Sacra parallela
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Pg Scrape Grc
2.1.1
– Περὶ βασιλείας οὐρανῶν.
2.1.2
Ζητεῖτε τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ τὴν δικαιοσύνην αὐτοῦ, καὶ ταῦτα
2.1.3
πάντα προστεθήσεται ὑμῖν. Ἀπὸ τῶν ἡμερῶν Ἰωάννου τοῦ Βαπτιστοῦ ἡ βασιλεία
2.1.4
τῶν οὐρανῶν βιάζεται, καὶ βιασταὶ ἁρπάζουσιν αὐτήν. Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν
2.1.5
οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν τῷ ἀγρῷ, ὃν εὑρὼν ἄνθρωπος ἔκρυψε, καὶ ἀπὸ
2.1.6
χαρᾶς αὐτοῦ ὑπάγει, καὶ πάντα ὅσα ἔχει, πωλεῖ, καὶ ἀγοράζει τὸν ἀγρὸν ἐκεῖνον.–
2.1.7
Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ ἐμπόρῳ ζητοῦντι καλοὺς
2.1.8
μαργαρίτας· ὃς εὑρὼν ἕνα πολύτιμον μαργαρίτην, ἀπελθὼν πέπρακε πάντα ὅ τι εἶχε,
2.1.9
καὶ ἠγόρασεν αὐτόν. Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ,
2.1.10
ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας, καὶ τὰ ἑξῆς. Ἀποκριθεὶς ὁ Ἰησοῦς,
2.1.11
πάλιν εἶπεν αὐτοῖς ἐνπαραβολαῖς, λέγων· Ὡμοιώθη ἡ βασιλεία τῶν
2.1.12
οὐρανῶν ἀνθρώπῳ βασιλεῖ, ὅστις ἐποίησε γάμους τῷ υἱῷ αὐτοῦ. Καὶ ἀπέστειλε τοὺς
2.1.13
δούλους αὐτοῦ καλέσαι τοὺς κεκλημένους εἰς τοὺς γάμους, καὶ οὐκ ἤθελον ἐλθεῖν·
2.1.14
πάλιν ἀπέστειλεν ἄλλους δούλους, λέγων· Εἴπατε τοῖς κεκλημένοις, Ἰδοὺ τὸ ἄριστόν
2.1.15
μου ἡτοίμασα, οἱ ταῦροι καὶ τὰ σιτιστὰ τεθυμένα, καὶ πάντα ἕτοιμα· δεῦτε εἰς τοὺς
2.1.16
γάμους. Οἱ δὲ ἀμελήσαντες ἀπῆλθον, ὁ μὲν εἰς τὸ ἴδιον ἔργον, ὁ δὲ εἰς τὴν ἐμπορίαν
2.1.17
αὐτοῦ· οἱ δὲ λοιποὶ κρατήσαντες τοὺς δούλους αὐτοῦ, ὕβρισαν καὶ ἀπέκτειναν. Καὶ
2.1.18
ἀκούσας ὁ βασιλεὺς ἐκεῖνος, ὠργίσθη, καὶ πέμψας τὰ στρατεύματα αὐτοῦ, ἀπώλεσε
2.1.19
τοὺς φονεῖς ἐκείνους, καὶ τὴν πόλιν αὐτῶν ἐνέπρησεν. Τότε λέγει τοῖς δούλοις
2.1.20
αὐτοῦ· Ὁ μὲν γάμος ἕτοιμος, οἱ δὲ κεκλημένοι οὐκ ἦσαν ἄξιοι. Πορεύεσθε οὖν ἐπὶ τὰς
2.1.21
διεξόδους τῶν ὁδῶν, καὶ ὅσους ἂν εὕρητε, καλέσατε εἰς τοὺς γάμους. Καὶ ἐξελθόντες
2.1.22
οἱ δοῦλοι ἐκεῖνοι εἰς τὰς ὁδοὺς, συνήγαγον πάντας ὅσους εὗρον, πονηρούς τε καὶ
2.1.23
ἀγαθούς· καὶ ἐνεπλήσθη ὁ γάμος ἀνακειμένων· καὶ τὰ λοιπὰ τοῦ χωρίου. Τότε
2.1.24
ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας
2.1.25
αὐτῶν, ἐξῆλθον εἰς ἀπάντησιν τοῦ νυμφίου, καὶ τὰ λοιπά. Ἔλεγεν ὁ Κύριος· Οὕτως
2.1.26
ἐστὶν ἡ βασιλεία τοῦ Θεοῦ, ὡς ἐὰν ἄνθρωπος βάλῃ τὸν σπόρον ἐπὶ τῆς γῆς, καὶ
2.1.27
καθεύδῃ, καὶ ἐγείρηται νύκτα καὶ ἡμέραν, καὶ ὁ σπόρος βλαστάνῃ, καὶ μηκύνηται ὡς
2.1.28
οὐκ οἶδεν αὐτός. Αὐτομάτη γὰρ ἡ γῆ καρποφορεῖ, πρῶτον χόρτον, εἶτα. ἄσταχυν,
2.1.29
εἶτα πλήρη σῖτον ἐν τῷ στάχυϊ. Ὅταν δὲ παραδῷ ὁ καρπὸς, εὐθέως ἀποστέλλει τὸ
2.1.30
δρέπανον, ὅτι παρέστηκεν ὁ θερισμός. Ἔλεγε· Τίνι ὁμοιώσω τὴν βασιλείαν τοῦ Θεοῦ;
2.1.31
ἢ ἐν ποίᾳ παραβολῇ παραβάλλομεν αὐτήν; Ὡς κόκκῳ σινάπεως, ὃς ὅταν σπαρῇ ἐπὶ
2.1.32
τῆς γῆς, μικρότερον πάντων τῶν σπερμάτων τῶν ἐπὶ τῆς γῆς ἐστι, καὶ ὅταν σπαρῇ,
2.1.33
ἀναβαίνει πάντων τῶν λαχάνων μείζων, καὶ ποιεῖ κλάδους μεγάλους, ὥστε
2.1.34
δύνασθαι ὑπὸ τὴν σκιὰν αὐτοῦ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνοῦν. Διὰ πολλῶν
2.1.35
θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Οὐκ ἔστιν ἡ βασιλεία τοῦ
2.1.36
Θεοῦ βρῶσις καὶ πόσις, ἀλλὰ δικαιοσύνη καὶ χαρὰ ἐν Πνεύματι ἁγίῳ. Οὐκ ἐν λόγῳ ἡ
2.1.37
βασιλεία τοῦ Θεοῦ, ἀλλ' ἐν δυνάμει. Ἢ οὐκ οἴδατε, ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ
2.1.38
κληρονομήσουσι; Μὴ πλανᾶσθε· οὔτε πόρνοι, οὔτε εἰδωλολάτραι, οὔτε μοιχοὶ, οὔτε
2.1.39
μαλακοὶ, οὔτε ἀρσενοκοῖται, οὔτε λοίδοροι, οὐ μέθυσοι, οὐχ ἅρπαγες, βασιλείαν
2.1.40
Θεοῦ κληρονομήσουσι. Τελειούμενος ἄνθρωπος, εἰς τὴν τῶν ἀγγέλων ἀξίαν
2.1.41
ἀνάγεται. Τὸν ἐκεῖθεν τῶν ἑορταζόντων ἦχον, ἔνθα εὐφραινομένων πάντων ἡ
2.1.42
κατοικία, οὐκ ἄλλο τι, ἢ τοῦτο εἶναι νομίζω, Θεὸν ὑμνούμενόν τε καὶ δοξαζόμενον
2.1.43
τοῖς τῆς ἐκεῖσε πολιτείας ἠξιωμένοις. Ὥσπερ διάφοροι βίων αἱρέσεις, οὕτως
2.1.44
καὶ μοναὶ ἄλλαι παρὰ τῷ Θεῷ κατὰ τὴν ἀξίαν ἑκάστῳ μεριζόμεναι. Καὶ ὁ μὲν τήνδε
2.1.45
κατορθούτω ἀρετὴν, ὁ δὲ τὰς ἁπάσας, εἰ οἷόν τε· μόνον ὁδευέτω, καὶ ἐφιέσθω τοῦ
2.1.46
πρόσω, καὶ κατὰ πόδας ἑπέσθω τῷ καλῶς ὁδηγοῦντι καὶ κατευθύνοντι, καὶ διὰ τῆς
2.1.47
στενῆς ὁδοῦ καὶ πύλης ἐπὶ τὸ πλάτος ἄγοντι τῆς ἐκεῖθεν μακαριότητος. Χριστῷ
2.1.48
συνταφῆναί με δεῖ, Χριστῷ συναναστῆναι, συγκληρονομῆσαι Χριστῷ, υἱὸν γενέσθαι
2.1.49
Θεοῦ, θεὸν αὐτόν. Ἆθλον ἀρετῆς, θεὸν γενέσθαι, καὶ τῷ καθαρωτάτῳ φωτὶ
2.1.50
καταστράπτεσθαι.– Τὸ πιστὸν καὶ ἀναμφίβολον τῆς ἐλπιζομένης χάριτος, ἀπόλαυσις
2.1.51
τοῖς δι' ὑπομονῆς ἀπεκδεχομένοις γίνεται. Ἡ τῆς βασιλείας ἀξία, ὑπερκειμένην
2.1.52
ἑαυτῆς τυραννίδα οὐκ ἔχει.– Τῶν προσδοκωμένων ἀγαθῶν ἡ θλίψις ἄνθος ἐστίν. Διὰ
2.1.53
τὸν καρπὸν τὸ ἄνθος δρεψώμεθα. Οὐ τῶν καθευδόντων καὶ βλακευόντων ἡ
2.1.54
βασιλεία τοῦ Θεοῦ, ἀλλ' οἱ βιασταὶ ἁρπάζουσιν αὐτήν. Αὕτη γὰρ μόνη βία καλὴ, Θεὸν
2.1.55
βιάσασθαι, καὶ παρὰ Θεοῦ ζωὴν ἁρπάσαι. Ὁ δὲ γνοὺς τοὺς βεβαίως, μᾶλλον δὲ βιαίως
2.1.56
ἀντεχομένους, συνεχώρησε καὶ εἶξε. Χαίρει γὰρ ὁ Θεὸς τὰ τοιαῦτα ἡττώμενος. Οὐκ
2.1.57
ἔχει ἐπιθυμίαν ἡ ἄφθαρτος βασιλεία, ἀλλὰ παρουσίαν πάντων τῶν ἀγαθῶν. Ὅθεν
2.1.58
οὐκ ἔστιν ἐπιθυμῆσαι· ἐκ γὰρ τοῦ ὑστερεῖν, τὸ ἐπιθυμεῖν ἐστιν· ἐκ δὲ τοῦ πάντα
2.1.59
ἔχειν, τὸ μηδενὸς ἐπιθυμεῖν ἐστι.– Βασιλείαν Θεοῦ λεκτέον, τὴν κατάστασιν τῶν
2.1.60
κατὰ τοὺς θείους νόμους βιούντων.
2.1
– Περὶ βουλῆς Θεοῦ· καὶ ὅτι ἄτρεπτος, καὶ ἀνέφικτος ἀνθρώποις
2.2
ὑπάρχει .
2.3
Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, ἀθετεῖ δὲ λογισμοὺς λαῶν. Ὡς φοβερὸς ἐν
2.4
βουλαῖς ὑπὲρ τοὺς υἱοὺς ἀνθρώπων. Πολλοὶ λογισμοὶ ἐν καρδίᾳ ἀνθρώπου· ἡ δὲ
2.5
βουλὴ τοῦ Θεοῦ μένει εἰς τὸν αἰῶνα. Ἃ ὁ Θεὸς ἅγιος βεβούλευται, τίς διασκεδάσει;
2.6
καὶ τὴν χεῖρα τὴν ὑψηλὴν τίς ἀποστρέψει; Τάδε λέγει Κύριος Σαβαὼθ, λέγων· Ὃν
2.7
τρόπον εἴρηκα, οὕτως ἔσται, καὶ ὃν τρόπον βεβούλευμαι, οὕτως μενεῖ.– Ποῦ εἰσιν οἱ
2.8
σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι ὅ τι βεβούλευται Κύριος Σαβαώθ. Τίς ἔγνω νοῦν
2.9
Κυρίου, ἢ τίς σύμβουλος αὐτοῦἐγένετο, ὃς συμβιβάσει αὐτόν; ἢ πρὸς τίνα
2.10
συνεβουλεύσατο, καὶ συνεβίβασεν αὐτόν; Θεὸς αἰώνιος ὁ κατασκευάσας τὰ ἄκρα τῆς
2.11
γῆς. Οὐ πεινάσει, οὐδὲ κοπιάσει, οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Ἐγώ
2.12
εἰμι ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ. Πᾶσα ἡ βουλή μου στήσεται, καὶ πάντα
2.13
ὅσα βεβούλευμαι, ποιήσω· ἐλάλησα, καὶ ἤγαγον· ἔκτισα καὶ ἐποίησα αὐτό. Τὸ ῥῆμά
2.14
μου ὃ ἐὰν ἐξέλθῃ ἐκ τοῦ στόματός μου, οὐ μὴ ἀποστραφῇ πρός με κενὸν, ἕως ἂν
2.15
συντελέσῃ πάντα ὅσα ἠθέλησα. Τίς ἀνδρῶν γνώσεται βουλὴν Θεοῦ; ἢ τίς
2.16
ἐνθυμηθήσεται τί θέλει ὁ Κύριος; λογισμοὶ γὰρ θνητῶν δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ
2.17
ἐπίνοιαι αὐτῶν. Μόλις γὰρ εἰκάζομεν τὰ ἐπὶ τῆς γῆς, καὶ τὰ ἐν χερσὶν εὑρίσκομεν
2.18
μετὰ πόνου· τὰ δὲ ἐν οὐρανοῖς τίς ἐξιχνίασεν; βουλὴν δέ σου τίς ἔγνω; Ὅπου Θεὸς
2.19
βούλεται, νικᾶται φύσεως τάξις. Εἰ ἠβουλήθη γὰρ, ἠδυνήθη.
2.3.1
– Περὶ βοηθείας Θεοῦ· καὶ ὅτι τοῦ Θεοῦ εὐδοκοῦντος ἐπιβουλὴ
2.3.2
ἀνθρώπων ἀσθενεῖ, καὶ ὀλίγοι πολλῶν κρατοῦσι.
2.3.3
Καθότι αὐτοὺς ἐταπείνουν, πλείους ἐγίγνοντο, καὶ ἴσχυον σφόδρα. Εἶπε
2.3.4
Κύριος πρὸς Μωϋσῆν· Εἶδον τὴν κάκωσιν τοῦ λαοῦ μου τοῦ ἐν Αἰγύπτῳ, καὶ τῆς
2.3.5
κραυγῆς αὐτῶν ἀκήκοα, ἀπὸ τῶν ἐργοδιωκτῶν αὐτῶν. Οἶδα γὰρ τὴν ὀδύνην αὐτῶν,
2.3.6
καὶ κατέβην τοῦ ἐξελέσθαι αὐτοὺς ἐκ χειρὸς Αἰγυπτίων, καὶ ἐξαγαγεῖν αὐτοὺς ἐκ τῆς
2.3.7
γῆς ἐκείνης, καὶ εἰσαγαγεῖν αὐτοὺς εἰς γῆν ῥέουσαν μέλι καὶ γάλα. Εἶπε Βαλαάμ· Ἐκ
2.3.8
Μεσοποταμίας κατεπέμψατό με Βαλὰκ βασιλεὺς Μωὰβ, λέγων· Κατάρασαί μοι τὸν
2.3.9
Ἰσραήλ. Τί ἀράσομαι ὃν μὴ ἀρᾶται Κύριος; ἢ καταράσομαι ὃν μὴ καταρᾶται ὁ Θεός;
2.3.10
Εἶπε Κύριος πρὸς Γεδεών· Πολὺς ὁ λαὸς ὁ μετὰ σοῦ, ὥστε παραδοῦναί με τὴν Μαδιὰμ
2.3.11
ἐν χειρὶ αὐτῶν, μήποτε καυχήσηται Ἰσραὴλ, ὅτι Ἡ χείρ μου ἔσωσέ με. Καὶ νῦν
2.3.12
λάλησον εἰς τὰ ὦτα τοῦ λαοῦ, λέγων· Τίς ὁ φοβούμενος καὶ δειλός; Ἐπιστραφήτω.
2.3.13
Καὶ ἀπεστράφησαν ἀπὸ τοῦ λαοῦ εἴκοσι δύο χιλιάδες, καὶ δέκα χιλιάδες
2.3.14
ἀπελείφθησαν. Καὶ εἶπε Κύριος πρὸς Γεδεών· Ἔτι ὁ λαὸς πολὺς, κατένεγκον αὐτοὺς
2.3.15
εἰς τὸ ὕδωρ. Καὶ εἶπε πρὸς Γεδεών· Πᾶς ὃς ἂν λείξῃ τῇ γλώσσῃ αὐτοῦ ἀπὸ τοῦ ὕδατος,
2.3.16
ὡς ἂν λείξῃ κύων, στήσεις αὐτοὺς κατὰ μόνας· καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν
2.3.17
τριακόσιοι ἄνδρες. Καὶ εἶπε Κύριος· Ἐν τοῖς τριακοσίοις τούτοις παραδώσω τὴν
2.3.18
Μαδιὰμ εἰς χεῖράς σου. Ἔλαβε Δαβὶδ τὴν ῥάβδον ἐν χειρὶ αὐτοῦ, καὶ ἐξελέξατο
2.3.19
ἑαυτῷ πέντε λίθους, καὶ ἔθετο αὐτοὺς ἐν τῷ καδίῳ τῷ ποιμενικῷ, καὶ σφενδόνη
2.3.20
αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ. Καὶ προσῆλθεν πρὸς τὸν ἀλλόφυλον. Καὶ εἶδε τὸν Δαβὶδ,
2.3.21
καὶ ἐξουδένωσεν αὐτὸν, ὅτι ἦνπαιδάριον. Καὶ εἶπεν ὁ ἀλλόφυλος· Μὴ κύων
2.3.22
ἐγώ εἰμι, ὅτι σὺ ἐξῆλθες ἐν ῥάβδῳ καὶ ἐν λίθοις; Καὶ εἶπε Δαβὶδ πρὸς ἀλλόφυλον· Σὺ
2.3.23
ἔρχῃ πρός με ἐν ῥομφαίᾳ καὶ ἐν δόρατι καὶ ἐν ἀσπίδι. Ἐγὼ δὲ προσάγω πρὸς σὲ ἐν
2.3.24
ὀνόματι Κυρίου Σαβαὼθ παντοκράτορος, καὶ πατάξω σε, καὶ γνώσονται πᾶσα ἡ
2.3.25
ἐκκλησία αὕτη, ὅτι οὐκ ἐν ῥομφαίᾳ, οὐδὲ ἐν δόρατι σώζει Κύριος. Καὶ ἐξέτεινε Δαβὶδ
2.3.26
τὴν χεῖρα αὐτοῦ εἰς τὸ κάδιον, καὶ ἔλαβεν ἐκεῖθεν λίθον ἕνα, καὶ ἐσφενδόνησε, καὶ
2.3.27
ἐπάταξε τὸν ἀλλόφυλον εἰς τὸ μέτωπον αὐτοῦ. Καὶ διέδυ ὁ λίθος διὰ τῆς
2.3.28
περικεφαλαίας εἰς τὸ μέτωπον αὐτοῦ, καὶ ἔπεσεν ἐπὶ τὴν γῆν, καὶ ἔδραμε Δαβὶδ, καὶ
2.3.29
ἀφεῖλε τὴν κεφαλὴν αὐτοῦ. Εἶπεν Ἀβεσαλὼμ, καὶ πᾶς ἀνὴρ Ἰσραήλ· Ἀγαθὴ ἡ βουλὴ
2.3.30
Χουσὶ ὑπὲρ τὴν βουλὴν Ἀρχιτόφελ. Ὅπως ἐπάγῃ Κύριος ἐπὶ Ἀβεσαλὼμ τὰ κακά.
2.3.31
Εἰσῆλθον τέσσαρες λεπροὶ, καὶ Θεοῦ εὐδοκήσαντος, ὅλον τὸ στρατόπεδον Συρίας
2.3.32
ἐφόβησαν. Κατίσχυσεν Ἐζεκίας, καὶ ᾠκοδόμησε τὸ τεῖχος τὸ κατεσπασμένον, καὶ
2.3.33
ἐλάλησεν ἐπὶ καρδίαν λέγων· Ἰσχύσατε καὶ ἀνδρίζεσθε, μὴ πτοηθῆναι ἀπὸ
2.3.34
προσώπου τοῦ βασιλέως Ἀσσοὺρ, καὶ τοῦ ἔθνους τοῦ μεγάλου, ὅτι μεθ' ἡμῶν
2.3.35
πλείους ἢ μετ' αὐτῶν. Βραχίονες σάρκινοι μετ' αὐτοῦ, μεθ' ἡμῶν δὲ Κύριος ὁ Θεὸς
2.3.36
ἡμῶν· καὶ κατεθάῤῥησεν ὁ λαός. Κύριος φωτισμός μου καὶ σωτήρ μου, τίνα
2.3.37
φοβηθήσομαι; καὶ τὰ λοιπά. Οὐ σωθήσεται βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας,
2.3.38
καὶ τὰ λοιπά. Πάντα τὰ ὀστᾶ μου ἐροῦσι, Κύριε, Κύριε, τίς ὅμοιός σοι; καὶ τὰ λοιπά.
2.3.39
Δὸς ἡμῖν βοήθειαν ἐκ θλίψεως, καὶ ματαία σωτηρία ἀνθρώπου. Εἰ μὴ ὅτι Κύριος ἦν
2.3.40
ἐν ἡμῖν· εἰπάτω δὴ Ἰσραήλ· εἰ μὴ ὅτι Κύριος, καὶ τὰ λοιπά. Ἐβόησα ἐν θλίψει μου
2.3.41
πρὸς Κύριον τὸν Θεόν μου, καὶ εἰσήκουσέ μου. Ἔσομαι αὐτῇ πύργος κύκλωθεν, καὶ
2.3.42
εἰς δόξαν ἔσομαι αὐτῆς. Καὶ ποιήσω ἐκδίκησιν πᾶσι τοῖς ἀτιμάζουσιν αὐτούς. Μεθ'
2.3.43
ἡμῶν ὁ Θεός· γνῶτε, ἔθνη, καὶ ἡττᾶσθε, καὶ ἀκούσατε ἕως ἐσχάτου τῆς γῆς. Κύριος
2.3.44
ἐγένετο βοηθός μου, διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλ' ἔθηκα τὸ πρόσωπόν μου, ὡς
2.3.45
στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ. Κύριος μετ' ἐμοῦ καθὼς μαχητὴς
2.3.46
ἰσχύων. Κύριος δίδωσι ζωὴν τοῖς συντετριμμένοις τὴν καρδίαν.– Ἄσατε τῷ Κυρίῳ,
2.3.47
αἰνέσατε αὐτὸν, ὅτι ἐξείλετο ψυχὴν πένητος ἐκ χειρὸς πονηρευομένου. Ἀνεβόησε
2.3.48
φωνῆ μεγάλῃ Σωσάννα, καὶ εἶπεν· Ὁ Θεὸς αἰώνιος, ὁ τῶν καρδιῶν γνώστης, ὁ εἰδὼς
2.3.49
τὰ πάντα πρὶν γενέσεως αὐτῶν, σὺ ἐπίστασαι ὅτι ψεύδημου
2.3.50
κατεμαρτύρησαν. Καὶ ἰδοὺ ἀποθνήσκω μὴ ποιήσασα μηδὲν ὧν οὗτοι
2.3.51
κατεμαρτυρήσαντο κατ' ἐμοῦ. Καὶ εἰσήκουσεν ὁ Θεὸς τῆς φωνῆς αὐτῆς, καὶ
2.3.52
ἀπαγομένης αὐτῆς ἀπολέσθαι, ἐξήγειρεν ὁ Θεὸς τὸ Πνεῦμα τὸ ἅγιον παιδάριον
2.3.53
νεώτερον, ᾧ ὄνομα Δανιὴλ, καὶ ἀνεβόησε φωνῇ μεγάλῃ· Καθαρός εἰμι ἀπὸ τοῦ
2.3.54
αἵματος αὐτῆς. Οἱ πατριάρχαι ζηλώσαντες τὸν Ἰωσὴφ, ἀπέδοντο εἰς Αἴγυπτον, καὶ
2.3.55
ἦν ὁ Θεὸς μετ' αὐτοῦ, καὶ ἔδωκεν αὐτῷ χάριν καὶ σοφίαν ἐναντίον Φαραὼ, καὶ
2.3.56
κατέστησεν αὐτὸν ἡγούμενον ἐπ' Αἴγυπτον. Εἰ ὁ Θεὸς μεθ' ἡμῶν, τίς καθ' ἡμῶν; Ὁ
2.3.57
τὸν Θεὸν ἔχων μεθ' ἑαυτοῦ, πάντων ἐστὶν ἰσχυρότερος. Εἰ πάντα ὅσα διεσπούδαζον
2.3.58
οἱ πονηροὶ καὶ ἄθεοι γόητες, ἐξεγίνετο αὐτοῖς τε καὶ τοῖς τούτων ὑπερασπισταῖς καὶ
2.3.59
συνεργοῖς δαίμοσιν, οὐκ ἂν ἀφῆκαν ἐπὶ τῆς γῆς ἕνα που ζῶντα Χριστιανὸν
2.3.60
ἄνθρωπον, οὐκ εὐκτήριον οἶκον, οὐ παραίνεσιν ἀγαθὴν, οὐ λόγον οὐδαμοῦ
2.3.61
περιφανῆναι σωτήριον.
2.4.1
– Περὶ βαπτίσματος, καὶ τῆς τοῦ θείου λουτροῦ προφητείας.
2.4.2
Προσέλθετε πρὸς αὐτὸν, καὶ φωτίσθητε, καὶ τὰ πρόσωπα ὑμῶν οὐ μὴ
2.4.3
καταισχυνθῇ. Οἱ διψῶντες, πορεύεσθε ἐφ' ὕδωρ, καὶ ὅσοι μὴ ἔχετε ἀργύριον,
2.4.4
βαδίσαντες ἀγοράσατε, καὶ πίετε οἶνον ἄνευ ἀργυρίου καὶ τιμῆς. Ἀντλήσατε ὕδωρ
2.4.5
μετ' εὐφροσύνης ἐκ τῶν πηγῶν τοῦ σωτηρίου. Λούσασθε, καθαροὶ γένεσθε. Δεῦτε
2.4.6
πρός με πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἀμὴν, ἀμὴν
2.4.7
λέγω ὑμῖν· ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ μὴ εἰσέλθῃ εἰς
2.4.8
βασιλείαν τοῦ Θεοῦ. Ἐν ἡμέραις Νῶε κατεσκευασμένης κιβωτοῦ, εἰς ἣν ὀλίγαι,
2.4.9
τουτέστιν ὀκτὼ ψυχαὶ διεσώθησαν δι' ὕδατος. Ὃ καὶ ἡμᾶς νῦν ἀντίτυπον διασώζει
2.4.10
βάπτισμα, οὐ σαρκὸς ἀπόθεσις ῥύπου, ἀλλὰ συνειδήσεως ἀγαθῆς ἐπερώτημα εἰς
2.4.11
Θεὸν, δι' ἀναστάσεως Ἰησοῦ Χριστοῦ. Ἀδύνατον τοὺς ἅπαξ φωτισθέντας,
2.4.12
γευσαμένους τε τῆς δωρεᾶς τῆς ἐπουρανίου, καὶ μετόχους γενηθέντας Πνεύματος
2.4.13
ἁγίου, καὶ καλὸν γευσαμένους Θεοῦ ῥῆμα, δυνάμεις τε μέλλοντος αἰῶνος, καὶ
2.4.14
παραπεσόντας, πάλιν ἀνακαινίζειν εἰς μετάνοιαν, ἀνασταυροῦντας ἑαυτοῖς τὸν Υἱὸν
2.4.15
τοῦ Θεοῦ, καὶ παραδειγματίζοντας. Καιρὸς βαπτίσματος, ἅπας ὁ τῶν ἀνθρώπων βίος.
2.4.16
Οὔτε γὰρ σώματι ζῇν μὴ ἀναπνέοντι δυνατὸν, οὔτε ψυχῇ συνεστάναι, μὴ
2.4.17
γνωριζούσῃ τὸν Κτίσαντα. Θεοῦ γὰρ ἄγνοια θάνατός ἐστι ψυχῆς. Ὁ δὲ μὴ βαπτισθεὶς,
2.4.18
οὐ πεφώτισται. Ἄνευ δὲ φωτὸς, οὔτε ὀφθαλμὸς τὰ ἑαυτοῦ καθορᾷ, οὔτε ψυχὴ
2.4.19
δύναται Θεοῦ δέξασθαι θεωρίαν ἄνευ βαπτίσματος. Ἰωάννης ἐκήρυσσε
2.4.20
βάπτισμα μετανοίας· καὶ ἐξεπορεύετο πρὸς αὐτὸν πᾶσα Ἰουδαία. Κύριος κηρύσσει
2.4.21
βάπτισμα υἱοθεσίας· καὶ τίς τῶν εἰς αὐτὸν ἠλπικότων οὐχ ὑπακούσεται; Ἐκεῖνο
2.4.22
εἰσαγωγικὸν τὸ βάπτισμα, τοῦτο τελειωτικόν· ἐκεῖνο ἁμαρτίας ἀναχώρησις, τοῦτο
2.4.23
οἰκείωσις πρὸς Θεόν. Ὁ Ἰσραὴλ, εἰ μὴ παρῆλθε τὴν θάλασσαν, οὐκ ἂν ἐχωρίσθη τοῦ
2.4.24
Φαραώ· καὶ σὺ ἐὰν μὴ παρέλθῃς διὰ τοῦ ὕδατος, οὐ χωρισθήσῃ τῆς πικρᾶς
2.4.25
τυραννίδος τοῦ διαβόλου. Οὐκ ἂν ἔπιεν ἐκεῖνος ἐκ τῆς πνευματικῆς πέτρας, εἰ μὴ
2.4.26
τυπικῶς ἐβαπτίσθη· οὐδὲ σοί τις δώσει τὴν ἀληθινὴν πόσιν, ἐὰν μὴ ἀληθῶς
2.4.27
βαπτισθῇς. Ἔφαγεν ἄρτον ἀγγέλων ἐκεῖνον ἐκεῖνος μετὰ τὸ βάπτισμα· σὺ δὲ οὐ
2.4.28
βρώσῃ τὸν ζῶντα ἄρτον, ἐὰν μὴ πρότερον ἀποδέξῃ τὸ βάπτισμα. Εἰσῆλθεν ἐκεῖνος
2.4.29
εἰς τὴν γῆν τῆς ἐπαγγελίας διὰ τὸ βάπτισμα· σὺ δὲ πῶς ἐπανέλθῃς εἰς τὸν
2.4.30
παράδεισον, μὴ σφραγισθεὶς τῷ βαπτίσματι; Ἢ οὐκ οἶδας ὅτι φλογίνη ῥομφαία
2.4.31
τέτακται φυλάσσειν τὴν ὁδὸν τοῦ ξύλου, τοῖς μὲν ἀπίστοις φοβερὰ καὶ φλογίζουσα,
2.4.32
τοῖς δὲ πεπιστευκόσιν εὐπρόσιτος, καὶ ἡμέραν ἐπιλάμπουσα; ἀλλὰ καὶ στρέφεσθαι
2.4.33
αὐτὴν ἐποίησεν ὁ Δεσπότης. Ὅταν μὲν γὰρ ἴδῃ πιστὸν, τὰ νῶτα δίδωσιν· ὅταν δέ τινα
2.4.34
τῶν ἀσφραγίστων, κατὰ στόμα προσαπαντᾷ. Ἠλίας ἅρμα πυρὸς καὶ ἵππους πυρίνους
2.4.35
ἐπ' αὐτὸν ἐλθόντας οὐ κατεπλάγη, ἀλλ' ἐπιθυμίᾳ τῆς ἄνω πορείας τῶν φοβερῶν
2.4.36
κατετόλμησεν, καὶ μετὰ περιχαρείας ἐπέβη τῶν φλογίνων ὀχημάτων, ὁ ἐν σαρκὶ ζῶν
2.4.37
ἔτι· σὺ δὲ οὐ πυρίνων ἁρμάτων ἐπιβήσεσθαι μέλλων, ἀλλὰ δι' ὕδατος καὶ Πνεύματος
2.4.38
ἀναβαίνειν εἰς οὐρανὸν, οὐκ ἐπιτρέχεις τῇ κλήσει; Εἰ δοῦλος ἀνθρώπων ἦσθα,
2.4.39
προεγράφη δὲ δούλοις ἐλευθερία, οὐκ ἂν ἐπὶ τὴν κυρίαν ἀπήντησας, συνηγόρους
2.4.40
μισθούμενος, καὶ δικαστὰς παρακαλῶν, ὥστε πάσῃ μηχανῇ πρὸς ἐλευθερίαν
2.4.41
ἐξαιρεθῆναι; ἤ που καὶ ῥάπισμα τὴν τελευταίαν τῶν δούλων πληγὴν ὑπὲρ τῆς μετὰ
2.4.42
ταῦτα τῶν αἰκισμῶν ἀπαλλαγῆς κατεδέχου. Ἐπειδὴ δὲ δοῦλον ὄντα σε οὐχὶ
2.4.43
ἀνθρώπων, ἀλλὰ τῆς ἁμαρτίας, καλεῖ πρὸς ἐλευθερίαν ὁ κήρυξ, ἵνα λύσῃ μέν σε τῆς
2.4.44
αἰχμαλωσίας, ἰσοπολίτην δὲ τοῖς ἀγγέλοις ποιήσῃ, καὶ υἱὸν μὲν ἀποδείξῃ Θεοῦ,
2.4.45
εἰσποιηθέντα διὰ τῆς χάριτος, κληρονόμον δὲ τῶν ἀγαθῶν τοῦ Χριστοῦ, οὔπω λέγεις
2.4.46
εἶναι καιρόν σοι δέξασθαι τὰ δεδομένα Πότε γενήσῃ Χριστιανός; πότε σε γνωρίσομεν
2.4.47
ὡς ἡμέτερον; Πέρυσι τὸν παρόντα καιρὸν ἐξεδέχου· νῦν πάλιν ἀναμένεις τὸν
2.4.48
ἐπιόντα. Ὅρα μὴ εὑρεθῇς μακροτέρας τῆς ζωῆς τὰς ὑποσχέσεις ποιούμενος. Οὐκ
2.4.49
οἶδας τί τέξεται ἡ ἐπιοῦσα. Μὴ ἐπαγγέλλου τὰ μὴ σά. Ἐπὶ ζωήν σε καλοῦμεν,
2.4.50
ἄνθρωπε· τί ἀποφεύγεις τὴν κλῆσιν; ἐπὶ ἀγαθῶν μετουσίαν· τί ὑπερβαίνεις τὴν
2.4.51
δωρεάν; Βασιλεία οὐρανῶν ἤνοικται· ὁ καλῶν ἀψευδὴς, ἡ ὁδὸς ῥᾳδία· οὐ χρόνου, οὐ
2.4.52
δαπάνης, οὐ πραγματείας χρεία· τί ἀναδύῃ; τί φοβῇ τὸν ζυγὸν, ὥσπερ δάμαλις
2.4.53
ἀπειρόζυγος; χρηστός ἐστιν, ἐλαφρός ἐστιν, οὐ τρίβει τὸν αὐχένα, ἀλλὰ
2.4.54
δοξάζει. Οὐ γὰρ δεσμεῖται ἡ ζεύγλη περὶ τὸν τράχηλον. Αὐτεξούσιον ἐπιζητεῖ τὸν
2.4.55
ὑφέλκοντα. Ὁρᾷς ὅτι κατηγορεῖται Ἐφραῒμ, ὥσπερ οἰστρῶσα δάμαλις, ὅτι ἄτακτα
2.4.56
περιπλανᾶται, τὸν τοῦ νόμου ζυγὸν ἀτιμάζων. Ὑπόθες σου τὸν ἀδάμαστον αὐχένα·
2.4.57
γενοῦ ὑποζύγιον τοῦ Χριστοῦ, ἵνα μὴ ἀφέμενος τῆς ζεύγλης, μηδὲ ἐλευθεριάζων τῷ
2.4.58
βίῳ, εὐεπιχείρητος ᾖς τοῖς θηρίοις. Γεύσασθε, καὶ ἴδετε ὅτι χρηστὸς ὁ Κύριος.
2.4.59
Γλυκύτητα μέλιτος πῶς ἀναγγελῶ τοῖς ἀγνοοῦσι; Γεύσασθε καὶ ἴδετε. Αἴσθησις
2.4.60
παντὸς λόγου ἐναργεστέρα. Νῦν ὥσπερ ἐπὶ τρυτάνης ἑστάναι νόμιζέ σου τὴν ψυχὴν,
2.4.61
ἔνθεν ὑπ' ἀγγέλων, κἀκεῖθεν ὑπὸ δαιμόνων ἑλκομένην. Ἄγγελοί σε παραλήψονται,
2.4.62
ἢ καθέξουσιν οἱ κατέχοντες. Ἐπὶ παρατάξεως οἱ στρατηγοὶ τὸ σύνθεμα τοῖς ὑπ'
2.4.63
αὐτοῖς διανέμουσιν, ἵνα καὶ οἱ φίλοι ῥᾳδίως ἀνακαλῶνται ἀλλήλους, καὶ πρὸς τοὺς
2.4.64
ἐναντίους ἐν ταῖς συμπλοκαῖς ἀναμιχθεῖσιν, εὐκρινὴς δύναται ὑπάρχειν ὁ χωρισμός.
2.4.65
Οὐδεὶς ἐπιγνώσεταί σε, εἰ ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων, ἐὰν μὴ τοῖς μυστικοῖς
2.4.66
συμβόλοις παράσχῃ τὴν οἰκειότητα. Ἐὰν μὴ σημειωθῇ ἐπὶ σὲ τὸ φῶς τοῦ προσώπου
2.4.67
Κυρίου, πῶς ἀντιποιηθήσεταί σου ὁ ἄγγελος; πῶς δὲ ἀφελεῖται τῶν ἐχθρῶν, ἐὰν μὴ
2.4.68
ἐπιγνῷ τὴν σφραγῖδα; Πῶς δὲ σὺ ἐρεῖς, Τοῦ Θεοῦ εἰμι, μὴ ἐπιφερόμενος τὰ
2.4.69
γνωρίσματα; Ἢ ἀγνοεῖς, ὅτι τὰς ἐσφραγισμένας οἰκίας ὁ ὀλοθρευτὴς ὑπερβαίνων, ἐν
2.4.70
δὲ ταῖς ἀσφραγίστοις κατεφόνευε τὰ πρωτότοκα; Ἀσφράγιστος θησαυρὸς,
2.4.71
εὐεπιχείρητος κλέπταις. Πρόβατον ἀσημείωτον, ἀκινδύνως ἐπιβουλεύεται. Νέος εἶ;
2.4.72
ἀσφάλισαι τὴν νεότητα τῷ τοῦ βαπτίσματος χαλινῷ. Παρέδραμεν ἡ ἀκμή; μὴ
2.4.73
ζημιωθῇς τὰ ἐφόδια· μὴ ἀπολέσῃς τὰ φυλακτήρια· μὴ περὶ τῆς ἑνδεκάτης, ὡς περὶ
2.4.74
πρώτης διανοοῦ. Εἴ τις ἰατρῶν ἐπηγγείλατό σοι μηχαναῖς τισι καὶ ἐπινοίαις νέον
2.4.75
ποιεῖν ἐκ γέροντος, οὐκ ἂν ἐπεθύμησας ἐλθεῖν ἐπ' ἐκείνην τὴν ἡμέραν, ἐν ᾗ σεαυτὸν
2.4.76
ὁρᾷν ἔμελλες πρὸς ἀκμὴν ὑποστρέφοντα; Ἐπειδὴ δὲ τὴν ψυχήν σου ἀναθαλήσειν
2.4.77
ἐπαγγέλλεταί σοι τὸ βάπτισμα, ἣν σὺ ἐπαλαίωσας, καὶ ῥυπῶσαν αὐτὴν ἐκ τῶν
2.4.78
ἀνομιῶν, καὶ ἐσπιλωμένην ἀπέδειξας, καταφρονεῖς τοῦ εὐεργέτου; Οὐ προστρέχεις
2.4.79
τῷ ἐπαγγέλματι; Οὐκ ἐπιθυμεῖς ἰδεῖν τί τὸ μέγα θαῦμα τῆς ὑποσχέσεως; πῶς ἄνευ
2.4.80
μητρὸς ἀναγεννᾶται ἄνθρωπος; πῶς ὁ παλαιούμενος καὶ φθειρόμενος κατὰ τὰς
2.4.81
ἐπιθυμίας τῆς ἀπάτης, σφριγᾷ πάλιν, καὶ ἀνηβᾷ, καὶ εἰς τὸ ἀληθινὸν ἄνθος τῆς
2.4.82
νεότητος ἐπανέρχεται; Βάπτισμα αἰχμαλώτοις λύτρον, ὀφλημάτων ἄφεσις, θάνατος
2.4.83
ἁμαρτίας, παλιγγενεσία ψυχῆς, ἔνδυμα φωτεινὸν, σφραγὶς ἀνεπιχείρητος, ὄχημα
2.4.84
πρὸς οὐρανὸν, βασιλείας πρόξενον, υἱοθεσίας χάρισμα. Τοσούτων ἀγαθῶν καὶ
2.4.85
τηλικούτων, ἄθλιε, προτιμωτέραν ἄγεις τὴν ἡδονήν; Νοῶ γάρ σου τὴν ὑπέρθεσιν·
2.4.86
κἂν περιστέλλῃς τοῖς ῥήμασιν. Αὐτὰ βοᾷ τὰ πράγματα, κἂν τῇ φωνῇ σιωπᾷς. Ἔασον
2.4.87
ἀποχρήσωμαι τῇ σαρκὶ πρὸς τὴν ἀπόλαυσιν τῶν αἰσχρῶν, ἐγκυλισθῶτῷ
2.4.88
βορβόρῳ τῶν ἡδονῶν, αἱμάξω τὰς χεῖρας, ἀφέλωμαι τὰ ἀλλότρια, δολίως πορευθῶ,
2.4.89
ἐπιορκήσω, ψεύσωμαι, καὶ τότε τὸ βάπτισμα, ὅταν λήξω τῶν κακῶν, ὑποδέξομαι. Τίς
2.4.90
δέ σοι καὶ τὸν ὅρον τῆς ζωῆς ἔπηξεν; τίς σοι τὴν προθεσμίαν τοῦ γήρως ὥρισεν; τίς
2.4.91
οὕτως ἀξιόπιστος παρὰ σοὶ τῶν μελλόντων ἐγγυητής; Οὐχ ὁρᾷς νήπια ἁρπαζόμενα,
2.4.92
τοὺς ἐν ἡλικίᾳ ἀπαγομένους; οὐκ ἔχει μίαν προθεσμίαν ὁ βίος. Τί ἀναμένεις πυρετοῦ
2.4.93
σοι δῶρον γενέσθαι τὸ βάπτισμα; ὅτε οὔτε φθέγξασθαι δυνήσῃ τὰ σωτήρια ῥήματα,
2.4.94
τάχα δὲ [οὐδὲ] ἀκοῦσαι καθαρῶς· οὐ χεῖρας ἆραι εἰς οὐρανὸν, οὐκ ἐπὶ πόδας
2.4.95
διαναστῆναι, οὐ κλῖναι γόνυ εἰς τὴν προσκύνησιν, οὐ διδαχθῆναι χρησίμως, οὐχ
2.4.96
ὁμολογῆσαι ἀσφαλῶς, οὐχὶ συνθέσθαι Χριστῷ, οὐκ ἀποτάξασθαι τῷ ἐχθρῷ, τάχα δὲ
2.4.97
οὐδὲ συνετῶς ἐπακοῦσαι μυσταγωγούμενος, ἀμφίβολος ὢν τοῖς παροῦσιν, Ἆρα
2.4.98
ᾔσθετο τῆς χάριτος, ἢ ἀναισθήτως ἔχει τῶν γενομένων; ὅταν δὲ καὶ ἐπιστημόνως
2.4.99
τὴν χάριν δέξῃ, τότε τὸ μὲν τάλαντον ἔχεις, τὴν δὲ ἐργασίαν οὐκ ἐπιφέρεις. Ὥσπερ
2.4.100
οὐκ ὄντας ὑπέστησεν, οὕτως ὑποστάντας ἀνέπλασεν, πλάσιν θειοτέραν τε καὶ τῆς
2.4.101
πρώτης ὑψηλοτέραν· ἣ τοῖς μὲν ἀρχομένοις ἐστὶ σφραγὶς, τοῖς δὲ τελειοτέροις τὴν
2.4.102
ἡλικίαν χάρισμα, καὶ τῆς παθούσης εἰκόνος διὰ τὴν κακίαν ἐπανόρθωσις, ἵνα μὴ τῇ
2.4.103
ἀπογνώσει χείρους γενόμενοι, καὶ ἀεὶ πρὸς τὸ χεῖρον καταφερόμενοι, τελείως ἔξω
2.4.104
τοῦ καλοῦ καὶ τῆς ἀρετῆς πίπτωμεν. Γενέσθω σοι τὸ λουτρὸν, μὴ τοῦ σώματος
2.4.105
μόνον, ἀλλὰ καὶ τῆς εἰκόνος· μὴ τῶν ἁμαρτημάτων ἔκπλυσις μόνον, ἀλλὰ καὶ τοῦ
2.4.106
τρόπου διόρθωσις· μὴ τὸν προλαβόντα βόρβορον ἀποκλυζέτω μόνον, ἀλλὰ καὶ τὴν
2.4.107
πηγὴν καθαιρέτω· μὴ τὸ καλῶς κτᾶσθαι τυπούτω μόνον, ἀλλὰ καὶ τὸ καλῶς
2.4.108
ἀποκτᾶσθαι, ἢ τόγε κουφότατον, τὸ κακῶς κτηθὲν ἀποτίθεσθαι. Τί γὰρ ὄφελος, σοὶ
2.4.109
μὲν συγχωρηθῆναι τὴν ἁμαρτίαν, τῷ δὲ ἠδικημένῳ μὴ λυθῆναι τὴν παρὰ σοῦ
2.4.110
ζημίαν; δύο σοι κακῶν ὄντων, τοῦ τε κτήσασθαι μὴ δικαίως, καὶ τοῦ τὸ κτηθὲν
2.4.111
κατέχεσθαι, τοῦ μὲν ἄφεσιν ἔλαβες, τὸ δὲ σήμερον ἀδικεῖς. Σήμερον γάρ ἐστι παρὰ
2.4.112
σοὶ τὸ ἀλλότριον, καὶ οὐκ ἀνῃρέθη τὸ ἁμάρτημα, τῷ χρόνῳ δὲ διεκόπη· τὸ μὲν πρὸ
2.4.113
τοῦ βαπτίσματος τολμηθὲν, τὸ δὲ μένον μετὰ τὸ βάπτισμα. Τῶν γὰρ ἡμαρτημένων,
2.4.114
οὐ τῶν ἁμαρτανομένων, τὸ λουτρὸν ἔχει συγχώρησιν. Δεῖ δὲ μὴ σοφισθῆναι τὸν
2.4.115
καθαρμὸν, ἀλλ' ἐνσημανθῆναι· λαμπρυνθῆναί σε τελείως, ἀλλὰ μὴ χρωσθῆναι· μηδὲ
2.4.116
ἐπικάλυψιν τῶν ἁμαρτιῶν, ἀλλὰ ἀπαλλαγὴν ἔχειν τὸ χάρισμα. Εὐλογητὸς ὁ Θεὸς, ὁ
2.4.117
ποιῶν θαυμάσια μόνος. ὁ ποιῶν πάντα, καὶ κατασκευάζων αὐτά. Οἱ χθὲς
2.4.118
αἰχμάλωτοι, νῦν ἐλεύθεροι, καὶ πολῖται τῆς Ἐκκλησίας. Οἱ πρώην ἐν
2.4.119
αἰσχύνῃ ἁμαρτημάτων, νῦν ἐν παῤῥησίᾳ δικαιοσύνης. Εἰ τὸ εἰδέναι τὸν Θεὸν
2.4.120
ὑπερβολὴν ἐν τῷ ἀγαθῷ οὐκ ἔχει, τὸ υἱὸν γενέσθαι Θεοῦ ὑπὲρ εὐκληρίαν ἐστὶ πᾶσαν.
2.4.121
Ὁ γὰρ Θεοῦ υἱὸς ἀξιωθεὶς γενέσθαι, ἕξει πάντως τοῦ Πατρὸς τὸ ἀξίωμα. Ὑπὲρ εὐχὴν
2.4.122
δὲ ἡ ἐπιτυχία· ὑπὲρ ἐλπίδα δὲ τὸ δῶρον· ὑπὲρ φύσιν ἡ χάρις.– Βαπτίζεται ἁγίῳ
2.4.123
Πνεύματι, ὁ διὰ πάσης νοήσεως, καὶ λόγων, καὶ πράξεων ἁγιαζόμενος, καὶ ὢν
2.4.124
πνευματικός. Ὡς γὰρ ὁ εἰς ὕδωρ βαπτιζόμενος, ὅλως ὑγραίνεται, οὕτως ὁ ἐν ἁγίῳ
2.4.125
Πνεύματι βαπτιζόμενος, ὅλως πνευματικὸς καὶ ἅγιος γίνεται, γνώμῃ καὶ πράξει
2.4.126
τοιοῦτος ἀποτελούμενος.
2.5.1
– Περὶ βδελυγμάτων, καὶ τῶν λεγομένων θεῶν. Οὐκ ἔσονταί σοι θεοὶ
2.5.2
ἕτεροι πλὴν ἐμοῦ.
2.5.3
Οὐ ποιήσεις σεαυτῷ εἴδωλον, οὐδὲ πᾶν τι ὁμοίωμα, ὅσα ἐν τῷ οὐρανῷ, καὶ
2.5.4
ὅσα ἐν τῇ γῇ κάτω, καὶ ὅσα ἐν τοῖς ὕδασιν ὑποκάτω τῆς γῆς. Οὐ προσκυνήσεις, οὐδὲ
2.5.5
μὴ λατρεύσῃς αὐτοῖς. Ἐγὼ γάρ εἰμι Κύριος. Πᾶς θυσιάζων θεοῖς ἑτέροις,
2.5.6
ἐξολοθρευθήσεται. Οὐκ εἰσοίσεις βδέλυγμα εἰς τὸν οἶκόν σου, καὶ ἔσῃ ἀνάθεμα
2.5.7
ὥσπερ τοῦτο. Τὰ εἴδωλα τῶν ἐθνῶν ἀργύριον καὶ χρυσίον, ἔργα χειρῶν ἀνθρώπων.
2.5.8
Θεοὶ, οἳ τὸν οὐρανὸν καὶ τὴν γῆν οὐκ ἐποίησαν, ἀπολέσθωσαν ἀπὸ τῆς γῆς. καὶ
2.5.9
ὑποκάτω τοῦ οὐρανοῦ τούτου. Μάταιοι πάντες ἄνθρωποι, οἷς παρῆν Θεοῦ ἀγνωσία,
2.5.10
καὶ ἐκ τῶν ὁρωμένων ἀγαθῶν οὐκ ἴσχυσαν εἰδέναι τὸν ὄντα· οὔτε τοῖς ἔργοις
2.5.11
προστρέχοντες ἐπέγνωσαν τὸν τεχνίτην· ἀλλ' ἢ πῦρ, ἢ πνεῦμα, ἢ ταχινὸν ἀέρα, ἢ
2.5.12
κύκλον ἀστέρων, ἢ βίαιον ὕδωρ, ἢ φωστῆρας οὐρανοῦ, πρυτάνεις κόσμου θεοὺς
2.5.13
ἐνόμισαν· ὧν εἰ μὲν τὴν καλλονὴν τερπόμενοι, ταῦτα ὑπελάμβανον, γνώτωσαν,
2.5.14
πόσῳ μᾶλλον ὁ τούτων Δεσπότης ἐστὶ βελτίων. Ὁ γὰρ τοῦ κόσμου γενεσιάρχης
2.5.15
ἔκτισε ταῦτα. Εἰ δὲ δύναμιν καὶ ἐνέργειαν ἐκπλαγέντες, νοησάτωσαν ἀπ' αὐτῶν,
2.5.16
πόσῳ ὁ κατασκευάσας αὐτὰ δυνατώτερός ἐστιν. Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς
2.5.17
κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. Ταλαίπωροι δὲ, καὶ ἐν
2.5.18
νεκροῖς αἱ ἐλπίδες αὐτῶν, οἵτινες ἐκάλεσαν θεοὺς ἔργα χειρῶν ἀνθρώπων, χρυσὸν
2.5.19
καὶ ἄργυρον, τέχνης ἐμμελετήματα, καὶ ἀπεικάσματα ζώων, ἢ λίθων ἀχρήστων. Τὸ
2.5.20
χειροποίητον ἐπικατάρατον, καὶ ὁ ποιήσας αὐτὸ, ὅτι ὁ μὲν εἰργάσατο, τὸ δὲ φθαρτὸν,
2.5.21
Θεὸν ὠνόμασεν. Ἐν ἴσῳ μισητὰ Θεῷ, καὶ ὁ ἀσεβῶν, καὶ ἡ ἀσέβεια αὐτοῦ. Καὶ γὰρ τὸ
2.5.22
πραχθὲν σὺν τῷ δράσαντι ἐξολοθρευθήσονται. Κριτὴς ὁ πηλουργὸς, καὶ ὁ
2.5.23
κακόμοχθος, θεὸν μάταιον ἐκ τοῦ αὐτοῦ πλάσσει πηλοῦ· ὃς πρὸ μικροῦ ἐκ γῆς
2.5.24
γεννηθεὶς, μετ' ὀλίγον πορεύεται εἰς γῆν ἐξ ἧς ἐλήφθη, τὸ τῆς ψυχῆς ἀπαιτηθεὶς
2.5.25
χρέος. Ἀλλ' ἔστιν αὐτῷ φροντὶς, οὐχ ὅτι μέλλει κάμνειν, οὐδ' ὅτι βραχυτελῆ βίον
2.5.26
ἔχει· ἀλλ' ἀντερείδεται μὲν χρυσουργοῖς καὶ ἀργυροχόοις, χαλκοπλάστας τε μιμεῖται,
2.5.27
καὶ δόξαν ἡγεῖται, ὅτι κίβδηλα πλάσσει. Σποδὸς ἡ καρδία αὐτοῦ, καὶ γῆς εὐτελεστέρα
2.5.28
ἡ ἐλπὶς αὐτοῦ, πηλοῦ τε ἀτιμώτερος ὁ βίος αὐτοῦ, ὅτι ἠγνόησε τὸν πλάσαντα αὐτὸν,
2.5.29
καὶ τὸν ἐμπνεύσαντα αὐτῷ ψυχὴν ἐνεργοῦσαν, καὶ ἐμφυσήσαντα αὐτῷ πνεῦμα
2.5.30
ζωτικόν· ἀλλ' ἐλογίσαντο παίγνιον εἶναι τὴν ζωὴν ἡμῶν, καὶ τὸν βίον ἡμῶν
2.5.31
πανηγυρισμὸν ἐπικερδῆ. Θέαμα βρωμάτων παρακειμένων ἐπὶ τάφῳ· τί συμφέρει
2.5.32
κάρπωσις εἰδώλῳ; οὔτε γὰρ ἔδεται, οὔτε μὴ ὀσφρανθῇ. Οἱ μὲν ἥλιον, οἱ δὲ σελήνην,
2.5.33
οἱ δὲ ἀστέρων πλῆθος, οἱ δὲ οὐρανὸν αὐτὸν ἅμα τούτοις ἐσεβάσθησαν, οἱ δὲ τὰ
2.5.34
στοιχεῖα, ὧν ἄνευ οὐ δυνατὸν συστῆναι τὸν ἀνθρώπινον βίον. Οἶμαι δὲ, καὶ
2.5.35
δυναστείαν τινὲς θεραπεύοντες, καὶ ῥώμην ἐπαινέσαντες, καὶ κάλλος θαυμάσαντες,
2.5.36
θεὸν ἐποίησαν τῷ χρόνῳ τὸ τιμώμενον. Οἱ ἐμπαθέστεροι δὲ αὐτῶν καὶ τὰ πάθη
2.5.37
θεοὺς ὠνόμασαν. Εἰσί τινες καταρώμενοι τοὺς ἀστέρας, ὅτε κατὰ ἀνθρώπου
2.5.38
ὀργίζονται λέγοντες, Οὐαὶ τῷ ἄστρῳ σου. Ἄλλοι λέγουσιν· Καλοῦ ἄστρου ἐγεννήθη,
2.5.39
διὸ καὶ συναστρεῖ αὐτῷ τὰ πάντα. Καὶ οὐαὶ τοῖς αὐτὰ λέγουσι. Πολλοὺς οἶδα
2.5.40
εὐχομένους εἰς τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ ἱκεσίαν προσφέρουσι τῷ ἡλίῳ
2.5.41
λέγοντες, Ἐλέησόν με· καὶ οὐαὶ τούτοις. Τί ἀφιεὶς τὸν ποιητὴν τοῦ ἡλίου, τὸν ἥλιον
2.5.42
προσκυνεῖς; οὐ δεῖ λατρεύειν τῇ κτίσει παρὰ τὸν Κτίσαντα. Γέγραπται γάρ·
2.5.43
Ἐπικατάρατος πᾶς προσκυνῶν τὸν ἥλιον, καὶ τὴν σελήνην, καὶ τοὺς ἀστέρας, καὶ εἴ
2.5.44
τι ἕτερον ποίημα παρὰ τὸν ποιητήν. Πολλοὶ φανταζόμενοι λέγουσι τὴν σελήνην
2.5.45
κατέρχεσθαι. Ὅταν, φασὶν, ἐξαιματοῦται ἄνθρωπος καταγοητεύσας αὐτὴν
2.5.46
καταφέρει. Καὶ οὐαὶ τοῖς ταῦτα λέγουσιν. Τίς ἠδυνήθη καταγοητεύσας ἀναβαίνειν
2.5.47
εἰς οὐρανόν; ἠβουλήθη Σίμων ὁ μάγος, ἀλλὰ πεσὼν διεῤῥάγη. Οὐδεὶς γὰρ δύναται οὐ
2.5.48
μικρὸν, οὐ μέγα σαλεῦσαι ἄστρον οὐρανοῦ, ἃ ὁ Θεὸς τῇ ἰδίᾳ δυνάμει ἐθεμελίωσεν.
2.5.49
Πάλιν δὲ λέγουσιν, ὅτι νεφέλας καὶ ὑετοὺς παράγουσι γόητες ἄνθρωποι, καὶ τοῦτο
2.5.50
ματαιολογοῦσι. Τίς ἀνθρώπων δύναται πρόσταγμα Θεοῦ ἀποστρέψαι γοητείᾳ; τὰ γὰρ
2.5.51
νέφη κατὰ πρόσταξιν Θεοῦ ἐκχέουσι τὸν ὑετὸν ἐπὶ τῆς γῆς.
2.6.1
– Περὶ τοῦ βίου, καὶ τοῦ κόσμου τούτου· καὶ ὅτι ἐν περισπασμῷ καὶ
2.6.2
μόχθῳ καὶ ἡμεῖς, καὶ ὁ βίος ἡμῶν.
2.6.3
Καὶ τῇ γυναικὶ εἶπεν· Πληθύνων πληθυνῶ τὰς λύπας καὶ τὸν στεναγμόν σου.
2.6.4
Ἐν λύπαις τέξῃ τέκνα, καὶ πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός σου
2.6.5
κυριεύσει. Ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρὰ ἐκ
2.6.6
νεότητος. Πότερον οὐχὶ πειρατήριόν ἐστιν ὁ βίος ἀνθρώπου ἐπὶ τῆς γῆς;
2.6.7
Περισπασμὸν πονηρὸν ἔδωκεν ὁ Θεὸς τοῖς υἱοῖς τῶν ἀνθρώπων, τοῦ περισπᾶσθαι ἐν
2.6.8
αὐτῷ. Συνάντημα ἓν τῷ δικαίῳ καὶ τῷ ἀσεβεῖ, τῷ ἀγαθῷ καὶ τῷ κακῷ, τῷ καθαρῷ
2.6.9
καὶ τῷ ἀκαθάρτῳ, τῷ θυσιάζοντι καὶ τῷ μὴ θυσιάζοντι· ὡς ὁ ἀγαθὸς, ὁ ἁμαρτάνων·
2.6.10
ὡς ὀμνύων, καθὼς ὁ τὸν ὅρκον φοβούμενος. Τοῦτο πονηρὸν ἐν παντὶ πεποιημένῳ
2.6.11
ὑπὸ τὸν ἥλιον, ὅτι συνάντημα ἓν τοῖς πᾶσιν. Οὐκ ἔστιν ἀλήθεια, οὐδὲ ἔλεος, οὐδὲ
2.6.12
ἐπίγνωσις Θεοῦ ἐπὶ τῆς γῆς. Ἀρὰ, καὶ ψεῦδος, καὶ φόνος, καὶ κλοπὴ, καὶ μοιχεία
2.6.13
ἐκκέχυται ἐπὶ τῆς γῆς. Ἀπὸ φοροῦντος ὑάκινθον καὶ στέφανον, ἕως φοροῦντος
2.6.14
ὠμόλινον, θυμὸς, καὶ ζῆλος, καὶ ταραχὴ, καὶ σάλος, καὶ φόβος θανάτου, καὶ
2.6.15
μήνισμα, καὶ ἔρις. Οὐκ οἴδατε, ὅτι ἡ φιλία τοῦ κόσμου ἔχθρα τοῦ Θεοῦ ἐστιν; ὃς ἐὰν
2.6.16
βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ Θεοῦ καθίσταται. Μὴ ἀγαπᾶτε τὸν
2.6.17
κόσμον, μηδὲ τὰ ἐν τῷ κόσμῳ. Ἐάν τις ἀγαπᾷ τὸν κόσμον, οὐκ ἔστιν ἡ ἀγάπη τοῦ
2.6.18
Πατρὸς ἐν αὐτῷ· ὅτι πᾶν τὸ ἐν τῷ κόσμῳ, ἡ ἐπιθυμία τῆς σαρκὸς, καὶ ἡ ἐπιθυμία τῶν
2.6.19
ὀφθαλμῶν, καὶ ἡ ἀλαζονεία τοῦ βίου, ἣ οὐκ ἔστιν ἐκ τοῦ Πατρὸς, ἀλλ' ἐκ τοῦ κόσμου
2.6.20
ἐστίν. Καὶ ὁ κόσμος παράγει, καὶ ἡ ἐπιθυμία αὐτοῦ. Ὁ δὲ ποιῶν τὸ θέλημα τοῦ Θεοῦ,
2.6.21
μένει εἰς τὸν αἰῶνα. Πολυστένακτος ὁ βίος ἡμῶν, καὶ κατηφείας πλήρης. Ὁ κόσμος
2.6.22
οὗτος προηγουμένως μὲν διδασκαλεῖον καὶ παιδευτήριον τῶν ἀνθρωπίνων ψυχῶν
2.6.23
ἐστιν· ἔπειτα μέντοι καὶ ἅπαξ ἁπλῶς τῶν ἐν γενέσει καὶ φθορᾷ ἐπιτήδειον
2.6.24
ἐνδιαίτημα. Συμφυὴς ἄρα τῷ κόσμῳ, καὶ τοῖς ἐν αὐτῷ ζώοις τε καὶ φυτοῖς, ἡ χρόνου
2.6.25
διέξοδος ἐπέστη, ἐπειγομένη ἀεὶ, καὶ παραῤῥέουσα, καὶ μηδαμῶς παυομένη τοῦ
2.6.26
δρόμου. Τὰ ἀπὸ χρόνου ἀρξάμενα, ἀνάγκη πάντως καὶ ἐν χρόνῳ συντελεῖσθαι. Εἰ
2.6.27
ἀρχὴν ἔχει χρονικὴν, μὴ ἀμφιβάλῃς περὶ τοῦ τέλους. Ὁ κόσμος οὗτος αὐτός τέ ἐστι
2.6.28
θνητὸς, καὶ χωρίον ἀποθνησκόντων. Ἐπειδὴ γὰρ σύνθετός ἐστιν ἡ τῶν ὁρωμένων
2.6.29
σύστασις, τὸ δὲ σύνθετον ἅπαν διαλύεσθαι πέφυκεν, οἱ ἐν τῷ κόσμῳ ζῶντες, μέρη
2.6.30
ὄντες τοῦ κόσμου, ἀναγκαίως τῆς τοῦ παντὸς φύσεως ἀπολαύομεν. Τὸν μὲν οὔπω
2.6.31
τοῖς δεσμοῖς τοῦ γάμου συνεζευγμένον, λυσσώδεις ἐπιθυμίαι, καὶ ὁρμαὶ
2.6.32
δυσκάθεκτοι, καὶ ἔρωτες δυσέρωτες ἐκταράττουσι. Τὸν δὲ ἤδη κατειλημμένον
2.6.33
ὁμοζύγῳ ἕτερος θόρυβος τῶν φροντίδων ἐκδέχεται· ἐν ἀπαιδίᾳ παίδων ἐπιθυμία, ἐν
2.6.34
τῇ κτήσει τῶν παίδων παιδοτροφίας μέριμνα, γυναικὸςφυλακὴ, οἴκου
2.6.35
ἐπιμέλεια, οἰκετῶν προστασίαι, αἱ κατὰ τὰ συμβόλαια βλάβαι, οἱ πρὸς τοὺς γείτονας
2.6.36
διαπληκτισμοὶ, αἱ ἐν τοῖς δικαστηρίοις συμπλοκαὶ, καὶ τῆς ἐμπορίας οἱ κίνδυνοι, αἱ
2.6.37
τῆς γεωργίας διαπονήσεις· πᾶσα ἡμέρα ἰδίαν ἥκει κομίζουσα τῆς ψυχῆς ἐπισκότησιν,
2.6.38
καὶ αἱ νύκτες τὰς καθημερινὰς φροντίδας παραλαβοῦσαι, ἐν ταῖς αὐταῖς φαντασίαις
2.6.39
ἐξαπατῶσι τὸν νοῦν. Παντοίοις πάθεσι καὶ ταλαιπωρίαις καταβεβάπτισται ἡ
2.6.40
ἀθλιότης τῆς ὧδε ζωῆς. Ὅρα, ἀγαπητὲ, πῶς θάλατταν μιμεῖται τῶν ἀνθρώπων τὰ
2.6.41
πράγματα· εἰ μὴ τῆς ταραχῆς ἐκείνης ὁ βίος ἐμπέπλησται· εἰ μὴ τῆς ὑγρᾶς πλέον ἐπὶ
2.6.42
τῆς ξηρᾶς χειμαζόμεθα· εἰ μὴ τῶν ἀνέμων σφοδρότερον εἰς ἀλλήλους συμπίπτομεν·
2.6.43
εἰ μὴ τὰ χρήματα, καθάπερ καταιγίδες κατ' ἀλλήλων ἡμᾶς συγκρούουσιν· εἰ μὴ
2.6.44
καθάπερ ἐν ζόφῳ θαλαττίῳ ὧδε κἀκεῖσε περιφερόμεθα. Οὗτος ἐκείνου τὸν ἀγρὸν
2.6.45
ἀφηρπάσατο· ἕτερος ἑτέρου τὴν γῆν ἐπαφείλατο· ἄλλος τῆς τοῦ πλησίου γυναικὸς
2.6.46
ἐπεθύμησεν, ἄλλος τοῦ δεῖνα τοὺς οἰκέτας ἀφήρπασεν. Ὁ μὲν περὶ ὕδατος πρὸς τὸν
2.6.47
γείτονα κρίνεται· ὁ δὲ περὶ ἀέρων τῷ συνκτήτορι μάχεται. Οἱ μὲν περὶ μέτρα τῆς γῆς
2.6.48
διαπληκτίζονται· οἱ δὲ διὰ οἰκοδομίας οἰκιῶν ἀλλήλους διαθλίβουσιν· οὗτος ἅπερ
2.6.49
οὐκ ἔδωκεν λαβεῖν ἐπιφύεται· ἐκεῖνος ἅπερ ἔλαβεν, μὴ δοῦναι ἀντιδικάζεται. Ὁ μὲν
2.6.50
περὶ τόκους ἀπληστεύεται· ὁ δὲ τὸ κεφάλαιον ἀποστερεῖν διισχυρίζεται. Οὗτος
2.6.51
ἀπορῶν ὀδυνᾶται, ἐκεῖνος εὐπορῶν θορυβεῖται. Ὁ μὴ ἔχων ὀνειδίζεται, καὶ ὁ ἔχων
2.6.52
ἐπιβουλεύεται· ὁ κρατῶν ἐνεδρεύεται, ὁ ἐν ἀρχαῖς ὑποβλέπεται· ὁ ἐν ἐξουσίαις
2.6.53
μισεῖται, ὁ ἐν δυναστείαις σκευάζεται· οἱ πόλεμοι συνεχεῖς, οἱ φόνοι ἐπάλληλοι. Ἡ
2.6.54
ἀπληστία τυραννεῖ, ἡ πλεονεξία δυναστεύει, τὸ ψεῦδος ὑπεραίρεται· ἡ πρὸς
2.6.55
ἀλλήλους πίστις ἀπέφυγεν, ἡ ἀλήθεια τὴν γῆν κατέλιπεν· ἡ φιλία μέχρι τραπέζης
2.6.56
περιώρισται, οἱ δὲ καὶ τὴν ἰδίαν ἰσχὺν ἀπώλεσαν· αἱ προσηγορίαι ὑποψίας
2.6.57
πεπλήρωνται. Οὕτω δὴ πάντων ἐν κακοῖς σεσοβημένων ἡμῶν, ὁ προφήτης τὸν βίον
2.6.58
ἐκπτυόμενος ἐκβοᾷ, λέγων· Πλὴν μάτην ταράσσεται πᾶς ἄνθρωπος ζῶν.
2.7.1
– Περὶ βιαίου καὶ βιαστοῦ.
2.7.2
Μὴ βιάζου ῥοῦν ποταμοῦ. Τὸν θέλοντα βοῦν ἔλαυνε. Μὴ ἀναγκαστῶς, ἀλλ'
2.7.3
ἑκουσίως. Τὸ ἠναγκασμένον, καὶ παρὰ φύσιν, ἐπ' ὀλίγον ἀνίσχον, καὶ τοῦτο βιαίως,
2.7.4
καὶ μόλις ταχὺ διελύθη εἰς τὰ ἐξ ὧν συνετέθη. Τὸ ἀκούσιον πρὸς τὸ τυραννικὸν
2.7.5
εἶναι, καὶ οὐκ ἐπαινετὸν, οὐδὲ μόνιμον. Φιλεῖ γὰρ τὸ βιασθὲν, ὥσπερ φυτὸν βίᾳ χερσὶ
2.7.6
μετασπώμενον, εἰς ἑαυτὸν πάλινἀφεθὲν ἀνατρέχειν. Τὸ δὲ ἐκ προαιρέσεως,
2.7.7
ἐννομώτατον ἅμα καὶ ἀσφαλέστατον, εὐνοίας δεσμῷ τηρούμενον.– Βουλομένων, οὐ
2.7.8
τυραννουμένων τὸ τῆς εὐσεβείας μυστήριον. Τό τε βεβιασμένον, καὶ ἀηδὲς ταχύ· τὸ
2.7.9
δὲ ἀβίαστον, οὐκ ἔχει κόρον, ἀλλ' ἀεὶ χάριτί τε καὶ πόθῳ θάλλει. Μάλιστα πάντων
2.7.10
Χριστιανοῖς οὐκ ἐφίεται τὸ πρὸς βίαν ἐπανορθοῦν τὰ τῶν ἁμαρτημάτων πταίσματα.
2.7.11
Οὐ γὰρ τοὺς ἀνάγκῃ τῆς κακίας ἀπεχομένους, ἀλλὰ τοὺς προαιρέσει, στεφανοῖ ὁ
2.7.12
Θεός. Βία Θεῷ οὐ πρόσεστιν.
2.8.1
– Περὶ βλασφήμου καὶ μεγαλοῤῥήμονος.
2.8.2
Εἶπε Κύριος πρὸς Μωσῆν· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, λέγων· Ἄνθρωπος ὃς
2.8.3
ἐὰν καταράσηται Θεὸν, ἁμαρτίαν λήψεται· ὁ ὀνομάζων δὲ ὄνομα Κυρίου, λίθοις
2.8.4
λιθοβολείτω αὐτὸν πᾶσα συναγωγὴ υἱῶν Ἰσραήλ. Μὴ ἐξελθέτω μεγαλοῤῥημοσύνη
2.8.5
ἐκ τοῦ στόματος ὑμῶν. Τί ἐτόλμησεν ἡ καρδία σου, ὅτι θυμὸν ἔῤῥηξας ἔναντι
2.8.6
Κυρίου; Ἐξολοθρεύσει Κύριος πάντα τὰ χείλη τὰ δόλια, γλῶσσαν μεγαλοῤῥήμονα·
2.8.7
τοὺς εἰπόντας, Τὴν γλῶσσαν ἡμῶν μεγαλυνοῦμεν, τὰ χείλη ἡμῶν παρ' ἡμῖν ἐστι· τίς
2.8.8
ἡμῶν κύριός ἐστιν; Ἀφανισθήσεται Σαμάρεια, ὅτι ἀντεῖπε πρὸς τὸν Θεὸν αὐτῆς· ἐν
2.8.9
ῥομφαίᾳ πεσοῦνται αὐτοὶ, καὶ τὰ ὑποτίτθια αὐτῶν ἐδαφισθήσονται. Μεθύσατε
2.8.10
αὐτὸν, ὅτι ἐπὶ Κύριον ἐμεγαλύνθη. Τάδε λέγει Κύριος· Ἐπειδὴ δέδωκας τὴν καρδίαν
2.8.11
σου ὡς καρδίαν Θεοῦ, ἰδοὺ ἐπάγω ἐπὶ σὲ ἀλλοτρίους, λοιμοὺς ἐθνῶν, καὶ
2.8.12
ἐκκενώσουσι τὰς μαχαίρας αὐτῶν ἐπὶ σὲ, καὶ ἐπὶ τὸ κάλλος τῆς ἐπιστήμης σου, καὶ
2.8.13
στρώσουσι τὸ κάλλος σου εἰς ἀπώλειαν. Φιλάνθρωπον πνεῦμα σοφίας, καὶ οὐ
2.8.14
κατορθώσει βλάσφημον ἀπὸ χειλέων αὐτοῦ. Ὁ βάλλων λίθον εἰς ὕψος, ἐπὶ τὴν
2.8.15
κεφαλὴν αὐτοῦ βάλλει. Πᾶσα ἁμαρτία ἀφεθήσεται τοῖς ἀνθρώποις· τῷ δὲ εἰς τὸ
2.8.16
ἅγιον Πνεῦμα βλασφημήσαντι οὐκ ἀφεθήσεται, οὐδὲ ἐν τῷ νῦν αἰῶνι, οὐδὲ ἐν τῷ
2.8.17
μέλλοντι. Ὁ μὲν ἁμαρτάνων, παραβαίνει νόμον· ὁ δὲ βλασφημῶν, εἰς αὐτὴν ἀσεβεῖ
2.8.18
τὴν Θεότητα. Τοὺς ἐν τῇ πόλει βλασφημοῦντας, σωφρόνιζε· κἂν ἀκούσῃς τινὸς ἐν
2.8.19
ἀμφόδῳ, ἢ ἐν ἀγορᾷ, ἐπιτίμησον, κἂν πληγὰς ἐπιθεῖναι δέῃ, μὴ παραιτήσῃ. Ῥάπισον
2.8.20
αὐτοῦ τὴν ὄψιν, σύντριψον αὐτοῦ τὸ στόμα, ἁγίασόν σου τὴν χεῖρα διὰ τῆς πληγῆς.
2.8.21
Κἂν ἐγκαλῶσί τινες, κἂν εἰς δικαστήριον ἕλκωσιν, ἀκολούθησον. Καθάπερ ὁ
2.8.22
λίθον ἀκοντίζων εἰς τὸ ὕψος, τοῦ οὐρανοῦ μὲν τὸ σῶμα διατεμεῖν οὐ δύναται, οὐδὲ
2.8.23
πρὸς τὸ ὕψος φθάσαι ἐκεῖνο, τὴν δὲ πληγὴν τῇ ἰδίᾳ δέχεται κορυφῇ, πρὸς τὸν
2.8.24
ἀκοντίσαντα ἐπανιόντος τοῦ λίθου· οὕτως καὶ ὁ βλασφημῶν εἰς τὴν μακαρίαν τοῦ
2.8.25
Θεοῦ οὐσίαν, ἐκείνην οὐ παραβλάψει ποτὲ, πολλῷ μείζονα οὖσαν καὶ ὑψηλοτέραν·
2.8.26
κατὰ δὲ τῆς ἑαυτοῦ ψυχῆς τὸ ξίφος ἀκονᾷ, ἀγνώμων περὶ τὸν εὐεργέτην γενόμενος.
2.9.1
– Περὶ βασιλέως χρηστοῦ καὶ μισοπονήρου.
2.9.2
Αὐξηθήσεται ἡ βασιλεία αὐτοῦ, ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ, καὶ τὰ πάχη
2.9.3
αὐτῶν ἐκμυελιεῖ, καὶ ταῖ· βολίσιν αὐτοῦ ἐν αὐτοῖς ἔθνη κερατιεῖ. Κέρατα
2.9.4
μονοκέρωτος τὰ κέρατα αὐτοῦ· ἐν αὐτοῖς ἔθνη κερατιεῖ. Ψεύσονταί σε οἱ ἐχθροί σου,
2.9.5
καὶ σὺ ἐπὶ τραχήλου αὐτῶν ἐπιβήσῃ. Ἔσωσεν ὁ Θεὸς τὸν Δαβὶδ ἐν πᾶσιν οἷς
2.9.6
ἐπορεύθη, καὶ ἦν Δαβὶδ ποιῶν κρῖμα καὶ δικαιοσύνην. Εἶπε Δαβίδ· Ἄφες αὐτὸν
2.9.7
καταρᾶσθαι, ὅτι εἶπεν αὐτῷ ὁ Θεός· Εἴ πως εἴδοι Κύριος ἐπὶ τὴν ταπείνωσίν μου, καὶ
2.9.8
ἐπιστρέψει μοι ἀγαθὰ ἀντὶ τῆς κατάρας ταύτης. Καὶ Σεμεεὶ ἔπεσεν ἐπὶ πρόσωπον
2.9.9
αὐτοῦ ἐναντίον τοῦ βασιλέως, καὶ εἶπε πρὸς τὸν βασιλέα· Μὴ λογιζέσθω ὁ κύριος
2.9.10
ἀνομίαν, καὶ μὴ μνησθῇς ὅσα ἠδίκησεν ὁ παῖς σου ἐν τῇ ἡμέρᾳ ᾗ ἐξεπορεύετο ὁ
2.9.11
κύριός μου ὁ βασιλεὺς ἐξ Ἱερουσαλὴμ, ὅτι ἔγνων ὁ δοῦλός σου, ὅτι ἥμαρτον. Καὶ
2.9.12
ὤμοσεν αὐτῷ ὁ βασιλεύς· Οὐ μὴ ἀποθάνῃς. Κύριε, ἐν τῇ δυνάμει σου εὐφρανθήσεται
2.9.13
ὁ βασιλεὺς, καὶ τὰ λοιπά. Ἡμέραν ἐφ' ἡμέρας τοῦ βασιλέως προσθήσῃ, καὶ τὰ λοιπά.
2.9.14
Ὁ Θεὸς, τὸ κρῖμά σου τῷ βασιλεῖ δὸς, καὶ τὴν, καὶ τὰ λοιπά. Τιμὴ βασιλέως κρίσιν
2.9.15
ἀγαπᾷ. Ὥσπερ ὁρμὴ ὕδατος, οὕτως καρδία τοῦ βασιλέως ἐν χειρὶ Θεοῦ. Βδέλυγμα
2.9.16
βασιλεῖ, ὁ ποιῶν κακά. Μετὰ γὰρ δικαιοσύνης ἑτοιμάζεται θρόνος ἀρχῆς. Δεκτὰ
2.9.17
βασιλεῖ χείλη δίκαια, λόγους δὲ ὀρθοὺς ἀγαπᾷ. Μαντεῖον ἐν χείλεσι βασιλέως, ἐν δὲ
2.9.18
κρίσει οὐ μὴ πλανηθῇ τὸ στόμα αὐτοῦ. Ἐν πολλῷ ἔθνει δόξα βασιλέως, ἐν δὲ
2.9.19
ἐκλείψει λαοῦ συντριβὴ δυναστῶν. Ὅταν βασιλεὺς δίκαιος καθίσῃ ἐπὶ θρόνου, οὐκ
2.9.20
ἐναντιοῦται ἐν ὀφθαλμοῖς αὐτοῦ οὐδὲν πονηρόν. Ἐλεημοσύνη καὶ ἀλήθεια φυλακὴ
2.9.21
βασιλεῖ, καὶ περικυκλώσουσιν ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ. Κτεῖνε ἀσεβεῖς ἀπὸ
2.9.22
προσώπου βασιλέως, καὶκατορθώσῃ ἐν δικαιοσύνῃ τὸν θρόνον αὐτοῦ.–
2.9.23
Δόξα βασιλέως τιμᾷν πρόσταγμα. Βασιλεὺς δίκαιος ἀνίστησι χώραν. Μάχαιρα,
2.9.24
γλῶσσα βασιλέως, καὶ οὐ σαρκίνη. Μηδὲν ψεῦδος ἀπὸ γλώσσης βασιλέως λεγέσθω.
2.9.25
Βασιλέως ἐν ἀληθείᾳ κρίνοντος πτωχοὺς, ὁ θρόνος αὐτοῦ εἰς μαρτύριον
2.9.26
κατασταθήσεται. Θυμὸς βασιλέως ἄγγελος θανάτου, ἀνὴρ δὲ σοφὸς ἐξιλάσει αὐτόν.
2.9.27
Βασιλέως ἀπειλὴ ὁμοία βρυγμῷ λέοντος. Ὡς γὰρ δρόσος ἐπὶ χόρτον, οὕτως τὸ
2.9.28
ἱλαρὸν αὐτοῦ. Στόμα βασιλέως φύλαξον. Ἰδοὺ βασιλεὺς δίκαιος βασιλεύσει, καὶ
2.9.29
ἄρχοντες μετὰ κρίσεως ἄρξουσιν. Εὐλογήσει σε ὁ λαὸς ὁ πτωχὸς, καὶ πόλεις
2.9.30
ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. Ἐγένου πάσῃ πόλει ταπεινῇ βοηθὸς, καὶ
2.9.31
τοῖς ἀθυμήσασι δι' ἐνδείας σκέπη, ἀπὸ ἀνθρώπων πονηρῶν ῥῦσαι αὐτούς· σκέπη
2.9.32
διψώντων, καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. Ἰδοὺ ἡμέρα
2.9.33
ἔρχεται, λέγει Κύριος, καὶ ἀναστήσω τῷ Δαβὶδ ἀνατολὴν δικαίαν· καὶ βασιλεύσει
2.9.34
βασιλεὺς, καὶ συνήσει, καὶ ποιήσει κρῖμα καὶ δικαιοσύνην ἐπὶ τῆς γῆς. Ἐν ταῖς
2.9.35
ἡμέραις αὐτοῦ, καὶ σωθήσεται λαὸς, καὶ κατασκηνώσει πεποιθώς. Βασιλεὺς
2.9.36
φρόνιμος εὐστάθεια δήμου. Λήψεται πανοπλίαν τὸν ζῆλον αὐτοῦ, ἐνδύσεται θώρακα
2.9.37
δικαιοσύνης, καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον· λήψεται ἀσπίδα
2.9.38
ἀκαταμάχητον ὁσιότητα. Παρὰ βασιλεῖ μὴ σοφίζου. Κριτὴς σοφὸς παιδεύσει τὸν
2.9.39
λαὸν αὐτοῦ, καὶ ἡγεμονία συνετοῦ τεταγμένη ἔσται. Οἱ βασιλεῖς, αἰδεῖσθε τὴν
2.9.40
ἁλουργίδα. Νομοθετήσει γὰρ καὶ νομοθέταις ὁ λόγος. Γινώσκετε τὸ πιστευθὲν ὑμῖν,
2.9.41
καὶ τί τὸ μέγα περὶ ὑμᾶς μυστήριον. Κόσμος ὅλος ὑπὸ χεῖρα τὴν ὑμετέραν, διαδήματι
2.9.42
μικρῷ καὶ βραχεῖ ῥακίῳ κρατούμενος. Τὰ μὲν ἄνω μόνον Θεοῦ, τὰ δὲ κάτω, καὶ
2.9.43
ὑμῶν. Θεοὶ γίνεσθε τοῖς ὑφ' ὑμᾶς, ἵνα εἴπω τι καὶ τολμηρότερον. Καρδία βασιλέως ἐν
2.9.44
χειρὶ Θεοῦ, καὶ εἴρηται, καὶ πεπίστευται. Ἐνταῦθα ἔστω τὸ κράτος ὑμῶν, ἀλλὰ μὴ τῷ
2.9.45
χρυσῷ καὶ ταῖς φάλαγξιν. Οἱ περὶ τὰ βασίλεια καὶ τοὺς θρόνους, μὴ σφόδρα ταῖς
2.9.46
ἐξουσίαις ἐπαίρεσθε, μηδὲ ἀθάνατα διανοεῖσθε περὶ τῶν οὐκ ἀθανάτων. Τὸ
2.9.47
δραστικὸν δείκνυε, μὴ τὸ δρᾷν κακῶς, Τὸ δὲ εὖ τι ποιεῖν, εἰ θέλεις εἶναι θεός· Τὸ δέ
2.9.48
ἐστιν ἀνδρὸς εἰδότος τὸ συγγενές. Κτείνει δὲ ῥᾷστα, καὶ τρυγὼν, καὶ σκορπίος.
2.9.49
95. 1292 Οἱ δυνάσται, φοβεῖσθε τὸν δυνατώτερον. Βασιλεία τῶν ἐπὶ τῆς γῆς
2.9.50
πραγμάτων τὰς τραχύτητας ὁμαλίζει. Πᾶς βασιλεὺς δίκαιος ἱερατικὴν ἔχει τάξιν.
2.10.1
– Περὶ βασιλέως μὴ λίαν θαυμαζομένου. Βασιλεὺς θρασὺς ἐμπεσεῖται
2.10.2
εἰς κακά.
2.10.3
Βασιλεὺς ἐνδεὴς προσόδων, μέγας συκοφάντης. Βασιλέως ὑπακούοντες
2.10.4
λόγον ἄδικον, πάντες ὑπ' αὐτὸν παράνομοι. Οὐαί σοι, πόλις ἧς ὁ βασιλεύς σου
2.10.5
νεώτερος, καὶ οἱ ἄρχοντές σου ἐν πρωῒ ἐσθίουσιν. Κακοπραγία περιστρέφει θρόνους
2.10.6
δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· ἐνωτίσασθε, οἱ κρατοῦντες πλήθους,
2.10.7
καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν, ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν. Ὅτι
2.10.8
ὑπηρέται ὄντες τῆς αὐτοῦ βασιλείας, οὐκ ἐκρίνατε ὀρθῶς, οὐδὲ ἐφυλάξατε νόμον,
2.10.9
οὐδὲ κατὰ τὴν βουλὴν τοῦ Ὑψίστου ἐπορεύθητε. Φρικτῶς καὶ ταχέως ἐπιστήσεται
2.10.10
ὑμῖν ὄλεθρος, ὅτι κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται, καὶ τοῖς κραταιοῖς
2.10.11
ἰσχυρὰ ἐφίσταται ἔρευνα· δυνατοὶ δυνατῶς ἐτασθήσονται. Πολλοὺς ἀπώλεσε τὸ
2.10.12
χρυσίον, καὶ καρδίαν βασιλέως ἐξέκλινεν. Βασιλεὺς ἀπαίδευτος ἀπολεῖ τὸν λαὸν
2.10.13
αὐτοῦ. Τῶν μὲν ἀφρόνων βασιλεὺς οὐδεὶς, κἂν τὸ πάσης γῆς καὶ θαλάττης κράτος
2.10.14
ἀνάψηται· μόνος δὲ ὁ ἀστεῖος καὶ θεοφιλής.
2.11.1
– Περὶ βασιλέως· ὅτι χρὴ εὔχεσθαι ὑπὲρ αὐτοῦ. Θεοὺς οὐ
2.11.2
κακολογήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς.
2.11.3
Ἀσεβὴς, ὁ λέγων βασιλεῖ· Παρανομεῖς. Ἐν εἰδήσει σου βασιλέα μὴ καταράσῃ,
2.11.4
ὅτι πετεινὸν τοῦ οὐρανοῦ ἀποίσει τὴν φωνήν σου. Φοβοῦ τὸν Θεὸν, υἱὲ, καὶ βασιλέα,
2.11.5
καὶ μηδετέρῳ αὐτῶν ἀπειθήσεις. Ἰδόντες ἀστέρα οἱ μάγοι, ἐχάρησαν, καὶ δῶρα
2.11.6
προσήγαγον. Παρακαλῶ ὑμᾶς, πρῶτον πάντων ποιεῖσθαι δεήσεις, προσευχὰς,
2.11.7
ἐντεύξεις ὑπὲρ πάντων ἀνθρώπων· ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν ὑπεροχῇ
2.11.8
ὄντων. Τοῦτο γὰρ καλὸν ἐνώπιον τοῦ Σωτῆρος ἡμῶν Θεοῦ.
2.12.1
– Περὶ βουλῆς· ὅτι χρὴ μετὰ βουλῆς καὶ σκέψεως πράττειν πάντα.
2.12.2
Ὥσπερ πόλις τὰ τείχη καταβεβλημένη, ἀτείχιστος, οὕτως ἀνὴρ ὃς οὐ μετὰ
2.12.3
βουλῆς τὰ πάντα πράττει. Οἷς μὴ ὑπάρχει κυβέρνησις, πίπτουσιν ὥσπερ
2.12.4
φύλλα· σωτηρία δὲ ἐν πολλῇ βουλῇ. Μετὰ κυβερνήσεως γίνεται πόλεμος· βοήθεια
2.12.5
δὲ, μετὰ καρδίας βουλευομένης. Μετὰ βουλῆς πάντα ποίει. Μετὰ βουλῆς οἰνοπότει.
2.12.6
Βουλὴ καλὴ φυλάξει σε, ἔννοια δὲ ὁσία τηρήσει σε. Συνάχθητε, καὶ
2.12.7
καταβουλεύσασθε ἅμα, οἱ σωζόμενοι. Ἄνευ βουλῆς μηδὲν ποιήσῃς, καὶ ἐν τῷ
2.12.8
ποιῆσαί σε μὴ μεταμέλου. Ἱμάντωσις ξυλίνη ἐνδεδεμένη εἰς οἰκοδομὴν, ἐν
2.12.9
συσσεισμῷ οὐ διαλυθήσεται· οὕτως καρδία ἐστηριγμένη ἐπὶ διανοήμασι βουλῆς, ἐν
2.12.10
καιρῷ οὐ δειλιάσει. Ἑτοίμασον λόγον, καὶ οὕτως ἀκουσθήσῃ· σύνδησον παιδείαν,
2.12.11
καὶ οὕτως ἀποκριθήσῃ. Χρυσίον καὶ ἀργύριον ἐπιστήσουσι πόδας, καὶ ὑπὲρ ἀμφότερα
2.12.12
βουλὴ εὐδοκιμήσει. Μετὰ σοφοῦ συμβουλεύου. Βουλὴ σοφοῦ πηγὴ ζωῆς. Κρείσσων
2.12.13
λελογισμένη βραδύτης, τάχους ἀπερισκέπτου. Μακαριότης ἐστὶ, βουλῆς κακῆς
2.12.14
ἐκπεσεῖν. Τὰ μὴ σὺν λόγῳ, πάντα αἰσχρὰ, ὥσπερ τὰ σὺν λόγω κόσμια. Χωρὶς θεωρίας
2.12.15
ἐπιστημονικῆς, οὐδὲν τῶν πραττομένων καλόν. Μὴ ἀγνοήσῃς, ὅτι καὶ ὑπὲρ δοῦναι
2.12.16
γνώμην τοῦ μὴ καθήκοντος, καὶ συμβουλίαν οὐκ εὐαγῆ, ἀποκλειόμεθα τῆς θείας
2.12.17
βασιλείας. Διόπερ ἐσκεμμένως λίαν τὰς γνώμας τοῖς αἰτοῦσιν ἡμᾶς ὀρέγειν
2.12.18
ὀφείλομεν .
2.13.1
– Περὶ βρωμάτων, καὶ τῶν πρὸς τὸ ζῇν ἀναγκαίων.
2.13.2
Ὡς λάχανα χόρτου δέδωκα ὑμῖν τὰ πάντα, πλὴν κρέα ἐν αἵματι ψυχῆς οὐ
2.13.3
φάγεσθε. Ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Ἀρχὴ ζωῆς ἀνθρώπων,
2.13.4
ἄρτος, καὶ ὕδωρ, καὶ ἱμάτιον, καὶ πῦρ, καὶ σίδηρος, καὶ ἅλας, σεμίδαλις πυροῦ,
2.13.5
ἔλαιον, γάλα, μέλι, ταῦτα τοῖς εὐσεβέσιν εἰς ἀγαθά. Ἔδοξε τῷ ἁγίῳ Πνεύματι καὶ
2.13.6
ἡμῖν, μηδὲν πλέον ἐπιθεῖναι ὑμῖν βάρος, πλὴν τῶν ἐπ' ἀνάγκης· τούτων ἀπέχεσθαι,
2.13.7
εἰδωλοθύτων, καὶ αἵματος, καὶ πνικτῶν, καὶ πορνείας· ἐξ ὧν διατηροῦντες ἑαυτοὺς,
2.13.8
εὖ πράξετε. Οἶδα, καὶ πέπεισμαι ἐν Κυρίῳ Ἰησοῦ, ὅτι οὐδὲν κοινὸν παρ' αὐτοῦ, εἰ μὴ
2.13.9
τῷ λογιζομένῳ τι κοινὸν εἶναι. Εἰ δὲ διὰ βρῶμα ὁ ἀδελφός σου λυπεῖται, οὐκέτι κατὰ
2.13.10
ἀγάπην περιπατεῖς. Μὴ τῷ βρώματί σου νον ἀπόλλυε ὑπὲρ οὗ Χριστὸς
2.13.11
ἀπέθανεν. Ὁ διακρινόμενος ἐὰν φάγῃ, κατακέκριται. Πάντα καθαρὰ τοῖς καθαροῖς,
2.13.12
τοῖς δὲ μεμιασμένοις καὶ ἀπίστοις οὐδὲν καθαρόν· ἀλλὰ μεμίανται αὐτῶν καὶ ὁ νοῦς,
2.13.13
καὶ ἡ συνείδησις.
2.13.14
ΣΤΟΙΧΕΙΟΝ Γ.