John of Damascus PG 94-96
Sacra parallela
Para 3.2.107
Choose a text
More by John of Damascus, Saint
—
Pg Scrape Grc
3.2.1
– Περὶ τοῦ, Γνῶθι σεαυτὸν, ἤτοι, Πρόσεχε σεαυτῷ· καὶ ὅτι χρὴ
3.2.2
ἕκαστον τὰ οἰκεῖα περισκοπεῖν, καὶ μὴ τὰ ἀλλότρια περιεργάζεσθαι.
3.2.3
Πρόσεχε σεαυτῷ, καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα, μὴ ἐπιλάθῃ πάντας
3.2.4
τοὺς λόγους, οὓς ἑωράκασιν οἱ ὀφθαλμοί σου· καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας
3.2.5
σου. Οἱ ἑαυτῶν ἐπιγνώμονες, σοφοί. Συντήρησον, καὶ πρόσεχε σφοδρῶς, ὅτι μετὰ τῆς
3.2.6
πτώσεώς σου περιπατεῖς. Ἐν φίλῳ καὶ ἐχθρῷ μὴ διηγοῦ βίους, ἀλλ' ἐπαίνους. Καὶ εἴ
3.2.7
σοί ἐστιν ἁμαρτία, μὴ ἀποκάλυπτε. Τί βλέπεις τὸ κάρφος ἐν τῷ ὀφθαλμῷ τοῦ
3.2.8
ἀδελφοῦ σου, τὴν δὲ ἐν τῷ σῷ ὀφθαλμῷ δοκὸν οὐ κατανοεῖς; ἢ πῶς ἐρεῖς τῷ
3.2.9
ἀδελφῷ σου, Ἄφες, ἔκβαλε τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ σου· καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ
3.2.10
ὀφθαλμῷ σου; Ὑποκριτὰ, ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε
3.2.11
διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου. Μὴ κρίνετε,
3.2.12
ἵνα μὴ κριθῆτε. Σκόπει, μὴ τὸ φῶς τὸ ἐν σοὶ σκότος ἐστιν. Σὺ τίς εἶ ὁ κρίνων
3.2.13
ἀλλότριον οἰκέτην; τῷ ἰδίῳ κυρίῳ στήκει, ἢ πίπτει. Σταθήσεται δέ· δυνατὸς δὲ ὁ
3.2.14
Θεὸς στῆσαι αὐτόν. Σὺ δὲ τί κρίνεις τὸν ἀδελφόν σου; Πάντες παραστησόμεθα τῷ
3.2.15
βήματι τοῦ Χριστοῦ. Σεαυτὸν ἁγνὸν τήρει. Ὁ καταλαλῶν τοῦ ἀδελφοῦ αὐτοῦ, ἢ
3.2.16
κρίνων, καταλαλεῖ νόμον, καὶ κρίνει νόμον. Εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ
3.2.17
ποιητὴς νόμου. Γνῶθι σεαυτὸν πρὸ πάντων. Οὐδὲν γὰρ δυσχερέστερον. Ὅταν δὲ
3.2.18
σαυτὸν γνῷς, τότε δυνήσῃ καὶ Θεὸν ἐπιγνῶναι, καὶ λογισμῷ ἐπελθεῖν τὰ πράγματα,
3.2.19
ὡς καθήκει. Ἔπαθες, ἄνθρωπε, ὃ ἐγκαλεῖς; καὶ τὸ μὲν ἀλλότριον κακὸν ἐπιμελῶς
3.2.20
ἐπιβλέπεις, τὸ δὲ αὑτοῦ αἰσχρὸν οὐδαμοῦ τιθεῖς; Ῥᾴδιον ἑκάστῳ ἡμῶν
3.2.21
πολυπραγμονεῖν τὰ ἀλλότρια, ἢ τὰ οἰκεῖα ἑαυτοῦ διασκέπτεσθαι. Ἵνα οὖν μὴ τοῦτο
3.2.22
πάσχωμεν, παῦσαι, φησὶ, τὰ τοῦ δεῖνος κακὰ περιερευνώμενος. Μὴ δίδου σχολὴν
3.2.23
τοῖς λογισμοῖς τὸ ἀλλότριον ἐξετάζειν ἀῤῥώστημα, ἀλλὰ σαυτῷ πρόσεχε· τουτέστιν
3.2.24
ἐπὶ τὴν οἰκείαν ἔρευναν στρέφε τὸ ὄμμα σου τῆς ψυχῆς, καὶ μὴ παύσῃ
3.2.25
διερευνώμενος σεαυτόν. Μεμνημένος τῆς φύσεως, οὐκ ἐπαρθήσῃ ποτέ. Μεμνήσῃ δὲ
3.2.26
ἑαυτοῦ, ἐὰν προσέχῃς σεαυτῷ. Πρόσεχε οὖν σεαυτῷ· τουτέστι πανταχόθεν σεαυτὸν
3.2.27
περισκόπει. Ἀκοίμητον ἔχε πρὸς τὴν σεαυτοῦ φυλακὴν τὸ τῆς ψυχῆς ὄμμα. Ἐν μέσῳ
3.2.28
παγίδων διαβαίνεις· κεκρυμμένοι βρόχοι παρὰ τοῦ ἐχθροῦ πολλαχόθεν
3.2.29
καταπεπήγασιν. Πάντα οὖν περισκόπει, ἵνα σώζῃ ὥσπερ δορκὰς ἐκ βρόχων, καὶ
3.2.30
ὥσπερ ὄρνεον ἐκ παγίδος. Ὅρα οὖν μὴ χείρων φανῇς τῶν ἀλόγων πρὸς τὴν σεαυτοῦ
3.2.31
φυλακὴν, μήποτε ταῖς παγίσιν ἁλοὺς, θήραμα γένῃ τοῦ διαβόλου, ἐζωγρημένος ὑπ'
3.2.32
αὐτοῦ εἰς τὸ ἐκείνου θέλημα. Πρόσεχε οὖν σεαυτῷ, τουτέστι μήτε τοῖς σοῖς, μήτε τοῖς
3.2.33
περὶ σὲ, ἀλλὰ σεαυτῷ μᾶλλον πρόσεχε. Ἄλλο γάρ ἐσμεν ἡμεῖς αὐτοὶ, ἄλλο τὰ
3.2.34
ἡμέτερα, καὶ ἄλλο περὶ ἡμᾶς. Ἡμεῖς μὲν οὖν ἐσμεν ἡ ψυχὴ καὶ ὁ νοῦς, καθ' ὃν κατ'
3.2.35
εἰκόνα τοῦ Κτίσαντος γεγενήμεθα. Ἡμέτερον δὲ τὸ σῶμα, καὶ αἱ διὰ τούτου
3.2.36
αἰσθήσεις, περὶ ἡμᾶς δὲ χρήματα, τέχναι, καὶ ἡ λοιπὴ τοῦ βίου κατασκευή· τί οὖν
3.2.37
φησιν ὁ λόγος; Μὴ τῇ σαρκὶ πρόσεχε, μηδὲ τὸ ταύτης ἀγαθὸν ἐκ παντὸς τρόπου
3.2.38
δίωκε, ὑγείαν, καὶ κάλλος, καὶ ἡδονῶν ἀπολαύσεις, καὶ μακροβίωσιν, μηδὲ χρήματα,
3.2.39
καὶ δόξαν, καὶ δυναστείαν θαύμαζε, μηδ' ὅσα σοι τῆς προσκαίρου ζωῆς τὴν
3.2.40
ὑπηρεσίαν πληροῖ. Ἀλλὰ πρόσεχε σεαυτῷ, τουτέστι τῇ ψυχῇ σου. Ταύτην
3.2.41
κατακόσμησον, καὶ ταύτης ἐπιμελοῦ· ὥστε πάντα μὲν τὸν ἐκ πονηρίας ἐπιγινόμενον
3.2.42
αὐτῇ ῥύπον ἀποικονομεῖσθαι διὰ τῆς προσοχῆς, πᾶν δὲ τὸ ἀπὸ κακίας αἶσχος
3.2.43
ἀποκαθαίρεσθαι, παντὶ δὲ τῷ ἐξ ἀρετῆς κάλλει κατακοσμεῖν αὐτὴν καὶ φαιδρύνειν.
3.2.44
Ἐξέτασον σεαυτὸν, τίς εἶ· γνῶθι σεαυτοῦ τὴν φύσιν, ὅτι θνητὸν μέν σου τὸ σῶμα,
3.2.45
ἀθάνατος δὲ ἡ ψυχὴ, καὶ ὅτι διπλῆ τις ἡμῶν ἡ ζωή· ἡ μὲν οἰκεία τῇ σαρκὶ ταχὺ
3.2.46
παρερχομένη, ἡ δὲ συγγενὴς τῇ ψυχῇ, μὴ δεχομένη περιγραφήν. Πρόσεχε οὖν
3.2.47
σεαυτῷ, μηδὲ τοῖς θνητοῖς ὡς ἀϊδίοις ἐναπομένῃς, μήτε τῶν ἀϊδίων ὡς
3.2.48
παρερχομένων καταφρονήσῃς. Ὑπερόρα σαρκός· παρέρχεται γάρ. Ἐπιμελοῦ ψυχῆς,
3.2.49
πράγματος ἀθανάτου. Ἐπίστηθι μετὰ πάσης ἀκριβείας σεαυτῷ, ἵνα εἰδῇς ἑκατέρῳ
3.2.50
διανέμειν τὸ πρόσφορον· σαρκὶ μὲν διατροφὰς καὶ σκεπάσματα, ψυχῇ δὲ
3.2.51
δόγμα εὐσεβείας, ἀγωγὴν ἀστείαν, ἀρετῆς ἄσκησιν, παθῶν ἐπανόρθωσιν· μὴ
3.2.52
ὑπερπιαίνειν τὸ σῶμα, μηδὲ περὶ τὸν ὄχλον τῶν σαρκῶν ἐσπουδακέναι. Ἐπειδὴ γὰρ
3.2.53
ἐπιθυμεῖ ἡ σὰρξ κατὰ τοῦ πνεύματος, τὸ δὲ πνεῦμα κατὰ τῆς σαρκὸς, ταῦτα δὲ
3.2.54
ἀλλήλοις ἀντίκεινται, ὅρα μήποτε προθέμενος τῇ σαρκὶ, πολλὴν παράσχῃς τὴν
3.2.55
δυναστείαν τῷ χείρονι. Ὥσπερ γὰρ ἐν ταῖς ῥοπαῖς τῶν ζυγῶν, ἐὰν μίαν καταβαρύνῃς
3.2.56
πλάστιγγα, κουφοτέραν πάντως τὴν ἀντικειμένην ποιήσεις, οὕτως καὶ ἐπὶ σώματος
3.2.57
καὶ ψυχῆς, ὁ τοῦ ἑτέρου πλεονασμὸς ἀναγκαίαν ποιεῖται τὴν ἐλάττωσιν τοῦ ἑτέρου.
3.2.58
Πρόσεχε οὖν σεαυτῷ. Ἕκαστος γὰρ ἡμῶν τῶν μαθητευομένων τῷ λόγῳ μιᾶς τινός
3.2.59
ἐστι πράξεως ὑπηρέτης τῶν κατὰ τὸ Εὐαγγέλιον διατεταγμένων ἡμῖν. Ἐν γὰρ τῇ
3.2.60
μεγάλῃ οἰκείᾳ τῇ Ἐκκλησίᾳ ταύτῃ, οὐ μόνον ἐστὶ σκεύη παντοδαπὰ χρυσᾶ, καὶ
3.2.61
ἀργυρᾶ, καὶ ξύλινα, καὶ ὀστράκινα, ἀλλὰ καὶ τέχναι παντοῖαι. Ἔχει γὰρ ὁ οἶκος τοῦ
3.2.62
Θεοῦ, ἥτις ἐστὶν Ἐκκλησία Θεοῦ ζῶντος, θηρευτὰς, ὁδοιπόρους, ἀρχιτέκτονας,
3.2.63
οἰκοδόμους, γεωργοὺς, ποιμένας, ἀθλητὰς, στρατιώτας· πᾶσι τούτοις ἐφαρμόζει τὸ
3.2.64
βραχὺ τοῦτο ῥῆμα, ἑκάστῳ τοῦ ἔργου σπουδὴν καὶ τῆς προαιρέσεως ἐμποιοῦν.
3.2.65
Θηρευτὴς εἶ, ἀπεσταλμένος παρὰ τοῦ Κυρίου εἰπόντος· Ἰδοὺ ἐγὼ ἀποστέλλω
3.2.66
θηρευτὰς, καὶ θηρεύσουσιν αὐτοὺς ἐπάνω παντὸς ὄρους. Πρόσεχε ἐπιμελῶς, μή πού
3.2.67
σοι διαφύγῃ τὸ θήραμα, ἵνα συλλαβόμενος τῷ λόγῳ τῆς ἀληθείας τοὺς ὑπὸ τῆς
3.2.68
κακίας ἀγριωθέντας προσ [αγ] άγῃς τῷ σώζοντι. Ὁδοιπόρος εἶ, ὅμοιος τῷ εὐχομένῳ·
3.2.69
Τὰ διαβήματά μου κατεύθυνον. Πρόσεχε δὲ σεαυτῷ, μὴ παρατραπῇς τῆς ὁδοῦ, μὴ
3.2.70
ἐκκλίνῃς δεξιᾷ ἢ ἀριστερᾷ· ὁδῷ βασιλικῇ πορεύου. Ὁ ἀρχιτέκτων, ἀσφαλῶς τὸν
3.2.71
θεμέλιον καταβαλλέσθω τῆς πίστεως, ὅς ἐστι Χριστὸς Ἰησοῦς. Ὁ οἰκοδόμος, βλεπέτω
3.2.72
πῶς ἐποικοδομεῖ, μὴ ξύλα, μὴ χόρτον, μὴ καλάμην, ἀλλὰ χρυσίον, ἀργύριον, λίθους
3.2.73
τιμίους. Ὁ ποιμὴν, πρόσεχε μή τίς σε παρέλθῃ τῶν ἐπιβαλλόντων τῇ ποιμαντικῇ.
3.2.74
Ταῦτα δέ ἐστι ποῖα; τὸ πεπλανημένον ἐπίστρεφε· τὸ συντετριμμένον ἐπίδησον· τὸ
3.2.75
νοσοῦν ἴασαι. Ὁ γεωργὸς, περίσκαπτε τὴν ἄκαρπον συκῆν, καὶ ἐπίβαλλε τὰ πρὸς
3.2.76
βοήθειαν τῆς καρπογονίας. Ὁ στρατιώτης, συγκακοπάθησον τῷ Εὐαγγελίῳ,
3.2.77
στρατεύων τὴν καλὴν στρατείαν κατὰ τῶν πνευμάτων τῆς πονηρίας, κατὰ τῶν
3.2.78
παθῶν τῆς σαρκός· ἀνάλαβε πᾶσαν τὴν πανοπλίαν τοῦ πνεύματος. Μὴ ἐμπλέκου
3.2.79
ταῖς τοῦ βίου πραγματείαις, ἵνα τῷ στρατολογήσαντι ἀρέσῃς. Ὁ ἀθλητὴς, πρόσεχε
3.2.80
σεαυτῷ, μήπως τινὰ παραβῇς τῶν ἀθλητικῶν νόμων· οὐδεὶς γὰρ στεφανοῦται, ἐὰν
3.2.81
μὴ νομίμως ἀθλήσῃ. Μιμοῦ τὸν Παῦλον, καὶ τρέχοντα, καὶ παλαίοντα, καὶ
3.2.82
πυκτεύοντα· καὶ αὐτὸς ὡς ἀγαθὸς πύκτης ἀμετεώριστον ἔχε τὸ τῆς ψυχῆς βλέμμα.
3.2.83
Σκέπε τὰ καίρια τῇ προβολῇ τῶν χειρῶν· ἀτενὲς τὸ ὄμμα πρὸς τὸν ἀντίπαλον ἔστω,
3.2.84
δρόμοις τοῖς ἐν τοῖς ἔμπροσθεν ἐπεκτείνων, οὕτω τρέχε, ἵνα καταλάβῃς. Ἐν τῇ πάλῃ
3.2.85
τοῖς ἀοράτοις ἀνταγωνίζου. Τοιοῦτόν σε διὰ βίου ὁ λόγος βούλεται, μὴ
3.2.86
ἀναπεπτωκότα, μηδὲ καθεύδοντα, ἀλλὰ νηφόντως καὶ ἐγρηγορότως σεαυτοῦ
3.2.87
προεστῶτα. Πρόσεχε οὖν σεαυτῷ· τουτέστιν ἐπὶ τὴν οἰκείαν ἔρευναν στρέφε σου τὸ
3.2.88
ὄμμα τῆς ψυχῆς. Πολλοὶ γὰρ κατὰ τὸν λόγον τοῦ Κυρίου, τὸ μὲν κάρφος τὸ ἐν τῷ
3.2.89
ὀφθαλμῷ τοῦ ἀδελφοῦ κατανοοῦσι, τὴν δὲ ἐν τῷ οἰκείῳ ὀφθαλμῷ δοκὸν οὐκ
3.2.90
ἐμβλέπουσιν. Μὴ παύσῃ τοίνυν διερευνώμενος σεαυτὸν, μηδὲ τὰ ἔξω περισκόπει,
3.2.91
εἴπου τινὸς μῶμον ἐξευρεῖν δυνηθῇς κατὰ τὸν Φαρισαῖον τὸν βαρὺν ἐκεῖνον καὶ
3.2.92
ἀλαζόνα, ὃς εἱστήκει ἑαυτὸν δικαιῶν, καὶ τὸν τελώνην ἐξευτελίζων· ἀλλὰ σεαυτὸν
3.2.93
ἀνακρίνων μὴ διαλίπῃς, μή τι κατὰ τὰς ἐνθυμήσεις ἥμαρτες, μή τι ἡ γλῶσσα
3.2.94
παρώλισθε, τῆς διανοίας προεκδραμοῦσα, μὴ ἐν τοῖς ἔργοις τῶν χειρῶν πέπρακταί τι
3.2.95
τῶν ἀβουλήτων. Πρόσεχε οὖν σεαυτῷ, μήποτε ἐάσῃς ἐξανδραποδισθέντα τὸν νοῦν
3.2.96
δοῦλον γενέσθαι τῶν παθημάτων. Τῷ ὄντι ἔοικε πάντων εἶναι χαλεπώτατον, ἑαυτὸν
3.2.97
ἐπιγνῶναι. Οὐ γὰρ μόνον ὀφθαλμὸς τὰ ἔξω βλέπων, ἐφ' ἑαυτοῦ οὐ χρήσεται τῷ
3.2.98
ὁρᾷν, ἀλλὰ καὶ αὐτὸς ἡμῶν ὁ νοῦς ὀξέως τὸ ἀλλότριον ἁμάρτημα καταβλέπων,
3.2.99
βραδύς ἐστι πρὸς τὴν τῶν οἰκείων ἐλαττωμάτων ἐπίγνωσιν. Μὴ κρίνε τοὺς κριτὰς, ὁ
3.2.100
χρῄζων τῆς ἰατρείας· μηδὲ φιλοκρίνει μοι τὰς ἀξίας τῶν σε καθαιρόντων. Ἄλλος μὲν
3.2.101
ἄλλου κρείττων, ἢ ταπεινότερος· σοῦ δὲ πᾶς ὑψηλότερος. Ποῦ ποτε ἡμῖν οἱ τῶν μὲν
3.2.102
ἰδίων πρᾶοι κριταὶ, τῶν δὲ ἀλλοτρίων ἀκριβεῖς ἐξετασταὶ, ἵνα κἀνταῦθα ψεύδωνται
3.2.103
τὴν ἀλήθειαν; ποῦ ποτε ἡμῖν, οἱ τὰ τραύματα ἔχοντες, καὶ τοὺς μώλωπας
3.2.104
ὀνειδίζοντες; οἱ τὰ προσκόμματα διασύροντες, οἱ τῷ βορβόρῳ κυλινδούμενοι, καὶ
3.2.105
τοῖς σπίλοις ἡμῶν ἐπευφραινόμενοι; οἱ ταῖς δοκοῖς τυφλώττοντες, καὶ τὰ κάρφη
3.2.106
προφέροντες, ἃ μήτε λυπεῖ λίαν ἐγκείμενα, μήτε χαλεπὸν ἀποσκευασθῆναι καὶ
3.2.107
ἀποφυσηθῆναι τῆς ὄψεως; Μὴ ἄλλους ἰατρεύειν ἐπιχειρήσωμεν, αὐτοὶ βρύοντες
3.2.108
ἕλκεσιν. Ἐρεύνα σαυτὸν πλέον, ἢ τὰ τῶν πέλας· Τὸ μὲν γὰρ αὐτὸς κερδανεῖς, τὸ δ' οἱ
3.2.109
πέλας. Κρείσσων λογισμὸς πράξεων, ἢ χρημάτων. Τὰ μὲν γάρ ἐστι τῆς φθορᾶς, τὸ δ'
3.2.110
ἵσταται. Δόξαν δίωκε, μήτε πᾶσαν, μήτ' ἄγαν. Κρεῖσσον γὰρ εἶναι, τοῦ δοκεῖν. Εἰ δ'
3.2.111
ἄμετρος εἶ, Μὴ τὴν κενὴν θήρευε, μηδὲ τὴν νέαν. Τί γὰρ πίθηκι κέρδος ἂν δοκῇ
3.2.112
λέων; Τηροῦμεν τὰς ἀλλήλων ἁμαρτίας, οὐχ ἵνα θρηνήσωμεν, ἀλλ' ἵνα ὀνειδίσωμεν·
3.2.113
οὐδὲ ἵνα θεραπεύσωμεν, ἀλλ' ἵνα προσπλήξωμεν, καὶ ἀπολογίαν ἔχωμεν
3.2.114
τῶν ἡμετέρων κακῶν τὰ τῶν πλησίων τραύματα. Κακοὺς δὲ καὶ ἀγαθοὺς, οὐχ ὁ
3.2.115
τρόπος, ἀλλ' ἡ διάστασις καὶ ἡ φιλία χαρακτηρίζει· καὶ ἃ σήμερον ἐπαινοῦμεν,
3.2.116
αὔριον ἐκακίσαμεν. Ἐνέγκωμεν θυμὸν ὡς θηρίον, καὶ γλῶσσαν ὡς τομὸν ξίφος, καὶ
3.2.117
ἡδονὴν ὡς πῦρ κατασβέσωμεν· θώμεθα ταῖς ἀκοαῖς θύρας καλῶς ἀνοιγομένας, καὶ
3.2.118
κλειομένας, καὶ τὸν ὀφθαλμὸν σωφρονίσωμεν, καὶ γεῦσιν σπαράττουσαν, μὴ
3.2.119
θάνατος ἀναβῇ διὰ τῶν θυρίδων ἡμῶν, καὶ γέλωτος ἀμετρίας καταγελάσωμεν. Ὁ
3.2.120
ἄρα γινώσκων ἑαυτὸν, τόπος ἐστὶ καὶ θρόνος τοῦ Κυρίου. Βούλει γνῶναι Θεόν;
3.2.121
προλαβὼν γνῶθι σεαυτόν. Βίον ἀλλότριον περιεργάζεσθαι, ἀνελευθερίας ἐσχάτης.
3.2.122
Οὐδαμόθεν γὰρ ἠμέληται τὰ ἡμέτερα, ἢ ἐκ τοῦ τὰ ἀλλότρια πολυπραγμονεῖν καὶ
3.2.123
περιεργάζεσθαι. Οὐ γὰρ ἔστιν ἄνθρωπον τοὺς ἀλλοτρίους πολυπραγμονοῦντα βίους,
3.2.124
τῆς οἰκείας ἐπιμεληθῆναί ποτε ζωῆς. Τῆς γὰρ σπουδῆς αὐτῷ πάσης εἰς τὴν τῶν
3.2.125
ἑτέρων πολυπραγμοσύνην ἀναλισκομένης, ἀνάγκη τὰ αὐτοῦ ἁπλῶς κεῖσθαι καὶ
3.2.126
ἠμελημένως. Καὶ ἄλλως δὲ πέφυκεν ἄνθρωπος, τὰ μὲν κατορθώματα τοῦ πλησίον,
3.2.127
καὶ πολλὰ ὄντα, καὶ μεγάλα παρορᾷν· εἰ δὲ ἐλάττωμά που φανῇ, κἂν τὸ τυχὸν ᾖ, κἂν
3.2.128
διὰ πολλοὺς συμβεβηκὸς, καὶ ἐπαισθάνεται ταχέως, καὶ ἐπιλαμβάνεται προχείρως,
3.2.129
καὶ μέμνηται διὰ παντός. Καὶ τὸ μικρὸν τοῦτο καὶ εὐτελὲς, τῶν πολλῶν καὶ μεγάλων
3.2.130
πολλάκις ἠλάττωσε δόξαν.
3.1
– Περὶ γογγυσμῶν.
3.2
Ἦν ὁ λαὸς γογγύζων· καὶ ἐθυμώθη Κύριος, καὶ ἐξεκαύθη πῦρ, καὶ κατέφαγε
3.3
μέρος τῆς παρεμβολῆς. Φυλάξασθε γογγυσμὸν ἀνωφελῆ, καὶ ἀπὸ καταλαλιᾶς
3.4
φείσασθε γλώσσης, ὅτι πνεῦμα λαθραῖον κενὸν οὐ πορεύσεται. Ἀνὴρ ἐπιστήμων οὐ
3.5
γογγύζει. Μὴ γογγύζετε, καθώς τινες ἐγόγγυσαν, καὶ ἀπώλοντο ὑπὸ τοῦ ὀλοθρευτοῦ.
3.6
Πάντα ποιεῖτε ἄνευ γογγυσμῶν, ἵνα γένησθε ἄμεμπτοι. Ἀπρόσδεκτος ἡ ἀπὸ τῶν
3.7
γογγυστῶν ἐργασία, ὡς θυσία ἐπίμωμος.– Χρὴ οὖν τὸ τοῦ ὀκνηροῦ καὶ ἀντιλογικοῦ
3.8
ἔργον ἀλλοτριῶσαι τῆς ἀδελφότητος.
3.4.1
– Περὶ γερόντων καὶ παλαιῶν ἀνδρῶν· καὶ ὡς χρὴ τιμᾶσθαι αὐτούς.
3.4.2
Ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ, καὶ τιμήσεις πρόσωπον πρεσβυτέρου.
3.4.3
Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι, τοὺς πρεσβυτέρους σου, καὶ ἐροῦσί
3.4.4
σοι. Ἐν πολλῷ χρόνῳ σοφία, ἐν δὲ μακρῷ χρόνῳ ἐπιστήμη. Νεώτερος μέν
3.4.5
εἰμι τῷ χρόνῳ, ὑμεῖς δὲ πρεσβύτεροι· διὸ ἡσύχασα φοβηθεὶς ἀναγγεῖλαι ὑμῖν τὴν
3.4.6
ἐμαυτοῦ ἐπιστήμην. Στέφανος καυχήσεως, γῆρας· ἐν δὲ ὁδοῖς δικαιοσύνης
3.4.7
εὑρίσκεται. Δόξα πρεσβυτέρων πολιά. Γῆρας τίμιον, οὐ τὸ πολύχρονον, οὐδὲ ἀριθμῷ
3.4.8
ἐτῶν μεμέτρηται. Πολιά ἐστι φρόνησις ἀνδρὶ, καὶ ἡλικία γήρως, βίος ἀκηλίδωτος.
3.4.9
Ἐν πλήθει πρεσβυτέρων στῆθι· καὶ εἴ τίς ἐστι σοφὸς, προσκολλήθητι αὐτῷ. Μὴ
3.4.10
ἀστόχει διηγημάτων γερόντων· καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν.–
3.4.11
Μὴ ἀτιμάσῃς ἄνδρα ἐν γήρᾳ αὐτοῦ. Στέφανος γερόντων πολυπειρία· καὶ τὸ καύχημα
3.4.12
αὐτῶν φόβος Κυρίου. Λάλησον, πρεσβύτερε· πρέπει γάρ σοι. Ὡς ὡραῖον πολιαῖς
3.4.13
κρίσις, καὶ πρεσβυτέροις ἐπιγνῶναι βουλήν. Πᾶν τὸ ἀρχαιότητι διαφέρον, αἰδέσιμον.
3.4.14
Πλεῖον τῷ ὄντι τῆς ἐν θριξὶ λευκότητος εἰς πρεσβυτέρου σύστασιν, τὸ ἐν φρονήσει
3.4.15
πρεσβυτερικόν. Ἐπὶ παντὸς ὡς ἐπιπολὺ πράγματος, ἐπισφαλὴς σύμβουλος ἡ νεότης·
3.4.16
καὶ οὐκ ἄν τις εὕρῃ ῥᾳδίως κατορθωθέν τι τῶν σπουδῆς ἀξιῶν, ᾧ μὴ καὶ πολιὰ
3.4.17
συμπαρελήφθη πρὸς κοινωνίαν τοῦ σκέμματος. Κρείσσων πολιὰ μετὰ φρονήσεως,
3.4.18
ἀπαιδεύτου νεότητος. Πολιὰ γερόντων πραότης· ζωὴ δὲ αὐτῶν, γνῶσις ἀληθής.
3.4.19
Ἀνθεῖται πρὸς ἐπιστήμην ψυχὴ, ὁπότε τοῦ σώματος ἀκμαὶ μήκει μαραίνονται. Ὁ
3.4.20
ἀληθείᾳ πρεσβύτερος, οὐκ ἐν μήκει χρόνων, ἀλλ' ἐν ἐπαινετῷ καὶ τελείῳ βίῳ
3.4.21
θεωρεῖται. Τοὺς μὲν οὖν αἰῶνα πολὺν τρίψαντας ἐν τῇ μετὰ σώματος ζωῇ, δίχα
3.4.22
καλοκαγαθίας, πολυχρονίους παῖδας λεκτέον, μαθήματα πολιᾶς ἄξια μηδέποτε
3.4.23
παιδευθέντας.– Ἀκύμαντος λιμὴν πολιά.– Σώματος παρακμὴ, καταστολὴ παθῶν.
3.5.1
– Περὶ γεωργίας καὶ γεωργῶν· καὶ ὅτι καλὸν τὸ ἐργάζεσθαι.
3.5.2
Ἐξέβαλε Κύριος τὸν Ἀδὰμ ἐκ τοῦ παραδείσου τῆς τρυφῆς, ἐργάζεσθαι τὴν
3.5.3
γῆν ἐξ ἧς ἐλήφθη. Ἤρξατο Νῶε ἄνθρωπος γεωργὸς γῆς, καὶ ἐφύτευσεν ἀμπελῶνα,
3.5.4
καὶ ἔπιεν ἐκ τοῦ οἴνου, καὶ ἐμεθύσθη. Ἰσάχαρ τὸ καλὸν ἐπεθύμησεν, ἀναπαυόμενος
3.5.5
95. 1309 ἀναμέσον τῶν κλήρων· καὶ ἰδὼν τὴν ἀνάπαυσιν, ὅτι καλὴ, καὶ τὴν γῆν ὅτι
3.5.6
πίων, τέθεικε τὸν ὦμον αὐτοῦ εἰς τὸ πονεῖν, καὶ ἐγενήθη ἀνὴρ γεωργός. Ἐπιμελοῦ
3.5.7
τῶν ἐν πεδίῳ χλωρῶν, καὶ κερεῖς πόαν· σύναγε χόρτον ὀρεινὸν, ἵνα ἔχῃς πρόβατα
3.5.8
εἰς ἱματισμόν. Τίμα δὲ πεδίον, ἵνα ὦσί σοι ἄρνες. Ἐργάζου τὴν γῆν σου· καὶ γὰρ
3.5.9
πλοῖα οὐκέτι ἔρχεται ἐκ Καρχηδόνος. Νεώσατε ἑαυτοῖς νεώματα, καὶ μὴ σπείρετε εἰς
3.5.10
ἀκάνθας. Μὴ μισήσῃς ἐπίπονον ἐργασίαν, καὶ γεωργίαν ὑπὸ Ὑψίστου ἐκτισμένην. Ὁ
3.5.11
ἐργαζόμενος τὴν γῆν, ἀνύψωσε θημωνίαν αὐτοῦ. Χάριν καὶ κάλλος ἐπιθυμεῖ
3.5.12
ὀφθαλμὸς, καὶ ὑπὲρ ἀμφότερα χλόην σπόρου. Τί σοφισθήσεται ὁ κρατῶν ἀρότρου,
3.5.13
καὶ καυχώμενος ἐν δόρατι κέντρου, βόας ἐλαύνων, καὶ ἀναστρεφόμενος ἐν ἔργοις
3.5.14
αὐτοῦ, καὶ διήγησις αὐτοῦ ἐν υἱοῖς ταύρων; Καρδίαν δώσει βαθὺ εἰς τεμεῖν αὔλακας,
3.5.15
καὶ ἡ ἀγρυπνία αὐτοῦ εἰς χορτάσματα δαμάλεως. Τὸν κοπιῶντα γεωργὸν δεῖ πρῶτον
3.5.16
τῶν καρπῶν μεταλαμβάνειν. Γεηπόνος τὸν ὕπνον ἀποσεισάμενος, πρὸ τὴν τῆς γῆς
3.5.17
ἐργασίαν ἐπείγεται, καὶ τοῦ μὲν οἰκίσκου καὶ τῆς ἐπαύλεως τὸ ἔρημον
3.5.18
ὑπερασπίζεται, καὶ ἀναγκάζεται ὅμως, καὶ φλογμῷ καὶ χειμῶνι ἀπὸ ταλαιπώρου
3.5.19
σαρκὸς διαμάχεσθαι. Πανταχοῦ γὰρ διὰ δυσκολίας καὶ πόνων τοῖς ἀνθρώποις
3.5.20
πέφυκε τὰ χρήσιμα παραγίνεσθαι.– Φέρει γεηπόνοις ἡδονὴν τὸ ἐξ ὑπτίων τε καὶ
3.5.21
βαθυγείων χωρίων πολύν τινα δρέπεσθαι τὸν καρπόν. Εἰ δέ ποτε καὶ ἐκ πετρώδους
3.5.22
γῆς, καὶ λεπτῆς, καὶ ὑποψάμμου δυνηθείη μετὰ πολλὴν ἐπιμέλειαν χρηστοῦ τινος
3.5.23
ἀπολαῦσαι καρποῦ, μείζων ἐντεῦθεν ἡ ἡδονὴ τῷ γεηπόνῳ, διότι πρὸς τὴν τῆς φύσιν
3.5.24
ἀγωνισάμενος, καὶ τοὺς οἰκείους πόνους ἀντεισάξας τῇ στειρώσει τῆς γῆς, νίκης
3.5.25
τινὰ μαρτυρίαν ἀποφέρεται παρὰ τῶν τὸ γεώργιον θαυμαζόντων.
3.6.1
– Περὶ γυμνασίου, καὶ μελέτης, καὶ ἀσκήσεως.
3.6.2
Ἐκ μερίμνης καὶ φροντίδος ἀναφανεῖταί σοι εἰρήνη. Τέκνον, ἐν ζωῇ σου
3.6.3
πείρασον τὴν ψυχήν σου. Γύμναζε σεαυτὸν πρὸς εὐσέβειαν. Ἡ γὰρ σωματικὴ
3.6.4
γυμνασία πρὸς ὀλίγον ἐστὶν ὠφέλιμος· ἡ δὲ εὐσέβεια πρὸς πάντα ὠφέλιμός ἐστιν,
3.6.5
ἐπαγγελίαν ἔχουσα ζωῆς, τῆς νῦν καὶ τῆς μελλούσης. Οἱ ἐκ μακρᾶς συνηθείας
3.6.6
μελετηθέντες πόνοι, ἀλυπότερον προσπίπτουσι τοῖς ἐγγεγυμνασμένοις.–
3.6.7
Μιμησώμεθα τοὺς ἐν τοῖς τακτικοῖς τὰς μελέτας ποιουμένους, οἵ γε ἐν χειρονομίαις,
3.6.8
καὶ ὀρχήσεσι τὴν ἐμπειρίαν κτησάμενοι, ἐπὶ τῶν ἀγώνων τοῦ ἐκ τῆς παιδείας
3.6.9
ἀπολαύουσι κέρδους. Ἀρετὴ ἀμελέτητος ἐν τοῖς ἔργοις, ταχέως ὑπὸ τῶν
3.6.10
περιστάσεων ἀφανίζεται. Ἐκ μελέτης πολλῆς καὶ ἀσκήσεως ἡ βία καὶ ἡ ἀγριότης τῶν
3.6.11
παθῶν ἀσθενεῖ. Ἡ συνεχὴς ἄσκησις ἐπιστήμην παγίαν ἐργάζεται, ὡς ἀμαθίαν
3.6.12
ἀμελετησία· καὶ πάλιν αὔξει τὴν πεῖραν ἡ περὶ αὐτὴν τριβή.– Μελέτη τροφὸς
3.6.13
ἐπιστήμης .
3.7.1
– Περὶ γνωσιμαχούντων.
3.7.2
Τὴν ἀνομίαν μου ἐγνώρισα, καὶ τὴν ἁμαρτίαν μου οὐκ ἐκάλυψα. Τὴν
3.7.3
ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου. Δίκαιος ἑαυτοῦ
3.7.4
κατήγορος ἐν πρωτολογίᾳ. Πρὸ κρίσεως ἐξέταζε σεαυτὸν, καὶ ἐν καιρῷ ἐπισκοπῆς
3.7.5
εὑρήσεις ἱλασμόν. Μὴ αἰσχυνθῇς ὁμολογῆσαι ἐφ' ἁμαρτίαις σου.
3.8.1
– Περὶ γυναικῶν· ὅτι χρὴ αὐτὰς ὑποτάσσεσθαι τοῖς ἰδίοις ἀνδράσι,
3.8.2
καὶ μηδὲν ποιεῖν χωρὶς αὐτῶν.
3.8.3
Εἶπεν ὁ Θεὸς τῇ γυναικί· Πρὸς τὸν ἄνδρα σου ἡ ἀποστροφή σου, καὶ αὐτός
3.8.4
σου κυριεύσει. Ἐὰν γενομένη γένηται γυνὴ ἀνδρὶ, καὶ εὐχαὶ αὐτῆς ἐπ' αὐτῇ, κατὰ
3.8.5
τὴν διαστολὴν τῶν χειλέων αὐτῆς, ὅσας ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, καὶ ἀκούσῃ
3.8.6
ὁ ἀνὴρ αὐτῆς, καὶ παρασιωπήσῃ αὐτῇ, ᾗ ἂν ἡμέρᾳ ἀκούσῃ, καὶ οὕτω στήσονται πᾶσαι
3.8.7
αἱ εὐχαὶ αὐτῆς, καὶ οἱ ὁρισμοὶ αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς στήσονται.
3.8.8
Ἐὰν δὲ ἀνανεύσῃ ὁ ἀνὴρ αὐτῆς, ᾗ ἐὰν ἡμέρᾳ ἀκούσῃ, πᾶσαι αἱ εὐχαὶ αὐτῆς, καὶ οἱ
3.8.9
ὁρισμοὶ αὐτῆς, οὓς ὡρίσατο κατὰ τῆς ψυχῆς αὐτῆς, οὐ μενοῦσιν, ὅτι ἀνὴρ ἀνένευσε·
3.8.10
καὶ Κύριος καθαρίσει αὐτήν. Γυνὴ ἴδιον ἄνδρα τιμῶσα, σοφὴ πᾶσι φανήσεται. Αἱ
3.8.11
γυναῖκες τοῖς ἰδίοις ἀνδράσιν ὑποτασσέσθωσαν ὡς τῷ Κυρίῳ· ὅτι ἀνὴρ κεφαλὴ τῆς
3.8.12
γυναικὸς, ὡς καὶ ὁ Χριστὸς κεφαλὴ τῆς Ἐκκλησίας· καὶ αὐτός ἐστι κεφαλὴ τοῦ
3.8.13
σώματος. Ἀλλ' ὡς ἡ Ἐκκλησία ὑποτάσσεται τῷ Χριστῷ, οὕτως καὶ αἱ γυναῖκες τοῖς
3.8.14
ἀνδράσιν ἐν πᾶσιν. Ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ὡς ἑαυτὸν ἀγαπάτω· ἡ δὲ γυνὴ, ἵνα
3.8.15
φοβηθῇ τὸν ἄνδρα. Αἱ γυναῖκες ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ἵνα εἴ τινες
3.8.16
ἀπειθοῦσι τῷ λόγῳ, διὰ τῆς τῶν γυναικῶν ἀναστροφῆς ἄνευ λόγου κερδηθήσωνται·
3.8.17
ἐποπτεύσαντες τὴν ἐν φόβῳ ἀναστροφὴν ὑμῶν. Ὧν ἔστω οὐχ ὁ ἐν πλοκαῖς τριχῶν
3.8.18
καὶ περιθέσεως χρυσίων, ἢ ἐνδύσεως ἱματίων κόσμος, ἀλλ' ὁ κρυπτὸς τῆς καρδίας
3.8.19
ἄνθρωπος ἐν ἀφθάρτῳ τοῦ πραέως καὶ ἡσυχίου πνεύματος, ὅς ἐστιν ἐνώπιον τοῦ
3.8.20
Θεοῦ πολυτελής. Οὕτως γάρ ποτε αἱ γυναῖκες αἱ ἐλπίζουσαι εἰς Θεὸν, ἐκόσμουν
3.8.21
ἑαυτὰς, ὑποτασσόμεναι τοῖς ἰδίοις ἀνδράσιν, ὡς Σάῤῥα ὑπήκουσε τῷ Ἀβραὰμ,
3.8.22
95. 1313 κύριον αὐτὸν καλοῦσα, ἧς ἐγενήθητε τέκνα, ἀγαθοποιοῦσαι, καὶ μὴ
3.8.23
φοβούμεναι μηδεμίαν πτόησιν.
3.9.1
– Περὶ γυναικῶν· ὅτι οὐ δεῖ ἀκατακαλύπτως εὔχεσθαι αὐτὰς, ἢ
3.9.2
λαλεῖν, ἢ διδάσκειν ἐν ἐκκλησίᾳ Θεοῦ
3.9.3
. Ἐν ὑμῖν αὐτοῖς κρίνατε· πρέπον ἐστὶ γυναῖκα ἀκατακάλυπτον τῷ Θεῷ
3.9.4
προσεύχεσθαι; οὐδὲ ἡ φύσις αὐτὴ διδάσκει ὑμᾶς, ὅτι ἀνὴρ μὲν, ἐὰν κομᾷ, ἀτίμια
3.9.5
αὐτῷ ἐστι· γυνὴ δὲ ἐὰν κομᾷ, δόξα αὐτῇ ἐστιν; ὅτι ἡ κόμη ἀντὶ περιβολαίου αὐτῇ
3.9.6
διδόται. Οὐκ ἔστιν ἀκαταστασίας ὁ Θεὸς, ἀλλ' εἰρήνης, ὡς ἐν πάσαις ταῖς ἐκκλησίαις
3.9.7
τῶν ἁγίων. Αἱ γυναῖκες ἐν ταῖς ἐκκλησίαις σιγάτωσαν· οὐ γὰρ ἐπιτρέπεται αὐταῖς
3.9.8
λαλεῖν, ἀλλ' ὑποτάσσεσθαι, καθὼς καὶ ὁ νόμος λέγει. Εἰ δέ τι μαθεῖν ἐθέλουσιν, ἐν
3.9.9
οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν. Αἰσχρὸν γάρ ἐστι γυναικὶ λαλεῖν ἐν
3.9.10
ἐκκλησίᾳ. Γυνὴ ἐν ἡσυχίᾳ μανθανέτω ἐν πάσῃ ὑποταγῇ. Διδάσκειν δὲ γυναικὶ οὐκ
3.9.11
ἐπιτρέπω, οὐδὲ αὐθεντεῖν ἀνδρός. Αἱ γυναῖκες τὰς φλυαρίας ἐκ τῶν στομάτων
3.9.12
αὐτῶν παυσάτωσαν, καὶ τοὺς ψιθυρισμοὺς, μνημονεύουσαι πῶς τῇ Εὔᾳ ψιθυρίσας ὁ
3.9.13
πονηρὸς, ἐξέβαλε τοῦ παραδείσου.
3.10.1
– Περὶ γυναικῶν κυϊσκουσῶν· ἐὰν μὲν ἄρσεν τέκῃ. ἐπὶ μʹ ἡμέρας οὐκ
3.10.2
εἰσελεύσεται εἰς οἶκον Κυρίου· εἰ δὲ θῆλυ, ἐπὶ ὀγδοήκοντα.
3.10.3
Ἐλάλησε Κύριος πρὸς Μωϋσῆν λέγων· Λάλησον τοῖς υἱοῖς Ἰσραὴλ, καὶ ἐρεῖς
3.10.4
πρὸς αὐτοὺς, λέγων· Γυνὴ εἴ τις ἂν σπερματισθῇ, καὶ τέκῃ ἄῤῥεν, ἀκάθαρτος ἔσται
3.10.5
ἑπτὰ ἡμέρας, κατὰ τὰς ἡμέρας τοῦ χωρισμοῦ τῆς ἀφέδρου αὐτῆς. Καὶ τῇ ἡμέρας τῇ
3.10.6
ὀγδόῃ περιτεμεῖς τὴν σάρκα τῆς ἀκροβυστίας αὐτοῦ· καὶ τριάκοντα καὶ τρεῖς ἡμέρας
3.10.7
ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς καθεσθήσεται· παντὸς ἁγίου οὐχ ἅψεται, καὶ εἰς τὸ
3.10.8
ἁγιαστήριον οὐκ εἰσελεύσεται, ἕως οὗ πληρωθῶσιν αἱ ἡμέραι καθάρσεως αὐτῆς. Εἰ
3.10.9
δὲ θῆλυ τέκῃ, ἀκάθαρτος ἔσται δὶς ἑπτὰ ἡμέρας κατὰ τὴν ἄφεδρον αὐτῆς· καὶ
3.10.10
ἑξήκοντα ἡμέρας καὶ ἓξ καθεσθήσεται ἐν αἵματι ἀκαθάρτῳ αὐτῆς. Τὰ κατὰ γαστρὸς
3.10.11
βρέφη μησὶν ἑπτὰ ζωογονεῖσθαι πέφυκεν, ὡς παραδοξότατόν τι συμβαίνειν. Γίνεται
3.10.12
γὰρ ἑπτάμηνα ἀγώγιμα, τῶν ὀκταμήνων ἐπίπαν ζωογονεῖσθαι μὴ δυναμένων.
3.11.1
– Περὶ γυναικὸς ἀνδρείας καὶ σώφρονος.
3.11.2
Ἀνεχώρησε τοῖς ποσὶν εἰς σκηνὴν Ἰαὴλ γυναικὸς Χαβὴρ τοῦ Κιναίου. Καὶ
3.11.3
ἐξῆλθεν Ἰαὴλ εἰς συνάντησιν Σισάρα, καὶ εἶπεν αὐτῷ· Ἔκκλινον, κύριέ μου,
3.11.4
ἔκκλινον πρός με· μὴ φοβοῦ. Καὶ ἐξέκλινε πρὸς αὐτὴν ἐν τῇ σκηνῇ, καὶ περιέβαλεν
3.11.5
αὐτὸν ἐπιβολαίῳ. Καὶ εἶπε Σισάρα πρὸς αὐτήν· Πότισον δή με μικρὸν ὕδωρ, ὅτι
3.11.6
ἐδίψησα. Καὶ ἤνοιξε τὸν ἀσκὸν τοῦ γάλακτος, καὶ ἐπότισεν αὐτὸν, καὶ περιέβαλεν
3.11.7
αὐτῷ ἐπιβόλαιον. Καὶ εἶπε πρὸς αὐτὴν Σισάρα· Στῆθι δὴ ἐπὶτὴν θύραν τῆς
3.11.8
σκηνῆς, καὶ ἔσται ἐάν τις ἔλθῃ πρὸς σὲ, καὶ ἐρωτήσῃ σε, εἰ ἔστιν ὧδε ἀνὴρ, ἐρεῖς· Οὐκ
3.11.9
ἔστι. Καὶ ἔλαβεν Ἰαὴλ τὸν πάσσαλον τῆς σκηνῆς, καὶ ἔθηκε τὴν σφύραν ἐν τῇ χειρὶ
3.11.10
αὐτῆς, καὶ εἰσῆλθε πρὸς αὐτὸν ἐν κρυφῇ, καὶ ἔπηξε τὸν πάσσαλον ἐν τῇ γνάθῳ
3.11.11
αὐτοῦ, καὶ διεξῆλθεν ἐν τῇ γῇ. Καὶ αὐτὸς ἀπεσκάρησεν ἀναμέσον τῶν γονάτων
3.11.12
αὐτῆς, καὶ ἀπέψυξε, καὶ ἀπέθανε. Καὶ ἰδοὺ Βαρὰκ διώκων τὸν Σισάρα, καὶ ἐξῆλθεν
3.11.13
Ἰαὴλ εἰς ἀπάντησιν αὐτοῦ, καὶ εἶπε πρὸς αὐτόν· Δεῦρο, καὶ δείξω σοι τὸν ἄνδρα ὃν
3.11.14
σὺ ζητεῖς. Εἰσῆλθε πρὸς αὐτὴν, καὶ ἰδοὺ Σισάρα ἐῤῥιμμένος νεκρὸς, καὶ πάσσαλος ἐν
3.11.15
τῇ γνάθῳ αὐτοῦ. Εὐλογηθείη ἐν γυναιξὶ Ἰαὴλ, γυνὴ Χάβερ τοῦ Κιναίου ἀπὸ
3.11.16
γυναικῶν, ἐν σκηναῖς εὐλογηθείη. Ὕδωρ ᾔτησε, καὶ γάλα ἔδωκεν ἐν λεκάνῃ
3.11.17
ὑπερεχόντων. Ἤγγισεν Ἀβιμέλεχ ἕως τῆς πύλης τοῦ πύργου ἐμπρῆσαι αὐτὴν ἐν
3.11.18
πυρί· καὶ ἔῤῥιψε γυνὴ μία κλάσμα ἐπὶ τὴν κεφαλὴν Ἀβιμέλεχ, καὶ συνέκλασε τὸ
3.11.19
κρανίον αὐτοῦ. Καὶ ἐβόησε ταχὺ πρὸς τὸ παιδάριον τὸ αἶρον τὰ σκεύη αὐτοῦ, καὶ
3.11.20
εἶπεν αὐτῷ Σπᾶσον τὴν ῥομφαίαν σου, καὶ θανάτωσόν με, μήποτε εἴπωσιν ὅτι γυνὴ
3.11.21
ἀπέκτεινεν αὐτόν. Καὶ ἐξεκέντησεν αὐτὸν τὸ παιδάριον αὐτοῦ, καὶ ἀπέθανεν.
3.11.22
Ἀπήγγειλε Δαβὶδ Μελχὸλ ἡ γυνὴ αὐτοῦ, λέγουσα· Ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν
3.11.23
αὐτοῦ τὴν νύκτα ταύτην, αὔριον θανατωθήσῃ. Καὶ κατάγει ἡ Μελχὸλ τὸν Δαβὶδ διὰ
3.11.24
τῆς θυρίδος, καὶ ἀπῆλθε, καὶ ἔφυγε, καὶ σώζεται. Εἶπεν Ἀβιγαία πρὸς Δαβίδ· Ἐν ἐμοὶ,
3.11.25
κύριε, ἡ ἀδικία. Λαλησάτω δὴ ἡ δούλη σου εἰς τὰ ὦτά σου. Μὴ θέσθω ὁ κύριός μου
3.11.26
τὴν καρδίαν αὐτοῦ ἐπὶ τὸν ἄνθρωπον τὸν λοιμὸν τοῦτον, καὶ ἀφροσύνη μετ' αὐτοῦ.
3.11.27
Καὶ εἶπε Δαβὶδ τῇ Ἀβιγαίᾳ· Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὃς ἀπέστειλέ σε
3.11.28
σήμερον εἰς ἀπάντησιν, καὶ εὐλογητὸς ὁ τρόπος σου, καὶ εὐλογημένη σὺ εἶ,
3.11.29
ἀποκωλύουσά με σήμερον μὴ εἰσελθεῖν εἰς αἵματα. Τίς ἔδωκε γυναιξὶν ὑφάσματος
3.11.30
σοφίαν, καὶ ποικιλτικὴν ἐπιστήμην; Γυνὴ ἀνδρεία στέφανος τῷ ἀνδρὶ αὐτῆς. Ὃς
3.11.31
εὗρε γυναῖκα ἀγαθὴν, εὗρε χάριτας· ἔλαβε δὲ παρὰ Κυρίου ἱλαρότητα. Ὃς ἐκβάλλει
3.11.32
γυναῖκα ἀγαθὴν, ἐκβάλλει τὰ ἀγαθὰ ἐκ τοῦ οἴκου αὐτοῦ. Σοφαὶ γυναῖκες
3.11.33
ᾠκοδόμησαν οἴκους· ἡ δὲ ἄφρων κατέστρεψε ταῖς χερσὶν αὐτῆς. Γυναῖκα ἀνδρείαν
3.11.34
τίς εὑρήσει; τιμιωτέρα ἐστὶ λίθων πολυτελῶν. Μὴ ἀστόχει ἀπὸ γυναικὸς σοφῆς καὶ
3.11.35
ἀγαθῆς. Ἡ γὰρ χάρις αὐτῆς ὑπὲρ χρυσίον. Γυνή σοί ἐστι κατὰ τὴν ψυχήν; μὴ ἐκβάλῃς
3.11.36
αὐτήν. Γυνὴ ἀγαθὴ, μερὶς ἀγαθὴ, καὶ ἐν μερίδι φοβουμένων Κύριον δοθήσεται.
3.11.37
Γυναικὸς ἀγαθῆς μακάριος ὁ ἀνήρ· γυνὴ ἀνδρεία εὐφραίνει τὸν ἄνδρα αὐτῆς, καὶ τὰ
3.11.38
ἔτη αὐτοῦ πληρώσει ἐν εἰρήνῃ. Χάρις γυναικὸς τέρψει τὸν ἄνδρα αὐτῆς, καὶ
3.11.39
τὰ ὀστᾶ αὐτοῦ πιαίνει ἐπιστήμη αὐτῆς. Κάλλος γυναικὸς ἱλαρύνει πρόσωπον αὐτῆς,
3.11.40
καὶ ὑπὲρ πᾶσαν ἐπιθυμίαν ἀνθρώπου ὑπεράγει. Εἰ ἔστιν ἐπὶ στόματος ἔλεος καὶ
3.11.41
πραότης, οὐκ ἔστιν ἀνὴρ αὐτῆς καθ' υἱοὺς ἀνθρώπων. Κάλλος νόμιζε τὴν φρενῶν
3.11.42
εὐκοσμίαν, Οὐχ ἣν γράφουσι χεῖρες, καὶ λύει χρόνος. Φιλόδακρύ πως ἀεὶ τὸ θῆλυ
3.11.43
γένος, καὶ τὸν νοῦν εἰς ἔλεον εὐδιάθρυπτον ἔχει. Ἀνύποπτον εἰς διαβολὴν δείκνυσι
3.11.44
γυναῖκα, τὸ μὴ καλλωπίζεσθαι, μηδὲ μὴν κοσμεῖσθαι πέρα τοῦ πρέποντος, εὐχαῖς καὶ
3.11.45
δεήσεσι προσανέχουσαν ἐκτενῶς· τὰς μὲν ἐξόδους τῆς οἰκίας φυλαττομένην τὰς
3.11.46
πολλὰς, ἀποκλείουσαν ὡς οἷόν τε ἑαυτὴν τῆς πρὸς τοὺς οὐ προσήκοντας προσόψεως,
3.11.47
ὡς ἂν προὐργιαίτερον τιθεμένην τῆς ἀκαίρου φλυαρίας τὴν οἰκουρίαν. ΤΙΤΛ. ΙΒʹ.–
3.11.48
Περὶ γυναικῶν πονηρῶν καὶ μοιχαλίδων, καὶ πορνευουσῶν, καὶ πάσης κακίας
3.11.49
πεπληρωμένων. Ἐγένετο ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπήγγειλε Σαμψὼν τῇ Δαλιδᾷ τὸ
3.11.50
πρόβλημα, ὅτι ἐνώχλησεν αὐτόν. Καὶ ἀνήγγειλε τοῖς υἱοῖς τοῦ λαοῦ αὐτῆς. Καὶ εἶπαν
3.11.51
αὐτῷ οἱ ἄνδρες τῆς πόλεως ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ πρὸ τοῦ δῦναι τὸν ἥλιον· Τί
3.11.52
γλυκύτερον μέλιτος, καὶ τί ἰσχυρότερον λέοντος; Καὶ εἶπεν αὐτοῖς Σαμψών· Εἰ μὴ
3.11.53
κατεδαμάσατέ μου τὴν δάμαλιν, οὐκ ἂν ἔγνωτε τὸ πρόβλημά μου. Εἶπε δὲ Σαμψὼν
3.11.54
Δαλιδᾷ· Πῶς λέγεις, ὅτι Ἠγάπηκά σε, καὶ ἡ καρδία σου οὐκ ἔστι μετ' ἐμοῦ; τοῦτο
3.11.55
τρίτον ἐπλάνησάς με, καὶ οὐκ ἀπήγγειλάς μοι ἐν τίνι ἡ ἰσχύς σου ἡ μεγάλη. Καὶ
3.11.56
ἐγένετο ὅτε κατειργάσατο αὐτὸν ἐν τοῖς λόγοις αὐτῆς πάσας τὰς ἡμέρας, καὶ
3.11.57
ἐστενοχώρησεν αὐτὸν, καὶ ὠλιγοψύχησεν ἕως τοῦ ἀποθανεῖν, ἀπήγγειλεν αὐτῇ
3.11.58
πᾶσαν τὴν καρδίαν αὐτοῦ, καὶ εἶπεν αὐτῇ· Σίδηρος οὐκ ἀνέβη ἐπὶ τὴν κεφαλήν μου,
3.11.59
ὅτι Ναζιραῖος Θεοῦ εἰμι ἀπὸ κοιλίας μητρός μου. Ἐὰν οὖν ξυρήσωμαι, ἀποστήσεται
3.11.60
ἀπ' ἐμοῦ ἡ ἰσχύς μου, καὶ ἀσθενήσω, καὶ ἔσομαι ὡς πάντες ἄνθρωποι. Καὶ εἶδε
3.11.61
Δαλιδὰ ὅτι ἀπήγγειλεν αὐτῇ πᾶσαν τὴν καρδίαν αὐτοῦ, καὶ ἀπέστειλε, καὶ ἐκάλεσε
3.11.62
τοὺς σατράπας πάντας τῶν ἀλλοφύλων λέγουσα· Ἀνάβητε τὸ ἅπαξ τοῦτο, ὅτι
3.11.63
ἀπήγγειλέ μοι πᾶσαν τὴν καρδίαν αὐτοῦ. Καὶ ἀνέβησαν πρὸς αὐτὴν οἱ ἄρχοντες τῶν
3.11.64
ἀλλοφύλων, καὶ ἤνεγκαν τὸ ἀργύριον ἐν χειρὶ αὐτῶν. Καὶ ἐκοίμισε Δαλιδὰ τὸν
3.11.65
Σαμψὼν ἐπὶ τὰ γόνατα αὐτῆς, καὶ ἐκάλεσε τὸν κουρέα, καὶ ἐξύρησε τὰς ἑπτὰ σειρὰς
3.11.66
τῆς κεφαλῆς αὐτοῦ, καὶ ἀπέστη ἡ ἰσχὺς αὐτοῦ ἀπ' αὐτοῦ. Καὶ εἶπε Δαλιδά·
3.11.67
Ἀλλόφυλοι ἐπὶ σὲ, Σαμψὼν, καὶ ἐξυπνίσθη ἐκ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν,
3.11.68
Ἐξελεύσομαι ὡς ἅπαξ καὶ ἅπαξ, καὶ ἐκτιναχθήσομαι· καὶ αὐτὸς οὐκ ἔγνω ὅτι Κύριος
3.11.69
ἀπέστη ἀπ' αὐτοῦ. Καὶἐκράτησαν αὐτὸν οἱ ἀλλόφυλοι, καὶ ἐξώρυξαν τοὺς
3.11.70
ὀφθαλμοὺς αὐτοῦ, καὶ κατήνεγκαν αὐτὸν εἰς Γάζαν Καὶ ἔδησαν αὐτὸν ἐν πέδαις
3.11.71
χαλκαῖς, καὶ ἦν ἀλήθων ἐν οἴκῳ τῆς φυλακῆς Ἐγενήθη ἐν τῷ καιρῷ γήρους
3.11.72
Σολομὼν, καὶ οὐκ ἦν ἡ καρδία αὐτοῦ τελείως μετὰ Κυρίου, καθὼς ἡ καρδία Δαβὶδ
3.11.73
τοῦ πατρὸς αὐτοῦ. Καὶ ἐξέκλιναν αἱ γυναῖκες αἱ ἀλλότριαι τὴν καρδίαν αὐτοῦ ὀπίσω
3.11.74
θεῶν αὐτῶν. Τότε ᾠκοδόμησε Σολομὼν ὑψηλὸν τῷ Χαμῶς εἰδώλῳ Μωὰβ, καὶ τῷ
3.11.75
βασιλεῖ τῶν υἱῶν Ἄμμων, καὶ τῇ Ἀστάρτῃ βδελύγματι Σιδωνίων· καὶ οὕτως ἐποίησε
3.11.76
πάσαις ταῖς γυναιξὶν αὐτοῦ ταῖς ἀλλοτρίαις· καὶ ἐθυμίων, καὶ ἔθυον τοῖς εἰδώλοις
3.11.77
αὐτῶν. Μὴ πρόσεχε φαύλῃ γυναικί. Μέλι γὰρ ἀποστάζει ἀπὸ χειλέων γυναικὸς
3.11.78
πόρνης, ἢ πρὸς καιρὸν λιπαίνει σὸν φάρυγγα, ὕστερον μέντοι πικρότερον χολῆς
3.11.79
εὑρήσεις, καὶ ἠκονημένον μᾶλλον μαχαίρας διστόμου. Γυνὴ τιμίας ψυχὰς ἀνδρῶν
3.11.80
ἀγρεύει,– Θρόνος ἀτιμίας, γυνὴ μισοῦσα δίκαια. Υἱὲ, φύλασσε ἐμὰς ἐντολὰς, καὶ
3.11.81
βιώσεις, ἵνα σε τηρήσῃ ἀπὸ γυναικὸς ἀλλοτρίας καὶ πονηρᾶς. Ἀπὸ γὰρ θυρίδος ἐκ
3.11.82
τοῦ οἴκου αὐτῆς εἰς τὰς πλατείας παρακύπτουσα, ὃν ἂν ἴδῃ τῶν ἀφρόνων τέκνων
3.11.83
νεανίαν ἐνδεῆ φρενῶν παραπορευόμενον ἐν γωνίᾳ, ἐν διόδοις οἴκων αὐτῆς, καὶ
3.11.84
λαλοῦντα ἐν σκότει ἑσπερινῷ, ἡνίκα ἂν ᾖ ἡσυχία νυκτερινὴ καὶ γνοφώδης· ἡ δὲ
3.11.85
γυνὴ συναντᾷ αὐτῷ εἶδος ἔχουσα πορνικὸν, ἢ ποιεῖ νέων ἐξίπτασθαι καρδίας.
3.11.86
Ἀνεπτερωμένη ἐστὶν ἀσώτως· ἐν οἴκῳ δὲ οὐχ ἡσυχάζουσιν οἱ πόδες αὐτῆς. Χρόνον
3.11.87
γάρ τινα ἔξω ῥέμβεται, χρόνῳ δὲ ἐν πλατείαις παρὰ πᾶσαν γωνίαν ἐνεδρεύει. Εἶτα
3.11.88
ἐπιλαβομένη ἐφίλησεν αὐτὸν, ἀναιδεῖ δὲ προσώπῳ προσεῖπεν αὐτῷ· Θυσία εἰρηνική
3.11.89
μοί ἐστι, σήμερον ἀποδίδωμι τὰς εὐχάς μου. Ἕνεκα τούτου ἐξῆλθον εἰς συνάντησίν
3.11.90
σοι, ποθοῦσα τὸ πρόσωπόν σου εὕρηκά σε· κειρίαις τέτακα τὴν κλίνην μου,
3.11.91
ἀμφιτάποις δὲ ἔστρωκα τοῖς ἀπ' Αἰγύπτου· διέῤῥαγκα τὴν κοίτην μου κρόκῳ, τὸν δὲ
3.11.92
οἶκόν μου κινναμώμῳ. Ἐλθὲ, καὶ ἀπολαύσωμεν φιλίας ἕως ὄρθρου. Δεῦρο καὶ
3.11.93
ἐγκυλισθῶμεν ἔρωτι. Οὐ γὰρ πάρεστιν ὁ ἀνήρ μου ἐν οἴκῳ· πεπόρευται ὁδῷ μακρᾷ,
3.11.94
ἔνδεσμον ἀργυρίου λαβὼν ἐν τῇ χειρὶ αὐτοῦ, δι' ἡμερῶν πολλῶν ἐπανήξει εἰς τὸν
3.11.95
οἶκον αὐτοῦ. Ἀπεπλάνησε δὲ αὐτὸν πολλῇ ὁμιλίᾳ, βρόχοις δὲ τοῖς ἀπὸ χειλέων
3.11.96
ἐξώκειλεν αὐτόν. Ὁ δὲ ἐπηκολούθησε κεπφωθεὶς, καὶ ὥσπερ δὲ βοῦς ἐπὶ σφαγὴν
3.11.97
ἄγεται, καὶ ὥσπερ κύων ἐπὶ δεσμὸν, ἢ ὡς ἔλαφος πεπληγὼς εἰς τὸ ἧπαρ, σπεύδει δὲ
3.11.98
ὥσπερ ὄρνεον εἰς παγίδα, οὐκ εἰδὼς ὅτι περὶ ψυχῆς τρέχει. Πολλοὺς τρώσασα
3.11.99
καταβέβληκε, καὶ ἀναρίθμητοί εἰσιν οὓς πεφόνευκεν. Ὁδοὶ ᾅδου ὁ οἶκος αὐτῆς,
3.11.100
κατάγουσαι εἰς ταμεῖα θανάτου. Ὥσπερ ἐνώτιον ἐν ῥινὶ ὑὸς, οὕτως γυναικὶ
3.11.101
κακόφρονι κάλλος. Γυνὴ ἄφρων καὶ θρασεία, ἐνδεὴς ψωμοῦ γίνεται, ἣ οὐκ ἐπίσταται
3.11.102
αἰσχύνην. Ἐκάθισεν ἐπὶ θύραις τοῦ ἑαυτῆς οἴκου, ἐπὶ δίφρου ἐμφανῶς ἐν πλατείαις
3.11.103
95. 1321 προσκαλουμένη τοὺς παριόντας καὶ κατευθύνοντας ἐν ταῖς ὁδοῖς αὐτῶν. Ὅς
3.11.104
ἐστιν ὑμῶν ἀφρονέστατος, ἐκκλινάτω πρός με, ἐνδεὴς δὲ φρονήσεως,
3.11.105
παρακελεύομαι, λέγουσα· Ἄρτων κρυφίων ἡδέως ἅψασθε, καὶ ὕδατος κλοπῆς
3.11.106
γλυκεροῦ πίεσθε. Ὁ δὲ οὐκ οἶδεν ὅτι γηγενεῖς παρ' αὐτῇ ὀλοῦνται, καὶ εἰς πέταυρον
3.11.107
ᾅδου συναντᾷ. Ὥσπερ σκώληξ ἐν ξύλῳ, οὕτως ἄνδρα ἀπόλλυσι γυνὴ κακοποιός. Ὁ
3.11.108
κατέχων μοιχαλίδα, ἄφρων καὶ ἀσεβής. Κρεῖσσον οἰκεῖν ἐν ἐρήμῳ, ἢ μετὰ γυναικὸς
3.11.109
μαχίμου καὶ γλωσσώδους καὶ ὀργίλου. Σταγόνες ἐκβάλλουσιν ἄνθρωπον ἐν ἡμέρᾳ
3.11.110
χειμερινῇ ἐκ τοῦ οἴκου αὐτοῦ, ὡσαύτως καὶ γυνὴ λοίδορος ἐκ τοῦ ἰδίου οἴκου ἄνδρα
3.11.111
ἐκβάλλει. Ἀπὸ τῆς συγκοίτου σου φύλαξαι, τοῦ ἀναθέσθαι αὐτῇ τι ποιεῖν. Μὴ δῷς
3.11.112
γυναικὶ τὴν ψυχήν σου, μὴ ὑπάντα ἑταιριζομένῃ. Μετὰ ψαλλούσης μὴ ἐνδελέχιζε.
3.11.113
Παρθένον μὴ καταμάνθανε. Μὴ δῷς πόρνῃ τὴν ψυχήν σου. Ἀπόστρεψον τὸν
3.11.114
ὀφθαλμόν σου ἀπὸ γυναικὸς εὐμόρφου. Μετὰ ὑπάνδρου γυναικὸς μὴ κάθου τὸ
3.11.115
σύνολον. Ἐν κάλλει γὰρ γυναικὸς πολλοὶ ἐπλανήθησαν. Οἶνος καὶ γυναῖκες
3.11.116
ἀποστήσουσι συνετούς. Πατέρα καὶ ἄνδρα καταισχύνει ἡ θρασεῖα, καὶ ὑπὸ
3.11.117
ἀμφοτέρων ἀτιμασθήσεται. Γυνὴ καταλιποῦσα τὸν ἄνδρα, καὶ παριστῶσα
3.11.118
κληρονόμον ἐξ ἀλλοτρίων, πρῶτον ἐν νόμῳ Ὑψίστου ἠπείθησε, καὶ δεύτερον εἰς
3.11.119
ἄνδρα αὐτῆς ἐπλημμέλησεν, καὶ τὸ τρίτον ἐν πορνείᾳ ἐμοιχεύθη, καὶ ἐξ ἀλλοτρίου
3.11.120
ἀνδρὸς τέκνα παρέστησεν. Αὕτη εἰς ἐκκλησίαν ἐξαχθήσεται· οὐ διαδώσουσι τὰ τέκνα
3.11.121
αὐτῆς ῥίζαν, καὶ οἱ κλάδοι αὐτῆς οὐκ οἴσουσι καρπόν· καταλείψει εἰς κατάραν τὸ
3.11.122
μνημόσυνον αὐτῆς. Μὴ δῷς ὕδατι διέξοδον, μηδὲ γυναικὶ πονηρᾷ ἄνεσιν. Εἰ μὴ
3.11.123
πορεύεται κατὰ χεῖρά σου, ἀπὸ τῶν σαρκῶν σου ἀπότεμε αὐτήν. Συνοικῆσαι λέοντι,
3.11.124
καὶ δράκοντι εὐδόκησαι, ἢ συνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς. Μικρὰ πᾶσα κακία
3.11.125
πρὸς κακίαν γυναικός· κλῆρος ἁμαρτωλοῦ ἐπιπεσεῖ ἐπ' αὐτήν. Ἀνάβασις ἀμμώδης ἐν
3.11.126
ποσὶ πρεσβυτέρου, οὕτω γυνὴ γλωσσώδης ἀνδρὶ ἡσύχῳ. Ἀπὸ γυναικὸς ἀρχὴ
3.11.127
ἁμαρτίας, καὶ δι' αὐτῆς ἀποθνήσκομεν πάντες. Μὴ δῷς γυναικὶ πονηρᾷ παῤῥησίαν.
3.11.128
Ὀργὴ μεγάλη γυνὴ μέθυσος. Πορνεία γυναικὸς ἐν μετεώροις ὀφθαλμῶν, καὶ ἐν τοῖς
3.11.129
βλεφάροις αὐτῆς γνωσθήσεται. Κρείσσων πονηρία ἀνδρὸς, ἢ ἀγαθοποιὸς γυνή. Ἐπὶ
3.11.130
γυναικὶ πονηρᾷ καλὸν σφραγίς. Ἁμαρτήματα γυναικῶν, ἀνδρῶν ἀπαιδευσία. Γυνὴ
3.11.131
φιλόπλουτος, συνοικοῦσα ἀνδρὶ ὁμόφρονι, διπλάσιος νόσος. Τάς τε γὰρ τρυφὰς
3.11.132
ἀναφλέγει καὶτὰς φιληδονίας αὔξει, καὶ κέντρα ταῖς περιέργοις ἐπιθυμίαις
3.11.133
ἐνίησι, τινὰς ἐπινοοῦσα μαργαρίτας, καὶ σμαράγδους, καὶ ὑακίνθους, καὶ χρυσόν· τὸν
3.11.134
μὲν χαλκεύουσα, τὸν δὲ ὑφαίνουσα, καὶ διὰ πάσης ἀπειροκαλίας τὴν νόσον αὔξουσα.
3.11.135
Οὐ γὰρ ἐκ παρέργου ἡ περὶ ταῦτα σπουδὴ, ἀλλὰ καὶ νύκτες, καὶ ἡμέραι τὰς περὶ
3.11.136
τούτων μερίμνας ἔχουσι· καὶ μυρίοι τινὲς κόλακες ταῖς ἐπιθυμίαις αὐτῶν
3.11.137
ὑποτρέχοντες, συνάγουσι τοὺς ἀνθοβαφεῖς, χρυσοχόους, τοὺς μυρεψοὺς, τοὺς
3.11.138
ὑφάντας, τοὺς ποικιλτάς· οὐδένα καιρὸν ἀναπνεῖν τῷ ἀνδρὶ δίδωσιν ἐκ τῶν
3.11.139
συνεχῶν αὐτῆς ἐπιταγμάτων. Οὐδεὶς ἐξαρκεῖ πλοῦτος ταῖς γυναικείαις ἐπιθυμίαις
3.11.140
ὑπηρετούμενος, οὐδ' ἂν ἐκ ποταμῶν ἐπιῤῥέῃ. Σπουδάζεται μὲν παρ' αὐταῖς τὸ
3.11.141
βαρβαρικὸν μῦρον, ὡς τὸ ἐξ ἀγορᾶς ἔλαιον, τὰ δὲ ἐκ θαλάσσης ἄνθη, ἡ κόχλος, ἡ
3.11.142
πίννα, ὑπὲρ τὸ ἐκ τῶν προβάτων ἔριον. Χρυσὸς δὲ περισφίγγων τοὺς βαρυτίμους
3.11.143
τῶν λίθων, ὁ μὲν αὐταῖς προμετώπιος γίνεται κόσμος, ὁ δὲ περιαυχένιος, καὶ ἄλλος
3.11.144
ἐν ζώναις, καὶ ἄλλος τὰς χεῖρας δεσμεῖ, καὶ τοὺς πόδας. Χαίρουσι γὰρ αἱ φιλόχρυσοι
3.11.145
δεδεμέναι ταῖς χειροπέδαις, μόνον ἐὰν χρυσὸς ὁ δεσμῶν αὐτὰς ᾖ. Πότε οὖν ψυχῆς
3.11.146
ἐπιμελήσεται ὁ γυναικείαις ἐπιθυμίαις ὑπηρετούμενος; Ὥσπερ γὰρ τὰ ὑπόσαθρα τῶν
3.11.147
πλοίων καταιγίδες καὶ ζάλαι, οὕτως αἱ πονηραὶ τῶν γυναικῶν διαθέσεις, τὰς
3.11.148
ἀσθενεῖς ψυχὰς τῶν συνοικούντων καταβαπτίζουσιν. Γυναῖκες ἀκόλαστοι
3.11.149
ἐπιλαθόμεναι τοῦ φόβου τοῦ Θεοῦ, τοῦ πυρὸς τοῦ αἰωνίου καταφρονήσασαι, ἐν
3.11.150
ἡμέρᾳ τοιαύτῃ, ὅτε αὐτὰς ἐχρῆν διὰ τὴν ἀνάμνησιν τῆς ἀναστάσεως καθέζεσθαι ἐν
3.11.151
τοῖς οἴκοις, καὶ ἔννοιαν λαμβάνειν τῆς ἡμέρας ἐκείνης, καθ' ἣν ἀνοιγήσονται μὲν οἱ
3.11.152
οὐρανοὶ, ἐπιφανήσεται δὲ ἡμῖν ὁ κριτὴς ἐξ οὐρανῶν, καὶ σάλπιγγες Θεοῦ, καὶ
3.11.153
ἀνάστασις νεκρῶν, καὶ κρίσις δικαία, καὶ ἀνταπόδοσις ἑκάστῳ κατὰ τὸ ἔργον αὐτοῦ,
3.11.154
ἀντὶ τοῦ ταῦτα ἔχειν ἐν τοῖς διαλογισμοῖς, καὶ καθαίρειν μὲν ἑαυτῶν τὰς καρδίας
3.11.155
ἀπὸ πονηρῶν ἐνθυμήσεων, ἐξαλείφειν δὲ τοῖς δάκρυσι τὰ προημαρτημένα,
3.11.156
ἑτοιμάζεσθαι πρὸς τὴν ἀπάντησιν τοῦ Χριστοῦ κατὰ τὴν μεγάλην ἡμέραν τῆς
3.11.157
ἐπιφανείας αὐτοῦ, ἀποσεισάμεναι τὸν ζυγὸν τῆς δουλείας τοῦ Χριστοῦ, ῥίψασαι ἀπὸ
3.11.158
τῶν κεφαλῶν τὰ τῆς ἀσχημοσύνης καλύμματα, καταφρονήσασαι τοῦ Θεοῦ,
3.11.159
καταφρονήσασαι τῶν ἀγγέλων αὐτοῦ, καταναισχυντήσασαι πάσης ὄψεως ἄῤῥενος,
3.11.160
σοβοῦσαι τὰς κόμας, σύρουσαι τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι, ὀφθαλμῷ
3.11.161
ἀσελγεῖ, γέλωτι ἐκκεχυμένῳ πρὸς ὄρχησιν, πᾶσαν νέων ἀκολάσιαν ἐφ' ἑαυτὰς
3.11.162
προσκαλούμεναι, ἐν τοῖς πρὸ τῆς πόλεως μαρτυρίοις χοροὺς συστησάμεναι,
3.11.163
ἐργαστήριον τῆς οἰκείας ἀσχημοσύνης, αὐτῶν τοὺς ἡγιασμένους τόπους πεποίηνται·
3.11.164
ἐμίαναν μὲν τὸν ἀέρα τοῖς ᾄσμασι τοῖς πορνικοῖς, ἐμίαναν δὲ τὴν γῆν τοῖς
3.11.165
ἀκαθάρτοις ποσὶν, ἣν ἐν ταῖς ὀρχήσεσιν κατεκρότησαν, θέατρον ἑαυταῖς νεανίσκων
3.11.166
ὄχλον περιστησάμεναι, σοβάδες ὄντως, καὶ παραφόρου παντελῶς μανίας οὐδεμίαν
3.11.167
ὑπερβολὴν καταλείπουσαι. Ταῦτα μὲν πῶς σιωπήσω; πῶς δὲ κατ' ἀξίαν ὀδύρωμαι;
3.11.168
Οἶνοςἡμῖν τῶν ψυχῶν τούτων τὴν ζημίαν ἐποίησεν· οἶνος τὸ παρὰ Θεοῦ
3.11.169
δῶρον εἰς παραμυθίαν τῆς ἀσθενείας δεδομένον τοῖς σωφρονοῦσιν, ὅπλον δὲ νῦν
3.11.170
γενόμενον ἀκολασίας τοῖς ἀσελγαίνουσιν. Οὐδὲν τοίνυν ἐφάμιλλον γυναικὸς
3.11.171
πονηρᾶς. Τί λέοντος δεινότερον ἐν τετράποσιν; οὐδέν. Τί δὲ ὠμότερον δράκοντος ἐν
3.11.172
ἑρπετοῖς; ἀλλ' οὐδέν· πλὴν γυναικὸς πονηρᾶς. Καὶ λέων, καὶ δράκων ἐλάττω
3.11.173
τυγχάνουσι. Μαρτυρεῖ μοι τῷ λόγῳ ὁ σοφώτατος Σολομὼν λέγων· Συνοικῆσαι
3.11.174
λέοντι ἢ δράκοντι εὐδόκησαι, ἢ συνοικῆσαι μετὰ γυναικὸς πονηρᾶς καὶ
3.11.175
γλωσσώδους. Καὶ ἵνα μὴ νομίσῃς τὸν προφήτην εἰρωνείαν εἰρηκέναι, ἐξ αὐτῶν τῶν
3.11.176
πραγμάτων κατάμαθε ἀκριβῶς· τὸν Δανιὴλ οἱ λέοντες ᾐδέσθησαν, τὸν δὲ δίκαιον
3.11.177
Ναβουθὴν Ἰεζάβελ ἐφόνευσε. Τὸ κῆτος τὸν Ἰωνᾶν ἐν τῇ κοιλίᾳ ἐφύλαξεν, Δαλιδὰ δὲ
3.11.178
τὸν Σαμψὼν ξυρήσασα τοῖς ἀλλοφύλοις παρέδωκεν. Δράκοντες, καὶ ἀσπίδες, καὶ
3.11.179
κεράσται τὸν Ἰωάννην ἐν τῇ ἐρήμῳ ἐτρόμαξαν, Ἡρωδιὰς δὲ αὐτὸν ἐν ἀρίστῳ
3.11.180
ἀπέτεμεν. Οἱ κόρακες τὸν Ἠλίαν ἐν τῷ ὄρει διέθρεψαν, Ἰεζάβελ δὲ αὐτὸν μετὰ τὴν
3.11.181
εὐεργεσίαν τοῦ ὑετοῦ πρὸς φόνον παρέδωκεν. Τί γὰρ ἔλεγεν; Εἰ σὺ εἶ Ἠλίας, κἀγὼ
3.11.182
Ἰεζάβελ· τάδε ποιήσειάν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησαν, εἰ μὴ ὡς ταύτην τὴν
3.11.183
ὥραν αὔριον θήσομαι τὴν ψυχήν σου ὡς ἑνὸς τῶν τεθνηκότων. Καὶ ἐφοβήθη Ἠλίας,
3.11.184
καὶ ἐπορεύθη, καὶ ἦλθεν εἰς τὴν ἔρημον ὁδὸν ἡμέρας, καὶ ᾐτήσατο τὴν ψυχὴν αὐτοῦ
3.11.185
ἀποθανεῖν, καὶ εἶπεν· Κύριε ὁ Θεὸς, ἱκανούσθω, λάβε τὴν ψυχήν μου ἀπ' ἐμοῦ, ὅτι
3.11.186
καλὸν τὸ ἀποθανεῖν με, ἢ ζῇν, ὅτι κρείσσων ἐγὼ οὐκ εἰμὶ ὑπὲρ τοὺς πατέρας μου.
3.11.187
Οἴμοι! ὅτι ὁ προφήτης Ἠλίας ἐφοβήθη γυναῖκα, ὁ τῆς οἰκουμένης ὅλης τὸν ὑετὸν ἐν
3.11.188
τῇ γλώττῃ βαστάζων, ὁ πῦρ οὐρανόθεν ῥήματι κατενέγκας, καὶ δι' εὐχῆς νεκροὺς
3.11.189
ἀνεγείρας, ἐφοβήθη γυναῖκα; ναὶ, ἐφοβήθη. Οὐδεμία γὰρ συγκρίνεται κακία γυναικὶ
3.11.190
πονηρᾷ. Μαρτυρεῖ μοι τῷ λόγῳ ἡ Σοφία λέγουσα· Οὐκ ἔστι κεφαλὴ ὑπὲρ κεφαλὴν
3.11.191
ὄφεως, καὶ οὐκ ἔστι κακία ὑπὲρ κακίαν γυναικός. Ὢ τὸ κακὸν τοῦ διαβόλου καὶ
3.11.192
ὀξύτατον ὅπλον· διὰ γυναικὸς ἐξ ἀρχῆς ἐν τῷ παραδείσῳ κατέτρωσε τὸν Ἀδάμ. Διὰ
3.11.193
γυναικὸς τὸν Δαβὶδ πρὸς τὴν κατὰ τοῦ Οὐρίου δολοφονίαν ἐξέμανεν. Διὰ γυναικὸς
3.11.194
τὸν σοφώτατον Σολομῶντα πρὸς παράβασιν κατέστρεψεν· διὰ γυναικὸς τὸν
3.11.195
ἀνδρειότατον Σαμψὼν ξυρήσας ἐτύφλωσεν. Διὰ γυναικὸς τοὺς υἱοὺς Ἡλὶ τοῦ ἱερέως
3.11.196
ἐδάφισεν· διὰ γυναικὸς τὸν οὐρανοδρόμον Ἠλίαν ἐδίωκε· διὰ γυναικὸς τὸν
3.11.197
εὐγενέστατον Ἰωσὴφ φυλακῇ κατέκλεισε. Διὰ γυναικὸς τὸν παντὸς κόσμου λύχνον
3.11.198
Ἰωάννην ἐπέτεμε· διὰ γυναικὸς πάντας κατασφάζει. Γυνὴ γὰρ ἀναιδὴς οὐδενὸς
3.11.199
φείδεται. Οὐ Λευΐτην τιμᾷ, οὐχ ἱερέα ἐντρέπεται, οὐ προφήτην ἐναιδεῖται. Ὢ κακοῦ
3.11.200
κακὸν κάκιστον, γυνὴ πονηρὰ, κἂν ᾖ πενιχρά. Ἐὰν δὲ καὶ πλοῦτον ἕλῃ τῇ πονηρίᾳ
3.11.201
αὐτῆς συνεργοῦντα, δισσὸν τὸ κακόν· ἀφόρητον τὸ ζῶον, ἀθεράπευτον τὸ θηρίον.
3.11.202
Ἐγὼ οἶδα καὶ ἀσπίδας κολακευομένας ἡμεροῦσθαι, καὶ λέοντας, καὶ τίγρεις,
3.11.203
καὶ παρδάλεις τιθασσευομένας πραΰνεσθαι· γυνὴ δὲ πονηρὰ καὶ ὑβριζομένη
3.11.204
μαίνεται, καὶ κολακευομένη ἐπαίρεται. Κἂν ἔχῃ ἄνδρα ἄρχοντα, νύκτωρ τε καὶ μεθ'
3.11.205
ἡμέραν τοῖς λόγοις αὐτὸν ἐκμοχλεύουσα πρὸς δολοφονίαν ὀξύνει, ὡς Ἡρωδιὰς τὸν
3.11.206
Ἡρώδην. Κἂν πένητα ἔχῃ τὸν ἄνδρα πρὸς ὀργὰς καὶ μάχας αὐτὸν διεγείρει· κἂν χήρα
3.11.207
τυγχάνῃ, αὕτη δι' ἑαυτῆς τοὺς πάντας ἀτιμάζει. Φόβῳ γὰρ Θεοῦ οὐ χαλινοῦται τὴν
3.11.208
γλῶσσαν· οὐκ εἰς τὸ μέλλον κριτήριον ἀποβλέπει· οὐ φιλίας οἶδεν θεσμόν. Οὐδέν
3.11.209
ἐστι γυναικὶ πονηρᾷ τὸν ἴδιον ἄνδρα παραδοῦναι εἰς θάνατον. Ἀμέλει γοῦν τὸν
3.11.210
δίκαιον Ἰὼβ ἡ ἰδία γυνὴ πρὸς θάνατον παρεδίδου, λέγουσα· Εἶπόν τι ῥῆμα
3.11.211
βλάσφημον πρὸς Κύριον, καὶ τελεύτα. Ὢ φύσεως μοχθηρᾶς! ὢ προαιρέσεως ἀνοσίας!
3.11.212
οὐκ ἠλέησεν ἰδοῦσα τοῦ ἰδίου ἀνδρὸς τὰ σπλάγχνα ὑπὸ τῶν ἀναζεουσῶν
3.11.213
φλυκτίδων, ὥσπερ ὑπὸ ἀνθράκων σπινθηροβόλων καιόμενα, καὶ ὅλας τὰς σάρκας
3.11.214
αὐτοῦ τοῖς σκώληξι συνειλημμένας. Οὐ κατεκάμφθη πρὸς οἶκτον, ἰδοῦσα αὐτὸν,
3.11.215
ὅλον δι' ὅλου ἑλισσόμενον καὶ κάμνοντα, καὶ ἀγωνιῶντα, καὶ συνεχῆ ἄσθματα ἐκ
3.11.216
λαγόνων μετὰ πόνου κεχηνότι τῷ στόματι φέροντα. Οὐκ ἐμειλίχθη πρὸς
3.11.217
εὐσπλαγχνίαν, ὁρῶσα τόν ποτε ἐν βασιλικῇ πορφυρίδι, τότε ἐπὶ κοπρίας κείμενον,
3.11.218
γεγυμνωμένον τῷ σώματι. Καὶ οὐκ ἐμνημόνευσε τῆς πρὸς αὐτὸν ἀρχαίας συνηθείας,
3.11.219
καὶ οὐδὲ ὅσα δι' αὐτὸν ἐπίδοξα καλὰ ἤνθησεν. Ἀλλὰ τί; Εἶπόν τι ῥῆμα πρὸς Κύριον,
3.11.220
καὶ τελεύτα. Ἆρά σοί ποτε ἀῤῥωστούσῃ τοιοῦτον ἐφθέγξατο; Καὶ οὐχὶ εὐχαῖς τὴν
3.11.221
νόσον ἀπέσμηξεν; Οὐκ ἤρκει γὰρ αὐτῷ ἡ πρὸς καιρὸν πενία, ἀλλὰ καὶ αἰώνιον αὐτῷ
3.11.222
προξενεῖς διὰ τῆς βλασφημίας τὴν κόλασιν; Ἢ οὐκ οἶδας, ὅτι πᾶσα ἁμαρτία
3.11.223
ἀφεθήσεται τοῖς ἀνθρώποις, ἡ δὲ κατὰ τοῦ Πνεύματος βλασφημία οὐκ ἀφεθήσεται,
3.11.224
οὔτε ἐν τῷ αἰῶνι τούτῳ, οὔτε ἐν τῷ μέλλοντι; Θέλεις ἰδεῖν καὶ ἄλλην τῆς πονηρίας
3.11.225
ταύτης ὁμόζυγον; ἴδε μοι καὶ τὴν Δαλιδάν. Καὶ γὰρ ἐκείνη τὸν Σαμψὼν τὸν
3.11.226
ἀνδρειότατον ἄνδρα ξυρήσασα, τοῖς ἀλλοφύλοις παρέδωκε, τὸν ἴδιον ἄνδρα, τὸν
3.11.227
ἴδιον σύνευνον, ὃν ἔθαλπεν, ὃν ἐθώπευεν, ὃν ἐκολάκευεν, ὃν ὑπὲρ ἑαυτὴν ἀγαπᾷν
3.11.228
ὑπεκρίνατο· ὃν χθὲς ἠγάπα, σήμερον ἠπάτα· ὃν χθὲς ἔθαλπεν ἀγαπῶσα, σήμερον
3.11.229
ἔθαπτεν ἀπατῶσα. Καὶ μὴν οὐκ ἦν ὡραῖος; καὶ τίς αὐτοῦ ὡραιότερος κατ' ἐκεῖνο
3.11.230
καιροῦ; ὥστε ἑπτὰ βοστρύχους ἐπὶ κεφαλῆς ἔφερε, τῆς ἑπταφώτου χάριτος τὴν
3.11.231
εἰκόνα βαστάζων. Μὴ οὐκ ἦν ἀνδρεῖος; ὥστε τὸν λέοντα φοβερὸν ὄντα ἐν τῇ ὁδῷ
3.11.232
μόνος ἀπέπνιξεν, καὶ μιᾷ σιαγόνι ὄνου μυρίους ἀλλοφύλους κατέστρωσεν. Ἀλλὰ καὶ
3.11.233
ἅγιος ἦν. Τοσοῦτον γὰρ ἦν ἅγιος, ὡς διψήσαντα αὐτὸν ἐν σπάνει ὕδατος εὔξασθαι,
3.11.234
καὶ ἐκ τῆς κατεχομένης ἐν τῇ χειρὶ αὐτοῦ σιαγόνος νεκρᾶς ὕδατος πηγὰς ἐξενέγκαι,
3.11.235
κἀκεῖθεν τὸ ἴαμα τῆς δίψης ἀρύσασθαι. Καὶ τὸν οὕτως ὡραῖον, τὸν οὕτως ἀνδρεῖον,
3.11.236
ἡ ἰδία γυνὴ ὡς πολέμιον τοῖς ἀλλοφύλοις παρέδωκεν. Διὰ τοῦτο παραγγέλλει σοι ὁ
3.11.237
προφήτης· Ἀπὸ τῆς συγκοίτου σου φύλαξαι, τοῦ ἀναθέσθαι αὐτῇ τι. Εἰπέ μοι, ποῖον
3.11.238
θηρίον κατὰ τοῦ ἰδίου ἄῤῥενος τοιαῦτα ἂν ἐμελέτησε πώποτε; Ποία δὲ δράκαινα τὸν
3.11.239
ἴδιον ὁμόζυγον ἀπολέσθαι θέλει; Ποία δὲ λέαινα τὸν ἴδιον ἄνδρα πρὸς
3.11.240
σφαγὴν παραδίδωσιν; Ὁρᾷς ὅτι ἐπιτετευγμένως εἶπεν ἡ Σοφία τὸ, Οὐκ ἔστι κεφαλὴ
3.11.241
ὑπὲρ κεφαλὴν ὄφεως, καὶ οὐκ ἔστι κακία ὑπὲρ κακίαν γυναικός. Καὶ ἅπαξ ἁπλῶς, ὁ
3.11.242
ἔχων γυναῖκα πονηρὰν, γινωσκέτω, ὅτι ἤδη τοὺς μισθοὺς τῶν ἀνομιῶν αὐτοῦ
3.11.243
ἐκομίσατο· Γυνὴ πονηρὰ ἀνόμῳ μερὶς δοθήσεται, ἀντὶ τῶν ἔργων αὐτοῦ. Ἀφόρητός
3.11.244
ἐστι γυνὴ κολακευομένη, τὴν ὄψιν ὥσπερ λειμῶνα διανθίζουσα, ποικίλως φύει τὰς
3.11.245
παρειὰς ἐρυθραίνουσα· ἀμύλῳ τε, οἰνανθίῳ, φαβατίῳ, καὶ ψιμμυθίῳ τὸ πρόσωπον
3.11.246
λευκαίνουσα, καὶ μέλανι τοὺς ὀφθαλμοὺς ὑπογράφουσα· χρυσοῖς δὲ κόσμοις τὸν
3.11.247
τράχηλον αὐτῆς, τὰς χεῖρας, καὶ τὰς τρίχας καλλωπίζουσα, καὶ τὴν μαλακὴν αὐτῆς
3.11.248
ἐσθῆτα μυρίσμασι διαφόροις καπνίζουσα. Ἔστι δὲ παγὶς θανατηφόρος, διὰ πασῶν
3.11.249
τῶν αἰσθήσεων ἀπάγουσα τὸν νέον, τὴν μὲν ὄψιν ἐκ τοῦ φαινομένου καλλωπισμοῦ,
3.11.250
τὴν δὲ ἀκοὴν ταῖς μαλακίαις μαγεύουσα. Γυνὴ τὸ ὑποζύγιον τὸ κακὸν, ὁ σκώληξ ὁ
3.11.251
συρόμενος, ὁ ἔνοικος τοῦ Ἀδὰμ, τοῦ ψεύδους ἡ θυγάτηρ, ἡ φυλακὴ τοῦ παραδείσου,
3.11.252
τοῦ Ἀδὰμ ἡ ἐκβλητρία, ὁ πολέμιος ὄλεθρος, ἡ ἔχθρα τῆς εἰρήνης. Οὐ τῷ ξύλῳ ὁ Θεὸς
3.11.253
ἐχαρίσατο τὴν γνῶσιν καλοῦ καὶ πονηροῦ, οὔτε κατεκρέμασε τὸ λογικὸν τοῦ
3.11.254
ἀλόγου. Τὸ γὰρ φυτὸν ἄλογον, ὁ δὲ ἄνθρωπος λογικός. Οὐκ ἦν τὸ ξύλον καλοῦ καὶ
3.11.255
πονηροῦ ἔχον γνῶσιν. Εἰ δὲ τὸ ξύλον εἶχε γνῶσιν πάντως, καὶ λογικὸν ὑπῆρχεν,
3.11.256
ἔδει, τῆς Εὔας ἀπιούσης λαβεῖν τοῦ καρποῦ, εἰπεῖν τὸ δένδρον πρὸς τὴν γυναῖκα· Τί
3.11.257
ποιεῖς, γυνή; θέλεις ἐκ τοῦ καρποῦ μου γεύσασθαι; μὴ φάγῃς, ἵνα μὴ ἀποθάνῃς. Κατὰ
3.11.258
σεαυτῆς βούλει με τρυγῆσαι. Τέρπῃ μου τῷ καρπῷ, ἀλλὰ θάνατος ἔγκειται. Μὴ γὰρ
3.11.259
οὐκ ἔχεις ἐξ ὧν φάγῃς; Τί οὖν οὐκ ἀπολαύεις ἀκινδύνως, ἀλλ' ἐπιθυμεῖς ὀλεθρίως;
3.11.260
θέλεις, καλέσω τὸν ἄνδρα σου, καὶ εἴπω τὴν πρᾶξίν σου, ἵνα μισήσῃ τὴν γνώμην σου;
3.11.261
Ἵνα σὺ τερφθῇς, ἐκεῖνος ἀφανίζεται· ἵνα σὺ φάγῃς, ἐκεῖνος ἀποθνήσκει· ἵνα σὺ τῷ
3.11.262
ὄφει προσομιλήσῃς, ἐκεῖνος τοῦ Θεοῦ ἀλλοτριοῦται. Ἀλλ' οὐδὲν τούτων εἶπε τὸ
3.11.263
δένδρον. Διὰ τί; ὅτι οὐ μετεῖχε λόγου, ἀλλὰ νόμον ἐβάσταζεν. Ὥσπερ γὰρ βιβλίον
3.11.264
ὁλόγραφον οὐ φθέγγεται δι' αὑτοῦ, λαλεῖ δὲ διὰ τῶν ἐν αὐτῷ, οὕτω καὶ τὸ δένδρον
3.11.265
ἀντὶ γραμμάτων τὸν νόμον προεβάλλετο. Ποῖον νόμον; Ἀπὸ παντὸς ξύλου τοῦ
3.11.266
γινώσκειν καλὸν καὶ πονηρὸν οὐ φάγεσθε ἀπ' αὐτοῦ. Ἧ δ' ἂν ἡμέρᾳ φάγητε, θανάτῳ
3.11.267
ἀποθανεῖσθε. Τί οὖν ὁ Μωϋσῆς; λεγέτω τὰ ἀκόλουθα. Καὶ εἶπεν ὁ Θεὸς, οὐ καλὸν
3.11.268
εἶναι τὸν ἄνθρωπον μόνον· ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν. Βοηθὸν, οὐκ
3.11.269
ἀνδροκτόνον· βοηθὸν, οὐ πλάνον· βοηθὸν, οὐκ ἐπίβουλον· βοηθὸν, οὐκ ἀντίδικον·
3.11.270
βοηθὸν, οὐχ ὑπὲρ αὐτόν· κατ' αὐτὸν, οὐ κατ' αὐτοῦ. Καὶ ἔλαβεν ὁ Θεὸς τὸν
3.11.271
ἄνθρωπον, φησὶν, ὃν ἔπλασε, καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ τῆς τρυφῆς.
3.11.272
Τίνος οὖν ἕνεκεν, τὸν μὲν Ἀδὰμ ἔξω τοῦ παραδείσου ἔπλασε, καὶ ἔξω πλάσας εἰς τὸν
3.11.273
παράδεισον ἔθετο, ἐν δὲ τῷ παραδείσῳ ἐκ τῆς πλευρᾶς αὐτοῦ τὴν Εὔαν
3.11.274
ἐδημιούργησε; Διὰ τί οὖν μὴ καὶ τὴν γυναῖκα ἔπλασεν ἔξω τοῦ παραδείσου, καὶ εἶθ'
3.11.275
οὕτως αὐτὴν εἰς τὸν παράδεισον μετῴκισεν; ἵνα μὴ μάθῃ ἔξω τοῦ ἑαυτῆς οἴκου
3.11.276
ῥέμβεσθαι, καὶ τοῦ ἰδίου οἴκου ἀντέχεσθαι. Εἰ γὰρ καὶ ἐν τῷ παραδείσῳ διεπλάσθη,
3.11.277
καὶ οὐκ ἐκαρτέρησεν, ἀλλὰ καὶ ἑαυτὴν ἐξέωσε, καὶ τὸν Ἀδὰμ ἠλλοτρίωσε, τί ἔμελλε
3.11.278
πράττειν, εἰ ἔξω τοῦ παραδείσου διεπλάσθη; Ἐκ ταύτης ἔμαθον αἱ φαῦλαι γυναῖκες
3.11.279
οἰκίαν ἐξ οἰκίας περιέρχεσθαι. Ἃς ὀνειδίζων ὁ μακάριος Παῦλος ἔλεγεν· Ἅμα δὲ καὶ
3.11.280
ὀργαὶ μανθάνουσι, περιερχόμεναι τὰς οἰκίας. Ταῦτα ἐμαθήτευσεν ἡ γυνὴ τοῦ Ἰώβ·
3.11.281
ἔλεγε γὰρ πρὸς τὸν ἴδιον ἄνδρα· Ἐγὼ πλανῆτις καὶ λάτρις τυγχάνουσα, τόπον ἐκ
3.11.282
τόπου περιερχομένη, καὶ οἰκίαν ἐξ οἰκίας. Καλῶς εἶπε πλανῆτις· τὸν γὰρ πλάνον
3.11.283
εἶχεν ἐν ἑαυτῇ. Ἀλλὰ μηδεὶς, παρακαλῶ, τοῦ λοιποῦ λοιδορείτω τὴν Εὔαν. Ἡ γὰρ
3.11.284
ἁγία Θεοτόκος Παρθένος τὴν ὕβριν αὐτῆς ἀπεγράψατο. Εἰ γὰρ καὶ ἀτακτήσασα
3.11.285
συνόμιλος τῷ ὄφει γέγονεν· ἀλλ' ὅμως διὰ τῆς τεκνογονίας τὸ ἄλγος τῆς ἀνομίας
3.11.286
ἀπέθετο, καθὼς καὶ ὁ Ἀπόστολος ἐμνημόνευσε λέγων· Ἡ γυνὴ ἀπατηθεῖσα ἐν
3.11.287
παραβάσει γέγονεν, σωθήσεται δὲ διὰ τῆς τεκνογονίας. Ποιάς; ἐκ μὲν αὐτοῦ τοῦ
3.11.288
Ἀδὰμ οἱ γεννηθέντες παῖδες, ἀπ' αὐτῶν δὲ οἱ μετ' ἐκείνους, εἶτα οἱ πατριάρχαι, οἱ
3.11.289
προφῆται, Δαβὶδ, καὶ τὸ κατὰ σάρκα ὁ Δεσπότης Χριστὸς, ὁ καὶ τὴν λύπην
3.11.290
φυγαδεύσας, καὶ τὴν χάριν βραβεύσας. Τί ἐστιν εὔμορφος γυνή; τάφος
3.11.291
κεκονιαμένος, ἐὰν μὴ σωφρονῇ. Τὸ γὰρ κάλλος, καὶ νόσῳ μαραίνεται, καὶ θανάτῳ
3.11.292
διακόπτεται. Αἱ γυναῖκες αἱ πόρναι, προλαμβάνουσαι καὶ τὰς ἐλευθέρας καλοῦσι
3.11.293
πόρνας, ἵνα μὴ ἔχωσιν ἐκεῖναί τι ἀνθυβρίσαι.
3.2
– Περὶ γαστριμαργίας καὶ κόρου· ὅτι ἡ γαστριμαργία θάνατον
Variation units
Dual references show Vulgate ↔ LXX loci for each oracle block. Selected-witness order follows the left compare column (or primary version).