὐ δυνήσεται σβέσαι τὴν ἀγάπην, καὶ ποταμοὶ οὐ
1.18.14
συγκλύζουσιν αὐτήν. Τὴν ἀλήθειαν καὶ τὴν εἰρήνην ἀγαπᾶτε, λέγει Κύριος
1.18.15
παντοκράτωρ. Ὡς ὡραῖοι ἐπὶ τῶν ὀρέων οἱ πόδες εὐαγγελιζομένων ἀγαθὰ, ἀκοὴν
1.18.16
εἰρήνης, εὐαγγελιζομένων ἀγαθά! Ἀναστήσω αὐτοῖς φυτὸν εἰρήνης, καὶ οὐκέτι
1.18.17
ἔσονται ἀπολλύμενοι. Ἐν τρισὶν ὡραΐσθην, καὶ ἀνέστην ὡραία ἔναντι Κυρίου καὶ
1.18.18
ἀνθρώπων· ὁμόνοια ἀδελφῶν, καὶ φιλία τῶν πλησίον, καὶ γυνὴ καὶ ἀνὴρ ἑαυτοῖς
1.18.19
συμπεριφερόμενοι. Μακάριοι εἰρηνοποιοὶ, ὅτι καὶ αὐτοὶ υἱοὶ Θεοῦ κληθήσονται.
1.18.20
Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν· εὐλογεῖτε τοὺς καταρωμένους ὑμᾶς· προσεύχεσθε ὑπὲρ
1.18.21
τῶν ἐπηρεαζόντων ὑμᾶς καὶ διωκόντων. Ἀμὴν λέγω ὑμῖν, ὅτι ἐὰν δύο ὑμῶν
1.18.22
συμφωνήσωσιν ἐπὶ τῆς γῆς, περὶ παντὸς πράγματος οὗ ἐὰν αἰτήσωνται, γενήσεται
1.18.23
αὐτοῖς παρὰ τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Ἐντολὴν καινὴν δίδωμι ὑμῖν, ἵνα
1.18.24
ὑμεῖς ἀγαπᾶτε ἀλλήλους, καθὼς ἠγάπησα ὑμᾶς, ἵνα καὶ ὑμεῖς ἀγαπᾶτε ἀλλήλους. Ἐν
1.18.25
τούτῳ γνώσονται πάντες, ὅτι ἐμοὶ μαθηταί ἐστε, ἐὰν ἀγαπᾶτε ἀλλήλους. Εἰρήνην
1.18.26
τὴν ἐμὴν ἀφίημι ὑμῖν, εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν. Καθὼς ἠγάπησέ με ὁ Πατὴρ,
1.18.27
κἀγὼ ἠγάπησα ὑμᾶς· μείνατε ἐν τῇ ἀγάπῃ μου, καθὼς ἐγὼ τὰς ἐντολὰς τοῦ Πατρός
1.18.28
μου τετήρηκα, καὶ μένω αὐτοῦ ἐν τῇ ἀγάπῃ. Αὕτη ἐστὶν ἡ ἐντολὴ ἡ ἐμὴ, ἵνα ἀγαπᾶτε
1.18.29
ἀλλήλους, καθὼς ἐγὼ ἠγάπησα ὑμᾶς. Μείζονα ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἵνα τις
1.18.30
τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Εἰς ἣν δ' ἂν οἰκίαν ἔρχησθε, πρῶτον
1.18.31
λέγετε, Εἰρήνη τῷ οἴκῳ τούτῳ. Καὶ ἐὰν ᾖ ἐκεῖ υἱὸς εἰρήνης, ἐπαναπαύσεται ἐπ' αὐτὸν
1.18.32
ἡ εἰρήνη. Ὡς ὑπάγεις μετὰ τοῦ ἀντιδίκου σου πρὸς ἄρχοντα ἐν τῇ ὁδῷ, δὸς ἐργασίαν
1.18.33
ἀπηλλάχθαι ἀπ' αὐτοῦ, μήποτε κατασύρῃ σε πρὸς τὸν κριτὴν, καὶ ὁ κριτὴς παραδῷ
1.18.34
σε τῷ πράκτορι, καὶ ὁ πράκτωρ σε βάλλῃ εἰς φυλακήν. Ἀμὴν λέγω σοι· οὐ μὴ
1.18.35
ἐξέλθῃς ἐκεῖθεν, ἕως οὗ καὶ τὸ ἔσχατον λεπτὸν ἀποδῷς. Εἰ δυνατὸν, τὸ ἐξ ὑμῶν,
1.18.36
μετὰ πάντων ἀνθρώπων εἰρηνεύοντες. Μηδὲν μηδενὶ ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾷν
1.18.37
ἀλλήλους. Τὸ γὰρ, Οὐ μοιχεύσῃς, οὐ κλέψεις, οὐ ψευδομαρτυρήσεις, καὶ εἴ τις ἑτέρα
1.18.38
ἐστὶν ἐντολὴ, ἐν τῷ λόγῳ τούτῳ ἀνακεφαλαιοῦται, ἐν τῷ ἀγαπῆσαι τὸν πλησίον σου
1.18.39
ὡς ἑαυτόν. Τὰ τῆς εἰρήνης διώκωμεν, καὶ τὰ τῆς οἰκοδομῆς τῆς εἰς ἀλλήλους. Ἡ
1.18.40
ἀγάπη τῷ πλησίον κακὸν οὐκ ἐργάζεται. Πλήρωμα νόμου ἡ ἀγάπη. Ζηλοῦτε τὰ
1.18.41
χαρίσματα τὰ κρείττονα· καὶ ἔτικαθ' ὑπερβολὴν ὁδὸν ὑμῖν δείκνυμι. Ἐὰν
1.18.42
ταῖς γλώσσαις τῶν ἀνθρώπων λαλῶ, καὶ τῶν ἀγγέλων, ἀγάπην δὲ μὴ ἔχω, γέγονα
1.18.43
χαλκὸς ἠχῶν, ἢ κύμβαλον ἀλαλάζον. Κἂν ἔχω προφητείαν, καὶ ἴδω τὰ μυστήρια
1.18.44
πάντα, καὶ πᾶσαν τὴν γνῶσιν· κἂν ἔχω πᾶσαν τὴν πίστιν, ὥστε ὄρη μεθιστάνειν,
1.18.45
ἀγάπην δὲ μὴ ἔχω, οὐδέν εἰμι· κἂν ψωμίζω πάντα τὰ ὑπάρχοντά μοι, κἂν παραδῶ τὸ
1.18.46
σῶμά μου, ἵνα καυθήσωμαι, ἀγάπην δὲ οὐ μὴ ἔχω, οὐδὲν ὠφελοῦμαι. Ἡ ἀγάπη οὐ
1.18.47
ζηλοῖ· ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται· ἡ ἀγάπη οὐ περπερεύεται, οὐ φυσιοῦται,
1.18.48
οὐκ ἀσχημονεῖ, οὐ ζητεῖ τὰ ἑαυτῆς. Πάντα πιστεύει, πάντα ἐλπίζει, πάντα ὑπομένει.
1.18.49
Ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει. Καὶ πάλιν· Νυνὶ δὲ μένει πίστις, ἐλπὶς, ἀγάπη, τὰ τρία
1.18.50
ταῦτα· μείζων δὲ τούτων ἡ ἀγάπη. Πάντα ὑμῶν ἐν ἀγάπῃ γινέσθω. Εἰρηνεύετε,
1.18.51
ἀδελφοὶ, καὶ ὁ Θεὸς τῆς ἀγάπης καὶ εἰρήνης ἔσται μεθ' ὑμῶν. Διὰ τῆς ἀγάπης
1.18.52
δουλεύετε ἀλλήλοις. Ὁ γὰρ πᾶς νόμος ἑνὶ λόγῳ πεπλήρωται, ἐν τῷ, Ἀγαπήσεις τὸν
1.18.53
πλησίον σου ὡς σεαυτόν. Γίνεσθε εἰς ἀλλήλους χρηστοὶ, εὔσπλαγχνοι, χαριζόμενοι
1.18.54
ἑαυτοῖς, καθὼς καὶ ὁ Θεὸς ἐχαρίσατο ἡμῖν. Γίνεσθε οὖν μιμηταὶ Θεοῦ, ὡς τέκνα
1.18.55
ἀγαπητὰ, καὶ περιπατεῖτε ἐν ἀγάπῃ, καθὼς καὶ ὁ Χριστὸς ἠγάπησεν ἡμᾶς, καὶ
1.18.56
παρέδωκεν ἑαυτὸν ὑπὲρ ἡμῶν προσφορὰν καὶ θυσίαν τῷ Θεῷ εἰς ὀσμὴν εὐωδίας.
1.18.57
Ἐπὶ πᾶσι τὴν ἀγάπην διώκετε, ὅτι ἐστὶ σύνδεσμος τῆς τελειότητος. Καὶ ἡ εἰρήνη τοῦ
1.18.58
Θεοῦ βραβεύεται ἐν ταῖς καρδίαις ὑμῶν. Εἰρήνην διώκετε μετὰ πάντων, καὶ τὸν
1.18.59
ἁγιασμὸν, οὗ χωρὶς οὐδεὶς ὄψεται τὸν Κύριον. Καρπὸς δικαιοσύνης ἐν εἰρήνῃ
1.18.60
σπείρεται τοῖς ποιοῦσιν εἰρήνην. Ὁ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ἐν τῷ φωτὶ μένει.
1.18.61
Ἐκ καθαρᾶς καρδίας ἀγαπᾶτε. Ἀγάπη καλύπτει πλῆθος ἁμαρτιῶν. Τέκνα, μὴ
1.18.62
ἀγαπῶμεν λόγῳ, μηδὲ τῇ γλώσσῃ, ἀλλ' ἔργῳ καὶ ἀληθείᾳ. Καὶ ἐν τούτῳ γνωσόμεθα,
1.18.63
ὅτι ἐκ τῆς ἀληθείας ἐσμέν. Ἀγαπητοὶ, ἀγαπῶμεν ἀλλήλους, ὅτι ἡ ἀγάπη ἐν τοῦ Θεοῦ
1.18.64
ἐστιν· καὶ πᾶς ὁ ἀγαπῶν, ἐκ Θεοῦ γεγέννηται, καὶ γινώσκει τὸν Θεόν. Ὁ μὴ ἀγαπῶν,
1.18.65
οὐκ ἔγνω τὸν Θεὸν, ὅτι ὁ Θεὸς ἀγάπη ἐστί. Φόβος οὐκ ἔστιν ἐν τῇ ἀγάπῃ· ἡ γὰρ
1.18.66
τελεία ἀγάπη ἔξω βάλλει τὸν φόβον· ὁ δὲ φοβούμενος, οὐ τελειοῦται ἐν τῇ ἀγάπῃ.
1.18.67
Ἐάν τις εἴπῃ, ὅτι Ἀγαπῶ τὸν Θεὸν, καὶ τὸν ἀδελφὸν αὐτοῦ μισεῖ, ψευστής ἐστιν. Ὁ
1.18.68
γὰρ μὴ ἀγαπῶν τὸν ἀδελφὸν αὐτοῦ, ὃν ἑώρακε, τὸν Θεὸν ὃν οὐχ ἑώρακε, πῶς
1.18.69
δύναται ἀγαπᾷν; Οὐδέν ἐστιν ἄμεινον εἰρήνης, ἐν ᾗ πᾶς πόλεμος καταργεῖται.
1.18.70
95. 1200 Ὅσον ἐστὶ τὸ τῆς εἰρήνης ἀγαθὸν, τί χρὴ λέγειν πρὸς ἄνδρας υἱοὺς τῆς
1.18.71
εἰρήνης; Οὐδὲν γὰρ οὕτως ἴδιον Χριστιανοῦ, ὡς τὸ εἰρηνοποιεῖν, διότι καὶ τὸν ἐπ'
1.18.72
αὐτὴν μισθὸν ἡμῖν ὁ Κύριος ἐπηγγείλατο. Θεοῦ καὶ τῶν θείων ἐγγὺς, ὅσοι τὸ τῆς
1.18.73
εἰρήνης ἀγαθὸν ἀσπαζόμενοι φαίνονται, καὶ τῷ ἐναντίῳ, τῇ στάσει ἀπεχθραίνονται
1.18.74
καὶ δυσχεραίνουσιν. Ὥσπερ ὑγείας ἐπιλαβούσης, νόσος ἐξαφανίζεται, καὶ φωτὸς
1.18.75
φαίνοντος, οὐχ ὑπολείπεται σκότος, οὕτως καὶ τῆς εἰρήνης ἐπιφανείσης, λύεται
1.18.76
πάντα τὰ ἐκ τοῦ ἐναντίου συνιστάμενα πάθη. Πᾶσα ἡ τῶν κακῶν ἀγέλη τῇ
1.18.77
ἀγαπητικῇ διαθέσει ἐξαφανίζεται. Τῆς ἀγάπης καὶ τῆς εἰρήνης οὐδὲν ἀνώτερον
1.18.78
τίθησι. Τοιοῦτον τῶν ἀγαπώντων τὸ ἔθος· πάντα τὰ τῶν ἀγαπωμένων πράγματα δι'
1.18.79
αὐτῶν ἀνύεσθαι βούλονται, καὶ μηδὲν χωρὶς αὐτῶν ἐκείνους, μὴ ποιεῖν, μὴ λέγειν.
1.18.80
Ἡ τῆς ἀγάπης φύσις κόρον οὐκ οἶδεν, ἀλλ' ἀεὶ τῶν ἀγαπωμένων ἀπολαύουσα, πρὸς
1.18.81
μείζονα αἴρεται φλόγα. Καὶ τοῦτο ὁ ταύτης τρόφιμος εἰδὼς Παῦλος ἔλεγεν· Μηδενὶ
1.18.82
μηδὲν ὀφείλετε, εἰ μὴ τὸ ἀγαπᾷν ἀλλήλους. Τοῦτο γὰρ τὸ ὄφλημα ἀεὶ μὲν
1.18.83
καταβάλλεται, οὐδέποτε δὲ ἀποδίδοται. Ἐνταῦθα τὸ διηνεκῶς ὀφλεῖν καλὸν καὶ
1.18.84
ἐπαίνων ἄξιον. Ἐπὶ μὲν γὰρ τῶν χρημάτων, τοὺς μηδὲν ὀφείλοντας ἐπαινοῦμεν, ἐπὶ
1.18.85
δὲ τῆς ἀγάπης, τοὺς διηνεκῶς ὀφείλοντας μακαρίζομεν· καὶ ὅπερ ἀγνωμοσύνης ἐκεῖ,
1.18.86
τοῦτο ἐνταῦθα εὐγνωμοσύνης σημεῖόν ἐστι, τὸ μηδέποτε διαλύεσθαι τὸ τῆς ἀγάπης
1.18.87
ὄφλημα. Ὁ ἐπευξάμενος εἰρήνην ἅπασι, τὸν πόλεμον παθῶν ἐξέβαλεν, τὴν ἁμαρτίαν
1.18.88
τῶν ἀτόπων λογισμῶν, τὴν ταραχὴν τῶν ἐπιθυμιῶν, τὴν ζάλην, τὰ κύματα, τὸν
1.18.89
χειμῶνα, καὶ λιμένος εὐδιωτέραν τὴν ψυχὴν κατεσκεύασε, τὴν μητέρα καὶ κοινὴν
1.18.90
τροφὸν τῶν ἀγαθῶν ἁπάντων εἰρήνην, μετὰ πολλῆς τῆς. σπουδῆς εἰς τὴν ψυχὴν
1.18.91
τῶν δεξαμένων τὴν εἰρήνην πιστῶν εἰσαγαγών. Ὥσπερ ψυχὴ ἄνευ σώματος
1.18.92
ἄνθρωπος οὐ καλεῖται, οὐδ' αὖ σῶμα ἄνευ ψυχῆς, οὕτως οὐδὲ ἀγάπη πρὸς Θεὸν, ἐὰν
1.18.93
μὴ ἔχῃ ἀκόλουθον καὶ τὴν πρὸς τὸν πλησίον ἀγάπην, οὐ τυγχάνει ἀγάπη· οὐδ' αὖ
1.18.94
πάλιν ἡ πρὸς τὸν πλησίον ἀγάπη, ἐὰν μὴ ἔχῃ τὴν πρὸς Θεὸν, οὐ καλεῖται ἀγάπη. Διὸ
1.18.95
σπάνιον ἔστιν εὑρεῖν τελείαν ἀγάπην. Ὅσοι τοίνυν ὀρθοδόξως φρονοῦσι περὶ
1.18.96
Πατρὸς, καὶ Υἱοῦ, καὶ ἁγίου Πνεύματος, καὶ τὴν εἰς ἀλλήλους φυλάττουσιν ἀγάπην,
1.18.97
οὗτοι κέκτηνται τὸ τέλειον τῆς ἀγάπης. Ἀγάπη Πατέρα ὁμολογεῖ, Υἱὸν προσκυνεῖ,
1.18.98
καὶ τὸ ἅγιον Πνεῦμα δοξολογεῖ. Ἀγάπη τὴν συμφωνίαν τῆς Τριάδος οὐ διαιρεῖ.
1.18.99
Ἀγάπη ἀγγέλων σύμβιος, πατέρων σύντροφος, προφητῶν σύσκηνος, μαρτύρων
1.18.100
σύναθλος, ἀποστόλων σύγχορος, Ἐκκλησίας σύνδεσμος. Ἀγάπη πόλεμον
1.18.101
οὐκ οἶδεν, ἐχθρὸνοὐκ ἔχει, εἰρήνην πρεσβεύει. Ἀγάπη φονικοὺς θυμοὺς
1.18.102
πραΰνει, λογικοὺς λαοὺς σεμνύνει. Ἀγάπη ἐν τῷ κόσμῳ μὴ χωροῦσα, καὶ ἐν ταπεινῇ
1.18.103
καρδίᾳ κατοικοῦσα. Ἀγάπη μέλιτος καὶ γάλακτος γλυκυτέρα, ἡ μὴ μόνον ἐν τῷ
1.18.104
στόματι τὸ γλυκὺ ἔχουσα, ἀλλὰ ἐν τῷ βάθει τῆς καρδίας τὸ ἡδὺ κέκτηται. Ἀγάπη ἡ
1.18.105
πάντων ἁρμογὴ, δι' ἧς συνέστηκε μὲν τὰ ἐπίγεια, αὔξει δὲ τὰ οὐράνια. Ἀγάπη, δι' ἣν
1.18.106
ὁ Θεὸς τὸν ἑαυτοῦ Υἱὸν ἀπέστειλεν εἰς τὸν κόσμον ὑπὲρ ἡμῶν· ὥστε τὸν Υἱὸν αὐτοῦ
1.18.107
τὸν μονογενῆ ἔδωκεν εἰς τὸν κόσμον ὑπὲρ ἡμῶν. Ἀγάπη τὰ ζεύγη τῶν ἀρότρων
1.18.108
ὁμοφρόνως τῷ ξύλῳ τοῦ σταυροῦ ὑπέζευξεν· κινδύνους δὲ κατὰ γῆν καὶ θάλασσαν
1.18.109
ὑπομένειν ἐδίδαξεν. Ἀγάπη μάρτυρας τελειοῖ, ἀποστόλους στεφανοῖ. Ἀγάπη ἄλλον,
1.18.110
ὡς ἑαυτὸν ὁρᾷ, καὶ τὰ ἴδια κοινὰ πᾶσιν ἡγεῖται. Ἀγάπη τὴν ἔνδειαν τοῦ πλησίον
1.18.111
μέριμναν ἰδίαν τίθησιν. Ἀγάπη κοινὴν τράπεζαν πᾶσιν ἱστᾷ, πλουσίῳ τε καὶ πένητι,
1.18.112
σοφῷ τε καὶ ἰδιώτῃ. Ἀγάπη τὴν πεπικρασμένην ψυχὴν γλυκαίνει, τὴν τεθλιμμένην
1.18.113
θεραπεύει, τὴν τεταπεινωμένην ἀναθάλλειν ποιεῖ. Ἀγάπη ἄσβεστον λαμπάδα τῆς
1.18.114
παρθενίας περιφέρει, καὶ τοὺς ἰδίους περιεργάζεται ζητοῦσα. Ἀγάπη τὰς τῆς
1.18.115
βασιλείας θύρας ἀνοίγει, καὶ τοὺς ἐν σεμνῷ γάμῳ βιοῦντας εἰσελθεῖν οὐ κωλύει.
1.18.116
Ἀγάπη τὴν ἐλεημοσύνην φιλεῖ, καὶ τῷ ταῦτα γεωργῷ στεφάνους χρυσαυγεῖς
1.18.117
ἑτοιμάζει. Ἀγάπη ὑπερηφάνους οὐκ οἶδεν, ταπεινοὺς δὲ δοξάζει. Ἀγάπη κακολογίαν
1.18.118
φεύγει, εὐλογίαν δὲ στέργει. Ἀγάπη ἄνδρα καὶ γυναῖκα γάμῳ συναφθέντας ὁμονοεῖν
1.18.119
συμβουλεύει, χωρίζεσθαι δὲ ἀπ' ἀλλήλων οὐδέποτε θέλει. Ἀγάπη τοὺς πατέρας
1.18.120
φιλεῖν τὰ τέκνα προτρέπεται, καὶ τὰ τέκνα δουλεύειν ὡς δεσπόταις τοῖς γονεῦσιν.
1.18.121
Ἀγάπη τοὺς δεσπότας ἐλεήμονας εἶναι πρὸς τοὺς οἰκέτας παρακαλεῖ, καὶ τοὺς
1.18.122
οἰκέτας ὑπουργεῖν τοῖς δεσπόταις ἀδόλως παραινεῖ. Πολλαχῶς ἀγάπη νοεῖται, διὰ
1.18.123
πραότητος, διὰ χρηστότητος, δι' ὑπομονῆς, διὰ ἀφθονίας καὶ ἀζηλίας, δι'
1.18.124
ἀμνησικακίας. Ἀμέριστός ἐστιν ἐν πᾶσι, ἀδιάκριτος κοινωνική. Τρισσὰ εἴδη φιλίας
1.18.125
διδασκόμεθα, καὶ τούτων τὸ μὲν πρῶτον καὶ ἄριστον, τὸ κατ' ἀρετήν· στεῤῥὰ γὰρ ἡ
1.18.126
ἐκ λόγου ἀγάπη· τὸ δὲ δεύτερον καὶ μέσον, τὸ κατ' ἀμοιβήν· κοινωνικὸν τοῦτο, καὶ
1.18.127
μεταδοτικὸν, καὶ βιωφελές· κοινὴ γὰρ ἡ εὐχάριστος φιλία. Τὸ δὲ ὕστατον καὶ τρίτον,
1.18.128
ἡμεῖς μὲν τὸ ἐκ συνηθείας φαμὲν, οἱ δὲ Ἕλληνές φασι, τὸ καθ' ἡδονὴν τρεπτὸν καὶ
1.18.129
μετάβλητον. Οὐκοῦν ἡ μέν τίς ἐστι φιλοσόφου φιλία, ἡ δὲ ἀνθρώπου, ἡ δὲ ζώου. Τὸ
1.18.130
ἀγαπᾷν τοὺς ἐχθροὺς, οὐκ ἀγαπᾷν τὸ κακὸν λέγει, οὐδὲ ἀσέβειαν, οὐδὲ μοιχείαν, ἢ
1.18.131
κλοπὴν, ἀλλὰ τὸν κλέπτην, καὶ τὸν μοιχόν· οὐ καθ' ὃ ἁμαρτάνει, καὶ τῇ ποιᾷ
1.18.132
ἐνεργείᾳ μολύνει τὴν ἀνθρώπου προσηγορίαν, καθ' ὃ δὲ ἄνθρωπός ἐστι, καὶ
1.18.133
ἔργον Θεοῦ. Ἀμέλει τὸ ἁμαρτάνειν ἐνεργείᾳ κεῖται, καὶ οὐκ οὐσίᾳ· διὸ οὐδὲ ἔργον
1.18.134
Θεοῦ. Οὐ μνησικακήσει ὁ γνωστικός ποτε. Οὐ χαλεπανεῖ οὐδενὶ, κἂν μίσους ἄξια
1.18.135
τυγχάνῃ, ἐφ' οἷς διαπράττεται. Σέβει μὲν γὰρ τὸν Ποιητὴν, ἀγαπᾷ δὲ τὸν κοινωνὸν
1.18.136
τοῦ βίου, οἰκτείρων καὶ ὑπερευχόμενος αὐτοῦ διὰ τὴν ἄγνοιαν. Ἀγάπη τὰ
1.18.137
φλεγόμενα μόρια τοῦ θυμοῦ θεραπεύειν. Ἡ ἀγάπη τὸν ἄνθρωπον εἰς τρία μερίζεται
1.18.138
πρόσωπα· ὁ μὲν διὰ Θεὸν ἀγαπᾷ, ὃν ἀγαπᾷ· ὁ δὲ ἐπεὶ πλούσιός ἐστι, χάριν λήψεως
1.18.139
δώρων· ὁ δὲ ἐμπαθῶς. Καὶ ὁ μὲν εἰλικρινῶς δοξάζει ὃν ἀγαπᾷ, ὁ δὲ διὰ πλεονεξίαν, ὁ
1.18.140
δὲ χάριν ἡδονῆς Εἰρήνη, κἂν ᾖ σφόδρα ἐπιζήμιος, λυσιτελεστέρα ἐστὶ πολέμου.
1.19.1
– Περὶ ἀληθείας καὶ μαρτυρίας πιστῆς.
1.19.2
Οὐ συγκαταθήσῃ μετὰ τοῦ ἀδίκου γενέσθαι μάρτυς ἄδικος. Ἐπὶ δυσὶ
1.19.3
μάρτυσιν ἢ τρισὶν ἀποθανεῖται ὁ ἀποθνήσκων. Οὐκ ἐμμενεῖ μάρτυς εἷς, μαρτυρῆσαι
1.19.4
κατὰ ἀνθρώπου, κατὰ πάσας αἰτίας, καὶ κατὰ πᾶν ἁμάρτημα. Ἀληθινὸν στόμα
1.19.5
ἐμπλησθήσεται γέλωτος, καὶ τὰ χείλη αὐτοῦ ἀγαλλιάσεται. Πᾶσαι αἱ ὁδοὶ Κυρίου
1.19.6
ἔλεος καὶ ἀλήθεια, τοῖς ἐκζητοῦσι τὴν διαθήκην αὐτοῦ. Ἀλήθειαν ἐκζητήσει Κύριος.
1.19.7
Μὴ περιέλῃς ἐκ τοῦ στόματός μου λόγον ἀληθείας ἕως σφόδρα, ὅτι ἐπὶ τοῖς κρίμασί
1.19.8
σου ὑπερήλπισα. Μετὰ δικαιοσύνης πάντα τὰ ῥήματα τοῦ στόματός μου· οὐδὲν ἐν
1.19.9
αὐτοῖς σκολιὸν, οὐδὲ στραγγαλιῶδες. Ἔλεον καὶ ἀλήθειαν τεκταίνουσιν ἀγαθοί.
1.19.10
Ῥύεται ἐκ κακῶν μάρτυς πιστός. Ποιεῖν δίκαια καὶ ἀληθεύειν, ἀρεστὰ παρὰ Θεῷ, ἢ
1.19.11
θυσιῶν αἷμα. Νόμος ἀληθείας ἦν ἐν τῷ στόματι αὐτῶν, καὶ ἀδικία οὐχ εὑρέθη ἐν
1.19.12
χείλεσιν αὐτῶν. Λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ· τὴν ἀλήθειαν
1.19.13
καὶ τὴν εἰρήνην, λέγει Κύριος παντοκράτωρ. Οὐκ ἔστι παρὰ τῇ ἀληθείᾳ λαμβάνειν
1.19.14
πρόσωπα. Οὐ μὴ παροδεύσω τὴν ἀλήθειαν, οὔτε μὴν φθόνῳ τετηκότι συνοδεύσω· ὅτι
1.19.15
οὗτος οὐ κοινωνεῖ σοφίᾳ. Μὴ ἀντίλεγε τῇ ἀληθείᾳ· μὴ λάβῃς πρόσωπον δυνάστου.
1.19.16
Ἕως θανάτου ἀγώνισαι περὶ τῆς ἀληθείας, καὶ ὁ Κύριος ὁ Θεὸς πολεμήσει ὑπὲρ σοῦ.
1.19.17
95. 1205 Πετεινὰ πρὸς τὰ ὅμοια καταλύει, καὶ ἀλήθεια πρὸς τοὺς ἐργαζομένους αὐτὴν
1.19.18
ἐπανήξει. Πᾶς ὁ φαῦλα πράσσων, μισεῖ τὸ φῶς, καὶ οὐκ ἔρχεται πρὸς τὸ φῶς, ἵνα μὴ
1.19.19
ἐλεγχθῇ τὰ ἔργα αὐτοῦ. Ὁ δὲ ποιῶν τὴν ἀλήθειαν, ἔρχεται πρὸς τὸ φῶς, ἵνα
1.19.20
φανερωθῇ τὰ ἔργα αὐτοῦ, ὅτι ἐν Θεῷ ἐστιν εἰργασμένα. Ἀποθέμενοι τὸ ψεῦδος,
1.19.21
λαλεῖτε ἀλήθειαν ἕκαστος μετὰ τοῦ πλησίον αὐτοῦ, ὅτι ἐσμὲν ἀλλήλων μέλη.
1.19.22
Μείζονα ταύτης οὐκ ἔχω χαρὰν, ἵνα ἀκούω τὰ ἐμὰ τέκνα ἐν ἀληθείᾳ περιπατοῦντα.
1.19.23
Τὸ κράτιστον τῶν ἀγαθῶν ἡ ἀλήθεια. Δυσθήρατός ἐστιν ὁ τῆς ἀληθείας λόγος,
1.19.24
ῥᾳδίως δυνάμενος ἐκφυγεῖν τοὺς μὴ προσέχοντας. Τοιοῦτόν τι ἡ ἀλογία, καὶ τὸ πρὸς
1.19.25
τὴν ἀλήθειαν ἀπομάχεσθαι, ὡς μηδὲ περιπίπτοντας αὐτοὺς ἑαυτοῖς, ἢ νοεῖν, ἢ
1.19.26
αἰσχύνεσθαι. Οὐδεμιᾶς δεῖται βοηθείας ἡ τῆς ἀληθείας ἰσχὺς, ἀλλὰ κἂν μυρίους ἔχῃ
1.19.27
τοὺς σβεννύντας αὐτὴν, οὐ μόνον οὐκ ἀφανίζεται, ἀλλὰ καὶ δι' αὐτῶν τῶν
1.19.28
ἐπηρεάζειν ἐπιχειρούντων φαιδροτέρα ἄνεισι, τῶν κοπτόντων ἑαυτοὺς καταγελῶσα.
1.19.29
Οὔτε τὸ φῶς ἔσται σκότος ποτὲ, ἕως ἂν ᾖ φῶς· οὔτε ἡ τῶν παρ' ἡμῖν πραγμάτων
1.19.30
ἀλήθεια διελεγχθήσεται. Ἀλήθεια γάρ ἐστι, καὶ ταύτης ἰσχυρότερον οὐδέν. Πᾶς ὁ
1.19.31
δυνάμενος λέγειν τὴν ἀλήθειαν, καὶ μὴ λέγων, κριθήσεται ὑπὸ τοῦ Θεοῦ. Βέλτιον
1.19.32
λίθον βαλεῖν εἰκῆ, ἢ λόγον. Λάλει ἃ δεῖ, καὶ ὅτε δεῖ, καὶ οὐκ ἀκούσεις ἃ μὴ δεῖ. Σιγᾷν
1.19.33
τὴν ἀλήθειαν χρυσόν ἐστι θάπτειν.
1.20.1
– Περὶ ἀρχομένων· ὅτι ἐξομοιοῦνται τοῖς τῶν κρατούντων ἤθεσι,
1.20.2
κἄν τε χρηστοὶ, κἄν τε μοχθηροὶ ὑπάρχωσι.
1.20.3
Εἶπε Γεδεὼν πρὸς τὸν λαόν· Καθὼς ποιῶ, οὕτως ποιήσατε. Σαλπιῶ ἐν τῇ
1.20.4
κερατίνῃ, καὶ σαλπιεῖτε κύκλῳ τῆς παρεμβολῆς. Ἔλαβεν Ἀβιμέλεχ τὴν ἀξίνην, καὶ
1.20.5
ἔκοψεν κλάδους ξύλων, καὶ ἔθηκεν ἐπὶ τῶν ὤμων αὐτοῦ, καὶ εἶπε τῷ λαῷ τῷ μετ'
1.20.6
αὐτοῦ· Ὃ οἴδατε ποιοῦντά με, ποιήσατε. Κατὰ τὸν κριτὴν τοῦ λαοῦ, οὕτως καὶ οἱ
1.20.7
λειτουργοὶ αὐτοῦ· καὶ κατὰ τὸν ἡγούμενον τῆς πόλεως, πάντες οἱ κατοικοῦντες ἐν
1.20.8
αὐτῇ. Πρὸς τὸ τῶν κρατούντων ἦθος πλάττεσθαι πέφυκεν ὡς τὰ πολλὰ τὸ
1.20.9
ἀρχόμενον. Ὥστε ὁποῖοί ποτε ἂν οἱ ἄγοντες ὦσι, τοιοῦτον ἀνάγκη καὶ τὸ ἀγόμενον
1.20.10
εἶναι .
1.21.1
– Περὶ ἀρχομένων· ὅτι χρὴ αὐτοὺς ὑποτάσσεσθαι τοῖς ἄρχουσι, καὶ
1.21.2
εἴκειν, καὶ παραχωρεῖν, καὶ τιμᾷν, καὶ μὴ ἀντιλέγειν.
1.21.3
Θεοὺς οὐ κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς. Ἀσεβὴς,
1.21.4
ὃς λέγει τῷ βασιλεῖ, Παρανομεῖς. Ἀσεβὴς, ὃς οὐκ αἰσχυνθῇ πρόσωπον ἐντίμου, οὐδὲ
1.21.5
οἶδε τιμὴν θέσθαι τούτοις. Ἐν εἰδήσει σου βασιλέα μὴ καταράσῃ, καὶ ἐν ταμείοις
1.21.6
κοιτῶνός σου μὴ καταράσῃ πλούσιον· ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει τὴν φωνήν
1.21.7
σου, καὶ ὁ ἔχων πτέρυγας, ἀναγγελεῖ λόγον σου. Φοβοῦ τὸν Θεὸν, υἱὲ, καὶ βασιλέα,
1.21.8
καὶ μηδετέρῳ αὐτῶν ἀπειθήσῃς. Στόμα βασιλέως φύλαξον, καὶ ἀπὸ τοῦ προσώπου
1.21.9
αὐτοῦ πορεύσῃ, ὅτι πάντα ὅσα ἐὰν θελήσῃ ποιῆσαι, καθὼς βασιλεὺς ἐξουσιάζων
1.21.10
ποιεῖ, καὶ τίς ἐρεῖ αὐτῷ, Τί ποιεῖς; Μεγιστᾶνι ταπεινοῦ τὴν κεφαλήν σου. Μὴ
1.21.11
διαμάχου μετὰ ἀνθρώπου δυνάστου. Προσκαλεσαμένου σε δυνάστου, ὑποχωρῶν
1.21.12
γίνου, καὶ τόσῳ σε μᾶλλον προσκαλέσεται. Ἐν μέσῳ μεγιστάνων μὴ ἐξίσασον. Πᾶσα
1.21.13
ψυχὴ ἐξουσίαις ὑπερεχούσαις ὑποτασσέσθω. Οὐ γάρ ἐστιν ἐξουσία, εἰ μὴ ὑπὸ Θεοῦ.
1.21.14
Αἱ δὲ οὖσαι ἐξουσίαι, ὑπὸ τοῦ Θεοῦ τεταγμέναι εἰσίν· ὥστε ἀντιτασσόμενος, τῇ τοῦ
1.21.15
Θεοῦ διαταγῇ ἀνθέστηκεν· οἱ δὲ ἀνθεστηκότες, ἑαυτοῖς κρῖμα λήψονται. Πείθεσθε
1.21.16
τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε. Αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν,
1.21.17
ὡς λόγον ἀποδώσοντες, ἵνα μετὰ χαρᾶς τοῦτο ποιῶσι, καὶ μὴ στενάζοντες.
1.21.18
Ἀλυσιτελὲς γὰρ ὑμῖν τοῦτο. Ὑποτάγητε πάσῃ ἀνθρωπίνῃ κτίσει διὰ τὸν Κύριον, εἴτε
1.21.19
βασιλεῖ ὡς ὑπερέχοντι, εἴτε ἡγεμόσι, ὡς δι' αὐτοῦ πεμπομένοις, εἰς ἐκδίκησιν μὲν
1.21.20
κακοποιῶν. Τῷ Καίσαρι ὑποτάγητε, ἐν οἷς ἀκίνδυνος ἡ ὑποταγή.– Εὐεργεσία τοῖς
1.21.21
ὑποδεεστέροις, καὶ ἄρχειν ἑαυτῶν μὴ ἐπισταμένοις, τὸ δουλεύειν τοῖς κατ'
1.21.22
ἐπιστήμην ἄρχουσιν. Ὑποτασσώμεθα, καὶ Θεῷ, καὶ ἀλλήλοις, καὶ τοῖς ἐπιγείοις
1.21.23
ἄρχουσι· Θεῷ διὰ παντός· διὰ φιλαδελφίαν, ἀλλήλοις· δι' εὐταξίαν, τοῖς ἄρχουσιν·
1.21.24
καὶ τοσούτῳ μᾶλλον ὅσῳπερ ἂν ὦσιν ἡμερώτεροι καὶ χρηστότεροι. Δεινὸν γὰρ
1.21.25
ἐπιείκειαν δαπανῆσαι τῷ συνεχεῖ τῆς συγγνώμης, ἵνα μὴ καὶ τῆς ἐκείνων
1.21.26
τραχύτητος αὐτοὶ δίκας ἀπαιτηθῶμεν, γαλήνην πνευματικὴν λύσαντες, καὶ φωτὶ
1.21.27
ζόφον ἐπαγαγόντες, καὶ μέλιτι καταμιγνύντες ἀψίνθιον. Τοὺς ὑπὸ βασιλέως
1.21.28
χειροτονουμένους ἄρχοντας, κἂν πονηροὶ ὦσιν, ἕτερον δεδοικέναι χρὴ, οὐ διὰ τὴν
1.21.29
πονηρίαν καταφρονοῦντες αὐτῶν, ἀλλὰ διὰ τὴν ἀξίαν τοῦ χειροτονήσαντος
1.21.30
δυσωπούμενοι. Πάντες οἱ ἄρχεσθαι κακῶς μεμαθηκότες, καὶ ἄρχειν εἴσονται,
1.21.31
παρελθόντες εἰς ἐξουσίαν αὐτοῦ. Ὁ μαθὼν ἄρχεσθαι, καὶ ἄρχειν εὐθὺς μανθάνει.
1.21.32
Οὐδὲ γὰρ εἰ πάσης γῆς καὶ θαλάττης τὸ κράτος ἀνάψοιτό τις, ἄρχων ἂν εἴη πρὸς
1.21.33
ἀλήθειαν, εἰ μὴ μάθοι καὶ προπαιδευθείη τὸ ἄρχεσθαι. Τὸ ὑποτάττεσθαι τοῖς
1.21.34
κρείττοσιν, ὠφελιμώτατον ἀνθρώπῳ· χαλεποῦ ὄντος τὸ εἰδέναι ἄρχεσθαι,
1.21.35
κινδυνεύει πολλῷ χαλεπώτερον τὸ ἄρχειν ἀνθρώπων.
1.22.1
– Περὶ ἀναρχίας, ἤτοι λαοῦ μὴ ἔχοντος ποιμένα.
1.22.2
Ποιήσεις τοὺς ἀνθρώπους ὡς τοὺς ἰχθύας τῆς θαλάσσης, καὶ ὡς τὰ ἑρπετὰ
1.22.3
οὐκ ἔχοντα ἡγούμενον. Ἐλθὼν ὁ Ἰησοῦς, εἶδεν ὄχλον πολὺν, καὶ ἐσπλαγχνίσθη ἐπ'
1.22.4
αὐτοῖς ὅτι ἦσαν ὡς πρόβατα ἀποίμενα. Τό τε ἄναρχον, ἄτακτον· τὸ πολύαρχον,
1.22.5
στασιῶδες, καὶ οὕτως ἄναρχον, καὶ οὕτως ἄτακτον. Εἰς ταὐτὸν γὰρ ἀμφότερα φέρει,
1.22.6
τὴν ἀταξίαν, εἰς δὲ ἔκλυσιν. Ἀταξία γὰρ μελέτη λύσεως. Ἡ μὲν ἀταξία ἀναρχίας ἐστὶ
1.22.7
γνώρισμα· ἡ δὲ τάξις τὸν ἡγεμονεύοντα δείκνυσιν. Ἔνθα μή ἐστιν ἄρχων, ἐκεῖ
1.22.8
πάντως ἀταξία γίνεται. Ἀναρχία μᾶλλον καὶ στάσις, ἐξ ἰσοτιμίας ἀντιπαρεξαγομένη
1.22.9
πολυαρχία. Ὦ πόσα καὶ ἡλίκα κακὰ ἐξ ἀναρχίας φύεται! Λιμὸς, πόλεμος, δῃώσεις
1.22.10
χωρίων, στέρησις χρημάτων, ἀπαγωγαὶ, οἱ περὶ δουλείας καὶ θανάτου φόβοι.
1.23.1
– Περὶ ἀκηδίας, καὶ ἀθυμίας.
1.23.2
Ἵνα τί περίλυπος εἶ, ἡ ψυχή μου; ἵνα τί συνταράσσεις με; Ἐν τῷ ἀκηδιᾶσαι
1.23.3
τὴν καρδίαν μου ἐν πέτρᾳ, ὕψωσάς με. Ἠδολέσχησα, καὶ ὠλιγοψύχησε τὸ πνεῦμά
1.23.4
μου. Ἐνύσταξεν ἡ ψυχή μου ἀπὸ ἀκηδίας, βεβαίωσόν με ἐν τοῖς λόγοις σου. Ἀθυμία
1.23.5
κατέσχε με ἀπὸ ἁμαρτωλῶν τῶν ἐγκαταλιμπανόντων τὸν νόμον σου. Ἰσχύσατε,
1.23.6
χεῖρες ἀνειμέναι, καὶ γόνατα παραλελυμένα. Ἰσχύσατε, μὴ φοβεῖσθε. Ἰδοὺ ὁ Θεὸς
1.23.7
ἡμῶν. Ἰδοὺ ὁ Κύριος ἡμῶν μετὰ ἰσχύος ἔρχεται. Ἰδοὺ ὁ μισθὸς μετ' αὐτοῦ, καὶ τὸ
1.23.8
ἔργον αὐτοῦ ἐνώπιον αὐτοῦ. Κύριε παντοκράτορ, ὁ Θεὸς Ἰσραὴλ, ψυχὴ ἐν
1.23.9
στεναγμοῖς, καὶ πνεῦμα ἀκηδιῶν ἐκέκραξαν πρὸς σέ· Κύριε, ἄκουσον, Κύριε,
1.23.10
ἐλέησον, ὅτι ὁ Θεὸς ἐλεήμων εἶ. Τὰς παρειμένας χεῖρας, καὶ τὰ παραλελυμένα
1.23.11
γόνατα ἀνορθώσατε, καὶ τροχιὰς ὀρθὰς ποιεῖτε τοῖς ποσὶν ὑμῶν, ἵνα μὴ τὸ χωλὸν
1.23.12
ἐκτραπῇ, ἰαθῇ δὲ μᾶλλον. Ἡ εἰς ἄγαν κατήφεια γίνεται τῆς ἁμαρτίας αἰτία. Ὅμοιός
1.23.13
εἰμι τοῖς ἐν θαλάσσῃ, ὑπὸ τῆς κατὰ τὸν πλοῦν ἀπειρίας ἀπολλυμένοις καὶ ναυτιῶσιν·
1.23.14
οἳ τῷ μεγέθει τοῦ πλοίου δυσχεραίνουσιν, ὡς πολὺν τὸν σάλον παρεχομένῳ,
1.23.15
κἀκεῖθεν ἐπὶ τὸν λέμβον καὶ τὸ ἀκάτιον μεταβαίνοντες, πανταχοῦ ναυτιῶσι, καὶ
1.23.16
πανταχοῦ ἀποροῦσι· συμμετέρχεται γὰρ αὐτοῖς ἡ ἀηδία καὶ ἡ χολή. Τοιοῦτον καὶ τὸ
1.23.17
ἡμέτερον. Τὰ γὰρ ἔνοικα πάθη περιφέροντες, πανταχοῦ μετὰ τῶν ὁμοίων θορύβων
1.23.18
ἐσμέν. Πάσης δαιμονικῆς ἐνεργείας βλαβερωτέρα ἡ τῆς ἀθυμίας καὶ ἀκηδίας
1.23.19
ὑπερβολή· ἐπεὶ καὶ δαίμων ἐν οἷς ἂν κρατῇ, δι' ἀθυμίας κρατεῖ. Κἂν ταύτην ἀφέλῃς,
1.23.20
οὐδέν σοι παρ' ἐκείνου γενήσεται κακὸν ἢ δεινόν. Καιρὸς ἀθυμίας, οὐχ ὅταν
1.23.21
πάσχωμεν κακῶς, ἀλλ' ὅταν δρῶμεν κακῶς. Ἑκάστου ἡμῶν ἀγών ἐστι κατὰ τοῦ
1.23.22
πνεύματος τῆς ἀκηδίας, συνεζευγμένου καὶ συνεργοῦντος τῷ πνεύματι τῆς λύπης.
1.23.23
Δεινὸς οὗτος καὶ βαρύτατος δαίμων, καὶ τοῖς μοναχοῖς ἀεὶ πολεμῶν· ὅστις καθ'
1.23.24
ὥραν ἕκτην ἐπιπίπτει τῷ μοναχῷ, ἀτονίαν καὶ φρίκην αὐτῷ ἐμποιῶν, καὶ μῖσος
1.23.25
ἐργαζόμενον, καὶ πρὸς αὐτὸν τὸν τόπον, καὶ πρὸς τοὺς συνδιατρίβοντας ἀδελφοὺς,
1.23.26
καὶ πρὸς πᾶσαν ἐργασίαν, καὶ πρὸς αὐτὴν τῶν θείων Γραφῶν τὴν ἀνάγνωσιν,
1.23.27
ὑποβαλὼν αὐτῷ καὶ λογισμοὺς μεταβάσεως, ὡς εἰ μὴ μεταστήσῃ ἑαυτὸν πρὸς
1.23.28
ἑτέρους τόπους, μάταιος αὐτῷ πᾶς ὁ χρόνος, καὶ ὁ πόνος γενήσεται. Πρὸς τούτοις
1.23.29
πᾶσι καὶ πεῖναν αὐτῷ ἐντίθησι περὶ ὥραν ἕκτην, οἵα αὐτῷ οὐκ ἂν συνέβη ἐκ
1.23.30
τριημέρου νηστείας, ἢ μακροτάτης ὁδοῦ, ἢ βαρυτάτου κόπου. Ἔπειτα λογισμοὺς
1.23.31
αὐτῷ ἐμβάλλει, ὡς οὐδενὶ ἄλλῳ τρόπῳ δυνήσεται τῆς νόσου ταύτης καὶ τοῦ βάρους
1.23.32
ἀπαλλάττεσθαι, εἰ μὴ διὰ τοῦ ἐξέρχεσθαι συνεχῶς, καὶ παραβάλλειν ἀδελφοῖς χάριν
1.23.33
ὠφελείας, καὶ ἐπισκέψεως ἀσθενούντων. Ὅταν οὖν μὴ δυνηθῇ ἐν τούτοις αὐτὸν
1.23.34
ἀπατῆσαι, σφοδρότερος κατ' αὐτοῦ καὶ ἰσχυρότερος γίνεται, εἰ μὴ διὰ προσευχῆς καὶ
1.23.35
ἀποχῆς ἀργολογίας, καὶ μελέτης τῶν θείων λογίων, καὶ τῆς ἐν τοῖς πειρασμοῖς
1.23.36
ὑπομονῆς. Ἐὰν γὰρ μὴ τούτοις τοῖς ὅπλοις ἠσφαλισμένον αὐτὸν εὕρῃ, κατατοξεύσας
1.23.37
τοῖς ἑαυτοῦ βέλεσιν, ἄστατον αὐτὸν ἀναδείκνυσι, καὶ ῥεμβὸν ἀποτελεῖ, καὶ ῥᾴθυμον,
1.23.38
καὶ ἀεργὸν, καὶ μοναστήρια περιέρχεσθαι παρασκευάζει, καὶ οὐδενὸςἄλλου
1.23.39
φροντίζειν, εἰ μή που πότοι γίνονται. Λοιπὸν ἐκ τούτου καὶ εἰς κοσμικὰ αὐτὸν
1.23.40
πράγματα ἐνδεσμεῖ, ὡς ἂν αὐτὸν καὶ αὐτοῦ τοῦ μοναδικοῦ ἐπαγγέλματος τελείως
1.23.41
ἐκβάλλῃ. Ταύτην τὴν νόσον βαρυτάτην οὖσαν ὁ θεῖος Ἀπόστολος γράφων
1.23.42
Θεσσαλονικεῦσι, τάδε φησί· Παραγγέλλομεν ὑμῖν, ἀδελφοὶ, ἐν ὀνόματι τοῦ Κυρίου
1.23.43
ἡμῶν Ἰησοῦ Χριστοῦ, στέλλεσθαι ὑμᾶς ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως
1.23.44
περιπατοῦντος. Αὐτοὶ οἴδατε πῶς δεῖ μιμεῖσθαι ἡμᾶς. Δωρεὰν ἄρτον οὐκ ἐφάγομεν
1.23.45
παρά τινος, ἀλλ' ἐν κόπῳ καὶ μόχθῳ ἐργαζόμενοι νυκτὸς καὶ ἡμέρας, πρὸς τὸ μὴ
1.23.46
ἐπιβαρῆσαί τινα ὑμῶν. Οὐχ ὅτι οὐκ ἔχομεν ἐξουσίαν, ἀλλ' ἵνα ἑαυτοὺς τύπον δῶμεν
1.23.47
ὑμῖν εἰς τὸ μιμεῖσθαι ἡμᾶς. Καὶ γὰρ ὅτε ἤμην πρὸς ὑμᾶς, τοῦτο παρηγγέλλομεν ὑμῖν,
1.23.48
ὅτι εἴ τις οὐ θέλει ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. Ἠκούομεν γάρ τινας περιπατοῦντας ἐν
1.23.49
ὑμῖν ἀτάκτως, μηδὲν ἐργαζομένους. Παραγγέλλομεν οὖν ὑμᾶς ἐν Κυρίῳ Ἰησοῦ
1.23.50
Χριστῷ, ἵνα μετὰ ἡσυχίας ἐργαζόμενοι τὸν ἑαυτοῦ ἄρτον ἐσθίωσιν. Ἀτάκτους γὰρ ὁ
1.23.51
Ἀπόστολος καλεῖ τοὺς μὴ ἐργαζομένους. Ὁ γὰρ ἄτακτος, καὶ ἀνευλαβὴς τυγχάνει,
1.23.52
καὶ προπετὴς περὶ λόγον, καὶ εἰς λοιδορίαν πρόχειρος, καὶ εἰς ἡσυχίαν ἀνεπιτήδειος,
1.23.53
καὶ τῆς ἀκηδίας δοῦλος. Παραγγέλλει οὖν στέλλεσθαι ἀπ' αὐτοῦ, τουτέστιν
1.23.54
ἀφορίζεσθαι ὡς ἀπὸ λοιμικῆς νόσου. Δωρεὰν ἄρτον οὐκ ἐφάγομεν παρά τινος, ἀλλὰ
1.23.55
ἐν κόπῳ καὶ μόχθῳ νυκτὸς καὶ ἡμέρας ἐργαζόμενοι, πρὸς τὸ μὴ ἐπιβαρῆσαί τινα. Ὁ
1.23.56
διδάσκαλος τῶν ἐθνῶν, ὁ κῆρυξ τοῦ Εὐαγγελίου, ὁ μετάρσιος ἕως τρίτου οὐρανοῦ, ὁ
1.23.57
λέγων τὸν Κύριον προστεταχέναι τοῖς τὸ Εὐαγγέλιον καταγγέλλουσιν ἐκ τοῦ
1.23.58
Εὐαγγελίου ζῇν, εἶτα σαφέστερον δεικνύων τὴν τικτομένην βλάβην· ἀπὸ γὰρ ἀργίας
1.23.59
περιεργία, καὶ ἀπὸ περιεργίας ἀταξία, καὶ ἀπὸ ἀταξίας, πᾶσα κακία· Εἴ τις οὐ θέλει
1.23.60
ἐργάζεσθαι, μηδὲ ἐσθιέτω. Οὐ μόνον γὰρ τῆς ἑαυτῶν χρείας ἕνεκεν ἐργάζονται, ἀλλὰ
1.23.61
καὶ ξένοις, καὶ πτωχοῖς, καὶ τοῖς ἐν φυλακαῖς ἐκ τοῦ ἰδίου ἔργου αὐτῶν
1.23.62
ἐπιχορηγοῦσι, πιστεύοντες τὴν τοιαύτην εὐποιΐαν θυσίαν ἁγίαν εὐπρόσδεκτον τῷ
1.23.63
Θεῷ γίνεσθαι. Καὶ τοῦτο δὲ λέγουσιν οἱ Πατέρες, ὅτι ὁ ἐργαζόμενος ἑνὶ δαίμονι
1.23.64
πολλάκις πολεμεῖ, καὶ ὑπ' αὐτοῦ θλίβεται· ὁ δὲ ἀεργὸς ὑπὸ μυρίων πνευμάτων
1.23.65
αἰχμαλωτίζεται.– Ὁ ἀκηδιαστὴς μισεῖ μὲν τὰ παρόντα, ἐπιθυμεῖ δὲ τὰ μὴ παρόντα.
1.24.1
– Περὶ ἄφρονος, καὶ ἀνοήτου, καὶ ἀπαιδεύτου, καὶ μωροῦ.
1.24.2
Ἑώρακα ἄφρονας ῥίζας βάλλοντας, ἀλλ' εὐθὺς ἡ δίαιτα αὐτῶν ἐβρώθη.
1.24.3
Ἄτιμοι καὶ πεφαυλισμένοι, ἐνδεεῖς παντὸς ἀγαθοῦ, οἱ δὲ ῥίζας ξύλων ἐμασσῶντο
1.24.4
ἀπὸ λιμοῦ μεγάλου. Ἀπώλοντο παρὰ τὸ μὴ ἔχειν αὐτοὺς σοφίαν. Εἶπεν ἄφρων ἐν
1.24.5
καρδίᾳ αὐτοῦ· Οὐκ ἔστι Θεός. Μὴ γίνεσθε ὡς ἵππος καὶ ἡμίονος, οἷς οὐκ ἔστι
1.24.6
σύνεσις. Ἐπὶ τὸ αὐτὸ ἄφρων καὶ ἄνους ἀπολοῦνται. Ἐκ στόματος ἄφρονος βακτηρία
1.24.7
ὕβρεως. Ἵνα τί ὑπῆρχε χρήματα ἄφρονι; κτήσασθαι γὰρ σοφίαν ἀκάρδιος οὐ
1.24.8
δύναται. Ἄφρων αὐθήμερον ἐξαγγέλλει ὀργὴν αὐτοῦ. Ὁ ἄφρων ἐξεπέτασεν ἑαυτοῦ
1.24.9
κακίαν. Ἀφροσύνη ἀνδρὸς λυμαίνεται τὰς ὁδοὺς αὐτοῦ, τὸν δὲ Θεὸν αἰτιᾶται ἡ
1.24.10
καρδία αὐτοῦ. Στόμα ἀφρόνων ἀναγγελεῖ κακά. Ἄφρων μαστιγωθεὶς οὐκ
1.24.11
αἰσθάνεται. Οὐ συμφέρει ἄφρονι τρυφή. Μὴ ἀποκρίνου ἄφρονι πρὸς τὴν ἀφροσύνην
1.24.12
αὐτοῦ, ἵνα μὴ ὅμοιος γένῃ αὐτῷ. Ἀλλὰ ἀποκρίνου ἄφρονι κατὰ τὴν ἀφροσύνην
1.24.13
αὐτοῦ, ἵνα μὴ φαίνηται σοφὸς ἑαυτῷ. Ἀπαιδεύτοις συναντᾷ θάνατος. Οἱ ἀπαίδευτοι
1.24.14
ἀκρατεῖς γλώσσῃ. Βαρὺς λίθος, καὶ δυσβάστακτος ἄμμος· ὀργὴ δὲ ἄφρονος βαρυτέρα
1.24.15
ἀμφοτέρων. Οἱ ἄφρονες τῆς ὕβρεως ὄντες ἐπιθυμηταὶ, ἀσεβεῖς γενόμενοι, ἐμίσησαν
1.24.16
αἴσθησιν. Ἄνους ὑπὸ παγίδος θανεῖται. Ἀνὴρ ἄφρων καὶ παράνομος πορεύεται
1.24.17
ὁδοὺς σκολιάς· ὁ δὲ αὐτὸς ἐννεύει ὀφθαλμῷ, σημαίνει ποδὶ, διδάσκει ἐν νεύμασι
1.24.18
δακτύλων. Εἰς ὦτα ἄφρονος μηδὲν λέγετε, μήποτε μυκτηρίσῃ τοὺς συνετοὺς σοὺς
1.24.19
λόγους. Ὡς φωνὴ ἀκανθῶν ὑπὸ τὸν λέβητα, οὕτως ὁ γέλως τῶν ἀφρόνων. Χείλη
1.24.20
ἄφρονος καταποντίζουσιν αὐτόν. Ὁ μωρὸς μωρὰ λαλήσει, καὶ ἡ καρδία αὐτοῦ
1.24.21
μάταια νοήσει. Ζῆλος λήψεται λαὸν ἀπαίδευτον. Σοφίαν καὶ παιδείαν ἐξουθενῶν,
1.24.22
ταλαίπωρος, καὶ κενὴ ἡ ἐλπὶς αὐτοῦ, καὶ οἱ κόποι αὐτοῦ ἀνόνητοι. Μὴ ὑποστρώσῃς
1.24.23
ἀνθρώπῳ μωρῷ σεαυτόν. Μετὰ μωροῦ μὴ συμβουλεύου. Συγκολλῶν ὄστρακον, ὁ
1.24.24
διδάσκων μωρόν. Ἐπὶ νεκρῷ κλαῦσον· ἐξέλιπε γὰρ φῶς. Καὶ ἐπὶ μωρῷ κλαῦσον·
1.24.25
ἐξέλιπε γὰρ σύνεσις. Πένθος νεκροῦ ἑπτὰ ἡμέρας, τοῦ δὲ μωροῦ καὶ ἀσεβοῦς πᾶσαι αἱ
1.24.26
ἡμέραι τῆς ζωῆς αὐτοῦ. Μετὰ ἄφρονος μὴ πληθύνῃς λόγους, καὶ πρὸς ἀσύνετον μὴ
1.24.27
πορεύου. Μὴ πρόσπαιζε ἀπαιδεύτοις. Ἄμμον, καὶ ἅλας, καὶ βῶλον σιδηροῦν εὐκο
1.24.28
95. 1217 πώτερον ὑπενεγκεῖν, ἢ ἄνθρωπον ἀσύνετον. Ἥδιον κλαῦσον ἐπὶ νεκρῷ, ὅτι
1.24.29
ἀνεπαύσατο· τοῦ δὲ μωροῦ ὑπὲρ θάνατον ἡ ζωὴ πονηρά. Τροχὸς ἁμάξης ἔγκατα
1.24.30
μωροῦ, καὶ ὡς ἄξων στρεφόμενος ὁ διαλογισμὸς αὐτοῦ. Μωρὸς δὲ λέγει, Οὐχ
1.24.31
ὑπάρχει μοι φίλος. Οὔτε ἐν ἰχθύσι φωνὴν, οὔτε ἐν ἀπαιδεύτοις ἀρετὴν δεῖ ζητεῖν.
1.24.32
Ὥσπερ οἱ ἀσθενοῦντες χρῄζουσιν ἰατρικοῖς, οὕτως σοφίας ἄφρονες ἐπιδέονται. Πρὸς
1.24.33
σκληρὰν καὶ ἀπειθῆ καρδίαν λόγος ὑγιὴς οὐκ εἰσέρχεται· ἀλλ' ὥσπερ
1.24.34
ἀντιτυπούμενος, πρὸς ἑαυτὸν ἐπανέρχεται. Ζωῆς ἀλόγου δαίμων ἡγεμών. Τῶν
1.24.35
φαύλων πλούσιος οὐδεὶς, κἂν τὰ πανταχοῦ μέταλλα κέκτηται, ἀλλ' εἰσὶ πάντες οἱ
1.24.36
ἄφρονες πένητες. Στενοχωρεῖται πᾶς ἄφρων θλιβόμενος ὑπὸ φιλαργυρίας, καὶ
1.24.37
φιλοδοξίας, καὶ φιληδονίας, καὶ τῶν ὁμοιοτρόπων, ἅπερ οὐκ ἐᾷ τὴν διάνοιαν ἐν
1.24.38
εὐρυχωρίᾳ διάγειν. Μεῖζον ἀνθρώπῳ κακὸν ἀφροσύνης οὐδέν ἐστι, τοῦ ἰδίου τοῦ
1.24.39
λογισμοῦ γένους, τὸν νοῦν ζημιωθέντι.– Νόσου καὶ φθορᾶς αἴτιον ἀπαιδευσία.
1.24.40
Ἀμήχανον τὰ μεγάλα πρὸ τῶν μικρῶν παιδευθῆναι.
1.25.1
– Περὶ ἁπλοῦ καὶ ἀκάκου τὸν τρόπον.
1.25.2
Ὁ Κύριος μὴ ἀποίσεται τὸν ἄκακον. Φύλασσε ἀκακίαν, καὶ ἴδε εὐθύτητας, ὅτι
1.25.3
ἐστὶν ἐγκατάλειμμα ἀνθρώπῳ εἰρηνικῷ. Ὁ Θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ.
1.25.4
Κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοῖς πορευομένοις ἐν ἀκακίᾳ. Ὃς πορεύεται ἁπλῶς,
1.25.5
πορεύεται πεποιθώς. Ὅσον χρόνον ἔχονται ἄκακοι τῆς δικαιοσύνης, οὐκ
1.25.6
αἰσχυνθήσονται. Ὁ πορευόμενος ὀρθῶς, φοβεῖται τὸν Κύριον. Ὁ βλέπων λεῖα,
1.25.7
ἐλεηθήσεται. Προσδεκτοὶ Κυρίῳ πάντες ἄμωμοι ἐν ὁδῷ αὐτῶν. Ψυχὴ εὐλογημένη,
1.25.8
πᾶσα ἁπλῆ. Ἄκακος πιστεύει παντὶ λόγῳ. Χρηστοὶ ἔσονται οἰκήτορες γῆς· ἄκακοι δὲ
1.25.9
ὑπολειφθήσονται ἐν αὐτῇ, ὅτι εὐθεῖς κατασκηνώσουσιν ἐν αὐτῇ. Διττῶς νοοῦμεν
1.25.10
τὴν ἀκακίαν. Ἢ γὰρ τὴν ἀπὸ τῆς ἁμαρτίας ἀλλοτρίωσιν λογισμῷ κατορθουμένην,
1.25.11
καὶ διὰ μακρᾶς προσοχῆς, καὶ μελέτης τῶν ἀγαθῶν, οἱονεὶ ῥίζαν τῆς κακίας
1.25.12
ἐκτέμνοντες· ἢ κατὰ στέρησιν αὐτῆς παντελῆ τὴν τοῦ ἀκάκου προσηγορίαν
1.25.13
δεχόμεθα. Καὶ πάλιν ἀκακία ἐστὶν ἡ μήπω τοῦ κακοῦ ἐμπειρία, διὰ νεότητα
1.25.14
πολλάκις, ἢ βίου τινὸς ἐπιτήδευσιν, ἀπείρως τινῶν πρός τινας κακίας διακειμένων,
1.25.15
οἷον ὁ παῖς οὐκ οἶδεν ὑπερηφανίαν, οὐκ οἶδε δόλον, ἢ ῥᾳδιουργίαν. Πάλιν εἰσί τινες
1.25.16
τῶν τὴν ἀγροικίαν οἰκούντων, οὐκ εἰδότες τὰς ἐμπορικὰς κακουργίας, οὐδὲ τὰς ἐν
1.25.17
δικαστηρίῳ διαπλοκάς· τοὺς τοιούτους ἀκάκους λέγομεν, οὐχ ὡς ἐκ προαιρέσεως
1.25.18
κακίας κεχωρισμένους, ἀλλ' ὡς μήπω εἰς πεῖραν τῆς πονηρᾶς ἕξεως ἀφιγμένους.
1.25.19
Χαρακτηρίζει οὖν τὸν ἄκακον ἡ ἁπλότης τοῦ ἤθους. Διώκετε ἀλήθειαν εἰλικρινῆ,
1.25.20
ἁπλότητα, δικαιοσύνην. Ἄπλαστος ὁ δίκαιος, ὁποῖος Ἰακώβ· διὰ τοῦτο κατοικίζει
1.25.21
μονοτρόπους ἐν οἴκῳ. Τὸν ἁπλοῦν καὶ ἄδολον εὐκόλως ἐξαγορεύει τὰ ἀπόῤῥητα τῆς
1.25.22
ψυχῆς. Ἀφύλακτον ἡ ἁπλότης, καὶ μετὰ τοῦ σαθροῦ τὸ φιλάνθρωπον, καὶ ἥκιστα
1.25.23
κακίαν ὑφορᾶται τὸ κακίας ἐλεύθερον. Τὸ εἰς κακίαν οὐχ ἕτοιμον οὐδὲ εἰς ὑπόνοιαν
1.25.24
εὐχερές. Ἡ ἁπλότης τιμία παρὰ Θεῷ. Τὸ γὰρ πανουργὸν, εἰ καὶ δεκτὸν ἐν τοῖς κατὰ
1.25.25
Θεὸν σπουδάσμασιν, ἀλλ' οὐδαμῶς εἰς ἀρετῆς εὐωδίαν καταλογισθείη ποτέ.
1.26.1
– Περὶ ἀκτημοσύνης, καὶ αὐταρκείας, καὶ ὀλιγοδείας.
1.26.2
Κρεῖσσον ὀλίγον τῷ δικαίῳ, ὑπὲρ πλοῦτον τῶν ἁμαρτωλῶν πολύν. Κρείσσων
1.26.3
ξενισμὸς μετὰ λαχάνων πρὸς φιλίαν καὶ χάριν, ἢ παράθεσις μόχθων μετὰ ἔχθρας.
1.26.4
Κρείσσων ὀλίγων λῆψις μετὰ δικαιοσύνης, ἢ πολλὰ γεννήματα μετὰ ἀδικίας.
1.26.5
Κρείσσων ψωμὸς μεθ' ἡδονῆς ἐν εἰρήνῃ, ἢ οἶκοςπολλῶν ἀγαθῶν, καὶ
1.26.6
ἀδίκων χρημάτων μετὰ μάχης. Πλοῦτον καὶ πενίαν μή μοι δῷς, Κύριε, σύνταξον δέ
1.26.7
μοι τὰ δέοντα, καὶ τὰ αὐτάρκη, ἵνα μὴ πλησθεὶς, ψευδὴς γένωμαι, καὶ εἴπω· Τίς με
1.26.8
ὁρᾷ; ἢ πενηθεὶς, κλέψω, καὶ ὀμόσω τὸ ὄνομα τοῦ Θεοῦ. Μέλι εὑρὼν, φάγε τὸ ἱκανὸν,
1.26.9
μήποτε πλησθεὶς ἐξεμέσῃς. Ἐσθίειν μέλι πολὺ οὐ καλόν. Κρεῖσσον πλήρωμα δρακὸς
1.26.10
μετὰ ἀναπαύσεως, ὑπὲρ πλήρωμα δύο δρακῶν ἐν μόχθῳ. Ζωὴ αὐταρκείας ἐργάτου
1.26.11
γλυκανθήσεται. Ὕπνος ὑγείας ἐπὶ ἐντέρῳ μετρίῳ. Μὴ κτήσησθε χρυσὸν, μηδὲ
1.26.12
ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μηδὲ δύο χιτῶνας,
1.26.13
μηδὲ ὑποδήματα, μηδὲ ῥάβδους. Ἄξιος γὰρ ὁ ἐργάτης τῆς τροφῆς αὐτοῦ ἐστιν. Τοῦ δὲ
1.26.14
πλήθους τῶν πιστευσάντων ἦν ἡ καρδία καὶ ἡ ψυχὴ μία· καὶ οὐδείς τι τῶν
1.26.15
ὑπαρχόντων ἔλεγεν ἴδιον εἶναι, ἀλλ' ἦν αὐτοῖς πάντα κοινά. Ἀργυρίου ἢ χρυσίου ἢ
1.26.16
ἱματισμοῦ οὐδενὸς ἐπεθύμησα. Αὐτοὶ γινώσκετε, ὅτι ταῖς χρείαις μου, καὶ τοῖς οὖσι
1.26.17
μετ' ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρες αὗται. Ἐγὼ γὰρ ἔμαθον ἐν οἷς εἰμὶ, αὐτάρκης εἶναι.
1.26.18
Οἶδα ἐγὼ καὶ ταπεινοῦσθαι, οἶδα καὶ περισσεύειν ἐν παντὶ, καὶ ἐν πᾶσι· μεμύημαι καὶ
1.26.19
χορτάζεσθαι, καὶ πεινᾷν, καὶ περισσεύειν, καὶ ὑστερεῖσθαι. Πάντα ἰσχύω ἐν τῷ
1.26.20
ἐνδυναμοῦντί με Χριστῷ. Ἀρκούμενοι τοῖς παροῦσιν· αὐτὸς γὰρ εἶπεν· Οὐ μή σε ἀνῶ,
1.26.21
οὐδ' οὐ μή σε ἐγκαταλίπω. Μηκέτι ὑδροπότει, ἀλλ' οἴνῳ ὀλίγῳ χρῶ διὰ τὸν
1.26.22
στομαχόν σου, καὶ τὰς πυκνάς σου ἀσθενείας. Ἔστι πορισμὸς μέγας ἡ εὐσέβεια μετὰ
1.26.23
αὐταρκείας. Οὐδὲν γὰρ εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι
1.26.24
δυνάμεθα. Ἔχοντες δὲ διατροφὰς καὶ σκεπάσματα, τούτοις ἀρκεσθησώμεθα. Οὐκ
1.26.25
εὔχομαι πλουτεῖν, οὔτε ἔραμαι, ἀλλά μοι εἴη ζωὴ ἀπὸ τῶν ὀλίγων μηδὲν ἔχοντι
1.26.26
κακόν. Μεγάλην ἔχε τὴν ψυχήν· τοῖχοι δὲ μικροὶ καὶ μείζους τὴν αὐτὴν χρείαν
1.26.27
παρέχονται. Ἡ οἰκονομοῦσα τὸ ζῶον δύναμις, αὐτάρκειαν μὲν καὶ λιτότητα ῥᾳδίως
1.26.28
κατειργάσατο, καὶ ᾠκείωσε τῷ τρεφομένῳ· πολυτέλειαν δὲ καὶ ποικιλίαν βρωμάτων
1.26.29
παραλαβοῦσα, εἶτα ἀντισχεῖν πρὸς τὸ πέρας οὐκ ἐξαρκέσασα, τὰ ποικίλα· γένη τῶν
1.26.30
νοσημάτων ἐποίησεν. Παράχρησίς ἐστιν ἡ ὑπὲρ τὴν χρείαν δαπάνη. Σκοπὸς
1.26.31
ἐσθῆτος εἰς κάλυμμα εἶναι σαρκὸς πρὸς χειμῶνα καὶ θέρος αὔταρκες. Ἀκτημοσύνην
1.26.32
ἐκείνην ἔφη ὁ Κύριος τὸ μέτρον εἶναι, ὥστε εἰς τὸν ἔσχατον χιτῶνα αὐτοῦ ἕκαστον
1.26.33
περιεστάναι τὴν κτῆσιν. Οὐκ ἐπαινοῦμέν τι τῶν μετὰ τὸν λαιμὸν ὁμοτίμων, μᾶλλον
1.26.34
δὲ ἀτίμων, ὁμοίως καὶ ἀποβλήτων· ἀλλὰ ζῶμεν οὕτως ἁπλῶς καὶ σχεδίως, καὶ
1.26.35
μικρόν τι τῶν θηρίων, οἷς ὁ βίος ἄσκευος καὶ ἀνεπιτήδευτος, διαφέροντες. Κρείσσων
1.26.36
πενίη ἐπαινετὴ πλούτοιο κακίστου. Δεινὸν πείνεσθαι, χεῖρον δ' εὐπορεῖν κακῶς.
1.26.37
Ὄψον σοι γενέσθω ἡ ἔνδεια, καὶ τὸ μὴ ἐπιβαλεῖν κόρον τῷ κόρῳ, μηδὲ ἀμβλύνειν τῇ
1.26.38
κραιπάλῃ τὴν ὄρεξιν. Ὁ τὴν ἡμέραν διδοὺς, καὶ τὰ εἰς τὴν ἡμέραν σοι δώσει. Τὸ
1.26.39
καλῶς ἔχειν ὀλίγα, πολὺ τιμιώτερον τοῦ κακῶς ἔχειν πολλά. Ἡ εὐτελὴς δίαιτα
1.26.40
κυλιομένη, καὶ προκόπτουσα, ἐπὶ πολὺ καταλύει τὰ τῆς πορνείας μαθήματα. Σιτίοις
1.26.41
χρῶ, μὴ τοῖς ἡδέσιν, ἀλλὰ τοῖς ὠφελίμοις. Ὁ σπουδαῖος ὀλιγοδεὴς, ἀθανάτου καὶ
1.26.42
θνητῆς φύσεως μεθόριος· τὸ μὲν ἐπιδεὲς ἔχων, διὰ σῶμα θνητὸν, τὸ δὲ μὴ πολυδεὲς,
1.26.43
διὰ ψυχὴν ἐφιεμένην ἀθανασίας.
1.27.1
– Περὶ ἀπάτης κατ' οἰκονομίαν γινομένης καὶ ὅτι ἀπάτη δόλου
1.27.2
ἀμοιροῦσα, ἔπαινον προξενεῖ τῷ δεδρακότι.
1.27.3
Εἶπε Ῥεβέκκα πρὸς Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον· Ἰδοὺ ἐγὼ ἤκουσα
1.27.4
λαλοῦντος τοῦ πατρός σου πρὸς Ἡσαῦ τὸν ἀδελφόν σου, λέγοντος· Ἔνεγκέ μοι
1.27.5
θήραν, καὶ ποίησόν μοι ἐδέσματα· καὶ φαγὼν εὐλογήσω σε ἐναντίον Κυρίου πρὸ τοῦ
1.27.6
ἀποθανεῖν με. Νῦν οὖν, υἱὲ, ἄκουσόν μου, καθὰ ἐγώ σοι ἐντέλλομαι, καὶ πορευθεὶς
1.27.7
εἰς τὰ πρόβατα, λάβε μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλοὺς, καὶ ποιήσω
1.27.8
αὐτοὺς ἐδέσματα τῷ πατρί σου, καὶ φάγεται, ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ
1.27.9
αὐτὸν ἀποθανεῖν. Εἶπε δὲ Ἰακὼβ πρὸς Ῥεβέκκαν τὴν μητέρα αὐτοῦ· Ἔστιν ὁ
1.27.10
ἀδελφός μου ἀνὴρ δασὺς, ἐγὼ δὲ ἀνὴρ λεῖος. Μήποτε ψηλαφήσῃ με ὁ πατήρ μου, καὶ
1.27.11
ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν· καὶ ἐπάξω ἐπ' ἐμαυτὸν κατάραν, καὶ οὐκ
1.27.12
εὐλογίαν. Εἶπε δὲ μήτηρ· Ἐπ' ἐμὲ ἡ κατάρα σου, τέκνον· μόνον ὑπάκουσον τῆς
1.27.13
φωνῆς μου. Καὶ πορευθεὶς ἔνεγκε τῇ μητρὶ αὐτοῦ· καὶ λαβοῦσα Ῥεβέκκα τὴν στολὴν
1.27.14
Ἡσαῦ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλὴν, ἣ ἦν παρ' αὐτὴν ἐν τῷ οἴκῳ,
1.27.15
ἐνέδυσε Ἰακὼβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον, καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκε
1.27.16
περὶ τοὺς βραχίονας αὐτοῦ, καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ, καὶ ἔδωκε τὰ
1.27.17
ἐδέσματα εἰς τὰς χεῖρας Ἰακὼβ τοῦ υἱοῦ αὐτῆς, καὶ εἰσήνεγκεν τῷ πατρὶ αὐτοῦ.
1.27.18
95. 1225 Ῥαχὴλ ἔλαβε τὰ εἴδωλα, καὶ ἐπέβαλεν αὐτὰ εἰς τὰ σάγματα τῆς καμήλου, καὶ
1.27.19
ἐπεκάθισεν αὐτοῖς, καὶ εἶπε τῷ πατρὶ αὐτῆς· Οὐ δύναμαι ἀναστῆναι ἐνώπιόν σου, ὅτι
1.27.20
ὁ κατεθισμὸς τῶν γυναικείων μοῦ ἐστιν. Ἀπηγγέλη τῇ Θάμαρ λέγοντες· Ἰδοὺ ὁ
1.27.21
πενθερός σου ἀναβαίνει κεῖραι τὰ πρόβατα αὐτοῦ. Καὶ ἀφελομένη τὰ ἱμάτια τῆς
1.27.22
χηρεύσεως αὐτῆς, περιέβαλε τὸ θέριστρον, καὶ ἐκαλλωπίσατο, καὶ ἐκάθισεν ἐν
1.27.23
παρόδῳ Θαμνᾷ. Εἶδε γὰρ ὅτι μέγας γέγονε Σηλώμ· αὐτὸς δὲ οὐ δέδωκεν αὐτὸν εἰς
1.27.24
γυναῖκα. Καὶ ἰδὼν Ἰούδας αὐτὴν, ἐξέκλινε πρὸς αὐτὴν, καὶ εἶπεν αὐτῇ· Ἔασόν με
1.27.25
εἰσελθεῖν πρὸς σέ. Οὐ γὰρ ἔγνω, ὅτι νύμφη αὐτοῦ ἐστιν. Ἡ δὲ εἶπε· Τί μοι δώσεις, ἐὰν
1.27.26
εἰσέλθῃς πρός με; Ὁ δὲ εἶπεν· Ἐγώ σοι ἀποστέλλω ἔριφον αἰγῶν ἐκ τῶν προβάτων
1.27.27
μου. Ἡ δὲ εἶπε· Δὸς ἀῤῥαβῶνα, ἕως οὐ ἀποστεῖλαί σε. Ὁ δὲ εἶπε· Τίνα δώσω σοι
1.27.28
ἀῤῥαβῶνα. Ἡ δὲ εἶπε· Τὸ δακτύλιόν σου, καὶ τὸν ὁρμίσκον, καὶ τὴν ῥάβδον τὴν ἐν τῇ
1.27.29
χειρί σου. Καὶ ἔδωκεν αὐτῇ, καὶ εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἐν γαστρὶ ἔλαβεν παρ'
1.27.30
αὐτοῦ. Σχόλιον. Τρεῖς υἱοὺς ἔσχεν ὁ τῆς Θάμαρ πενθερὸς Ἰούδας, καὶ τοὺς δύο καθ'
1.27.31
ἕνα ἦν συνάψας αὐτῇ. Καὶ ὡς ἄπαιδες ἐτελεύτησαν, παρῃτήσατο τὸν τρίτον αὐτοῦ
1.27.32
συνάψαι αὐτῇ υἱὸν, εὐλαβηθεὶς μήποτε καὶ αὐτὸς τελευτήσῃ. Θάμαρ οὖν εἰς τὸ τῆς
1.27.33
ἀτεκνίας ὄνειδος περιπεσοῦσα, καὶ τὸν ἀπὸ τῆς πορνείας κίνδυνον ὑφορωμένη,
1.27.34
οἰκονομίᾳ χρησαμένη κατὰ τοῦ αὑτῆς πενθεροῦ, ἐμίχθη αὐτῷ, καὶ τίκτει ἐξ αὐτοῦ
1.27.35
παῖδας δύο, τὸν Φαρὲς καὶ τὸν Ζαρᾶ. Εἶπεν ἡ ἀδελφὴ Μωϋσῇ τῇ θυγατρὶ Φαραώ·
1.27.36
Θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν Ἑβραίων, καὶ θηλάσει σοι τὸ
1.27.37
παιδίον; Καὶ εἶπεν αὐτῇ ἡ θυγάτηρ Φαραῶ, Πορεύου. Ἐλθοῦσα δὲ ἡ νεᾶνις, ἐκάλεσε
1.27.38
τὴν μητέρα τοῦ παιδίου. Εἶπε δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ Φαραῶ· Διατήρησόν μοι τὸ
1.27.39
παιδίον τοῦτο, καὶ θήλασόν μοι αὐτό· ἐγὼ δὲ δώσω σοι τὸν μισθόν. Καὶ ἔλαβεν ἡ
1.27.40
γυνὴ τὸ παιδίον, καὶ ἐθήλασεν αὐτό. Ἀπέστειλεν Ἰησοῦς δύο ἄνδρας ἐκ Σατὶμ
1.27.41
σκοπεῦσαι τὴν γῆν καὶ τὴν Ἱεριχῶ. Καὶ εἰσῆλθον εἰς οἰκίαν γυναικὸς πόρνης, ᾗ
1.27.42
ὄνομα Ῥαὰβ, καὶ κατέλυσαν ἐκεῖ. Καὶ ἀπηγγέλη τῷ βασιλεῖ Ἱεριχῶ, λεγόντων·
1.27.43
Εἰσπεπόρευνται ὧδε ἄνδρες τῶν υἱῶν Ἰσραὴλ κατασκοπεῦσαι τὴν γῆν. Καὶ
1.27.44
ἀπέστειλεν ὁ βασιλεὺς Ἱεριχῶ, καὶ εἶπεν πρὸς Ῥαὰβ, λέγων· Ἐξάγαγε τοὺς
1.27.45
εἰσπορευομένους εἰς τὴν οἰκίαν σου νύκτα. Κατασκοπεῦσαι γὰρ τὴν γῆν ἥκασιν· καὶ
1.27.46
λαβοῦσα ἡ γυνὴ τοὺς ἄνδρας, ἔκρυψεν. Καὶ εἶπεν· Εἰσεληλύθασι πρός με οἱ
1.27.47
ἄνθρωποι, ὡς δὲ ἡ πύλη ἐκέκλειστο ἐν τῷ σκότει, καὶ οἱ ἄνδρες ἐξῆλθον, καὶ οὐκ
1.27.48
ἐπίσταμαι ποῦ πεπόρευνται. Καὶ καταδιώξατε ὀπίσω αὐτῶν καὶ καταλήψεσθε
1.27.49
αὐτούς. Αὕτη δὲ ἀνεβίβασεν αὐτοὺς ἐπὶ τὸ δῶμα, καὶ ἔκρυψεν ἐν τοῖς ξύλοις τῆς
1.27.50
ληνοκαλάμης τῆς ἐστοιβασμένης αὐτῇ ἐπὶ τοῦ δώματος. Καὶ οἱ ἄνδρες κατεδίωξαν
1.27.51
ὀπίσω αὐτῶν ὁδὸν τὴν ἐπὶ τοῦ Ἰορδάνου ἐπὶ τὰς διαβάσεις. Καὶ ἐγένετο ὡς ἐξῆλθον
1.27.52
οἱ διώκοντες, αὕτη ἀνέβη πρὸς αὐτοὺς ἐπὶ τοῦ δώματος, καὶ εἶπεν αὐτοῖς· Εἰς τὴν
1.27.53
95. 1228 ὀρεινὴν ἀπέλθατε, μὴ συναντήσωσιν οἱ καταδιώκοντες ὑμᾶς, καὶ
1.27.54
κρυβήσεσθε ἐκεῖ τρεῖς ἡμέρας ἕως ἂν ἀναστρέψωσιν οἱ καταδιώκοντες. Εἶπε Κύριος
1.27.55
πρὸς Σαμουήλ· Πλῆσον τὸ κέρας σου ἐλαίου, καὶ δεῦρο ἀποστείλω σε εἰς Βηθλεὲμ
1.27.56
πρὸς Ἰεσσαὶ, ὅτι ἑώρακα ἐν τοῖς υἱοῖς αὐτοῦ ἐμοὶ εἰς βασιλέα. Καὶ εἶπε Σαμουὴλ, Πῶς
1.27.57
πορευθῶ; καὶ ἀκούσεται Σαοὺλ, καὶ ἀποκτενεῖ με. Καὶ εἶπε Κύριος· Δάμαλιν βοῶν
1.27.58
λάβε ἐν τῇ χειρί σου, καὶ ἐρεῖς, Θῦσαι τῷ Κυρίῳ ἥκω. Καὶ καλέσεις τὸν Ἰεσσαὶ καὶ
1.27.59
τοὺς υἱοὺς αὐτοῦ εἰς τὴν θυσίαν, καὶ χρίσεις ὃν ἂν εἴπω σοι. Καὶ ἐποίησεν ὁ
1.27.60
Σαμουὴλ, ὅσα ἐλάλησεν αὐτῷ Κύριος. Σχόλιον. Ἐντεῦθεν διδασκόμεθα ἐν ἐνίοις
1.27.61
οἰκονομεῖν χρείαν εἶναι τὰ πράγματα, καὶ τῷ ὄγκῳ, καὶ τῷ μεγέθει τῆς ἐξουσίας
1.27.62
κεχρῆσθαι. Ὁ γὰρ Θεὸς, ὁ λόγῳ πάντων κρατῶν, καὶ δυνάμενος τὸν Σαοὺλ ἄρδην
1.27.63
ἀφανίσαι, καὶ εἰς τὸ ἀνύπαρκτον καταστῆσαι, ἐνέτρεψε τῷ Σαμουὴλ μεθόδῳ τινὶ
1.27.64
ἀποκρούσασθαι τὴν ὑπ' αὐτοῦ γενομένην πεῦσιν. Κατάγει Μελχὼλ τὸν Δαβὶδ διὰ τῆς
1.27.65
θυρίδος, καὶ ἔφυγεν, καὶ σώζεται. Καὶ ἔλαβε Μελχὼλ τὰ κενοτάφια, καὶ ἔθηκεν ἐπὶ
1.27.66
τὴν κλίνην, καὶ ἧπαρ αἰγῶν, καὶ στρογγύλωμα τριχῶν, καὶ ἔθηκε πρὸς κεφαλῆς
1.27.67
αὐτοῦ, καὶ ἐκάλυψεν αὐτὰ ἱματίῳ· καὶ ἀπέστειλε Σαοὺλ ἀγγέλους λαβεῖν τὸν Δαβίδ·
1.27.68
καὶ εἶπε Μελχὼλ ἐνοχλεῖσθαι αὐτόν. Οὐκ ἐν τοῖς πολέμοις μόνον, ἀλλὰ καὶ ἐν
1.27.69
εἰρήνῃ πολλὴν καὶ ἀναγκαίαν εὕροι τις τῆς ἀπάτης τὴν χρείαν, καὶ οὐ πρὸς τὰ τῆς
1.27.70
πόλεως πράγματα μόνον, ἀλλὰ καὶ ἐν οἰκίᾳ, πρὸς γυναῖκα τῷ ἀνδρὶ, καὶ πρὸς ἄνδρα
1.27.71
γυναικὶ, καὶ πατρὶ πρὸς υἱὸν, καὶ πρὸς φίλον φίλῳ, ἤδη δὲ καὶ πρὸς πατέρα παισί.
1.27.72
Καὶ γὰρ τῶν τοῦ Σαοὺλ χειρῶν, ἡ τοῦ Σαοὺλ θυγάτηρ οὐκ ἴσχυσεν ἑτέρως ἐξελέσθαι
1.27.73
τὸν ἄνδρα, ἀλλ' ἢ μετὰ τὸ παραλογίσασθαι τὸν πατέρα. Καὶ ὁ ταύτης δὲ ἀδελφὸς, τὸν
1.27.74
ὑπ' ἐκείνης διασωθέντα σῶσαι βουλόμενος. κινδυνεύοντα πάλιν τοῖς αὐτοῖς ὅπλοις
1.27.75
ἐχρήσατο, οἷσπερ καὶ ἡ γυνή. Πολὺ γὰρ ἡ τῆς ἀπάτης ἰσχὺς, μόνον μὴ μετὰ δολερᾶς
1.27.76
προσαγέσθω τῆς προαιρέσεως. Εὔκολον πρὸς ἀπάτην τὸ πρὸς ἡδονὴν ἅπαν. Οὐ πᾶς
1.27.77
δόλος ὑπαίτιός ἐστιν· ἐπεὶ καὶ λῃστὰς νυκτοφύλακες, καὶ πολεμίους στρατηγοὶ, οὓς
1.27.78
ἀδόλως συλλαβεῖν οὐκ ἔστιν, ἐνεδρεύοντες κατορθοῦν δοκοῦσι, καὶ τὰ λεγόμενα
1.27.79
στρατηγήματα τοιοῦτον ἔχει λόγον, καὶ τὰ τῶν ἀθλητῶν ἀγωνίσματα. Καὶ γὰρ ἐπὶ
1.27.80
τούτων ἡ ἀπάτη νενόμισται ἴδιον.
1.28.1
– Περὶ ἀγγέλλοντος, καὶ μεσάζοντος ἀπόκρισιν· (σιξ) καὶ ὅτι ὁ τὸν
1.28.2
σταλέντα ἐξουθενῶν, τοῦ πέμψαντος περιφρονεῖ Ὥσπερ ἔξοδος χιόνος ἐν ἀμητῷ
1.28.3
κατὰ καῦμα ὠφελεῖ, οὕτως ἄγγελος πιστὸς ἀποστείλαντα αὐτόν.
1.28.4
Ψυχὰς γὰρ τῶν αὐτῶν χρωμένων ὠφελεῖ. Ἐκ τῶν ἑαυτοῦ ὁδῶν ὄνειδος
1.28.5
περιποιεῖται ὁ ἀποστέλλων δι' ἀγγέλου ἄφρονος λόγον. Ὁ δεχόμενος ὑμᾶς,
1.28.6
ἐμὲ δέχεται· καὶ ὁ ἐμὲ δεχόμενος, δέχεται τὸν ἀποστείλαντά με. Ἃ πρέσβεις
1.28.7
ὑπομένουσι, ἐπὶ τοὺς πέμψαντας λαμβάνει τὴν ἀναφοράν.
1.29.1
Περὶ ἀγνωμονούντων καὶ ἀχαριστούντων.
1.29.2
Τῷ μηνὶ τῷ ἑβδόμῳ ἦλθεν Ἰσμαὴλ υἱὸς Ναθανίου ἐκ τοῦ σπέρματος τῶν
1.29.3
βασιλέων, καὶ δέκα ἄνδρες μετ' αὐτοῦ, καὶ ἐπάταξαν τὸν Γοδολίαν, καὶ ἀπέθανεν·
1.29.4
καὶ τοὺς Ἰουδαίους, καὶ τοὺς Χαλδαίους, οἳ ἦσαν μετ' αὐτοῦ εἰς Μασιφά. Σχόλ. Οὗτος
1.29.5
λόγον λαβὼν ἀπαθείας, τὸν δεδωκότα ἀνεῖλε. Πνεῦμα Κυρίου ἐνέδυσε τὸν Ἀζαρίαν
1.29.6
τὸν τοῦ Ἰωδαὲ τὸν ἱερέα, καὶ ἀνέστη ἐπάνω τοῦ λαοῦ, καὶ εἶπεν· Τάδε λέγει Κύριος·
1.29.7
Τί παραπορεύεσθε τὰς ἐντολὰς τοῦ Κυρίου; καὶ οὐκ εὐοδωθήσεσθε, ὅτι ἐγκατελίπετε
1.29.8
τὸν Κύριον. Καὶ ἐλιθοβόλησαν δι' ἐντολῆς Ἰωὰς τοῦ βασιλέως ἐν αὐλῇ οἴκου Κυρίου.
1.29.9
Καὶ οὐκ ἐμνήσθη Ἰωὰς τοῦ ἐλέους, οὗ ἐποίησε μετ' αὐτοῦ Ἰωδαὲ ὁ πατὴρ αὐτοῦ, καὶ
1.29.10
ἐθανάτωσε τὸν υἱὸν αὐτοῦ. Καὶ ὡς ἀπέθνησκεν, εἶπεν· Ἴδοι Κύριος, καὶ κρινάτω. Καὶ
1.29.11
ἐγένετο μετὰ ἐνιαυτὸν, ἀνέβη ἐπ' αὐτὸν δύναμις Συρίας, καὶ ἐπὶ Ἱερουσαλὴμ, καὶ
1.29.12
κατέφθειρε πάντας. Ἀνταπεδίδοσάν μοι πονηρὰ ἀντὶ ἀγαθῶν, καὶ ἀτεκνίαν. Ἀντὶ
1.29.13
τοῦ, Ἀγαπᾷν με ἐνδιέβαλόν με. Ὃς ἀποδίδωσι κακὰ ἀντὶ ἀγαθῶν, οὐκ ἐνεχθήσεται
1.29.14
κακὰ ἐκ τοῦ οἴκου αὐτοῦ. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν·
1.29.15
Υἱοὺς ἐγέννησα, καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἀχαρίστου ἐλπὶς ὡς χειμέριος
1.29.16
πάχνη τακήσεται, καὶ ῥυήσεται ὡς ὕδωρ ἄχρηστον. Ἀγαθὰ ἐγγύου ἀνατρέψει
1.29.17
ἁμαρτωλὸς, καὶ ἀχάριστος ἐν διανοίᾳ ἐγκαταλείψει ῥυσάμενον. Ξενιεῖς καὶ ποτιεῖς
1.29.18
ἀχάριστον, καὶ πρὸς ἐπὶ τούτῳ πικρὰ ἀκούσεις. Δεινὸν, τὸν εὐεργηθέντα καὶ ταῖς
1.29.19
μεγίσταις ὑπόχρεων χάρισι, πρὸς τῷ ἀχαρίστῳ, ἔτι καὶ ὕβρεως, καὶ ἀτιμίας κατᾶρξαι.
1.29.20
Δεινὸν μέν· ἀλλὰ τῷ ποιοῦντι μεῖζόν ἐστι κακὸν, ἢ τῷ πάσχοντι. Ὑπερβολὴ τοῦτό γε
1.29.21
ἀγνωμοσύνης, τὴν φιλανθρωπίαν τοῦ εὐεργέτου ἀφορμὴν ἀχαριστίας ποιεῖσθαι.
1.29.22
Ὁρῶμεν πολλοὺς τῶν ἀνθρώπων μετὰ τὰς εὐεργεσίας, καθάπερ ἀνδραπόδων, οὕτω
1.29.23
καὶ περιορῶντας τῶν εὐεργετησάντων, καὶ τὰς ὀφρύας ἀνασπῶντας κατ' αὐτῶν.
1.29.24
Δεινόν μοι ἡ ἀχαριστία καταφαίνεται· δεινόν μοι καὶ πάνδεινον
1.30.1
– Περὶ ἀδυνάτων πραγμάτων.
1.30.2
Μὴ θάλλει πάπειρος ἄνευ ὕδατος; ἢ ὑψωθήσεται βούτομος ἄνευ ποτοῦ, ἔτι
1.30.3
ὢν ἐπὶ ῥίζης; Εἰ ἔστι ναυσὶν ἴχνος ὁδοῦ, ἢ ἀετοῦ πετομένου, ζητοῦντος βοῤῥᾶν; Τίς
1.30.4
συνήγαγεν ἀνέμους ἐν κόλπῳ; τις συνέτριψε τὸ πᾶν ὕδωρ ἱματίῳ; τίς ἐκράτησε
1.30.5
πάντων ἄκρων τῆς γῆς; Τρία ἐστὶν ἀδύνατά μοι νοῆσαι, καὶ τὸ τέταρτον οὐκ
1.30.6
ἐπιγινώσκω, ἴχνη ἀετοῦ πετομένου, καὶ ὁδὸν ὄφεως ἐπὶ πέτρας, καὶ τρίβους νηὸς
1.30.7
ποντοπορούσης, καὶ ὁδὸν ἀνδρὸς ἐν νεότητι. Εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ
1.30.8
καθόλου, ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς; Εἰ ἐξελεύσεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ,
1.30.9
θήραν οὐκ ἔχων; εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου,
1.30.10
ἐὰν μὴ ἁρπάσῃ τι; εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ; εἰ σχασθήσεται παγὶς
1.30.11
ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι; εἰ φωνήσει σάλπιγξ ἐν πόλει, καὶ λαὸς οὐ
1.30.12
πτοηθήσεται; καὶ ἔσται κακία ἐν πόλει, ἣν Κύριος οὐκ ἐποίησεν; Μὴ δοξασθήσεται
1.30.13
ἀξίνη ἄνευ τοῦ κόπτοντος, ὥστε κόπτειν ἐν αὐτῇ; ἢ ὑψωθήσεται πρίων ἄνευ τοῦ
1.30.14
ἕλκοντος αὐτόν; Εἰ ἀλλάξει Αἰθίοψ τὸ δέρμα αὐτοῦ, καὶ πάρδαλις τὰ ποικίλματα
1.30.15
αὐτῆς, καὶ ὑμεῖς δυνήσεσθε εὖ ποιῆσαι, μεμαθηκότες κακά. Ἄμμον θαλασσῶν, καὶ
1.30.16
σταγόνας ὑετοῦ, καὶ ἡμέρας αἰῶνος τίς ἐξαριθμήσει; Ὕψος οὐρανοῦ, καὶ πλάτος γῆς,
1.30.17
καὶ ἄβυσσον, καὶ σοφίαν τίς ἐξιχνιάσει; Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους
1.30.18
κειμένη. Οὐδεὶς δύναται δυσὶ κυρίοις δουλεύειν. Ἢ γὰρ τὸν ἕνα μισήσει, καὶ τὸν
1.30.19
ἕτερον ἀγαπήσει· ἢ ἑνὸς ἀνθέξεται, καὶ τοῦ ἑτέρου καταφρονήσει. Οὐ δύνασθε Θεῷ
1.30.20
δουλεύειν καὶ Μαμμωνᾷ. Τίς ἐξ ὑμῶν μεριμνῶν δύναται προσθεῖναι ἐπὶ τὴν ἡλικίαν
1.30.21
αὐτοῦ πῆχυν ἕνα; Μή τι συλλέγουσιν ἀπὸ ἀκανθῶν σταφυλὴν, ἢ ἀπὸ τριβόλων
1.30.22
σῦκα; Οὕτως οὐ δύναται δένδρον ἀγαθὸν καρποὺς πονηροὺς ποιεῖν, οὐδὲ δένδρον
1.30.23
σαπρὸν καρποὺς καλοὺς ποιεῖν. Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον αὐτοῦ. οὐδὲ
1.30.24
δοῦλος ὑπὲρ τὸν Κύριον αὐτοῦ. Οὐδέν ἐστι συγκεκαλυμμένον, ὃ οὐκ
1.30.25
ἀποκαλυφθήσεται, καὶ κρυπτὸν, ὃ οὐ γνωσθήσεται, καὶ εἰς φανερὸν ἔλθῃ.
1.30.26
Γεννήματα ἐχιδνῶν, πῶς δύνασθε ἀγαθὰ λαλεῖν, πονηροὶ ὄντες; Οὐκ ἔστι προφήτης
1.30.27
ἄτιμος, εἰ μὴ ἐν τῇ πατρίδι αὐτοῦ, καὶ ἐν τῇ οἰκίᾳ αὐτοῦ. Πῶς δυσκόλως πλούσιος
1.30.28
εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν! Πάλιν λέγω ὑμῖν· Εὐκοπώτερόν ἐστι
1.30.29
κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν βασιλείαν τοῦ Θεοῦ
1.30.30
εἰσελθεῖν. Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι πασὰ δὲ Θεῷ πάντα δυνατά.
1.30.31
Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Εἶπεν ὁ Ἰησοῦς τῷ Νικοδήμῳ· Ἀμὴν λέγω σοι, ἐὰν μή
1.30.32
τις γεννηθῇ ἄνωθεν, οὐ δύναται ἰδεῖν τὴν βασιλείαν τοῦ Θεοῦ. Λέγει πρὸς αὐτὸν ὁ
1.30.33
Νικόδημος· Πῶς δύναται ἄνθρωπος γεννηθῆναι γέρων ὤν; μὴ δύναται εἰσελθεῖν εἰς
1.30.34
τὴν κοιλίαν τῆς μητρὸς αὑτοῦ δεύτερον, καὶ γεννηθῆναι; Ἀπεκρίθη Ἰησοῦς· Ἀμὴν,
1.30.35
ἀμὴν λέγω σοι, ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν
1.30.36
εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Δεῖ τὴν ψυχὴν ἄρχειν μὲν τῶν παθῶν, δουλεύειν δὲ τῷ
1.30.37
Θεῷ. Ἀμήχανον γὰρ αὐτὴν, καὶ ὑπὸ τῆς ἁμαρτίας βασιλεύεσθαι, καὶ ὑπὸ Θεοῦ· ἀλλὰ
1.30.38
δεῖ κακίας μὲν ἐπικρατεῖν, τῷ Δεσπότῃ δὲ τῶν ὅλων ὑποτετάχθαι. Ἀμήχανόν ἐστι
1.30.39
χωρητικοὺς ἡμᾶς γενέσθαι τῆς θείας χάριτος, μὴ τὰ ἀπὸ κακίας πάθη
1.30.40
προκατασχόντα τὰς ψυχὰς ἡμῶν ἐξελάσαντας· ἀλλὰ καὶ ἀγγεῖον προκατειλημμένον
1.30.41
ὑπό τινος δυσωδίας, εἰ μὴ ἐκπλυσθῇ, οὐ μὴ δέξηται τοῦ μύρου τὴν ἐπιῤῥοήν.
1.30.42
Ἀμήχανον ἅψασθαι τοῦ ἀγαθοῦ, μὴ ἀποστάντα πρότερον, καὶ ἐκνεύσαντα τοῦ
1.30.43
κακοῦ. Ὥσπερ ἀδύνατον ὑπερβῆναι τὴν ἑαυτοῦ σκιὰν, καὶ τῷ λίαν ἐπειγομένῳ
1.30.44
(φθάνει γὰρ ἀεὶ τοσοῦτον, ὅσον καταλαμβάνεται)· ἢ τοῖς ὁρατοῖς πλησιάσαι τὴν
1.30.45
ὄψιν, δίχα τοῦ ἐν μέσῳ φωτὸς, καὶ ἀέρος· ἢ τῶν ὑδάτων ἔξω τὴν νηκτὴν φύσιν
1.30.46
διολισθαίνειν· οὕτως ἀμήχανον τοῖς ἐν σώματι δίχα τῶν σωματικῶν πάντη γενέσθαι
1.30.47
μετὰ τῶν νοουμένων. Ἀμήχανον συνυπάρχειν τὴν πρὸς κόσμον ἀγάπην τῇ πρὸς τὸν
1.30.48
Θεὸν ἀγάπῃ, ὡς ἀμήχανον συνυπάρχειν ἀλλήλοις φῶς καὶ σκότος.
1.31.1
– Περὶ ἁγίων, καὶ μακαριζομένων ἐφ' οἷς δρῶσι, καὶ ὑπὲρ ὧν.
1.31.2
Ἀπὸ τῶν ἁγίων φοβηθήσεσθε. Μακάριος σὺ Ἰσραήλ. Τίς ὅμοιός σοι· λαὸς
1.31.3
σωζόμενος ὑπὸ Κυρίου. Μακάριος ἄνθρωπος, ὃν ἤλεγξε Κύριος. Μακάριος ἀνὴρ, ὃς
1.31.4
οὐκ ἐπορεύθη ἐν βουλῇ ἀσεβῶν, καὶ ἐν ὁδῷ ἁμαρτωλῶν οὐκ ἔστη. Θαυμαστὸς ὁ Θεὸς
1.31.5
ἐν τοῖς ἁγίοις αὐτοῦ. Μακάριοι πάντες οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου, εἰς τοὺς
1.31.6
αἰῶνας αἰνέσουσί σε. Μακάριος ὁ ἄνθρωπος, ὃν ἂν παιδεύσῃς, Κύριε, καὶ ἐκτοῦ
1.31.7
νόμου σου διδάξεις αὐτόν. Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες
1.31.8
δικαιοσύνην ἐν παντὶ καιρῷ. Μακάριος ἀνὴρ ὁ φοβούμενος τὸν Κύριον, ἐν ταῖς
1.31.9
ἐντολαῖς αὐτοῦ θελήσει σφόδρα. Μακάριοι ἄμωμοι ἐν ὁδῷ, οἱ πορευόμενοι
1.31.10
ἐν νόμῳ Κυρίου. Μακάριοι οἱ ἐξερευνῶντες. Μακάριος, οὗ ὁ Θεὸς Ἰακὼβ βοηθὸς
1.31.11
αὐτοῦ, ἡ ἐλπὶς αὐτοῦ ἐπὶ Κύριον τὸν Θεὸν αὐτοῦ. Βουλὴ ἁγίων, σύνεσις. Μακάριος
1.31.12
ἀνὴρ, ὃς εὗρε σοφίαν. Τιμιωτέρα γάρ ἐστι λίθων πολυτελῶν. Χεὶρ ἐκλεκτῶν
1.31.13
κρατήσει εὐχερῶς. Τελειότητος ὁσίων ὁδηγήσει αὐτούς Ὁ ἐλεῶν πτωχοὺς,
1.31.14
μακαριστός. Ὁ ἁπτόμενος ὑμῶν, ὡς ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ μου.
1.31.15
Μακάριοι πάντες οἱ ἐμμένοντες ἐν αὐτῷ. Μακάριος ὁ διατηρῶν τὰς χεῖρας αὐτοῦ τοῦ
1.31.16
μὴ ποιεῖν ἄδικα. Καὶ ἔσται ἡ ψυχὴ τῶν ἁγίων ὥσπερ ξύλον ἔγκαρπον. Μακάριοί
1.31.17
ἐσμεν, Ἰσραὴλ, ὅτι τὰ ἀρεστὰ τῷ Θεῶ ὑμῖν γνῶστά ἐστιν. Μακάριος ἀνὴρ, ὃς οὐκ
1.31.18
ὠλίσθησεν ἐν στόματι αὐτοῦ. Μακάριος ᾧ οὐ κατέγνω ἡ ψυχὴ αὐτοῦ. Ἐννέα
1.31.19
ὑπονοήματα ἐμακάρισα ἐν καρδίᾳ μου, καὶ τὸ δέκατον ἐρῶ ἐπὶ γλώσσης. Ἄνθρωπος
1.31.20
εὐφραινόμενος ἐπὶ τέκνοις, ζῶν καὶ βλέπων ἐπὶ πτῶσιν ἐχθρῶν. Μακάριος ὁ συνὼν
1.31.21
γυναικὶ συνετῇ, καὶ ὃς ἐν γλώσσῃ οὐκ ὠλίσθησεν, καὶ ὃς οὐκ ἐδούλευσεν ἀναξίῳ
1.31.22
ἑαυτοῦ. Μακάριος ὃς εὗρε φρόνησιν, καὶ ὁδηγούμενος εἰς ὦτα ἀκουόντων. Ὡς μέγας
1.31.23
ὁ εὑρὼν σοφίαν! ἀλλ' οὐκ ἔστιν ὑπὲρ τὸν φοβούμενον τὸν Κύριον. Μακάριοι οἱ
1.31.24
πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοι οἱ πραεῖς,
1.31.25
ὅτι αὐτοὶ κληρονομήσουσι τὴν γῆν. Μακάριοι οἱ πενθοῦντες, ὅτι αὐτοὶ
1.31.26
παρακληθήσονται. Μακάριοι οἱ πεινῶντες, καὶ διψῶντες τὴν δικαιοσύνην, ὅτι αὐτοὶ
1.31.27
χορτασθήσονται. Μακάριοι οἱ ἐλεήμονες. ὅτι αὐτοὶ ἐλεηθήσονται. Μακάριοι οἱ
1.31.28
καθαροὶ τῇ καρδίᾳ, ὅτι αὐτοὶ τὸν Θεὸν ὄψονται. Μακάριοι οἱ εἰρηνοποιοὶ ὅτι αὐτοὶ
1.31.29
υἱοὶ Θεοῦ κληθήσονται. Μακάριοι οἱ δεδιωγμένοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν
1.31.30
ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Μακάριοί ἐστε, ὅταν ὀνειδίσωσιν ὑμᾶς, καὶ διώξωσι,
1.31.31
καὶ εἴπωσι πᾶν πονηρὸν ῥῆμα καθ' ὑμῶν ψευδόμενοι, ἕνεκεν ἐμοῦ. Χαίρετε καὶ
1.31.32
ἀγαλλιᾶσθε, ὅτι ὁ μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Μακάριοι οἱ μὴ εἰδότες, καὶ
1.31.33
πιστεύσαντες. Ἐγένετο ἐν τῷ λέγειν αὐτὸν ταῦτα ἐπάρασά τις γυνὴ φωνὴν ἐκ τοῦ
1.31.34
ὄχλου, εἶπεν αὐτῷ· Μακαρία ἡ κοιλία ἡ βαστάσασά σε, καὶ μαστοὶ οὓς
1.31.35
ἐθήλασας. Αὐτὸς δὲ εἶπεν· Μενοῦνγε μακάριοι οἱ ἀκούοντες τὸν λόγον τοῦ Θεοῦ, καὶ
1.31.36
φυλάσσοντες αὐτόν. Μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι, οὓς ἐλθὼν ὁ Κύριος εὑρήσει
1.31.37
γρηγοροῦντας. Ἀμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται, καὶ ἀνακλινεῖ αὐτοὺς, καὶ
1.31.38
παρελθὼν διακονήσει αὐτοῖς. Καὶ ἐὰν ἔλθῃ ἐν τῇ δευτέρᾳ φυλακῇ, καὶ ἐν τῇ τρίτῃ
1.31.39
φυλακῇ, ἔλθῃ, καὶ εὕρῃ οὕτως, μακάριοί εἰσιν οἱ δοῦλοι ἐκεῖνοι. Μακάριος ὁ μὴ
1.31.40
κρίνων ἑαυτὸν ἐν ᾧ δοκιμάζει. Κατὰ πίστιν ἀπέθανον οὗτοι πάντες, μὴ λαβόντες τὰς
1.31.41
ἐπαγγελίας, ἀλλὰ πόῤῥωθεν αὐτὰς ἰδόντες καὶ ἀσπασάμενοι, καὶ ὁμολογήσαντες, ὅτι
1.31.42
ξένοι καὶ παρεπίδημοί εἰσιν ἐπὶ τῆς γῆς. Οἱ γὰρ τοιαῦτα λέγοντες, ἐμφανίζουσιν ὅτι
1.31.43
πατρίδα ἐπιζητοῦσι. Καὶ εἰ μὲν ἐκείνης ἐμνημόνευον, ἀφ' ἧς ἐξέβησαν, εἶχον ἂν
1.31.44
καιρὸν ἀνακάμψαι. Νῦν δὲ κρείττονος ὀρέγονται, τουτέστιν ἐπουρανίου. Διὸ οὐκ
1.31.45
ἐπαισχύνεται αὐτοὺς ὁ Θεὸς, Θεὸς αὐτῶν ἐπικαλεῖσθαι. Ἡτοίμασε γὰρ αὐτοῖς πόλιν.
1.31.46
Καὶ μετ' ὀλίγα· Καὶ τί ἔτι λέγω; ἐπιλείψει γάρ με διηγούμενον ὁ χρόνος περὶ Γεδεὼν,
1.31.47
Βαράκ τε, καὶ Σαμψὼν, καὶ Ἰεφθάε, Δαβίδ τε, καὶ Σαμουὴλ, καὶ τῶν προφητῶν, οἱ διὰ
1.31.48
πίστεως κατηγωνίσαντο βασιλείας. Μακάριος ὁ τὰ πλείστων ἄξια κεκτημένος, ὁ τῶν
1.31.49
ἀναφαιρέτων ἀγαθῶν μέτοχος. Τοῦτον δὲ πῶς ἐπιγνωσόμεθα; Ὃς οὐκ ἐπορεύθη ἐν
1.31.50
τῇ βουλῇ ἀσεβῶν. Μακάριος, ὃς οὐκ ἔλαβε περὶ Θεοῦ δισταγμὸν, ὁ μὴ μικροψυχήσας
1.31.51
περὶ τὰ παρόντα, ἀλλὰ ἀναμένων τὰ προσδοκώμενα· ὃς ἔσχε περὶ τοῦ Κτίσαντος
1.31.52
ἡμᾶς ὑπόληψιν ἄπιστον. Μαρτύρων μνήμης τίς ἂν γένοιτο κόρος τῷ φιλομάρτυρι;
1.31.53
διότι ἡ πρὸς τοὺς ἀγαθοὺς τῶν ὁμοδούλων τιμὴ ἀπόδειξιν ἔχει τῆς πρὸς τὸν οἰκεῖον
1.31.54
δεσπότην εὐνοίας Ἡ πρὸς τοὺς εὔνους τῶν ὁμοδούλων διάθεσις τὴν ἀναφορὰν ἐπὶ
1.31.55
τὸν δεσπότην ἔχει, ᾧ δεδουλεύκασιν, καὶ ὁ τοὺς διὰ πίστιν ἠθληκότας τιμῶν, δῆλός
1.31.56
ἐστιν τὸν ζῆλον ἔχων τῆς πίστεως. Ταύτην εἶναι πραγματείαν ἀρίστην φημὶ, αἵματος
1.31.57
ὀλίγου βασιλείαν οὐρανῶν ὠνήσασθαι, καὶ δόξης ἀϊδιότητα τῶν προσκαίρων
1.31.58
ἀντιλαβεῖν ἀγαθῶν. Νόμος μαρτυρίας, μήτε ἐθέλοντας πρὸς τὸν ἀγῶνα χωρεῖν,
1.31.59
φειδοῖ τῶν διωκόντων καὶ τῶν ἀσθενεστέρων, μήτε παρόντας ἀναδύεσθαι· τὸ μὲν
1.31.60
γὰρ θράσους, τὸ δὲ ἀνανδρίας ἐστίν. Ἡ τῶν μακαρισμῶν κοινωνία, θεότητός ἐστι
1.31.61
κοινωνία· Θεοῦ γὰρ ὡς ἀληθῶς ἴδιον ἡ μακαριότης ἐστίν. Εἰ τὸ ἰδεῖν τὸν Θεὸν
1.31.62
ὑπερβολὴν ἐν τῷ ἀγαθῷ οὐκ ἔχει, τὸ Υἱὸν γενέσθαι τοῦ Θεοῦ, ὑπὲρ εὐκληρίαν ἐστὶ
1.31.63
πάντων. Ὁ γὰρ Υἱὸς ἀξιωθεὶς γενέσθαι, ἕξειπάντως ἐν ἑαυτῷ τοῦ Πατρὸς τὸ
1.31.64
ἀξίωμα· ὑπὲρ εὐχὴν δὲ ἡ ἐπιτυχία· ὑπὲρ ἐλπίδα δὲ τὸ δῶρον· ὑπὲρ φύσιν ἡ χάρις.
1.31.65
Φύσις ἐστὶ πρὸς τὸ μακάριον καὶ ἐπαινούμενον τὴν ἐπιθυμίαν συντείνεσθαι. Ἀγαθοῦ
1.31.66
παντὸς τὸ κεφάλαιον, τὸ ὑπὲρ τὴν ζωοποιὸν ἐξουσίαν τετάχθαι. Τοιαῦτα τῶν ἁγίων
1.31.67
αἱ ψυχαί. Πρὶν ἢ καταπεσεῖν, ἀνίστανται· πρὶν ἢ πρὸς ἁμαρτίαν ἐλθεῖν,
1.31.68
ἀναχαιτίζονται· ἐπειδὴ νήφουσι, καὶ διὰ παντός εἰσιν ἐγρηγορυῖαι. Οὐ μήρινθον
1.31.69
λεπτὴν διαθέουσιν οἱ θαυματοποιοὶ τοῦ Χριστοῦ, οὐδὲ ξίφεσιν ἐπικυβιστῶντες
1.31.70
γυμνοῖς, τέχνῃ τὰς πληγὰς διαφεύγουσιν, ἀλλὰ ἀντὶ μὲν σχοινίου τὴν στενὴν καὶ
1.31.71
ἀμφίκρημνον τῆς εὐσεβείας ὁδὸν ἀσαλεύτῳ βήματι διατρέχουσι· τῶν δὲ
1.31.72
τυραννουμένων ξιφῶν τὰς ἀκμὰς ταῖς τῶν οἰκείων πληγῶν φιλοτιμίαις
1.31.73
ἀμβλύνουσιν· οὐ τὸ μὴ πάσχειν τέχνην ποιησάμενοι, ἀλλὰ τὸ νικᾷν ἐν τῷ πάσχειν
1.31.74
ἀσκούμενοι. Ἔοικε τὸ μαρτύριον ἀποκάθαρσις εἶναι ἁμαρτιῶν μετὰ δόξης. Μακαρία
1.31.75
φύσις, ἡ ἐπὶ παντὶ χαιροῦσα, καὶ μηδενὶ δυσαρεστοῦσα ἐν τῷ κόσμῳ τὸ παράπαν,
1.31.76
ἀλλ' εὐαρεστοῦσα τοῖς γινομένοις, ὡς καλῶς καὶ συμφερόντως γινομένοις.
1.32.1
– Περὶ ἀπαρχῶν καὶ ἀποδεκατούντων καὶ ὡς χρὴ προσφέρειν τῷ
1.32.2
Θεῷ τὰς ἀπαρχάς.
1.32.3
Ἀπαρχὰς ἅλωνός σου, οὐχ ὑστερήσεις. Οὐκ ὀφθήσῃ ἐνώπιόν μου κενός.
1.32.4
Ἀπαρχὰς τῶν πρωτογεννημάτων τῆς γῆς σου, εἰσοίσεις εἰς τὸν οἶκον Κυρίου τοῦ
1.32.5
Θεοῦ σου. Ὁ βραχίων ὁ δεξιὸς τῷ ἱερεῖ ἔσται. Πᾶσα δεκάτη τῆς γῆς σου, ἔσται ἅγιον
1.32.6
τῷ Κυρίῳ. Πρόσεχε σεαυτῷ, μὴ ἐγκαταλίπῃς τὸν Λευΐτην πάντα τὸν χρόνον, ὅσον
1.32.7
ἐὰν ζῇς ἐπὶ τῆς γῆς. Οὐκ ὀφθήσῃ ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου κενός· ἕκαστος κατὰ
1.32.8
τὴν δύναμιν τῶν χειρῶν ὑμῶν κατὰ τὴν εὐλογίαν Κυρίου τοῦ Θεοῦ σου, ἣν ἔδωκέ
1.32.9
σοι. Τίμα τὸν Κύριον ἀπὸ σῶν δικαίων πόνων, καὶ ἀπάρχου αὐτῷ ἀπὸ σῶν καρπῶν
1.32.10
δικαιοσύνης, ἵνα πίμπληται τὰ ταμεῖά σου πλησμονῆς σίτου, οἴνου δὲ αἱ ληνοί σου
1.32.11
ἐκβλύζωσι. Μὴ ὀφθῇς ἐνώπιον Κυρίου κενός. Ἐν πάσῃ δόσει ἱλάρυνον τὸ πρόσωπόν
1.32.12
σου, καὶ εὐφροσύνῃ ἁγίασον δεκάτην. Δὸς Ὑψίστῳ κατὰ τὴν δόσιν αὐτοῦ.
1.32.13
ὅτι Κύριος ἀνταποδιδούς ἐστιν ἡμῖν, καὶ ἑπταπλάσιον ἀποδώσει σοι. Ἐκ πάντων τῶν
1.32.14
ἀπαρχῶν ὑμῶν τοῖς ἱερεῦσιν ἔσται. Δῶρον Θεοῦ κάλλιστόν ἐστιν ὁ τρόπος. Κἂν
1.32.15
πάντα ἐνέγκῃς, οὐδὲν οἴσεις ἄξιον. Ὃ καὶ πένης δίδωσι, τοῦτο πρόσφερε. Μίσθωμα
1.32.16
πόρνης ἁγνὸς οὐ μερίζεται.
1.33.1
– Περὶ ἀγγελίας ἀγαθῆς.
1.33.2
Ὥσπερ ὕδωρ ψυχρὸν ψυχῇ διψώσῃ προσηνὲς, οὕτω ἀγγελία ἀγαθὴ ἐκ γῆς
1.33.3
μακρόθεν. Ταχεῖς ἰδοὺ ἐπὶ τὰ ὄρη οἱ πόδες εὐαγγελιζομένου, καὶ ἀπαγγέλλοντος
1.33.4
εἰρήνην. Ὡς ὡραῖοι πόδες ἐπὶ τῶν ὀρέων εὐαγγελιζομένου ἀκοὴν εἰρήνης,
1.33.5
εὐαγγελιζομένου ἀγαθά!
1.34.1
– Περὶ ἀγγελίας κακῆς.
1.34.2
Λαβόντες χιτῶνα τοῦ Ἰωσὴφ, ἔσφαξαν ἔριφον αἰγῶν, καὶ ἐμόλυναν τὸν
1.34.3
χιτῶνα τοῦ Ἰωσὴφ τῷ αἵματι, καὶ εἰσήνεγκαν τῷ πατρὶ αὐτῶν, λέγοντες· Τοῦτον
1.34.4
εὕρομεν, ἐπίγνωθι εἰ ὁ χιτὼν τοῦ υἱοῦ σού ἐστιν, ἢ οὔ. Καὶ ἐπέγνω αὐτὸν Ἰακὼβ, καὶ
1.34.5
εἶπεν· Χιτὼν τοῦ υἱοῦ μού ἐστιν. Θηρίον πονηρὸν κατέφαγεν αὐτόν· θηρίον πονηρὸν
1.34.6
διήρπασεν αὐτόν. Διέῤῥηξε δὲ Ἰακὼβ τὸ ἱμάτιον αὐτοῦ, καὶ ἐπέθετο σάκκον ἐπὶ τὴν
1.34.7
ὀσφὺν αὐτοῦ, καὶ ἐπένθει τὸν υἱὸν αὐτοῦ ἡμέρας πολλάς. Ἀπεκρίθη ὁ ἀνὴρ ὁ
1.34.8
ἐληλυθὼς ἐκ τῆς παρεμβολῆς, καὶ εἶπε τῷ Ἡλεί· Πέφευγεν ἀνὴρ Ἰσραὴλ ἀπὸ
1.34.9
προσώπου τῶν ἀλλοφύλων, καὶ πληγὴ μεγάλη γέγονεν ἐν τῷ λαῷ, καὶ ἀμφότεροι οἱ
1.34.10
υἱοί σου τεθνήκασι, καὶ ἡ κιβωτὸς τοῦ Θεοῦ ἐλήφθη. Καὶ ἐγένετο, ὡς ἐμνήσθη τῆς
1.34.11
κιβωτοῦ τοῦ Θεοῦ, ἔπεσεν ἀπὸ τοῦ δίφρου εἰς τὰ ὀπίσω ἐχόμενα τῆς πύλης, καὶ
1.34.12
συνετρίβη ὁ νῶτος αὐτοῦ, καὶ ἀπέθανεν. Ἰδοὺ ἀνὴρ ἦλθεν ἐκ τῆς παρεμβολῆς τοῦ
1.34.13
λαοῦ τοῦ μετὰ Σαοὺλ, καὶ τὰ ἱμάτια αὐτοῦ διεῤῥωγότα, καὶ γῆ ἐπὶ τῆς κεφαλῆς
1.34.14
αὐτοῦ. Ἐγένετο δὲ ἐν τῷ εἰσελθεῖν αὐτὸν πρὸς Δαβὶδ, ἔπεσεν ἐπὶ πρόσωπον αὐτοῦ
1.34.15
ἐπὶ τὴν γῆν, καὶ προσεκύνησεν αὐτόν. Καὶ εἶπε πρὸς αὐτὸν Δαβίδ· Πόθεν παρεγένου;
1.34.16
Καὶ εἶπεν· Ἐκ τῆς παρεμβολῆς Ἰσραὴλ σέσωσμαι. Καὶ εἶπε Δαβὶδ πρὸς αὐτόν· Τίς ὁ
1.34.17
λόγος οὗτος; ἀπάγγειλόν μοι. Καὶ εἶπε· Φεύγει ὁ λαὸς ἐκ τοῦ πολέμου τῆς
1.34.18
παρεμβολῆς, καὶ ἔπεσαν πολλοὶ ἐκ τοῦ λαοῦ, καὶ Σαοὺλ καὶ Ἰωνάθαν ὁ υἱὸς αὐτοῦ
1.34.19
τεθνήκασι. Καὶ ἐκράτησεν ὁ Δαβὶδ τῶν ἱματίων αὐτοῦ, καὶ διέῤῥηξεν αὐτὰ, καὶ
1.34.20
πάντες οἱ ἄνδρες οἱ μετ' αὐτοῦ. Καὶ ἐκόψαντο, καὶ ἔκλαυσαν, καὶ ἐνήστευσαν ἕως
1.34.21
δείλης ἐπὶ Σαοὺλ καὶ Ἰωνάθαν τὸν υἱὸν αὐτοῦ, καὶ τὸν λαὸν Ἰούδα, καὶ τὸν οἶκον
1.34.22
Ἰσραὴλ, ὅτι ἐπλήγησαν ἐν ῥομφαίᾳ. Εἶπε Χουσὶ τῷ βασιλεῖ· Εὐαγγέλια, κύριέ μου
1.34.23
βασιλεῦ. Καὶ εἶπεν ὁ βασιλεὺς πρὸς Χουσί· Εἰ εἰρήνη τῷ παιδαρίῳ τῷ Ἀβεσαλώμ; Καὶ
1.34.24
εἶπεν ὁ Χουσί· Γένοιντο ὡς τὸ παιδάριον Ἀβεσαλὼμ οἱ ἐχθροὶ τοῦ κυρίου
1.34.25
μου τοῦ βασιλέως, καὶ πάντες ὅσοι ἐπανέστησάν σοι εἰς κακά. Καὶ ἐδάκρυσεν ὁ
1.34.26
βασιλεὺς, καὶ ἀνέβη εἰς τὸ ὑπερῷον τῆς πύλης, καὶ ἔκλαυσε, καὶ τάδε εἶπεν ἐν τῷ
1.34.27
κλαίειν αὐτόν· Τέκνον ἐμὸν Ἀβεσαλώμ· Ἀβεσαλὼμ τέκνον ἐμόν. Τίς δῷ ἡμῖν
1.34.28
θάνατον ἀντὶ σοῦ, Ἀβεσαλὼμ υἱέ μου; Παιδεύσω αὐτοὺς ἀντὶ ἀκοῆς τῆς θλίψεως
1.34.29
αὐτῶν. Οὐαὶ ἐπὶ οὐαὶ ἔσται, καὶ ἀγγελία ἐπὶ ἀγγελίαν ἔσται. Καὶ ζητηθήσεται ὅρασις
1.34.30
ἐκ προφήτου, καὶ νόμος ἀπολεῖται ἐξ ἱερέως, καὶ βουλὴ ἐκ πρεσβυτέρων. Καὶ ὁ
1.34.31
ἄρχων ἐνδύσεται ἀφανισμὸν, καὶ αἱ χεῖρες τοῦ λαοῦ μου τῆς γῆς παραλυθήσονται.
1.35.1
– Περὶ ἀσπασμοῦ· ὅτι τὸ μετριάζειν εὔνοιαν προξενεῖ.
1.35.2
Ἐγένετο ἐν τῷ ἐγγίζειν ἄνδρα πρὸς Ἀβεσαλὼμ τοῦ προσκυνῆσαι αὐτῷ, καὶ
1.35.3
ἐξέτεινε τὴν χεῖρα αὐτοῦ, καὶ κατεφίλει αὐτόν. Καὶ ἐποίησεν Ἀβεσαλὼμ κατὰ τὸ
1.35.4
ῥῆμα τοῦτο παντὶ Ἰσραὴλ, τοῖς παραγενομένοις εἰς κρίσιν πρὸς τὸν βασιλέα· καὶ
1.35.5
ἰδιοποιεῖτο Ἀβεσαλὼμ τὰς καρδίας πάντων τῶν ἀνδρῶν Ἰσραήλ. Εἰσερχόμενοι εἰς
1.35.6
τὴν οἰκίαν, ἀσπάσασθε αὐτήν. Καὶ ἐὰν μὲν εἴη ἡ οἰκία ἀξία, ἐλθέτω ἡ εἰρήνη ὑμῶν
1.35.7
ἐπ' αὐτήν. Ἐὰν δὲ μὴ εἴη ἀξία, ἡ εἰρήνη πρὸς ὑμᾶς ἐπιστραφήσεται. Εὐπροσήγορον ἐν
1.35.8
ταῖς ἐντεύξεσιν, γλυκὺν ἐν ταῖς ὁμιλίαις. Μὴ νομίζωμεν ψιλὸν εἶναι καὶ εὐτελὲς τὸ
1.35.9
κατόρθωμα τοῦτο, γίνεσθαι εὐπροσήγορον καὶ φιλοπροσήγορον.
1.36.1
– Περὶ ἀπαντημάτων, καὶ τῶν ἀπὸ κακῶν εἰς κακὰ ἐμπιπτόντων.
1.36.2
Πορεύσονται εἰς ταλαιπωρίας Αἰγύπτου, καὶ ἐκδέξεται αὐτοὺς Μέμφις, καὶ
1.36.3
θάψει αὐτοὺς Μαχμάς. Ὃν τρόπον ὅταν ἐκφύγῃ ἄνθρωπος ἐκ προσώπου λέοντος,
1.36.4
καὶ ἐμπέσῃ αὐτῷ ἄρκτος, καὶ εἰσπηδήσῃ εἰς τὸν οἶκον αὐτοῦ, καὶ ἀπερείσῃ χεῖρας
1.36.5
αὐτοῦ εἰς τὸν τοῖχον, καὶ δάκῃ αὐτὸν ὄφις. Ἔσται ὁ φεύγων τὸν φόβον, ἐμπεσεῖται
1.36.6
εἰς τὸν βόθυνον· καὶ ὁ ἐκβαίνων ἐκ τοῦ βοθύνου, ἀναλωθήσεται ὑπὸ τῆς παγίδος.
1.37.1
– Περὶ ἀπραγμοσύνης καὶ ἡσυχίας.
1.37.2
Ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου. Ἡσυχάσεις, καὶ οὐκ ἔσται ὁ
1.37.3
πολεμῶν σε. Σὺ, Κύριε, καταμόνας ἐπ' ἐλπίδι κατῴκησάς με. Καταμόνας εἰμὶ ἐγὼ,
1.37.4
ἕως οὗ παρέλθω. Ἀνὴρ φρόνιμος ἡσυχίαν ἄγει. Ἀγαθοὶ ἡσυχάζουσι διὰ παντός. Ἐπὶ
1.37.5
τίνα ἐπιβλέψω, ἀλλ' ἢ ἐπὶ τὸν πρᾶον, καὶ ἡσύχιον, καὶ τρέμοντά μου τοὺς λόγους;
1.37.6
95. 1245 Μὴ ἐκπορεύεσθε εἰς ἀγρὸν, καὶ ἐν ταῖς ὁδοῖς μὴ βαδίζετε, ὅτι ῥομφαία τῶν
1.37.7
ἐχθρῶν παροικεῖ κύκλωθεν. Ἀγαθὸν ἀνδρὶ, ὅταν ἄρῃ τὸν ζυγὸν ἐν νεότητι.
1.37.8
Καθήμενος καταμόνας, καὶ σιωπήσεται, ὅτι ἦρεν ἐφ' ἑαυτῷ. Ἀναστρέψει Ἰακὼβ, καὶ
1.37.9
ἡσυχάσει, καὶ ὑπνώσει εἰς τὸ σωτήριον Κυρίου, καὶ οὐκ ἔσται ὁ παρενοχλῶν αὐτόν.
1.37.10
Μάρθα, Μάρθα, μεριμνᾷς, καὶ τυρβάζεις περὶ πολλά. Παρακαλοῦμεν ὑμᾶς, ἀδελφοί
1.37.11
μου, ἡσυχάζειν, καὶ πράσσειν τὰ ἴδια, καὶ ἐργάζεσθαι ταῖς χερσὶν ὑμῶν. Τὸ
1.37.12
ἀπεσχισμένον καὶ ἰδιάζον, τοῦ κοινωνικοῦ, καὶ ἡνωμένου τοῖς πολλοῖς
1.37.13
προτιμώτερον. Ἀφάτῳ τοίνυν δυνάμει φαντασιούμενοι τὸν νοῦν οἱ ἀπερίσπαστον
1.37.14
αὐτὸν καὶ καθαρὸν ἔχοντες, οἱονεὶ ἡνιοχοῦντα αὐτοὺς ἔχουσι τὸν λόγον τοῦ Θεοῦ.–
1.37.15
Ἡσυχία, καθάρσεως ἀρχὴ τῇ ψυχῇ, καὶ ὥσπερ τὰ θηρία εὐκαταγώνιστά ἐστι
1.37.16
καταψηχθέντα, οὕτως ἐπιθυμίαι, καὶ ὀργαὶ, καὶ λύπαι, καὶ φόβοι τὰ ἰοβόλα τῆς
1.37.17
ψυχῆς κακὰ, κατευνασθέντα διὰ τῆς ἡσυχίας, καὶ μὴ ἀγριαινόμενα τῷ συνεχεῖ
1.37.18
ἐρεθισμῷ, εὐκαταγωνιστότερα τῇ δυνάμει τοῦ λόγου γίνεται.– Ἐπὶ τὸν κόσμον μὴ
1.37.19
διαχεόμενος, ἐπάνεισι μὲν πρὸς ἑαυτὸν, δι' ἑαυτοῦ δὲ πρὸς τὴν περὶ Θεοῦ ἔννοιαν
1.37.20
ἀναβαίνει, μήτε πρὸς τροφῆς φροντίδα, μήτε πρὸς περιβολαίων μέριμναν τὴν ψυχὴν
1.37.21
καθελκόμενος· ἀλλὰ σχολὴν ἀπὸ τῶν γηΐνων φροντίδων ἄγων, τὴν πᾶσαν ἑαυτοῦ
1.37.22
σπουδὴν ἐπὶ τὴν κτῆσιν τῶν αἰωνίων ἀγαθῶν μετατίθησι. Χρή τι καὶ ἡσυχάζειν,
1.37.23
ὥστε ἀθολώτως προσομιλεῖν τῷ Θεῷ, καὶ μικρὸν ἀπανάγειν τὸν νοῦν ἀπὸ τῶν
1.37.24
πλανωμένων. Ἡ ἀπράγμων ἡσυχία, τῆς ἐν πράγμασιν περιφανείας τιμιωτέρα. Τότε
1.37.25
μάλιστα ἐπιτίθεται ὁ διάβολος, ὅταν ἴδῃ μεμονωμένους ἡμᾶς, καὶ καθ' ἑαυτοὺς
1.37.26
ὄντας.– Ἁρμόζει τῷ ἐγκρατεῖ, καὶ τοὺς ὄχλους φεύγειν, ἵνα τὸν νοῦν ἀπερίσπαστον
1.37.27
ἔχῃ, καὶ τὴν καρδίαν ἀτάραχον. Πολλὴ γὰρ ἐν τοῖς ὄχλοις ἡ ταραχή. Μέγας συνεργὸς
1.37.28
πρὸς τελειότητα τῶν ἀνθρώπων ἐστὶν ἡ ἀναχώρησις. Μεγάλην εἰς γνῶσιν ῥοπὴν
1.37.29
ἀπερίσπαστος παρέχει προαίρεσις. Ζῇν ἄμεινον ἐπὶ στιβάδος κατακείμενον, καὶ
1.37.30
θαῤῥεῖν, ἢ ταράττεσθαι χρυσῆν ἔχοντα κλίνην. Βίος ἡσύχιος χρημάτων πολλῶν
1.37.31
περιφανέστερος. Ὁ σοφὸς ἠρεμίαν, καὶ ἀπραγμοσύνην, καὶ σχολὴν
1.37.32
μεταδιώκει, ἵνα τοῖς θείοις θεωρήμασιν ἐν ἡσυχίᾳ ἐντύχῃ
1.38.1
– Περὶ ἀποφάσεως, καὶ ἀνταποδόσεως, καὶ ἀκριβείας Θεοῦ· καὶ ὅτι
1.38.2
οὐ δεῖ τῆς ὀργῆς τοῦ Θεοῦ πλέον ἀμύνασθαι, ἢ παρὰ τὰς ἐντολὰς αὐτοῦ
1.38.3
φιλανθρωπεύεσθαι .
1.38.4
Εἶπε Σαμουὴλ πρὸς Σαούλ· Οὐχὶ μικρὸς ἐνώπιον Κυρίου, ἡγούμενος
1.38.5
σκήπτρου φυλῆς Ἰσραὴλ, καὶ ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ; Καὶ εἶπέν σοι·
1.38.6
Πορεύθητι, καὶ ἐξολόθρευσον τὸν Ἀμαλὴκ, τοὺς ἁμαρτάνοντας εἰς ἐμὲ, καὶ
1.38.7
πολεμήσεις αὐτοὺς, ἕως οὗ συντελέσῃς αὐτούς. Καὶ ἵνα τί οὐκ ἤκουσας τῆς φωνῆς
1.38.8
Κυρίου, ἀλλ' ὥρμησας ἐπὶ τὰ σκύλα, καὶ τὸν βασιλέα ἀγαγὼν περιεποιήσω; Καὶ
1.38.9
ἐξουδένωσας τὸ ῥῆμα Κυρίου, καὶ ἐξουδενώσει σε Κύριος τοῦ μὴ εἶναι βασιλέα ἐπὶ
1.38.10
Ἰσραήλ. Προσῆλθεν Ἡλιοὺ, καὶ εἶπεν Ἀχαὰβ βασιλεῖ Ἰσραήλ· Τάδε λέγει Κύριος·
1.38.11
Ἀνθ' ὧν εἶπε Συρία, Θεὸς ὀρέων Κύριος, ὁ Θεὸς Ἰσραὴλ, καὶ οὐ Θεὸς κοιλάδων
1.38.12
αὐτός· καὶ δώσω τὴν δύναμιν τὴν μεγάλην ταύτην εἰς χεῖρά σου, καὶ γνώσῃ ὅτι ἐγώ
1.38.13
εἰμι Κύριος. Καὶ ἐπάταξεν Ἰσραὴλ τὴν Συρίαν, ἑκατὸν χιλιάδας πεζῶν ἡμέρᾳ μιᾷ, καὶ
1.38.14
ἔπεσε τὸ τεῖχος ἐπὶ εἴκοσι καὶ ἑπτὰ χιλιάδας ἀνδρῶν, καὶ υἱὸς Ἀδὲρ ἔφυγεν, καὶ
1.38.15
εἶπον πρὸς αὐτὸν οἱ παῖδες αὐτοῦ· Ἰδοὺ δὴ οἴδαμεν, ὅτι βασιλεῖς Ἰσραὴλ, βασιλεῖς
1.38.16
ἐλέους εἰσίν. Ἐπιθώμεθα δὴ σάκκους ἐπὶ τὰς ὀσφύας ἡμῶν, καὶ σχοινία ἐπὶ τὰς
1.38.17
κεφαλὰς ἡμῶν, καὶ ἐξέλθωμεν πρὸς βασιλέα Ἰσραὴλ, ὅπως ζωογονήσῃ τὰς ψυχὰς
1.38.18
ἡμῶν. Καὶ ἐποίησαν οὕτως, καὶ εἶπαν τῷ βασιλεῖ Ἰσραήλ· Δοῦλός σου υἱὸς Ἀδὲρ
1.38.19
λέγει, Ζήσεται ἡ ψυχή μου. Καὶ εἶπεν ὁ βασιλεύς· Εἰ ἔτι ζῇ; ἀδελφός μου. Καὶ ἐξῆλθε
1.38.20
πρὸς αὐτὸν ὁ υἱὸς Ἀδὲρ, καὶ ἀναβιβάζουσι πρὸς αὐτὸν ἐπὶ τὸ ἅρμα. Καὶ εἶπε πρὸς
1.38.21
αὐτόν· Τὰς πόλεις ἃς ἔλαβεν ὁ πατήρ μου παρὰ τοῦ πατρός σου, ἀποδώσω σοι, καὶ
1.38.22
ἐξόδους θήσεις σεαυτῷ ἐν Δαμασκῷ, καθὼς ἔθετο ὁ πατήρ μου ἐν Σαμαρείᾳ. Καὶ
1.38.23
διέθετο αὐτῷ διαθήκην, καὶ ἐξαπέστειλεν αὐτόν. Καὶ μετ' ὀλίγα· Εἶπε πρὸς αὐτὸν ὁ
1.38.24
ἄνθρωπος τοῦ Θεοῦ· Τάδε λέγει Κύριος· Διότι ἐξήνεγκας σὺ ἄνδρα ὀλέθριον ἐκ
1.38.25
χειρός μου, ἔσται ἡ ψυχή σου ἀντὶ τῆς ψυχῆς αὐτοῦ, καὶ ὁ λαός σου ἀντὶ τοῦ λαοῦ
1.38.26
αὐτοῦ. Ἐξερευνήσω τὴν Ἱερουσαλὴμ μετὰ λύχνου, καὶ ἐκδικήσω ἐπὶ τοὺς ἄνδρας
1.38.27
τοὺς καταφρονοῦντας τὰ φυλάγματα αὐτῶν. Ἀνοίξατε τὰς ἀποθήκας αὐτῆς·
1.38.28
ἐρευνήσατε αὐτὴν ὡς σπήλαιον, καὶ ἐξολοθρεύσατε αὐτὴν, μὴ γενέσθαι αὐτῇ
1.38.29
κατάλυμα. Γῆ, γῆ, ἄκουσον λόγον Κυρίου· Γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον
1.38.30
ἀνθρώποις· ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου
1.38.31
Δαβὶδ, ἄρχων ἐν τῷ Ἰούδα. Ἐπὶ μὲν τῶν ἐχθραινόντων τῇ ἀληθείᾳ, καὶ
1.38.32
ἐμποδιζόντων ταῖς ἐντολαῖς τοῦ Θεοῦ, ἐξ ἀνάγκης ἐστὶ ποιεῖν κατὰ τὸ πρόσταγμα
1.38.33
τοῦ Κυρίου εἰπόντος· Ἐὰν ὁ ὀφθαλμός σου ὁ δεξιὸς σκανδαλίσῃ σε, ἔξελε αὐτὸν, καὶ
1.38.34
βάλε ἀπὸ σοῦ. Ἡ γὰρ ἐπὶ τῶν τοιούτων φιλανθρωπία παραπλησία ἐστὶ τῇ ἀπαιδεύτῳ
1.38.35
χρηστότητι τοῦ Σαοὺλ ἐπὶ τοῦ Ἀγαγοῦ ἣν παρὰ τὸ τοῦ Κυρίου
1.38.36
διατεταγμένον αὐτῷ ἐπεδείκνυτο.
1.39.1
– Περὶ ἀγγαρίας. Ἀδύνατοι ἀμπελῶνας ἀσεβῶν ἀσιτεῖ καὶ ἀμισθὶ
1.39.2
εἰργάσαντο .
1.39.3
Ὅστις σε ἀγγαρεύσει μίλιον ἓν, ὕπαγε μετ' αὐτοῦ δύο. Ὁ οἰκοδομῶν τὸν
1.39.4
οἶκον αὐτοῦ οὐ μετὰ δικαιοσύνης, καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι, παρὰ τῷ
1.39.5
πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν, καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδῷ αὐτῷ. Ἰδοὺ ὁ
1.39.6
μισθὸς τῶν ἐργατῶν τῶν ἀμησάντων τὰς χώρας ὑμῶν, ὁ ἀπεστερημένος ἀφ' ὑμῶν,
1.39.7
κράζει, καὶ αἱ βοαὶ τῶν θερισάντων εἰς τὰ ὦτα Κυρίου Σαβαὼθ εἰσεληλύθει. ΤΙΤΛ.
1.39.8
Μʹ.– Περὶ αἰσχύνης ἀγαθῆς. Λαβόντες Σὴμ καὶ Ἰαφὲθ τὸ ἱμάτιον, ἐπέθεντο ἐπὶ τὰ δύο
1.39.9
νῶτα αὐτῶν, καὶ ἐπορεύθησαν ὀπισθοφανῶς, καὶ συνεκάλυψαν τὴν γύμνωσιν τοῦ
1.39.10
πατρὸς αὐτῶν, καὶ τὴν γύμνωσιν τοῦ πατρὸς αὐτῶν οὐκ εἶδον. Ἔστιν αἰσχύνη
1.39.11
ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις. Πρὸ βροντῆς κατασπεύδει
1.39.12
ἀστραπὴ, καὶ πρὸ αἰσχυντηροῦ προελεύσεται χάρις. Αἰσχύνεσθε ἀπὸ πατρὸς καὶ
1.39.13
μητρὸς περὶ πορνείας, καὶ ἀπὸ ἡγουμένου καὶ τυράννου ἕνεκεν ψεύδους· ἀπὸ κριτοῦ
1.39.14
καὶ ἄρχοντος περὶ πλημμελείας, καὶ ἀπὸ τόπου οὗ παροικεῖς περὶ κλοπῆς, καὶ ἀπὸ
1.39.15
ἀληθείας Θεοῦ, καὶ ἀπὸ διαθήκης· καὶ ἀπὸ πήξεως ἀγκῶνος ἐν ἄρτοις, καὶ ἀπὸ
1.39.16
σκορακισμοῦ λήψεως καὶ δόσεως, καὶ ἀπὸ ἀσπαζομένων περὶ σιωπῆς· ἀπὸ ὁράσεως
1.39.17
γυναικὸς ἑταίρας, καὶ ἀπὸ συστροφῆς προσώπου συγγενοῦς, καὶ ἀπὸ κατανοήσεως
1.39.18
γυναικὸς ὑπάνδρου, καὶ ἀπὸ περιεργίας παιδίσκης αὐτῆς· ἀπὸ φίλων περὶ λόγου
1.39.19
ὀνειδισμοῦ, καὶ ἀποκαλύψεως λόγων κρυφίων· καὶ ἔσῃ αἰσχυντηρὸς ὡς ἀληθινὸς,
1.39.20
καὶ εὑρίσκων χάριν ἔναντι παντὸς ἀνθρώπου.
1.41.1
– Περὶ αἰσχύνης πονηρᾶς. Περὶ τῆς ψυχῆς σου μὴ αἰσχυνθῇς.
1.41.2
Ἔστι γὰρ αἰσχύνη ἐπάγουσα ἁμαρτίαν, καὶ ἔστιν αἰσχύνη δόξα καὶ χάρις· καὶ
1.41.3
μὴ λάβῃς πρόσωπον κατὰ τῆς ψυχῆς σου, καὶ μὴ ἐντραπῇς εἰς πτῶσίν σου. Ἔστι
1.41.4
χάριν αἰσχύνης ἐπαγγελλόμενος φίλῳ, καὶ ἐκτήσατο αὐτὸν ἐχθρόν. Ὀργὴ, καὶ
1.41.5
ἀναίδεια, καὶ αἰσχύνη μεγάλη, ἐὰν γυνὴ ἐπιχορηγῇ τῷ ἀνδρὶ αὐτῆς. Περὶ τούτων μὴ
1.41.6
αἰσχυνθῇς, καὶ μὴ λάβῃς πρόσωπον τοῦ ἁμαρτάνειν· Περὶ νόμου Ὑψίστου καὶ
1.41.7
διαθήκης, καὶ περὶ κρίματος τοῦ δικαιῶσαι τὸν ἀσεβῆ, περὶ λόγου κοινωνοῦ καὶ
1.41.8
ὁδοιπόρων, καὶ περὶ δόσεως κληρονομίας ἑτέρων· περὶ ἀκριβείας ζυγοῦ καὶ
1.41.9
σταθμῶν, καὶ περὶ κτήσεως πολλῶν καὶ ὀλίγων· περὶ διαφόρου πράσεως ἐμπόρων,
1.41.10
καὶ περὶ παιδείας τέκνων πολλῶν, καὶ οἰκέτῃ πονηρῷ πλευρὰν αἱμάξαι. Ἐπὶ γυναικὶ
1.41.11
πονηρᾷ καλὸν σφραγίς· καὶ ὅπου χεῖρεςπολλαὶ, κλεῖσον. Ὃ ἐὰν παραδῷς, ἐν
1.41.12
ἀριθμῷ, καὶ σταθμῷ· καὶ δόσις καὶ λῆψις πάντων ἐν γραφῇ. Τὴν αἰδὼ φασὶ μὴ
1.41.13
λυσιτελῆσαι πολλοῖς.
1.42.1
– Περὶ ἀδίκων αἰτήσεων· καὶ ὅτι τὰς ἀδίκους αἰτήσεις, οὐ χρὴ πρὸς
1.42.2
πέρας ἄγειν, κἂν μήτηρ τύχῃ ἡ τὴν αἴτησιν ποιουμένη.
1.42.3
Ἐτέθη θρόνος τῇ μητρὶ τοῦ βασιλέως, καὶ ἐκ δεξιῶν αὐτοῦ ἐκάθισε, καὶ εἶπεν
1.42.4
αὐτῷ· Αἴτησιν μίαν μικρὰν ἐγὼ αἰτοῦμαι παρὰ σοῦ· μὴ ἀποστρέψῃς τὸ πρόσωπόν
1.42.5
μου. Καὶ εἶπεν αὐτῇ ὁ βασιλεύς· Αἴτησαι, μήτηρ ἐμὴ, ὅτι οὐκ ἀποστρέψω σε. Δοθήτω
1.42.6
δὴ Ἀβισὰκ ἡ Σουναμῖτις Ὀρνίᾳ [αλ. Ἀδονίᾳ σρνψη προ' δνψη] τῷ ἀδελφῷ σου εἰς
1.42.7
γυναῖκα. Καὶ ἀπεκρίθη Σολομὼν ὁ βασιλεὺς, καὶ εἶπε τῇ μητρὶ αὐτοῦ· Καὶ ἵνα τί αἰτῇ
1.42.8
τὴν Ἀβισὰκ τῷ Ὀρνίᾳ εἰς γυναῖκα; Καὶ αἴτησαι αὐτῷ τὴν βασιλείαν· ὅτι οὗτος ὁ
1.42.9
ἀδελφός μου μείζων ὑπὲρ ἐμὲ, καὶ αὐτῷ Ἀβιαθὰρ ὁ ἱερεὺς, καὶ αὐτῷ Ἰωὰβ υἱὸς
1.42.10
Σαρουΐα ὁ ἀρχιστράτηγος ἑταῖρος αὐτοῦ. Καὶ ὤμοσεν ὁ βασιλεὺς Σολομὼν κατὰ τοῦ
1.42.11
Κυρίου, λέγων· Τάδε ποιῆσαί μοι ὁ Θεὸς, καὶ τάδε προσθείη, ὅτι κατὰ τῆς ψυχῆς
1.42.12
αὐτοῦ ἐλάλησεν Ὀρνίας τὸν λόγον τοῦτον. Καὶ νῦν ζῇ Κύριος, ὃς ἡτοίμασε, καὶ
1.42.13
ἔθετό με ἐπὶ τὸν θρόνον Δαβὶδ τοῦ πατρός μου, ὅτι σήμερον θανατωθήσεται Ὀρνίας.
1.42.14
Καὶ ἐξαπέστειλεν, καὶ ἀνεῖλεν αὐτὸν, καὶ ἀπέθανεν Ὀρνίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Τότε
1.42.15
προσῆλθεν αὐτῷ ἡ μήτηρ τῶν υἱῶν Ζεβεδαίου μετὰ τῶν υἱῶν αὐτῆς, προσκυνοῦσα
1.42.16
καὶ αἰτοῦσά τι παρ' αὐτοῦ. Ὁ δὲ εἶπεν αὐτῇ· Τί θέλεις; Ἡ δὲ εἶπεν· Ἵνα καθίσωσιν
1.42.17
οὗτοι οἱ δύο υἱοί μου, εἷς ἐκ δεξιῶν σου, καὶ εἷς ἐξ εὐωνύμων σου ἐν τῇ βασιλείᾳ σου.
1.42.18
Καὶ ἀποκριθεὶς ὁ Ἰησοῦς εἶπεν· Οὐκ οἴδατε τί αἰτεῖσθε. Δύνασθε πίνειν τὸ ποτήριον ὃ
1.42.19
ἐγὼ πίνω, καὶ βάπτισμα, ὃ βαπτίζομαι, βαπτισθῆναι; Λέγουσιν αὐτῷ· Δυνάμεθα.
1.42.20
Λέγει αὐτοῖς· Τὸ μὲν ποτήριόν μου πίεσθε, καὶ τὸ βάπτισμα βαπτισθήσεσθε· τὸ δὲ
1.42.21
καθίσαι ἐκ δεξιῶν μου, καὶ ἐξ εὐωνύμων μου, οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς
1.42.22
ἡτοιμάσθη ὑπὸ τοῦ Πατρός μου.
1.43.1
– Περὶ ἀπληστίας· καὶ ὅτι ἀπλήστως ἔχομεν πρὸς τὴν τοῦ πλείονος
1.43.2
ὄρεξιν .
1.43.3
Ἅδης καὶ ἀπώλεια οὐκ ἐμπίπλαται· ὡσαύτως καὶ οἱ ὀφθαλμοὶ τῶν
1.43.4
ἀνθρώπων ἄπληστοι. Οὐκ ἐμπλησθήσεται ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὐ πληρωθήσεται
1.43.5
οὖς ἀπὸ ἀκροάσεως. Δι' ἀπληστίαν πολλοὶ ἐτελεύτησαν. Ἀπληστία σώματος, καὶ
1.43.6
τοὺς τὰ ἄλλα σοφοὺς ἐκμαίνειν δύναται, καὶ χεῖρον φρονεῖν βιάζεται, καθάπερ
1.43.7
ὑβριστὴς πῶλος, τὸν λογισμὸν συναρπάζουσα. Ἄϋπνός ἐστι καὶ ἀκοίμητος πρὸς τὴν
1.43.8
τοῦ πλείονος ἐπιθυμίαν ἡ ἀνθρωπίνη φύσις. Ὁ φαῦλος ἀεὶ πολυδεὴς, ἀεὶ διψῶν τῶν
1.43.9
ἁπάντωνἀπλήστου καὶ ἀκορέστου χάριν ἐπιθυμίας, ἢ πυρὸς δίκην πάντα
1.43.10
μικρά τε, καὶ μεγάλα πίνει.
1.44.1
– Περὶ ἀδελφῶν Οὐ μισήσεις τὸν ἀδελφόν σου ἐν τῇ διανοίᾳ σου.
1.44.2
Ἰδοὺ δὴ τί καλὸν, ἢ τί τερπνὸν, ἀλλ' ἢ τὸ κατοικεῖν ἀδελφοὺς ἐπὶ τὸ αὐτό.
1.44.3
Ἀδελφοὶ ἐν ἀνάγκῃ χρήσιμοι ἔστωσαν. Ἀδελφὸς ὑπὸ ἀδελφοῦ βοηθούμενος, ὡς
1.44.4
πόλις ἰσχυρὰ, καὶ ὑψηλή. Ἰσχύει δὲ ὥσπερ τεθεμελιωμένον βασίλειον. Πᾶς ὁ
1.44.5
ἀδελφὸν πτωχὸν μισῶν, φιλίας μακράν ἐστιν. Κρείσσων φίλος ἐγγὺς, ἢ ἀδελφὸς
1.44.6
μακρὰν οἰκῶν. Ἀδελφοὶ καὶ βοήθεια ἐν καιρῷ θλίψεως. Μὴ ἀλλάξῃς ἀδελφὸν
1.44.7
γνήσιον ἐν χρυσίῳ Σουφίρ.
1.45.1
– Περὶ αἰτούντων, ἤγουν προσαιτούντων.
1.45.2
Τέκνον, ζωὴν ἐπαιτήσεως μὴ βιώσῃς. Κρεῖσσον γὰρ ἀποθανεῖν, ἢ ἐπαιτεῖν.
1.45.3
Ἐν στόματι ἀναιδοῦς γλυκανθήσεται ἐπαιτήσεως δόσις, καὶ ἐν κοιλίᾳ αὐτοῦ πῦρ
1.45.4
καήσεται. ΤΙΤΛ. Μϛʹ.– Περὶ αἰσχρολογίας. Φθείρουσιν ἤθη χρηστὰ ὁμιλίαι κακαί. Πᾶς
1.45.5
λόγος σαπρὸς μὴ ἐκπορευέσθω ἐκ τοῦ στόματος ὑμῶν, ἀλλ' εἴ τις ἀγαθὸς πρὸς
1.45.6
οἰκοδομὴν τῆς χρείας, ἵνα δῷ χάριν τοῖς ἀκούουσιν. Αἰσχρότης καὶ μωρολογία, ἢ
1.45.7
εὐτραπελία, τὰ μὴ ἀνήκοντα, μηδὲ ὀνομαζέσθωσαν ἐν ὑμῖν, καθὼς πρέπει ἁγίοις.
1.45.8
Αἰσχρολογία μὴ ἐξερχέσθω ἐκ τοῦ στόματος ὑμῶν. Ἡ τῶν λόγων συνήθεια ὁδός
1.45.9
ἐστιν ἐπὶ τὰ πράγματα. Διὸ πάσῃ φυλακῇ τὴν ψυχὴν τηρητέον, μὴ διὰ τῆς τῶν
1.45.10
λόγων ἡδονῆς παραδεξάμενοί τι, λάθωμεν τῶν χειρόνων, ὥσπερ καταδηλητήρια
1.45.11
μετὰ τοῦ μέλιτος προσιέμενοι. Κακοῦ μελέτη χρόνῳ βεβαιωθεῖσα δυσίατός ἐστιν, ἢ
1.45.12
καὶ παντελῶς εἰς φύσιν ὡς τὰ πολλὰ τοῦ ἔθους μεθισταμένου. Κηρῷ τὰ ὦτα φράσσε
1.45.13
πρὸς φαύλους λόγους, Ὠδῶν τε τερπνῶν ἐκμελῆ λυγίσματα. Αἰσχροὶ καὶ εἰκαῖοι, οἱ
1.45.14
ἐν τοῖς ματαίοις εὐφυΐαν ἀνεπιδεικνύντες, βραδεῖς μὲν ὄντες τὰ καλὰ παιδεύεσθαι,
1.45.15
τὰ δὲ ἐναντία μανθάνειν ὀξύτατοι καὶ προχειρότατοι. Αἰσχρολογίας αὐτοῖς τε ἡμῖν
1.45.16
παντελῶς ἀφεκτέον, καὶ τοὺς χρωμένους αὐτῇ ἐπιστομιστέον, καὶ ὄψει
1.45.17
δριμυτέρᾳ, καὶ προσώπου ἀποστροφῇ, καὶ τῷ ἀπομυκτηρισμῷ καλουμένῳ, πολλάκις
1.45.18
δὲ καὶ λόγῳ θρασυτέρῳ. Τὸ ἐν τοῖς ὀνόμασιν ἀτακτεῖν, μελέτην ἐμποιεῖ τοῦ καὶ εἰς
1.45.19
τὰ ἔργα ἀκοσμεῖν. Πάντη ἀφεκτέον αἰσχρῶν ἀκουσμάτων καὶ θεαμάτων· πολὺ δὲ
1.45.20
πλέον ἔργων αἰσχρῶν καθαρευτέον.– Ὁδὸς ἐπ' ἀναισχυντίαν ἡ αἰσχρολογία, καὶ
1.45.21
τέλος ἀμφοῖν ἡ αἰσχρουργία. Κίνδυνον φέρει πολλάκις τὸ δυσφήμους λόγους
1.45.22
ἀκούειν .
1.47.1
– Περὶ ἀρᾶς εὐλόγως ἢ ἀδίκως ἐπαγομένης· καὶ ὅτι χρὴ εὐλογεῖν,
1.47.2
καὶ μὴ καταρᾶσθαι.
1.47.3
Ὥσπερ ὄρνεα ἃ πέτανται, καὶ στρουθοὶ, οὕτως ἀρὰ ματαία οὐκ ἐπελεύσεται
1.47.4
οὐδενί. Μὴ δῷς τύπον ἀνθρώπῳ καταρᾶσθαί σε. Καταρωμένου γάρ σε πικρίᾳ ψυχῆς
1.47.5
αὐτοῦ, τῆς δεήσεως αὐτοῦ εἰσακούσεται ὁ ποιήσας αὐτόν. Κατάρα μητρὸς ἐκριζοῖ
1.47.6
θεμέλια. Εὐλογεῖτε τοὺς διώκοντας ὑμᾶς· εὐλογεῖτε, καὶ μὴ καταρᾶσθε. Ἡ γλῶσσα
1.47.7
ἀκατάσχετον κακὸν, μεστὴ ἰοῦ θανατηφόρου. Ἐν αὐτῇ εὐλογοῦμεν τὸν Θεὸν καὶ
1.47.8
πατέρα, καὶ ἐν αὐτῇ καταρώμεθα τοὺς ἀνθρώπους τοὺς καθ' ὁμοίωσιν Θεοῦ
1.47.9
γεγενημένους. Ἐκ τοῦ αὐτοῦ στόματος ἐξέρχεται εὐλογία καὶ κατάρα. Οὐ χρὴ,
1.47.10
ἀδελφοί μου, ταῦτα οὕτως γίνεσθαι, μήτε ἡ πηγὴ ἐκ τῆς αὐτῆς ὀπῆς τὸ γλυκὺ, καὶ τὸ
1.47.11
πικρὸν βρύει. Μὴ δύναται, ἀδελφοί μου, συκῆ ἐλαίας ποιῆσαι, ἢ ἄμπελος σῦκα;
1.48.1
– Περὶ ἀφέσεως ἁμαρτιῶν· κατὰ ποίους τρόπους δυνάμεθα τυχεῖν
1.48.2
συγχωρήσεως .
1.48.3
Ἔκδυσαι ῥύπον, καὶ οὐ μὴ φοβηθῇς, καὶ τὸν κόπον σου ἐπίλυσαι, ὥσπερ
1.48.4
κῦμα παρελθὸν, καὶ οὐ πτοηθήσῃ· ὅτι εὐχή σου ὥσπερ ἑωσφόρος. Λύτρον ψυχῆς
1.48.5
ἀνδρὸς, ὁ ἴδιος πλοῦτος. Ἐλεημοσύναις καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι. Εἰ
1.48.6
ἔστι ποιῶν κρῖμα, καὶ ζητῶν πίστιν, ἔλεος γενήσομαι αὐτῷ, λέγει Κύριος. Εὐέλπιδας
1.48.7
ἐποίησας τοὺς υἱούς σου, ὅτι δίδως ἐπὶ ἁμαρτήμασι μετάνοιαν. Πῦρ φλογιζόμενον
1.48.8
ἀποσβέσει ὕδωρ, καὶ ἐλεημοσύνη ἐξιλάσκεται ἁμαρτίας. Ἄφες ἀδίκημα τῷ πλησίον
1.48.9
σου, καὶ τότε δεηθέντος σου αἱ ἁμαρτίαι σου λυθήσονται. Ὁ τιμῶν πατέρα,
1.48.10
ἐξιλάσεται ἁμαρτίας. Εὐδοκία Κυρίου, ἀποστῆναι ἀπὸ ἀδικίας, καὶ ἐξιλασμὸς
1.48.11
ἀποστῆναι ἀπὸ ἁμαρτίας. Ἐὰν ἀφῆτε τοῖς ἀνθρώποις τὰ παραπτώματα αὐτῶν,
1.48.12
ἀφήσει καὶ ὑμῖν ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος. Ὁ ἐπιστρέψας ἁμαρτωλὸν ἐκ πλάνης
1.48.13
ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν.
1.49.1
– Περὶ ἀπογνώσεως· ὅτι οὐ δεῖ ἡμᾶς τῆς ἑαυτῶν ἀπογινώσκειν
1.49.2
σωτηρίας .
1.49.3
Πεποιθὼς ἔσῃ, ὅτι σοι ἔστιν ἐλπίς. Οἱ ἀπηλπισμένοι τῶν ἀνθρώπων,
1.49.4
ἐμπλησθήσονται εὐφροσύνης. Οὐδεὶς φόβῳ τῶν στερήσεων τὰ ἀγαθὰ ἀπωθεῖται.
1.49.5
Οὕτω γὰρ ἂν οὐδὲν τῶν ἀνθρωπίνων συνέστη, εἰ ἐφ' ἑκάστῳ τῶν σπουδαζομένων
1.49.6
τὰς ἀποτυχίας ἐλογιζόμεθα. Παράκειται γὰρ τῇ γεωργίᾳ ἡ ἀφορία, ταῖς ἐμπορίαις δὲ
1.49.7
τὰ ναυάγια, τοῖς γάμοις αἱ χηρεῖαι, ταῖς παιδοτροφίαις αἱ ἀποτεκνώσεις. Ἀλλ' ὅμως
1.49.8
ἐγχειροῦμεν τοῖς ἔργοις, ταῖς χρηστοτέραις ἐλπίσιν ἐπερειδόμενοι, τὴν δὲ τῶν
1.49.9
ἐλπισθέντων ἔκβασιν ἀνατιθέντες τῷ τὰ ἡμέτερα οἰκονομοῦντι Θεῷ. Οὔτε ὁ μὴ
1.49.10
ῥᾳθυμῶν εἰς ἀπόγνωσιν ἂν ἐμπέσοι ποτὲ, οὔτε ὁ τρεφόμενος ἐλπίσι χρησταῖς, καὶ μὴ
1.49.11
ἀπογινώσκων ἑαυτοῦ, εἰς ῥᾳθυμίαν δυνήσεται ἐμπεσεῖν.
1.50.1
– Περὶ ἀναθέματος καὶ ἀφορισμοῦ.
1.50.2
Οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου, καὶ ἔσῃ ἀνάθεμα ὥσπερ τοῦτο.
1.50.3
Προσοχθίσματι προσοχθιεῖς, καὶ βδελύγματι βδελύξῃ, ὅτι ἀνάθεμά ἐστιν.– Οὐχ
1.50.4
εὑρεθήσεται ἐν τῇ χειρί σου οὐδὲν ἀπὸ τοῦ ἀναθέματος. Εἶπε Κύριος πρὸς Ἰησοῦν· Οὐ
1.50.5
δύνανται υἱοὶ Ἰσραὴλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν, ὅτι
1.50.6
ἐγενήθησαν ἀνάθεμα. Οὐ προσθήσω ἔτι μεθ' ὑμῶν εἶναι, ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα
1.50.7
ἐξ ὑμῶν αὐτῶν. Ἀναστὰς ἁγίασον τὸν λαὸν εἰς τὴν αὔριον· καὶ ὃς ἀναδειχθῇ παρὰ
1.50.8
Κυρίου, κατακαυθήσεται ἐν πυρὶ, καὶ πάντα ὅσα ἐστὶν αὐτῷ, ὅτι παρέβη τὴν
1.50.9
διαθήκην Κυρίου, καὶ ἐποίησεν ἀνόμημα ἐν Ἰσραήλ. Καὶ ὤρθρισεν Ἰησοῦς τὸ πρωῒ,
1.50.10
καὶ εἶπε τῷ Ἀχάρ· Ἀνάγγειλόν μοι, τί ἐποίησας. Καὶ εἶπεν Ἀχάρ· Εἶδον ἐν τῇ προνομῇ
1.50.11
ψιλὴν ποικίλην καλὴν, καὶ διακόσια δίδραχμα ἀργυρίου, καὶ γλῶσσαν χρυσῆν
1.50.12
πεντήκοντα διδράχμων, καὶ ἔλαβον· καὶ ἰδοὺ κεκρυμμένα εἰσὶν ἐν τῇ γῇ. Καὶ
1.50.13
ἐλιθοβόλησαν αὐτὸν καὶ πάντας τοὺς αὐτοῦ.
1.51.1
– Περὶ ἀμίκτων, καὶ τῶν ἀκοινωνήτως ἐχόντων πρὸς ἄλληλα.
1.51.2
Τί τὸ ἄχυρον πρὸς τὸν σῖτον; Τί κοινωνήσει λύκος ἀμνῷ; οὕτως ἁμαρτωλὸς
1.51.3
95. 1260 πρὸς εὐσεβῆ. Τί κοινωνήσει χύτρα πρὸς λέβητα; αὕτη προσκρούσει, αὕτη
1.51.4
συντριβήσεται. Οὐ δύνασθε τραπέζης Κυρίου μετέχειν, καὶ τραπέζης δαιμονίων. Τίς
1.51.5
μετοχὴ δικαιοσύνης καὶ ἀνομίας; ἢ τίς κοινωνία φωτὶ πρὸς σκότος; τίς δὲ
1.51.6
συμφώνησις Χριστῷ πρὸς Βελίαρ; ἢ τίς μερὶς πιστῷ μετὰ ἀπίστου; τίς δὲ
1.51.7
συγκατάθεσις ναῷ Θεοῦ μετὰ εἰδώλων; Ἄμικτος ἡ τοῦ ἐλεήμονος καὶ τοῦ ἀπηνοῦς
1.51.8
ἐναντίωσις. Οὐχ ὑπομένει τὸ σκότος τὴν τοῦ φωτὸς παρουσίαν· οὐ νόσος ὑγείας
1.51.9
ἐπιλαβούσης ἵσταται· οὐκ ἐνεργεῖ τὰ πάθη τῆς ἀπαθείας παρούσης· φροῦδος ὁ
1.51.10
θάνατος, ἀφανὴς ἡ φθορὰ, ὅταν ἐν ἡμῖν βασιλεύῃ ἡ ζωὴ, καὶ ἡ ἀφθαρσία τὸ κράτος
1.51.11
ἔχῃ. Γενηθήτω ἐν ἐμοὶ τὸ θέλημά σου, ἵνα σβεσθῇ τοῦ διαβόλου τὸ θέλημα. Ὥσπερ
1.51.12
γὰρ ἐν τοῖς ζοφώδεσι τῶν σπηλαίων, φωτὸς εἰσκομισθέντος, ὁ ζόφος ἐξαφανίζεται,
1.51.13
οὕτως τοῦ σοῦ θελήματος ἐν ἐμοὶ γενομένου, πᾶσα πονηρὰ καὶ ἄτοπος τῆς
1.51.14
προαιρέσεως κίνησις εἰς τὸ μὴ ὂν περιίσταται. Ἡδονὴ οὐ παραδέχεται πόνον, οὐδὲ
1.51.15
λύπη χαρὰν, οὐδὲ κατήφεια εὐφροσύνην, οὐδὲ αὖ πάλιν πόνος δυναστεύων ἡδονὴν
1.51.16
προσίεται, οὐδὲ κρατοῦσα λύπη ἔχει χαρὰν παρεζευγμένην, οὐδὲ κατηφείᾳ
1.51.17
ἐγκέκραται εὐφροσύνη. Ἀνεπιπλόκως γὰρ ἔχει πρὸς ἄλληλα τὰ ἐναντία πάθη, καὶ
1.51.18
οὐκ ἂν εἰς ταυτὸν ἔλθοι ποτέ· οὐδὲ ὁμηρεύσει ποτὲ πρὸς φιλικὴν κοινωνίαν, διὰ τὴν
1.51.19
ἐκ φύσεως ἄσπονδον ἔχθραν καὶ ἀλλοτρίωσιν. Ἀμήχανον συνυπάρχειν τὴν πρὸς τὸν
1.51.20
κόσμον ἀγάπην τῇ πρὸς τὸν Θεὸν ἀγάπῃ, ὡς ἀμήχανον συνυπάρχειν ἀλλήλοις φῶς
1.51.21
καὶ σκότος
1.51.22
ΣΤΟΙΧΕΙΟΝ Β.

Intertext edge

Open linked passage

Note