Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sacra parallela
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
4.1.1
– Περὶ δυνάμεως Θεοῦ. Κύριος ὁ Θεός σου ἐν σοὶ, Θεὸς μέγας καὶ
4.1.2
κραταιός .
4.1.3
Κύριον τὸν πάντων Δεσπότην ἐπικαλέσομαι, τὸν ποιοῦντα μεγάλα καὶ
4.1.4
ἀνεξιχνίαστα, ἔνδοξά τε καὶ ἐξαίσια, ὧν οὐκ ἔστιν ἀριθμός. Ἐὰν καταβάλῃ, τίς
4.1.5
οἰκοδομήσει; Ἐὰν κλείσῃ κατὰ ἀνθρώπου, τίς ἀνοίξει; Οἶδα ὅτι πάντα δύναται·
4.1.6
ἀδυνατεῖ δέ σοι οὐδέν. Τὸν ποιοῦντα ταπεινοὺς εἰς ὕψος, καὶ ἀπολωλότας
4.1.7
ἐξεγείροντα. Ὁ παλαιῶν ὄρη, καὶ οὐκ οἴδασιν· ὁ στρέφων αὐτὰ ὀργῇ· ὁ σείων τὴν ὑπ'
4.1.8
οὐρανὸν, οἱ δὲ στύλοι αὐτῆς σαλεύονται. Ὁ λέγων ἡλίῳ μὴ ἀνατέλλειν, καὶ οὐκ
4.1.9
ἀνατέλλει, κατὰ δὲ ἄστρων κατασφραγίζει. Ὁ τανύσας τὸν οὐρανὸν μόνος, καὶ
4.1.10
περιπατῶν χειρῶν σου ἐξαιρούμενος. Ἐὰν καταστρέψῃ τὰ πάντα, τίς ἐρεῖ αὐτῷ, Τί
4.1.11
ἐποίησας; Παρ' αὐτῷ σοφία καὶ δύναμις, αὐτῷ βουλὴ καὶ σύνεσις.– Παρ' αὐτῷ
4.1.12
κράτος καὶ ἰσχὺς, αὐτῷ ἐπιστήμη καὶ σύνεσις. Διάγων βουλευτὰς αἰχμαλώτους,
4.1.13
κριτὰς δὲ γῆς ἐξέστησε. Καθιζάνων βασιλεῖς ἐπὶ θρόνων, καὶ περιέδησεν ζώνην
4.1.14
ὀσφύας αὐτῶν. Ἐξαποστέλλων ἱερεῖς αἰχμαλώτους, δυνάστας δὲ γῆς ἐξέστησεν.
4.1.15
Ἐκχέων ἀτιμίας ἐπ' ἄρχοντας, ἀνακαλύπτων βαθέα ἐκ σκότους. Τόξον δυνατῶν
4.1.16
ἠσθένησε, καὶ οἱ ἀσθενοῦντες περιεσώσαντο δύναμιν. Κύριος πτωχίζει καὶ πλουτίζει,
4.1.17
ταπεινοῖ καὶ ἀνυψοῖ, καὶ τὰ λοιπά. Σὺ φοβερὸς εἶ, καὶ τίς ἀντιστήσεταί σοι; καὶ τὰ
4.1.18
λοιπά. Πάντες οἱ κύκλῳ αὐτοῦ οἴσουσι δῶρα, καὶ τὰ λοιπά. Τίς Θεὸς μέγας, ὡς Θεὸς
4.1.19
ἡμῶν; σὺ εἰ ὁ Θεὸς ὁ ποιῶν θαυμάσια. Δυνατὸς εἶ, Κύριε, καὶ ἡ ἀλήθειά σου κύκλῳ
4.1.20
σου, καὶ τὰ λοιπά.– Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου;– Τίς λαλήσει τὰς
4.1.21
δυναστείας Κυρίου; ἀκουστὰς, καὶ τὰ λοιπά.– Ὁ ἐγείρων ἀπὸ γῆς πτωχὸν, καὶ ἀπὸ
4.1.22
κοπρίας, καὶ τὰ λοιπά. Ἀπειλῶν θαλάσσῃ, καὶ ξηραίνων αὐτὴν, καὶ πάντας τοὺς
4.1.23
ποταμοὺς ἐξερημῶν. Τίς ἐμέτρησε τῇ χειρὶ τὸ ὕδωρ, καὶ τὸν οὐρανὸν, καὶ πᾶσαν τὴν
4.1.24
γῆν δρακί; τίς ἔστησε τὰ ὄρη σταθμῷ, καὶ τὰς νάπας ζυγῷ; Πάντα τὰ ἔθνη ὡς σταγὼν
4.1.25
ἀπὸ κάδου, καὶ ὡς ῥοπὴ ζυγοῦ ἐλογίσθησαν. Ὁ κατέχων τὸν γῦρον τῆς γῆς, καὶ τοὺς
4.1.26
κατοικοῦντας ἐν αὐτῇ ὡσεὶ ἀκρίδας. Οὕτως λέγει Κύριος· Ὁ οὐρανός μοι θρόνος, ἡ
4.1.27
δὲ γῆ ὑποπόδιον τῶν ποδῶν μου. Ποῖον οἶκον οἰκοδομήσετέ μοι, ἢ ποῖος
4.1.28
τόπος τῆς καταπαύσεώς μου; Πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καὶ ἔστιν ἐμὰ
4.1.29
ταῦτα πάντα, λέγει Κύριος. Ὁ λυτρωσάμενος αὐτοὺς ἰσχυρὸς, Κύριος παντοκράτωρ
4.1.30
ὄνομα αὐτῷ. Πάντες οἱ κατοικοῦντες τὴν γῆν, ὡς οὐθὲν ἐλογίσθησαν, καὶ οὐκ ἔστιν
4.1.31
ὃς ἐπιστήσεται τῇ χειρὶ αὐτοῦ, καὶ ἐρεῖ, Τί ἐποίησας; Τὸ μεγάλως ἰσχύειν πάρεστί σοι
4.1.32
πάντοτε, καὶ κράτει βραχίονός σου τίς ἀντιστήσεται; Ὡς ῥοπὴ ἐκ πλαστίγγων ὅλος ὁ
4.1.33
κόσμος ἐναντίον σου. Ἐλεεῖς δὲ πάντας, ὅτι πάντα δύνασαι. Ἡ ἰσχύς σου
4.1.34
δικαιοσύνης ἀρχὴ, καὶ τὸ πάντων σε δεσπόζειν, πάντων φείδεσθαί σε ποιεῖ. Τοῖς
4.1.35
κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα.– Τὴν σὴν χεῖρα ἐκφυγεῖν ἀδύνατον. Τίς ἐρεῖ σοι,
4.1.36
Τί ἐποίησας; ἢ τίς ἀντιστήσεται τῷ κρίματί σου; Φοβερὸς Κύριος, καὶ σφόδρα μέγας,
4.1.37
καὶ θαυμαστὴ ἡ δυναστεία αὐτοῦ. Ὁ φέρων τὰ πάντα ῥήματι τῆς δυνάμεως αὐτοῦ,
4.1.38
καὶ μὴ σωματικῶς ἐνεργῶν, μηδὲ χειρουργίας εἰς τὴν δημιουργίαν ἐπιδεόμενος,
4.1.39
ἀλλὰ βουλήματι ἀβιάστῳ ἀκολουθοῦσαν ἔχων τὴν φύσιν τῶν γινομένων.– Ὅπου
4.1.40
Θεὸς βούλεται, νικᾶται φύσεως τάξις. Ἠβουλήθη γὰρ, καὶ ἠδυνήθη Φύσεως
4.1.41
κρείττων ὁ Θεὸς, καὶ παρ' αὐτοῦ τὸ θέλειν, ὅτι ἀγαθός ἐστι, καὶ τὸ δύνασθαι, ὅτι
4.1.42
δυνατὸς, καὶ τὸ ἐπιτελέσαι ὅτι εὔπορος.– Λέγω ὑμῖν, ὅτι ἐκ τῶν λίθων τούτων,
4.1.43
τουτέστι τῶν λατρευόντων τοῖς λίθοις, δύναται ὁ Θεὸς ἐγεῖραι τέκνα τῷ Ἀβραάμ.
4.2.1
Περὶ δημιουργίας Θεοῦ· καὶ ὅτι οὐδὲν εἰκῆ γέγονε παρ' αὐτοῦ.
4.2.2
Εἶδεν ὁ Θεὸς τὰ πάντα ὅσα ἐποίησε, καὶ ἰδοὺ καλὰ λίαν. Σή ἐστιν ἡ ἡμέρα, καὶ
4.2.3
σή ἐστιν ἡ νύξ· σὺ κατήρτισας φαῦσιν καὶ ἥλιον· σὺ ἐποίησας πάντα τὰ ὅρια τῆς γῆς.
4.2.4
Σοί εἰσιν οἱ οὐρανοὶ, καὶ σή ἐστιν ἡ γῆ· τὴν οἰκουμένην, καὶ τὸ πλήρωμα αὐτῆς σὺ
4.2.5
ἐθεμελίωσας.– Αὐτοῦ ἐστιν ἡ θάλασσα, καὶ αὐτὸς ἐποίησεν αὐτήν. Ὡς ἐμεγαλύνθη τὰ
4.2.6
ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Ἐγὼ Κύριος ὁ Θεὸς, ὁ κατασκευάσας φῶς,
4.2.7
καὶ ποιήσας σκότος. Ἐγὼ ἐποίησα γῆν καὶ ἄνθρωπον ἐπ' αὐτῆς. Ἐγὼ τῇ χειρί μου
4.2.8
ἐστερέωσα τὸν οὐρανόν. Πνεῦμα παρ' ἐμοῦ ἐξελεύσεται, καὶ πνοὴν πᾶσαν ἐγὼ
4.2.9
ἐποίησα. Κύριος ὁ ποιῶν γῆν ἐν τῇ ἰσχύϊ αὐτοῦ, ἑτοιμάζων τὴν οἰκουμένην ἐν τῇ
4.2.10
σοφίᾳ αὐτοῦ, καὶ ἐν τῇ συνέσει αὐτοῦ ἐξέτεινε τὸν οὐρανὸν, καὶ ἀνήγαγε
4.2.11
νεφέλας ἀπ' ἐσχάτου τῆς γῆς· ἀστραπὰς εἰς ὑετὸν ἐποίησε, καὶ ἐξήγαγε φῶς αὐτοῦ. Ὁ
4.2.12
κατασκευάσας γῆν εἰς τὸν αἰῶνα χρόνον, ἐνέπλησεν αὐτὴν κτηνῶν τετραπόδων. Ὁ
4.2.13
ἀποστέλλων τὸ φῶς, καὶ πορεύεται· ἐκάλεσεν αὐτὸ, καὶ ὑπήκουσεν αὐτῷ τρόμῳ. Οἱ
4.2.14
δὲ ἀστέρες ἔλαμψαν ἐν ταῖς φυλακαῖς αὐτῶν, καὶ ηὐφράνθησαν· ἐκάλεσεν αὐτοὺς,
4.2.15
καὶ εἶπον· Πάρεσμεν· ἔλαμψαν μετ' εὐφροσύνης τῷ ποιήσαντι αὐτούς. Ὁ Θεὸς
4.2.16
θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων. Ἔκτισε γὰρ εἰς τὸν
4.2.17
αἰῶνα τὰ πάντα, καὶ σωτήριοι αἱ γενέσεις τοῦ κόσμου, καὶ οὐκ ἔστιν ἐν αὐταῖς
4.2.18
φάρμακον ὀλέθρου, οὐδὲ ᾅδου βασίλειον ἐπὶ τῆς γῆς. Ἀγαπᾷς τὰ ὄντα πάντα, καὶ
4.2.19
οὐδὲν βδελύσσῃ ὧν ἐποίησας. Πῶς δὲ διέμεινεν ἄν τι, εἰ μὴ σὺ ἠθέλησας; Ἐκ
4.2.20
μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται. Ὁ
4.2.21
ζῶν εἰς τὸν αἰῶνα, ἔκτισε τὰ πάντα κοινῆ, Κύριος μόνος. Οὐκ ἐποίησεν οὐδὲν
4.2.22
ἐλλεῖπον· ἓν τοῦ ἑνὸς ἐστερέωσε τὰ ἀγαθά· καὶ τίς πλησθήσεται ὁρῶν δόξαν αὐτοῦ;
4.2.23
Τὰ ἔργα Κυρίου, πάντα ἀγαθὰ, καὶ πᾶσαν χρείαν ἐν ὥρᾳ αὐτῶν χορηγήσει. Καὶ οὐκ
4.2.24
ἔστιν εἰπεῖν· Τοῦτο τούτου πονηρότερον. Πάντα γὰρ ἐν καιρῷ δοκιμασθήσεται.
4.2.25
Κύριος ἔκτισεν ἐκ γῆς φάρμακα, καὶ ἀνὴρ φρόνιμος οὐ προσοχθιεῖ αὐτοῖς. Καὶ ἡ
4.2.26
εἰρήνη ἡ παρ' αὐτῶν, ἐστὶν ἐπὶ προσώπου τῆς γῆς. Βλαστησάτω ἡ γῆ βοτάνην
4.2.27
χόρτου· καὶ συνεξεδόθη τοῖς τροφίμοις τὰ δηλητήρια· μετὰ τοῦ σίτου τὸ κώνειον,
4.2.28
μετὰ τῶν λοιπῶν τροφίμων ἑλλέβορος, καὶ ἀκόνιτον, καὶ μανδραγόρας, καὶ ὁ τῆς
4.2.29
μήκονος ὀπός. Τί οὖν; ἀφέντες τὸ ἐπὶ τοῖς χρησίμοις τὴν χάριν ὁμολογεῖν,
4.2.30
ἐγκαλέσομεν τῷ Δημιουργῷ ἐπὶ τοῖς φθαρτικοῖς ἡμῶν τῆς ζωῆς; ἐκεῖνο δὲ
4.2.31
λογιζόμεθα, ὅτι οὐ πάντα τῆς γαστρὸς ἕνεκεν τῆς ἡμετέρας δεδημιούργηται, ἀλλ'
4.2.32
ἡμῖν μὲν αἱ ἀποτεταγμέναι τροφαὶ πρόχειροι, καὶ πᾶσιν εὔγνωστοι· ἕκαστον δὲ τῶν
4.2.33
γενομένων ἴδιόν τινα λόγον ἐν τῇ κτίσει πληροῖ. Παρὰ Θεοῦ τὸ κακὸν τὴν γένεσιν
4.2.34
ἔχειν, οὐκ εὐσεβές ἐστι λέγειν, διὰ τὸ μηδὲν τῶν ἐναντίων παρὰ τοῦ ἐναντίου
4.2.35
γίνεσθαι. Οὔτε γὰρ ζωὴ θάνατον γεννᾷ, οὔτε τὸ σκότος φωτός ἐστιν ἀρχὴ, οὔτε ἡ
4.2.36
νόσος ὑγείας δημιουργός. Τί οὖν φαμεν; ὅτι τὸ κακὸν, ἐστὶν οὐχὶ οὐσία ζῶσα καὶ
4.2.37
ἔμψυχος, ἀλλὰ διάθεσις ἐν ψυχῇ ἐναντίως ἔχουσα πρὸς ἀρετὴν, διὰ τὴν τοῦ καλοῦ
4.2.38
ἀπόπτωσιν τοῖς ῥᾳθύμοις ἐγγινομένη. Μὴ τοίνυν ἔξωθεν τὸ κακὸν περισκόπει, καὶ
4.2.39
τῆς ἐν ἑαυτῷ κακίας ἕκαστος ἑαυτὸν ἀρχηγὸν γνωριζέτω. Οὐδὲν εἰκῆ τῶν παρὰ
4.2.40
Θεοῦ γενομένων. Οὐχὶ φύσις αὐτὴ τῶν κινήσεων καθ' ἑαυτὴν πονηρὰ, ἀλλ'
4.2.41
ἡ τῶν φυσικῶν κινημάτων παρατροπὴ τῆς ψυχῆς τὰς ὁρμὰς ὡς πάθη διέβαλεν. Ὁ
4.2.42
γὰρ δημιουργὸς τὴν λύραν καλὴν καὶ εὔφθογγον ἡρμώσατο, οἱ δὲ κρούοντες
4.2.43
διαφόρως ἅπτονται τῶν χορδῶν· καὶ ἀπὸ τῆς αὐτῆς κιθάρας, ὁ μὲν ὕμνον, ὁ δὲ
4.2.44
ἀπηχεῖ βλασφημίαν, οὐχ ὡς τῆς τῶν χορδῶν φύσεως τὸ διεστραμμένον ἐχούσης,
4.2.45
ἀλλ' ὡς τῆς τῶν ψηλαφώντων ἀμαθίας παραφθειρούσης τὸ ὄργανον. Ταῖς τῶν
4.2.46
κακῶν ἐπισποραῖς αἰτία τῶν ἀνθρώπων ἡ ῥᾳθυμία. Ἐν τῷ γὰρ καθεύδειν, φησὶ, τοὺς
4.2.47
ἀνθρώπους, ἦλθεν ὁ ἐχθρὸς, καὶ ἔσπειρε τὰ ζιζάνια ἀναμέσον τοῦ σίτου. Πάντα ὅσα
4.2.48
πεποίηκεν ὁ Θεὸς, καλὰ πεποίηκεν, ἐπιστήμων αὐτὸς ὢν πάντων. Οὔτε γὰρ ὁ δίκαιος
4.2.49
ποιήσειέν τι ἄδικον, οὔτε ὁ ἀγαθὸς φαῦλον, ὥσπερ οὐδὲ ἐπιστήμων ἀνεπιστημόνως.
4.2.50
Δίκαιος δὲ, καὶ ἀγαθὸς, καὶ ἐπιστήμων ὁ Θεός ἐστιν· οὐδὲν ἄρα ἄδικον, οὐδὲ φαῦλον
4.2.51
ὁ Θεὸς ἐποίησεν. Ἑνὶ νεύματι βουλήσεως ἃ θέλει συνίστησιν ἐκ μὴ ὄντων, μόνος ὢν
4.2.52
ἀΐδιος, μόνος ὢν ἄναρχος, μόνος ἀπλοῦς οὐσίᾳ καὶ βουλήσει.
4.3.1
– Περὶ δοξολογίας Θεοῦ· καὶ ὅτι χρὴ δοξάζειν καὶ ἁγιάζειν τὸν Θεὸν,
4.3.2
καὶ ὅτι τοὺς δοξάζοντας αὐτὸν δοξάζει ὁ Θεός.
4.3.3
Εἶπε Κύριος πρὸς Μωσῆν· Ὅτι οὐκ ἐπιστεύσατε ἁγιάσαι με, διὰ τοῦτο οὐκ
4.3.4
εἰσάξετε ὑμεῖς τὴν συναγωγὴν ταύτην εἰς τὴν γῆν, ἣν ἔδωκα αὐτοῖς. Τοὺς
4.3.5
δοξάζοντάς με δοξάσω, καὶ ὁ ἐξουθενῶν με ἀτιμασθήσεται. Ἐξομολογήσομαί σοι,
4.3.6
Κύριε, ἐν ὅλῃ καρδίᾳ μου. Αἰνῶν ἐπικαλέσομαι τὸν Κύριον, καὶ ἐκ τῶν ἐχθρῶν μου
4.3.7
σωθήσομαι. Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτὸν, καὶ τὰ λοιπά. Εὐλογήσω τὸν
4.3.8
Κύριον ἐν παντὶ καιρῷ, διὰ παντὸς ἡ αἴνεσις αὐτοῦ ἐν τῷ στόματί μου. Ψάλατε τῷ
4.3.9
Θεῷ ἡμῶν, ψάλατε· ψάλατε τῷ βασιλεῖ ἡμῶν, ψάλατε. Θύσον τῷ Θεῷ θυσίαν
4.3.10
αἰνέσεως, καὶ ἀποδὸς τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Θυσία αἰνέσεως δοξάσει με, καὶ ἐκεῖ
4.3.11
ὁδός. Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ γῆ· ψάλατε τῷ ὀνόματι αὐτοῦ.
4.3.12
Ἐξομολογησάσθωσάν σοι λαοὶ, ὁ Θεός· ἐξομολογησάσθωσάν σοι. Ἐν ἐκκλησίαις
4.3.13
εὐλογεῖτε τὸν Θεὸν Κύριον, ἐκ πηγῶν Ἰσραήλ. Αἱ βασιλεῖαι τῆς γῆς, ᾄσατε τῷ Θεῷ,
4.3.14
ψάλατε τῷ Κυρίῳ. Ἐμνήσθην τοῦ Θεοῦ, καὶ ηὐφράνθην, ἠδολέσχησα. Τὰ ἐλέη σου,
4.3.15
Κύριε, εἰς τὸν αἰῶνα ᾄσομαι· εἰς γενεὰν καὶ γενεάν. Ἀγαθὸν τὸ
4.3.16
ἐξομολογεῖσθαι τῷ Κυρίῳ, καὶ ψάλλειν τῷ ὀνόματί σου. Δεῦτε, ἀγαλλιασώμεθα τῷ
4.3.17
Κυρίῳ, ἀλαλάξωμεν τῷ Θεῷ. Ἄσατε τῷ Κυρίῳ ᾆσμα καινόν. Ἄσατε τῷ Κυρίῳ, πᾶσα
4.3.18
ἡ γῆ. Ἐνέγκατε τῷ Κυρίῳ, αἱ πατρίαι τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν καὶ
4.3.19
τιμήν. Ὑψοῦτε Κύριον τὸν Θεὸν ἡμῶν, καὶ προσκυνεῖτε. Ἀλαλάξατε τῷ Θεῷ, πᾶσα ἡ
4.3.20
γῆ· δουλεύσατε τῷ Κυρίῳ ἐν εὐφροσύνῃ. Εὐλόγει, ἡ ψυχή μου τὸν Κύριον, καὶ πάντα
4.3.21
τὰ ἐντός μου. Εὐλογεῖτε τὸν Κύριον, πάντα τὰ ἔργα αὐτοῦ, ἐν παντὶ τόπῳ τῆς
4.3.22
δεσποτείας αὐτοῦ. Ἡδυνθείη αὐτῷ ἡ διαλογή μου. Ἐξομολογεῖσθε τῷ Κυρίῳ, καὶ
4.3.23
ἐπικαλέσασθε τὸ ὄνομα αὐτοῦ. Τίς λαλήσει τὰς δυναστείας τοῦ Κυρίου; ἀκουστὰς
4.3.24
ποιήσει. Ἡ αἴνεσις αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Αἰνεῖτε, παῖδες, Κύριον,
4.3.25
αἰνεῖτε τὸ ὄνομα Κυρίου. Εἴη τὸ ὄνομα, κ. τ. ε. Οὐχ οἱ νεκροὶ αἰνέσουσί σε, Κύριε,
4.3.26
οὐδὲ πάντες οἱ καταβαίνοντες εἰς ᾅδου. Σοὶ θύσω θυσίαν αἰνέσεως, καὶ ἐν ὀνόματι
4.3.27
Κυρίου. Αἰνεῖτε τὸν Κύριον, πάντα τὰ ἔθνη· ἐπαινέσατε. Ἰδοὺ δὴ εὐλογεῖτε τὸν
4.3.28
Κύριον, πάντες οἱ δοῦλοι Κυρίου. Ψάλατε τῷ ὀνόματι αὐτοῦ ὅτι καλόν. Ὅτι τὸν
4.3.29
Ἰακὼβ, κ. τ. ε. Αἰνεῖτε τὸν Κύριον, ὅτι ἀγαθὸς ψαλμὸς, τῷ Θεῷ ἡμῶν. Τίμα τὸν
4.3.30
Κύριον, καὶ ἰσχύσεις· πλὴν δὲ αὐτοῦ μὴ φοβοῦ ἄλλον. Κύριον αὐτὸν ἁγιάσατε, καὶ
4.3.31
αὐτὸς ἔσται σου φόβος. Καὶ ἐὰν ἐπ' αὐτῷ πεποιθὼς ᾖς, ἔσται σοι εἰς ἁγίασμα.
4.3.32
Ὑμνήσατε τῷ Θεῷ ὕμνον καινόν· ἡ ἀρχὴ αὐτοῦ δοξάζεται ἀπὸ ἄκρου τῆς γῆς. Ἀνθ'
4.3.33
ὧν οὐκ ἐμνήσθης μου, οὐδὲ ἔλαβές με εἰς τὴν καρδίαν σου, κἀγώ σε ἰδὼν παρορῶ.
4.3.34
Ὑμνεῖτε τὸν Κύριον, βοᾶτε τὸ ὄνομα αὐτοῦ. Δότε τῷ Θεῷ ἡμῶν δόξαν πρὸ τοῦ
4.3.35
συσκοτάσαι, καὶ πρὸ τοῦ προσκόψαι τοὺς πόδας ὑμῶν ἐπ' ὄρη σκοτεινά. Εἴη τὸ ὄνομα
4.3.36
τοῦ Θεοῦ εὐλογημένον ἀπὸ τοῦ νῦν, καὶ ἕως τοῦ αἰῶνος, ὅτι ἡ σοφία καὶ ἡ αἴνεσις
4.3.37
αὐτοῦ ἐστι. Δεῖ φθάνειν τὸν ἥλιον ἐπ' εὐχαριστίας Θεοῦ, καὶ πρὸς ἀνατολὴν
4.3.38
φωτὸς ἐντυγχάνειν αὐτῷ. Ζῶν καὶ ὑγιὴς αἰνέσει τὸν Κύριον. Εὐλόγησον τὸν Κύριον,
4.3.39
τὸν ποιήσαντά σε, καὶ μεθύσκοντά σε ἀπὸ τῶν ἀγαθῶν αὐτοῦ. Εὐλογήσατε τὸν
4.3.40
Κύριον ἐν πᾶσι τοῖς ἔργοις αὐτοῦ· δότε τῷ ὀνόματι αὐτοῦ μεγαλωσύνην, καὶ
4.3.41
ἐξομολογήσασθε ἐν αἰνέσει αὐτοῦ, ἐν ᾠδαῖς χειλέων καὶ ἐν κιννύραις. Κύριον τὸν
4.3.42
Χριστὸν ἁγιάσατε ἐν ταῖς καρδίαις ἡμῶν. Τοῦτό ἐστι Θεοῦ ἐνοίκησις, τὸ διὰ τῆς
4.3.43
μνήμης ἐνιδρυμένον ἔχειν ἐν ἑαυτῷ τὸν Θεόν. Τὸ ἱλαρὸν καὶ ἄλυπον τῆς ψυχῆς
4.3.44
κατάστημα αἱ τῶν ὕμνων παρηγορίαι χαρίζονται. Δόξαζε τὸν Ποιητὴν, ἐν ᾧ ἐκτίσθη
4.3.45
τὰ πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι, καὶ εἴ τινές εἰσιν ἕτεραι
4.3.46
λογικαὶ φύσεις ἀκατονόμαστοι. Τὸν Θεὸν γνωρίσωμεν, τὸν Κτίσαντα
4.3.47
προσκυνήσωμεν, τῷ Δεσπότῃ δουλεύσωμεν, τὸν Πατέρα δοξάσωμεν, τὸν τροφέα
4.3.48
ἡμῶν ἀγαπήσωμεν, τὸν εὐεργέτην αἰδεσθησώμεθα, τὸν ἀρχηγὸν τῆς ζωῆς ἡμῶν τῆς
4.3.49
παρούσης, καὶ τῆς μελλούσης, καὶ προσκυνοῦντες μὴ λήξωμεν. Τὴν τῆς αἰνέσεως
4.3.50
θυσίαν ἱερουργήσωμέν σοι τῷ ἀπροσδεεῖ καὶ τελείῳ Θεῷ· ὃς οὐκ ἀπαιτεῖ σωματικὰς
4.3.51
θυσίας, ἐν αἷς πλεονεκτοῦσιν οἱ εὐπορώτεροι, ἀλλὰ τὴν ἀπὸ διαθέσεως καρδίας
4.3.52
καθαρὰν ἐξομολόγησιν, ἧς μέτεστι πᾶσιν ἐξ ἴσου τοῖς βουλομένοις. Μνημονευτέον
4.3.53
Θεοῦ μᾶλλον, ἢ ἀναπνευστέον. Εὐσεβείας σημεῖον, τὸ συνεχῆ ποιεῖσθαι τῶν
4.3.54
θεωτέρων τὴν ἐπιμέλειαν, καὶ τὸ πυκναῖς ἐντεύξεσιν ἐξιλεοῦσθαι. Τὸν Θεὸν ἔργοις
4.3.55
σεμνοῖς σέβου, λόγοις δὲ ὕμνει, ἔννοιᾳ τίμα. Ἀξίως οὐδεὶς τὸν Θεὸν τιμᾷ, ἀλλὰ
4.3.56
δικαίως μόνον, ὁπότε οὐδὲ τοῖς γονεῦσιν ἴσας ἀποδοῦναι χάριτας ἐνδέχεται.
4.3.57
Ἀντιγεννῆσαι γὰρ οὐχ οἷόν τε τούτους.
4.1
– Περὶ δικαιολογίας· καὶ τίνες ἐδικαιολογήθησαν πρὸς τὸν Θεόν.
4.2
Οὐκ εἰς τὸν αἰῶνα ζήσομαι, ἵνα μακροθυμήσω. Ἀπόστα ἀπ' ἐμοῦ· κενὸς γάρ
4.3
μου ὁ βίος. Τίς γάρ ἐστιν ἄνθρωπος, ὅτι ἐμεγάλυνας αὐτὸν, ἢ ὅτι προσέχεις τὸν νοῦν
4.4
εἰς αὐτόν; ἢ ἐπισκοπὴν αὐτοῦ ποιήσεις ἕως πρωῒ, καὶ εἰς ἀνάπαυσιν αὐτὸν κρινεῖς;
4.5
Ἕως τίνος οὐκ ἐᾷς με, οὐδὲ προΐῃ με, ἕως ἂν καταπίω τὸν πτύελόν μου ἐν ὀδύνῃ; Εἰ
4.6
ἐγὼ ἥμαρτον, τί δυνήσομαι πρᾶξαι, ὁ ἐπιστάμενος τὸν νοῦν τῶν ἀνθρώπων; Διὰ τί
4.7
ἔθου με κατεντεύκτην σου, εἰμὶ δὲ ἐπὶ σοὶ φορτίον; καὶ διὰ τί οὐκ ἐποιήσω τῆς ἀνο
4.8
95. 1360 μίας μου λήθην, καὶ καθαρισμὸν τῆς ἁμαρτίας μου; Νυνὶ δὲ εἰς γῆν
4.9
ἀπελεύσομαι. Ἐπειδή εἰμι ἀσεβὴς, διὰ τί οὐκ ἀπέθανον; Ἐάν τε ἀπολούσωμαι χίονι,
4.10
καὶ ἀποκαθάρωμαι χερσὶ καθαραῖς, ἱκανῶς με ἐν ῥύπῳ ἔβαψας. Ἐβδελύξατό με ἡ
4.11
στολή μου. Οὐ γὰρ εἶ ἄνθρωπος κατ' ἐμὲ, ᾧ ἀνταποκρινοῦμαι, ἵνα ἔλθωμεν
4.12
ὁμοθυμαδὸν εἰς κρίσιν. Εἴθε ἦν ὁ μεσίτης ἡμῶν, καὶ διελέγχων, καὶ διακούων
4.13
ἀναμέσον ἀμφοτέρων. Διὰ τί ἀσεβεῖς ζῶσι, πεπαλαίωνται δὲ καὶ ἐν πλούτῳ; Ὁ
4.14
σπόρος αὐτῶν κατ' ἐπιθυμίαν ψυχῆς, τὰ δὲ τέκνα αὐτῶν ἐν ὀφθαλμοῖς. Οἱ οἶκοι
4.15
αὐτῶν εὐθηνοῦσι, φόβος δὲ οὐδαμοῦ· μάστιξ δὲ παρὰ Κυρίου οὐκ ἔστιν ἐπ' αὐτοῖς.
4.16
Μένουσι δὲ ὥσπερ πρόβατα αἰώνια, τὰ δὲ παιδία αὐτῶν προσπαίζουσιν,
4.17
ἀναλαμβάνοντα ψαλτήριον καὶ κιθάραν. Συνετέλεσαν ἐν ἀγαθοῖς τὸν βίον αὐτῶν.
4.18
Πόσαι εἰσὶν αἱ ἀνομίαι μου, καὶ αἱ ἁμαρτίαι μου, δίδαξόν με. Διὰ τί ἀπ' ἐμοῦ κρύπτῃ;
4.19
Ἕως τίνος, Κύριε, κεκράξομαι, καὶ οὐ μὴ εἰσακούσεις; βοήσομαι πρὸς σὲ
4.20
ἀδικούμενος, καὶ οὐ σώσεις; Τί μοι ἔδειξας κόπους ἐπιβλέπειν; ἐξεναντίας μου
4.21
γέγονε κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. Διὰ τοῦτο διεσκέδασται νόμος, ὅτι ἀσεβὴς
4.22
καταδυναστεύει τὸν δίκαιον. Ἕνεκεν τούτου ἐξελεύσεται τὸ κρῖμα διεστραμμένον.
4.23
Ἀπεκρίθη ἄγγελος Κυρίου, καὶ εἶπε· Κύριε παντοκράτωρ, ἕως τίνος οὐ μὴ ἐλεήσῃς
4.24
τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες; Τοῦτο ἑβδομηκοστὸν ἔτος.
4.25
Δίκαιος εἶ, Κύριε, ὅτι ἀπολογήσομαι πρὸς σέ· πλὴν κρίματα λαλήσω πρὸς σέ· τί ὅτι
4.26
ὁδὸς ἀσεβῶν εὐοδοῦται; εὐθήνησαν δὲ πάντες οἱ ἀθετοῦντες;
4.5.1
– Περὶ τῶν δουλευόντων Θεῷ· καὶ ὅτι χρὴ τούτους τιμᾷν, καὶ τὰ
4.5.2
πρὸς τὴν χρείαν νέμειν.
4.5.3
Εἶπεν ὁ Σαοὺλ τῷ παιδαρίῳ αὐτοῦ· Τί οἴσομεν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ; ὅτι οἱ
4.5.4
ἄρτοι ἐκλελοίπασιν ἐκ τῶν ἀγγείων ἡμῶν. Καὶ εἶπε τὸ παιδάριον· Ἰδοὺ ἐν τῇ χειρί
4.5.5
μου τέταρτον σίκλου ἀργυρίου, καὶ δώσεις τῷ ἀνθρώπῳ τοῦ Θεοῦ. Εἶπεν Ἱεροβοὰμ
4.5.6
πρὸς τὴν γυναῖκα αὐτοῦ· Ἀνάστηθι, καὶ λάβε εἰς τὴν χεῖρά σου τῷ ἀνθρώπῳ τοῦ
4.5.7
Θεοῦ ἄρτους καὶ κολλυρίδας τοῖς τέκνοις αὐτοῦ, καὶ σταφυλὴν, καὶ μέλι. Ἔλαβεν
4.5.8
Ἀβδιοὺ ἕκατον ἄνδρας προφήτας, καὶ ἔκρυψεν αὐτοὺς ἀνὰ πεντήκοντα ἐν
4.5.9
σπηλαίοις, καὶ ἔτρεφεν αὐτούς. Εἶπεν ἡ γυνὴ πρὸς τὸν ἄνδρα αὐτῆς· Ἰδοὺ
4.5.10
διαπορεύεται ἐφ' ἡμᾶς ἄνθρωπος τοῦ Θεοῦ· ποιήσωμεν αὐτῷ ὑπερῷον, καὶ θῶμεν
4.5.11
αὐτῷ ἐκεῖ κλίνην, καὶ τράπεζαν, καὶ λυχνίαν. Ἀντιλαμβανόμενος δικαίου, οὗτος
4.5.12
ἀνατελεῖ. Ὡς εἴ τις πηγὴν φράσσοι, καὶ ὕδατος διέξοδον λυμαίνοιτο, οὕτως ἄκοσμον
4.5.13
δίκαιον πεπτωκέναι ἐνώπιον ἀσεβοῦς. Ὃς οὐκ αἰσχύνεται πρόσωπα
4.5.14
δικαίων, οὐκ ἀγαθός. Ζημιοῦν ἄνδρα δίκαιον, οὐ καλὸν, οὐδὲ ὅσιον. Εὐποίησον
4.5.15
εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδωμα, καὶ εἰ μὴ παρ' αὐτοῦ, ἀλλὰ παρὰ τοῦ Ὑψίστου. Οἱ
4.5.16
τοὺς ἀγαθοὺς ἐπαινοῦντες, μερισταὶ τῶν ἐκείνοις ἀποκειμένων στεφάνων εἰσίν. Οὐκ
4.5.17
ἔστι μέγα τὸ φροντίζειν ἀνδρὸς δικαίου. Ἀλλὰ χάριν λαμβάνει ὁ καταξιούμενος
4.5.18
διακονεῖν αὐτῷ.
4.6.1
– Περὶ διαγνώσεως καλοῦ καὶ πονηροῦ· καὶ ὅτι ἀπὸ τῶν ἔργων, καὶ
4.6.2
μὴ ἀπὸ τῶν λόγων χρὴ δοκιμάζειν ἕκαστον.
4.6.3
Στολισμὸς ἀνδρὸς, καὶ βῆμα ποδὸς, καὶ γέλως ὀδόντων ἀναγγελεῖ τὰ περὶ
4.6.4
αὐτοῦ. Ἐκ γὰρ τοῦ καρποῦ τὸ δένδρον γινώσκεται. Προσέχετε ἀπὸ τῶν
4.6.5
ψευδοπροφητῶν, οἵ τινες ἔρχονται πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι
4.6.6
λύκοι ἅρπαγες. Ἀπὸ τῶν καρπῶν αὐτῶν ἐπιγνώσεσθε αὐτούς. Ἕκαστον δένδρον ἐκ
4.6.7
τοῦ ἰδίου καρποῦ γινώσκεται. Ἀγαπητοὶ, μὴ παντὶ πνεύματι πιστεύετε, ἀλλὰ
4.6.8
δοκιμάζετε τὰ πνεύματα. Ἐνδέχεται μὲν, ὦ παιδίον, λέγειν μὲν εὖ, φαῦλον δὲ
4.6.9
ὑπάρχειν, πράσσοντα δὲ εὖ, φαῦλον εἶναι ἀδύνατον.
4.7.1
– Περὶ δικαίων, καὶ εὐχῆς παρ' αὐτῶν γινομένης· καὶ ὅτι φυλάττει
4.7.2
αὐτοὺς ἐκ πειρασμῶν.
4.7.3
Προσεύξατο Ἀβραὰμ πρὸς τὸν Θεὸν, καὶ ἰάσατο Ἀβιμέλεχ, καὶ τὴν γυναῖκα
4.7.4
αὐτοῦ καὶ τὰς παιδίσκας, καὶ ἔτικτον. Οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ, καὶ
4.7.5
καθιεῖται αὐτοὺς εἰς νίκος, καὶ ὑψωθήσονται. Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς
4.7.6
φοβουμένους αὐτὸν, καὶ τὰ λοιπά. Πολλαὶ αἱ θλίψεις τῶν δικαίων, καὶ ἐκ πασῶν
4.7.7
αὐτῶν.– Ὀφθαλμοὶ Κυρίου ἐπὶ δικαίους, καὶ ὦτα αὐτοῦ εἰς δεήσεις αὐτῶν.
4.7.8
Ὑποστηρίζει δὲ τοὺς δικαίους ὁ Κύριος. Γινώσκει Κύριος τὰς, κ. τ. ε. Φυλάσσει Κύριος
4.7.9
πάντα τὰ ὀστᾶ αὐτῶν· ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Συνθέλημα τῶν φοβουμένων
4.7.10
αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως. Εὐχὴ κατευθυνόντων δεκτὴ παρὰ Θεῷ. Διὰ
4.7.11
βοήθειαν δικαίων πολλὴ γίνεται δόξα. Ἐπαύλεις δικαίων εὐλογοῦνται. Εὐλογία
4.7.12
Κυρίου ἐπὶ κεφαλὴν δικαίου. Φῶς δικαίοις διὰ παντός. Οἶκος δικαίων ἰσχὺς
4.7.13
πολλή. Δίκαιος ἐν χαρᾷ καὶ ἐν εὐφροσύνῃ ἔσται. Δίκαιος ἐκ θήρας ἐκδύνει· ἀντ'
4.7.14
αὐτοῦ παραδίδοται ἀσεβής. Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε· ἐκάλεσά σε τὸ ὄνομά
4.7.15
σου· ἐμὸς εἶ σύ. Καὶ ἐὰν διαβαίνῃς δι' ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ
4.7.16
συγκλείσουσί σε· καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇς. Πολὺ ἰσχύει δέησις
4.7.17
δικαίου ἐνεργουμένη. Οἶδε Κύριος εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι. Καὶ δίκαιοι
4.7.18
πολλοὶ περιστατικοῖς περιπίπτουσιν, ἀλλὰ ταῦτα μάστιγες οὐκ εἰσί.
4.8.1
– Περὶ δικαίων, ὅτι περιφρονοῦνται καὶ διασύρονται.
4.8.2
Δίκαιοι καταγελῶνται. Παραδίδονται γὰρ εἰς χεῖρας ἀσεβῶν. Δίκαιος ἀνὴρ
4.8.3
καὶ ἄμεμπτος ἐγεννήθη εἰς χλεύασμα. Ὅσιος ἀκάθαρτος παρὰ κακουργοῖς. Ἄνδρες
4.8.4
αἱμάτων μέτοχοι μισοῦσι δίκαιον. Ὄψονται τὸν δίκαιον, καὶ ἐξουθενήσουσιν,
4.8.5
αὐτοὺς δὲ ὁ Κύριος ἐκγελάσεται. Καὶ ἔσονται μετὰ τοῦτο εἰς πτῶμα ἄτιμον, καὶ εἰς
4.8.6
ὕβριν ἐν νεκροῖς δι' αἰῶνος. Στήσεται ὁ δίκαιος ἐν παῤῥησίᾳ πολλῇ κατὰ πρόσωπον
4.8.7
τῶν θλιψάντων αὐτὸν, καὶ τῶν ἀθετούντων τοὺς πόνους αὐτοῦ. Ἰδόντες δὲ
4.8.8
ταραχθήσονται φόβῳ δεινῷ, καὶ ἐκστήσονται ἐπὶ τῷ παραδόξῳ τῆς σωτηρίας.
4.8.9
Ἐροῦσι γὰρ ἐν αὐτοῖς μετανοοῦντες· Οὗτος ἦν ὃν ἔσχομέν ποτε εἰς γέλωτα, καὶ εἰς
4.8.10
παραβολὴν ὀνειδισμοῦ. Οἱ ἄφρονες τὸν βίον αὐτοῦ ἐλογισάμεθα μανίαν, καὶ τὴν
4.8.11
αὐτοῦ τελευτὴν ἄτιμον. Πῶς κατελογίσθη ἐν υἱοῖς Θεοῦ, καὶ ἐν ἁγίοις ὁ κλῆρος
4.8.12
αὐτοῦ; Ἄρα ἐπλανήθημεν ἀπὸ ὁδοῦ ἀληθείας, καὶ τὸ τῆς δικαιοσύνης φῶς οὐκ
4.8.13
ἔλαμψεν ἡμῖν. Ἀνομίας ἐπλήσθημεν τρίβοις καὶ ἀπωλείας, καὶ ὡδεύσαμεν τρίβους
4.8.14
ἀβάτους, τὴν δὲ ὁδὸν Κυρίου οὐκ ἔγνωμεν. Πάντες οἱ θέλοντες ζῇν εὐσεβῶς ἐν
4.8.15
Χριστῷ Ἰησοῦ, διωχθήσονται. Πονηροὶ δὲ ἄνθρωποι καὶ γόητες προκόψουσιν ἐπὶ τὸ
4.8.16
χεῖρον, πλανῶντες καὶ πλανώμενοι. Παραδίδονται πολλάκις καὶ δίκαιοι εἰς χεῖρας
4.8.17
ἀσεβῶν· οὐχ ἵνα ἐκεῖνοι τιμηθῶσιν, ἀλλ' ἵνα αὐτοὶ δοκιμασθῶσιν. Οὐ δυνατὸν τοὺς
4.8.18
ἐν ἀρετῇ ζῶντας παρὰ πάντων ἀκούειν καλῶς Οὐκ ἔστι τὸν ἀρετῆς ἐπιμελούμενον
4.8.19
μὴ πολλοὺς ἔχειν ἐχθρούς.
4.9.1
– Περὶ δανειζόντων καὶ δανειζομένων.
4.9.2
Ἐὰν ἀργύριον ἐκδανείσῃς τῷ ἀδελφῷ σου, οὐκ ἔσῃ αὐτῷ κατεπείγων· οὐκ
4.9.3
ἐπιθήσεις αὐτῷ τόκον. Ζήσεται ὁ ἀδελφός σου μετὰ σοῦ. Τὸ γὰρ ἀργύριόν
4.9.4
σου οὐ δώσεις αὐτῷ ἐπὶ τόκῳ καὶ ἐπὶ πλεονασμῷ. Οὐ δώσεις αὐτῷ ἐπὶ τόκῳ τὰ
4.9.5
βρώματά σου. Δανεῖον δανειεῖς τῷ πλησίον σου ὅσον ἐπιδέηται, καὶ οὐ λυπηθήσῃ τῇ
4.9.6
καρδίᾳ σου, διδόντος σου αὐτῷ· καὶ εὐλογήσει σε Κύριος. Οὐκ ἐκτοκιεῖς τῷ ἀδελφῷ
4.9.7
σου τόκον βρωμάτων, καὶ τόκον παντὸς πράγματος, οὗ ἐὰν ἐκδανείσῃς τῷ ἀδελφῷ
4.9.8
σου. Ἐὰν ὀφείλημα ᾖ ἐν τῷ πλησίον σου ὁτιοῦν, οὐκ εἰσελεύσῃ εἰς τὴν οἰκίαν αὐτοῦ
4.9.9
ἐνεχυράσαι τὸ ἐνέχυρον. Ἔξω στήσῃ, καὶ ὁ ἄνθρωπος οὗτος, οὗ τὸ δανεῖόν σού
4.9.10
ἐστιν, ἐξοίσει σοι τὸ ἐνέχυρον ἔξω. Ἐὰν δὲ ὁ ἄνθρωπος πείνηται, οὐ κοιμηθήσῃ ἐν
4.9.11
τῷ ἐνεχύρῳ αὐτοῦ. Ἀποδώσεις τὸ ἐνέχυρον αὐτοῦ περὶ δυσμὰς ἡλίου, καὶ
4.9.12
κοιμηθήσεται ἐν τῷ ἱματίῳ αὐτοῦ, καὶ εὐλογήσει σε, καὶ σοὶ ἔσται ἐλεημοσύνη
4.9.13
ἐναντίον Κυρίου τοῦ Θεοῦ σου. Δανείζει ὁ ἁμαρτωλὸς, καὶ οὐκ ἀποτίσει· ὁ δὲ δίκαιος
4.9.14
οἰκτείρει, καὶ δίδωσι. Χρηστὸς ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν. Δίκαιος οἰκτείρει καὶ
4.9.15
κιχρᾷ. Ὁ πληθύνων πλοῦτον αὐτοῦ μετὰ τόκου καὶ πλεονασμοῦ, τῷ ἐλεοῦντι
4.9.16
πτωχοὺς συνάγει αὐτόν. Δανειστοῦ καὶ χρειωφειλέτου ἀλλήλοις συνελθόντων,
4.9.17
ἐπισκοπὴν ἀμφοτέρων ποιεῖται ὁ Κύριος. Μὴ ἔστω ἡ χείρ σου ἐκτεταμένη εἰς τὸ
4.9.18
λαβεῖν, καὶ ἐν τῷ ἀποδιδόναι συνεσταλμένη. Μὴ δανείσῃς ἀνθρώπῳ ἰσχυροτέρῳ
4.9.19
σου· καὶ ἐὰν δανείσῃς ὡς ἀπωλεκὼς γενοῦ. Δάνεισον τῷ πλησίον σου ἐν καιρῷ
4.9.20
χρείας αὐτοῦ. Πολλοὶ ὡς εὕρημα ἐνόμισαν δάνος, καὶ παρέσχον κόπους τοῖς
4.9.21
βοηθήσασιν αὐτοῖς. Βαρέα ταῦτα ἀνθρώπῳ ἔχοντι φρόνησιν, ἐπιτίμησις οἰκίας, καὶ
4.9.22
ὀνειδισμὸς δανειστοῦ. Τῷ αἰτοῦντί σε δίδου, καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι,
4.9.23
μὴ ἀποστραφῇς. Ἐὰν δανείζητε παρ' ὧν ἐλπίζετε ἀπολαβεῖν, ποία ὑμῖν χάρις ἐστίν;
4.9.24
Καὶ γὰρ ἁμαρτωλοὶ ἁμαρτωλοῖς δανείζουσιν, ἵνα ἀπολάβωσι τὰ ἴσα. Τῷ ὄντι
4.9.25
ὑπερβολὴν ἀπανθρωπίας ἔχει, τὸν μὲν τῶν ἀναγκαίων ἐνδεῶς ἔχοντα, ζητεῖν
4.9.26
δάνεισμα εἰς παραμυθίαν τοῦ βίου, τὸν δὲ μὴ ἀρκεῖσθαι τῷ κεφαλαίῳ, ἀλλ' ἐπινοεῖν
4.9.27
ἐκ τῶν συμφορῶν τοῦ πένητος προσόδους ἑαυτῷ, καὶ εὐπορίας συνάγειν. Ὁ μὲν οὖν
4.9.28
Κύριος ἐναργῶς ἡμῖν διετάξατο, λέγων· Καὶ τὸν θέλοντα ἀπὸ σοῦ δανείσασθαι, μὴ
4.9.29
ἀποστραφῇς. Ὁ δὲ φιλάργυρος ὁρῶν ὑπὸ τῆς ἀνάγκης ἄνδρα κατακαμπτόμενον, πρὸ
4.9.30
τῶν γονάτων ἱκετεύοντα, τί οὐ ποιοῦντα ταπεινὸν, τί οὐ φθεγγόμενον, οὐκ ἐλεεῖ
4.9.31
παρ' ἀξίαν πράττοντα, οὐ λογίζεται τὴν φύσιν, οὐκ ἐνδίδωσι ταῖς ἱκεσίαις, ἀλλ'
4.9.32
ἄκαμπτος καὶ ἀμείλικτος ἕστηκεν, οὔτε δεήσεσιν εἴκων, οὐ δάκρυσιν ἐπικλώμενος,
4.9.33
ἐπιμένων τῇ ἀρνήσει, ἐπομνύμενος καὶ ἐπαρώμενος ἑαυτῷ, ἢ μὴν ἀπορεῖν
4.9.34
παντελῶς, καὶ περισκοπεῖν καὶ αὐτὸς, εἴ τινα εὕρῃ τῶν δανειζόντων, καὶ
4.9.35
πιστούμενος τὸ ψεῦδος διὰ τῶν ὅρκων, κακὸν παρεμπόρευμα τῆς ἀπανθρωπίας τὴν
4.9.36
ἐπιορκίαν προσκτώμενος. Ἐπειδὰν δὲ ὁ ζητῶν τὸ δάνειον, τόκων μνησθῇ, καὶ
4.9.37
ὑποθήκας ὀνομάσῃ, τότε καταβαλὼν τὴν ὀφρὺν προσεμειδίασε, καί που καὶ πατρῴας
4.9.38
φιλίας ἐμνήσθη, καὶ συνήθη εἶπε καὶ φίλον. Καὶ ὀψόμεθα, φησὶ, εἴ πού τί ἐστιν ἡμῖν
4.9.39
ἀποκείμενον ἀργύριον. Ἔστι δὲ παρακαταθήκη φίλου ἀνδρὸς ἐπ' ἐργασίᾳ
4.9.40
παραθεμένου ἡμῖν· ἀλλ' ἐκεῖνος μὲν βαρεῖς ἐπ' αὐτῷ τοὺς τόκους ὥρισεν, ἡμεῖς δὲ
4.9.41
πάντως ἐπανήσομέν τι, καὶ ἐπελάττωσιν τοῖς τόκοις δώσομεν. Τοιαῦτα
4.9.42
κατασχηματιζόμενος, καὶ τοιούτοις λόγοις ὑποφαίνων, δελεάζων τὸν ἄθλιον,
4.9.43
γραμματείοις αὐτὸν προκαταδήσας, καὶ πρὸς τῇ καταπονούσῃ πενίᾳ, ἔτι καὶ τὴν
4.9.44
ἐλευθερίαν τοῦ ἀνδρὸς προσαφελόμενος ᾤχετο. Ὁ γὰρ τόκοις ἑαυτὸν ὑπεύθυνον
4.9.45
καταστήσας, ὧν τὴν ἔκτισιν οὐχ ὑφίσταται, δουλείαν αὐθαίρετον κατεδέξατο διὰ
4.9.46
βίου. Χρήματα, εἰπέ μοι, καὶ πόρους ἐπιζητεῖς παρὰ τοῦ ἀπόρου, καὶ εἰ πλουσιώτερόν
4.9.47
σε ἀποφαίνειν ἠδύνατο, τί ἐζήτει παρὰ τὰς θύρας τὰς σάς; Ἐπὶ συμμαχίαν ἐλθὼν,
4.9.48
πόλεμον εὗρεν, ἀλεξιφάρμακα ἐπιζητῶν, δηλητηρίοις ἐνέτυχεν· δέον παραμυθεῖσθαι
4.9.49
τοῦ ἀνδρὸς τὴν πτωχίαν, σὺ δὲ πολυπλασιάζεις, τὴν ἔνδειαν ἐκκαρποῦσθαι ζητῶν
4.9.50
τὸν ἔρημον; Ψεύδους ἀρχὴ τὸ δανείσασθαι, ἀχαριστίας ἀφορμὴ, ἐπιορκίας τε καὶ
4.9.51
ἀγνωμοσύνης. Οὐ νύκτες ἐκείνῳ ἀνάπαυσιν φέρουσιν, οὐχ ἥλιος τερπνὸς, ἀλλὰ
4.9.52
δυσχεραίνει τὸν βίον, μισεῖται ἡμέρας προθεσμίαν ἐπειγομένας, φοβεῖται τοὺς μῆνας
4.9.53
ὡς τόκων, πατέρας. Κἂν καθεύδῃ, ἐνύπνιον βλέπει τὸν δανειστὴν, κακὸν ὄναρ τῇ
4.9.54
κεφαλῇ παριστάμενον. Κἂν γρηγορεῖ, ἔννοια αὐτῷ καὶ φροντὶς ὁ τόκος ἐστίν.
4.9.55
Δανειστοῦ, φησὶ, καὶ χρειωφειλέτου ἀπαντησάντων ἀλλήλοις, ἐπισκοπὴν
4.9.56
ἀμφοτέρων ποιεῖται ὁ Κύριος. Ὁ μὲν ὥσπερ κύων ἐπιτρέχει τῇ ἄγρᾳ· ὁ δὲ ὥσπερ
4.9.57
ἕτοιμον θήραμα καταπτήσσει τὴν συντυχίαν· ἀφαιρεῖται γὰρ αὐτοῦ τὴν παῤῥησίαν
4.9.58
τὸ πένεσθαι. Ἀμφοτέρων οἱ ψῆφοι ἐπὶ δακτύλων· τοῦ μὲν χαίροντος τῇ αὐξήσει τῶν
4.9.59
τόκων, τοῦ δὲ στενάζοντος τῇ προσθήκῃ τῶν συμφορῶν. Πίνε ὕδατα ἀπὸ σῶν
4.9.60
ἀγγείων, τουτέστι, τὰς οἰκείας ἀφορμὰς περισκόπει. Μὴ ἐπ' ἀλλοτρίας πηγὰς βάδιζε,
4.9.61
ἀλλ' ἐξ οἰκείων λιβάδων συνάγαγε σεαυτῷ τὰς παραμυθίας τοῦ βίου. Μὴ βάδιζε ἐπ'
4.9.62
ἀλλοτρίας θύρας. Φρέαρ γὰρ τῷ ὄντι τὸ ἀλλότριόν, ἐστιν. Βέλτιον ταῖς κατὰ μικρὸν
4.9.63
ἐπινοίαις τὴν χρείαν παραμυθήσασθαι, ἢ ἀθρόως ἐπαρθέντα τοῖς ἀλλοτρίοις,
4.9.64
ὕστερον πάντων ὁμοῦ τῶν προσόντων ἀπογυμνοῦσθαι. Εἰ μὲν οὖν ἔχεις πόθεν
4.9.65
ἀποδῷς, τί οὐχὶ τὴν παροῦσαν ἔνδειαν ἐκ τούτων τῶν ἀφορμῶν διαλύεις; Εἰ δὲ
4.9.66
ἀπορεῖς πρὸς τὴν ἔκτισιν, κακῷ κακὸν θεραπεύεις. Μὴ δέξῃ πολιορκοῦντά σε
4.9.67
δανειστήν· μὴ ἀνάσχῃ ὥσπερ ἄλλο τι θήραμα ἀναζητεῖσθαι καὶ ἐξιχνεύεσθαι.
4.9.68
Ψεύδους ἀρχὴ τὸ δανείσασθαι. Ἄλλα ῥήματα τοῦ δανειζομένου, καὶ ἄλλα
4.9.69
τοῦ ἀπαιτουμένου. Εἴθε σοι μὴ ἀπήντησα τότε, οὐχὶ δὲ ἄκοντός μου ὑπέβαλες τῇ
4.9.70
χειρὶ τὰ χρήματα· ὑπόχαλκον δέ σου τὸ χρυσίον, καὶ παρακεκομμένον τὸ νόμισμα.
4.9.71
Εἴτε οὖν φίλος ὁ δανείζων, μὴ ζημιωθῇς αὐτοῦ τὴν φιλίαν· εἴτε ἐχθρὸς, μὴ γένῃ τῷ
4.9.72
δυσμενεῖ ὑποχείριος. Μικρὸν ἐγκαλλωπισάμενος τοῖς ἀλλοτρίοις, ὕστερον καὶ τῶν
4.9.73
πατρῴων ἐκστήσῃ. Πένης εἶ νῦν; ἀλλ' ἐλεύθερος. Δανεισάμενος δὲ, οὐδὲ πλουτήσεις,
4.9.74
καὶ τὴν ἐλευθερίαν ἀφαιρεθήσῃ. Δοῦλος τοῦ δεδανεικότος ὁ δανεισάμενος· καὶ
4.9.75
δοῦλος μισθοφόρος, ὁ ἀπαραίτητον ἔχων τὴν λειτουργίαν. Οἱ κύνες λαβόντες
4.9.76
ἡμεροῦνται, ὁ δὲ δανειστὴς λαμβάνων προσερεθίζεται. Οὐ γὰρ παύεται ὑλακτῶν,
4.9.77
ἀλλὰ τὸ πλέον ἐπιζητεῖ. Ἐὰν ὀμνύῃς, ἀπιστεῖ· ἐρευνᾷ τὰ ἐνδὸν, τὰ συναλλάγματά
4.9.78
σου πολυπραγμονεῖ. Ἐὰν προΐῃς τοῦ δωματίου, ἕλκει πρὸς ἑαυτὸν, καὶ κατασύρει.
4.9.79
Ἐὰν δὲ ἔνδον σεαυτὸν κατακρύψῃς, ἐφέστηκε τῇ αὐλαίᾳ, καὶ θυρακρουστεῖ· ἐπὶ
4.9.80
γαμετῆς καταισχύνει, ἐπὶ φίλων καθυβρίζει, ἐν ταῖς ἀγόραις ἄγχει· κακὸν
4.9.81
συνάντημα ἑορτῆς, ἀβίωτόν σοι κατασκευάζει τὸν βίον. Ἀλλὰ μεγάλη, φησὶν, ἡ
4.9.82
ἀνάγκη. Τί ὄφελός σοι τὴν σήμερον ὑπερθέσθαι; Πάλιν γὰρ ἥξει σοι ἡ πενία ὥσπερ
4.9.83
ἀγαθὸς δρομεὺς, καὶ ἡ αὐτὴ ἀνάγκη μετὰ προσθήκης παρέσται. Τὸ γὰρ δάνος οὐκ
4.9.84
ἀπαλλαγὴν παντελῆ, ἀλλὰ μακρὰν ἀναβολὴν τῆς ἀμηχανίας παρέχεται. Τόκος οἶμαι
4.9.85
διὰ τὴν πολυγονίαν τοῦ κακοῦ προσηγόρευται. Πόθεν γὰρ ἄλλοθεν; Ἢ τάχα τόκος
4.9.86
λέγεται διὰ τὰς ὠδῖνας καὶ λύπας, ἃς ἐμποιεῖν ταῖς ψυχαῖς τῶν δανειζομένων
4.9.87
πέφυκεν. Ὥσπερ ἡ ὠδὶς τῇ τικτούσῃ, οὕτως ἡ προθεσμία τῷ ὑποχρέῳ παρίσταται.
4.9.88
Τόκος ἐπὶ τόκῳ, πονηρῶν γονέων πονηρὸν ἔκγονον. Ταῦτα δὲ λεγέσθω γεννήματα
4.9.89
ἐχιδνῶν, τὰ τῶν τόκων ἀποκυήματα. Τὰς ἐχίδνας λέγουσι τὴν γαστέρα τῆς μητρὸς
4.9.90
διεσθιούσας τίκτεσθαι, καὶ οἱ τόκοι τοὺς οἴκους τῶν ὀφειλόντων ἐκφαγόντες
4.9.91
ἀπογεννῶνται. Δὸς τὸ οἴκοι κείμενον ἀργύριον, μὴ βαρύνων αὐτὸ ταῖς προσθήκαις,
4.9.92
καὶ ἀμφοτέροις ἥξει καλῶς. Σοὶ μὲν ὑπάρξει τὸ ἐκ τῆς φυλακῆς ἀσφαλῶς, τῷ δὲ
4.9.93
λαβόντι τὸ ἐκ τῆς χρήσεως κέρδος. Εἰ δὲ καὶ προσθήκην ἐπιζητεῖς, ἀρκέσθητι τοῖς
4.9.94
παρὰ τοῦ Κυρίου. Αὐτὸς ὑπὲρ τῶν πενήτων τὸν πλεονασμὸν ἀποτίσει. Παρὰ τοῦ
4.9.95
ὄντως φιλανθρώπου ἀνάμενε τὰ φιλάνθρωπα. Ἃ γὰρ λαμβάνεις, ταῦτα
4.9.96
μισανθρωπίας οὐδεμίαν ὑπερβολὴν ἀπολείπει. Ἀπὸ συμφορῶν κερδαίνεις, ἀπὸ
4.9.97
δακρύων ἀργυρολογεῖς, τὸν γυμνὸν ἄγχεις, τὸν λιμώττοντα τύπτεις· ἔλεος οὐδαμοῦ.
4.9.98
Τὰ ἐντεῦθεν κέρδη, φιλάνθρωπα ὀνομάζεις; Οὐαὶ οἱ λέγοντες τὸ πικρὸν γλυκὺ, καὶ
4.9.99
τὴν μισανθρωπίαν φιλανθρωπίαν προσαγορεύοντες. Ἑκατοστολόγοι καὶ
4.9.100
δεκατοστολόγοι τινὲς, φρικτὰ καὶ ἀκουσθῆναι ὀνόματα· μηνιαῖοι ἀπαιτηταὶ, ὥσπερ
4.9.101
οἱ τὰς ἐπιληψίας ποιοῦντες, κατὰ τὰς περιόδους τῆς σελήνης ἐπιτιθέμενοι τοῖς
4.9.102
πτωχοῖς, πονηρὰ δόσιςἑκατέρῳ, καὶ τῷ διδόντι, καὶ τῷ λαμβάνοντι, τῷ μὲν
4.9.103
εἰς χρήματα, τῷ δὲ εἰς ψυχὴν φέρουσαν τὴν ζημίαν. Ὁ γεωργὸς τὸν στάχυν λαβὼν,
4.9.104
τὸ σπέρμα πάλιν ὑπὸ τὴν ῥίζαν οὐκ ἐρευνᾷ· σὺ δὲ καὶ τοὺς καρποὺς ἔχεις, καὶ οὐκ
4.9.105
ἀφίστασαι τῶν ἀρχαίων· ἄνευ γῆς φυτεύεις, ἄνευ σπορᾶς θερίζεις. Ἄδηλον τίνι
4.9.106
συνάγεις. Ὁ μὲν δακρύων ἐν τοῖς τόκοις πρόδηλος, ὁ δὲ ἀπολαύειν μέλλων τῆς ἀπὸ
4.9.107
τούτων περιουσίας, ἀμφίβολος. Ἄδηλον γὰρ εἰ μὴ ἑτέροις τὴν ἐπὶ τῷ πλούτῳ χαρὰν
4.9.108
ἀφήσεις, τὸ ἐκ τῆς ἀδικίας κακὸν σεαυτῷ θησαυρίσας. Μήτε οὖν τὸν θέλοντα
4.9.109
δανείσασθαι ἀποστραφῇς, καὶ τὸ ἀργύριόν σου μὴ δῷς ἐπὶ τόκῳ, ἵνα, ἐκ Παλαιᾶς καὶ
4.9.110
Νέας Διαθήκης διδαχθεὶς, μετὰ ἀγαθῆς ἐλπίδος πρὸς τὸν Κύριον ἀπίῃς, ἐκεῖ τοὺς
4.9.111
τόκους τῶν ἀγαθῶν ἔργων ἀποληψόμενος. Ἐπειδὰν εὕρωσι τοὺς ὀφείλοντας οἱ
4.9.112
ἄνθρωποι, ὥσπερ θήραμα καὶ ἄγραν εὑρόντες, οὕτως γεγήθασι, καὶ πάντα ποιοῦσιν,
4.9.113
ὅπως τὸ πᾶν ἀποίσωσι. Κἂν μὴ δυνηθῶσι διὰ τὴν πενίαν τῶν ὀφειλόντων, τὴν ὑπὲρ
4.9.114
τῶν χρημάτων ὀργὴν εἰς τὸ ταλαίπωρον τῶν ἀθλίων σῶμα ἐκχέουσιν, αἰκιζόμενοι,
4.9.115
καὶ τύπτοντες, καὶ μυρία αὐτοῖς διατιθέντες κακά. Διάῤῥηξον, ἄνθρωπε,
4.9.116
γραμμάτειον ἄδικον, ἵνα οὕτως ἡ ἁμαρτία λυθῇ. Ἐξάλειψον βαρυτάτων τόκων
4.9.117
ὁμολογίαν, ἵνα τέκῃ τὰ συνήθη ἡ γῆ· χαλκοῦ γὰρ καὶ χρυσίου καὶ τῶν ἀγόνων παρὰ
4.9.118
φύσιν γεννώντων, ἡ κατὰ φύσιν τίκτουσα γίνεται στεῖρα, καὶ πρὸς τιμωρίαν τῶν
4.9.119
ἐνοικούντων κατεδικάσθη τὴν ἀκαρπίαν. Πῶς οὖν διατραφῶ, φησίν; Ἔχεις χεῖρας,
4.9.120
ἔχεις τέχνην· μισθαρνοῦ, διακόνει. Πολλαὶ ἐπίνοιαι τοῦ βίου, πολλαὶ ἀφορμαί. Ἀλλ'
4.9.121
ἀδυνάτως ἔχεις; Προσαίτει παρὰ τῶν κεκτημένων. Ἀλλ' αἰσχρὸν τὸ αἰτεῖν;
4.9.122
Αἰσχρότερον μὲν τὸν δανεισάμενον ἀποστερεῖν. Ὁ μύρμηξ δύναται μήτε προσαιτῶν,
4.9.123
μήτε δανειζόμενος διατρέφεσθαι· καὶ μέλισσα τὰ λείψανα τῆς οἰκείας τροφῆς
4.9.124
βασιλεῦσι χαρίζεται· οἷς οὔτε χεῖρα, οὔτε τέχνας ἡ φύσις ἔδωκε· σὺ δὲ τὸ εὐμήχανον
4.9.125
ζῶον, ὁ ἄνθρωπος, μίαν τῶν πασῶν μηχανῶν οὐχ εὑρήσεις πρὸς τὴν τοῦ βίου
4.9.126
διαγωγήν; Ὦ πόσους ἀπώλεσε τὰ ἀλλότρια ἀγαθά! Πόσοι ὄναρ πλουτήσαντες
4.9.127
ὑπεραπέλαυσαν τῆς ζημίας! Ἀλλὰ πολλοὶ, φησὶν, καὶ ἐκ δανεισμάτων ἐπλούτησαν.
4.9.128
Πλείους, δὲ οἶμαι, καὶ βρόχων ἥψαντο. Σὺ δὲ τοὺς μὲν πλουτήσαντας βλέπεις, τοὺς
4.9.129
δὲ ἀπαγξαμένους οὐκ ἀριθμεῖς, οἳ τὴν ἐπὶ ταῖς ἀπαιτήσεσιν αἰσχύνην μὴ φέροντες,
4.9.130
τὸν δι' ἀγχόνης θάνατον τοῦ ἐπονειδίστως ζῇν προετίμησαν. Εἶδον ἐγὼ ἐλεεινὸν
4.9.131
θέαμα, παῖδας ἐλευθέρους ὑπὸ χρεῶν πατρικῶν ἑλκομένους εἰς τὸ πρατήριον. Οὐκ
4.9.132
ἔχεις καταλιπεῖν χρήματα τοῖς παισίν; Μὴ προσαφέλῃ καὶ τὴν εὐγένειαν. Οὐδεὶς
4.9.133
πενίαν πατρὸς ἐνεκλήθη ποτέ. Ὄφλημα πατρῷον εἰς δεσμωτήριον ἄγει. Μὴ
4.9.134
καταλείπῃς γραμματεῖον ὥσπερ ἀρὰν πατρικὴν εἰς παῖδας καταβαίνουσαν καὶ
4.9.135
ἐγγόνους .
4.10.1
– Περὶ δεσποτῶν καὶ οἰκοδεσποτῶν· καὶ ὅτι οὐ χρὴ αὐτοὺς φορτικοὺς
4.10.2
εἶναι, ἀλλ' ἠπίους τοῖς συνοῦσι.
4.10.3
Ὁ μὴ συμπεριφερόμενος τῷ ἑαυτοῦ οἴκῳ, κληρονομήσει ἀνέμους. Μὴ ἴσθι
4.10.4
ὡς λέων ἐν τῷ οἴκῳ σου, καὶ φαντασιοσκοπῶν ἐν τοῖς οἰκέταις σου. Εἰ ἔστι σοι
4.10.5
οἰκέτης, ἔστω ὡς σύ· ὅτι ἐν αἵματι ἐκτήσω αὐτόν. Ἐὰν κακώσῃς αὐτὸν, καὶ ἀπάρας
4.10.6
ἀποδράσῃ, ἐν ποίᾳ ὁδῷ ζητήσεις αὐτόν; Οἱ κύριοι, τὰ αὐτὰ ποιεῖτε πρὸς αὐτοὺς,
4.10.7
ἀνιέντες τὴν ἀπειλὴν, εἰδότες ὅτι Κύριος καὶ αὐτῶν καὶ ὑμῶν ἐστιν ἐν οὐρανῷ. Οἱ
4.10.8
κύριοι, τὸ δίκαιον καὶ τὴν ἰσότητα τοῖς δούλοις παρέχετε, εἰδότες ὅτι καὶ ὑμεῖς
4.10.9
Κύριον ἔχετε ἐν οὐρανῷ. Ἐνδίκως καταδουλωσάμενος ὁ πατὴρ ἀφῆκέ σοι δοῦλον.
4.10.10
Δὸς αὐτῷ τὴν ἐλευθερίαν, κἀκείνῳ κουφοτέραν ποιήσεις τὴν βάσανον, καὶ σεαυτῷ
4.10.11
τὴν ἀληθινὴν ἐλευθερίαν παρασκευάσεις. Τίς δεσπότης, ἢ δοῦλος; ἡ φαύλη τομή. Εἷς
4.10.12
πᾶσι πλάστης, εἷς νόμος, κρίσις μία. Ὑπηρετουμένους ὡς σύνδουλος βλέπε. Ὅταν
4.10.13
λυθῇς, φάνηθι τιμιώτερος. Οἱ λεγόμενοι δεσπόται, δόξῃ μόνον, οὐ πρὸς ἀλήθειαν
4.10.14
ὀνομάζονται. Κύριος γεννητὸς πρὸς ἀλήθειαν οὐδεὶς, κἂν ἀπὸ περάτων εἰς πέρατα
4.10.15
εὐρύνας τὴν ἡγεμονίαν ἀνάψηται. Μόνος δὲ ὁ ἀγέννητος ἀψευδῶς ἡγεμών. Κἂν, ὡς
4.10.16
λέγεις αὐτὸς, οὐδένα θλίβεις, οὐ τύπτεις, οὐκ ἐκπιέζεις, οὐκ ἀδικεῖς, ἀλλ' ὑπὲρ τῶν
4.10.17
συνδιατριβόντων σοι ὑποίσεις φοβερὸν λογοθέσιον. Μή τις σφοδρῷ λιμῷ κάταγχε
4.10.18
τοὺς σεαυτοῦ δούλους, ἄνθρωπε, ἀλλ' ὅσον εἰς ἀλλοτρίους εὐψυχεῖς, καὶ χαρίζῃ τοῖς
4.10.19
ἔξωθεν αἰτιοῦσι διὰ κενοδοξίαν, τοσοῦτον διὰ Θεὸν χορήγησον τοῖς ἰδίοις οἰκέταις,
4.10.20
ἵνα μηδὲν περαιτέρω σημάνω.
4.11.1
– Περὶ διδασκάλων.
4.11.2
Ἰδοὺ ἐγὼ, καὶ τὰ παιδία ἅ μοι ἔδωκεν ὁ Θεός. Τάδε λέγει Κύριος, Ἐὰν
4.11.3
ἐξαγάγῃς τίμιον ἐξ ἀναξίου, ὡς στόμα μου ἔσῃ, καὶ ἀναστρέψουσιν αὐτοὶ πρὸς σὲ,
4.11.4
καὶ οὐκ ἀποστρέψεις πρὸς αὐτούς. Οὐκ ἔστι μαθητὴς ὑπὲρ τὸν διδάσκαλον, οὐδὲ
4.11.5
δοῦλος ὑπὲρ τὸν κύριον. Ἀρκετὸν τῷ μαθητῇ, ἵνα γένηται ὡς ὁ διδάσκαλος αὐτοῦ,
4.11.6
καὶ ὁ δοῦλος ὡς ὁ κύριος αὐτοῦ. Διδαχαῖς ποικίλαις καὶ ξέναις μὴ
4.11.7
παραφέρεσθε. Ἀξιοπιστία τοῦ διδάσκοντος εὐπαράδεκτον μὲν τὸν λόγον καθίστησι,
4.11.8
προσεχεστέρους δὲ τοὺς μαθητευομένους παρασκευάζει. Τροφὴ γάρ ἐστιν ἡ δίδαξις
4.11.9
καὶ τοῦ τρέφοντος. Τότε μάλιστα οἱ μαθηταὶ εἰς τὸν τῶν ἀγαθῶν ἀνάγονται ζῆλον,
4.11.10
ὅταν παρὰ τῶν διδασκάλων ἔχωσι τὰ παραδείγματα. Διδάσκων τις μανθάνει πλέον,
4.11.11
καὶ λέγων συνακροᾶται πολλάκις τοῖς ὑπακούουσιν αὐτοῦ. Παιδείας σύμβολον ἡ
4.11.12
ῥάβδος. Ἄνευ γὰρ τοῦ δυσωπηθῆναι, καὶ περὶ ἐνίων ἐπιπληχθῆναι, νουθεσίαν
4.11.13
ἐνδείξασθαι καὶ σωφρονισμὸν ἀμήχανον. Οὐχ ὡς δύναται διδάσκειν ὁ διδάσκαλος,
4.11.14
οὕτω καὶ μανθάνειν ὁ γνώριμος. Ἐπειδὴ ὁ μὴν τέλειος, ὁ δὲ ἀτελής ἐστιν. Ὅθεν
4.11.15
προσήκει στοχάζεσθαι τῆς τοῦ παιδευομένου δυνάμεως. Ἐπίστησον, ὁ διδάσκων, καὶ
4.11.16
ἐξέτασον ἀκριβῶς ἀκοὴν τοῦ μανθάνοντος. Εὐήθης γὰρ ὁ κωφῷ διαλεγόμενος, καὶ
4.11.17
μάταιος ὁ λίθον νουθετῶν. Καὶ σὺ ἔνοχος ἁμαρτίας σεαυτῷ ἔσῃ, ὁ μὴ
4.11.18
ἐπισκεψάμενος, ὅπως, καὶ πηνίκα, καὶ πότε δεῖ λόγον προέσθαι σοφίας. Ὁ λαβὼν
4.11.19
χάριν, ὀφείλει ἀφθόνως παραδιδόναι τοῖς θέλουσι μανθάνειν, καθὼς καὶ ὁ Κύριος
4.11.20
εἶπε, Δωρεὰν ἐλάβετε, δωρεὰν δότε. Τῷ γὰρ λαβόντι, καὶ μὴ μεταδιδόντι, καὶ ὃ ἔχει
4.11.21
ἀρθήσεται ἀπ' αὐτοῦ. Καὶ οὐ μόνον δικαίοις δίδωσι τὴν χάριν, ἀλλὰ καὶ ἁμαρτωλοῖς.
4.11.22
Ἐπειδὴ ἄφθονός ἐστιν ὁ Θεὸς καὶ ἀπροσωπόληπτος, καὶ ἀνατέλλει τὸν ἥλιον αὐτοῦ
4.11.23
ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχει ἐπὶ δικαίους καὶ ἀδίκους· καὶ οὐ παρορᾷ τὸν
4.11.24
ἁμαρτάνοντα, ἀλλὰ δίδωσι κἀκείνῳ μικρὰν χάριν. Ἕκαστος οὖν ἀφθόνως ὀφείλει
4.11.25
διδάσκειν .
4.12.1
– Περὶ διαβολῆς· ὅτι οὐ χρὴ ἀκρίτως δέχεσθαι διαβολήν.
4.12.2
Οὐ παραδέξῃ ἀκοὴν ματαίαν. Τὸν καταλαλοῦντα λάθρα τοῦ πλησίον αὐτοῦ,
4.12.3
τοῦτον ἐξεδίωκον. Ὁ διαβάλλων τὸν πλησίον, ἀδελφικὰ κρέα ἔφαγεν, ὑπόληψιν
4.12.4
τρώσας, καὶ μυρία ἕτερα ἐργασάμενος διὰ τοῦ λόγου κακά. Οὐ τοῖς κακῶς μόνον
4.12.5
ἀγορεύουσιν, ἀλλὰ καὶ τοῖς ἀκούουσι κακῶς λέγοντας ἑτέρους, παραινῶ τὰς ἀκοὰς
4.12.6
ἀποφράττειν, καὶ τὸν Προφήτην μιμήσασθαι τὸν λέγοντα· Τὸν καταλαλοῦντα λάθρα
4.12.7
τοῦ πλησίον αὐτοῦ, τοῦτον ἐξεδίωκον. Εἰπὲ πρὸς τὸν πλησίον· Εἰ ἔχεις τινὰ
4.12.8
ἐπαινέσαι καὶ ἐγκωμιάσαι, ἀνοίγω τὰς ἀκοὰς, ἵνα δέξωμαι τὰ μῦρα· ἂν δὲ κακῶς
4.12.9
ἐθέλεις εἰπεῖν, ἀποφράττω τὴν εἴσοδον τοῖς ῥήμασι. Βίον ἀλλότριον περιεργάζεσθαι,
4.12.10
ἀνελευθερίας ἐσχάτης. Τὸ δὲ πάντων καταγελαστότερον, οἱ τοῦτον ἔχοντες
4.12.11
τὸν βίον, καὶ τῶν οἰκείων ἀμελοῦντες, ἐπειδὰν εἴπωσί τι τῶν ἀποῤῥήτων,
4.12.12
παρακαλῶσι τὸν ἀκούσαντα καὶ ὁρκοῦσι μηδενὶ λοιπὸν εἰπεῖν ἑτέρῳ, αὐτόθεν
4.12.13
δηλοῦντες, ὅτι πρᾶγμα ἄξιον κατηγορίας ἐποίησαν. Εἰ γὰρ ἐκεῖνον μηδενὶ εἰπεῖν
4.12.14
ἑτέρῳ παρακαλῇς, πόσῳ μᾶλλόν σε πρότερον τούτῳ ταῦτα εἰπεῖν οὐκ ἐχρῆν, καὶ
4.12.15
διαβάλλειν τινὰ, οὐδὲ κατέχοντα ἐν ἀσφαλείᾳ τὸν λόγον προδοῦναι, καὶ τότε τῆς
4.12.16
σωτηρίας αὐτοῦ φροντίζειν; Ἀλλὰ ἡδὺ τὸ διαβάλλειν, ἡδὺ μὲν ἂν τὸ μὴ λέγειν
4.12.17
κακῶς. Ὁ μὲν γὰρ κακῶς εἰπὼν, ἐναγώνιος λοιπόν ἐστιν· ὑποπτεύει καὶ δέδοικε,
4.12.18
μετανοεῖ καὶ κατεσθίει τὴν γλῶσσαν ἑαυτοῦ, δεδοικὼς καὶ τρέμων, μήποτε εἰς
4.12.19
ἑτέρους ἐξενεχθῇ τὸ ῥῆμα, καὶ μέγαν ἐπαγάγῃ τὸν κίνδυνον. Ὥσπερ τὸ καλῶς λέγειν
4.12.20
καὶ ἐγκωμιάζειν ἀρχὴ φιλίας ἐστὶν, οὕτω καὶ τὸ κακῶς λέγειν, καὶ διαβάλλειν
4.12.21
ἔχθρας, καὶ ἀπεχθείας, καὶ μυρίων κακῶν ἀρχὴ καὶ ὑπόθεσις γέγονεν. Διάβολοι, καὶ
4.12.22
θείας ἀπόπεμπτοι χάριτος, οἱ τὴν αὐτὴν ἐκείνῳ διαβολικὴν νοσοῦντες κακοτεχνίαν,
4.12.23
θεοστυγεῖς τε καὶ θεομισεῖς πάντη, καὶ πάσης εὐδαιμονίας ἀλλότριοι. Τί ἂν γένοιτο
4.12.24
διαβολῆς χεῖρον; κηλεῖ γὰρ τὰ ὦτα, καὶ ἐκπλήττει τὴν διάνοιαν τῶν ἀκροατῶν,
4.12.25
ἐκθηριοῖ δὲ αὐτοὺς οἷόν τι θήραμα τοῖς κακοῖς ἀεὶ ἐφεδρεύοντας. Οἱ δὲ τῷ σώφρονι
4.12.26
λογισμῷ μάλα ἑρματισμένοι καὶ ἀναχαιτιζόμενοι, τῷ διαβάλλοντι ἀπεχθαίνουσι
4.12.27
μάλιστα, ἢ τῷ διαβεβλημένῳ, ἐπιτιμήσαντες καὶ ἐπιστομίσαντες ταῖς πρὸς μέμψιν
4.12.28
ὁρμαῖς, ἄχρις ἂν ἐναργὴς μαρτυρίῳ ἡ ἀπόδειξις γένηται.
4.13.1
– Περὶ διηγήσεως ὑπὸ συνετῶν ἀνθρώπων γινομένης· καὶ ὅτι χρὴ
4.13.2
σπουδαίους εἶναι ἡμᾶς περὶ τὰς τοιαύτας ἀκροάσεις, ἀποδιδράσκειν δὲ ἀνοήτων
4.13.3
ἀνδρῶν .
4.13.4
Διηγήσαντό μοι παράνομοι ἀδολεσχίας, ἀλλ' οὐχ ὡς ὁ νόμος σου, Κύριε.
4.13.5
Λόγοις σοφῶν παράβαλέ σου τὸν νοῦν.– Λαλεῖτε, ἄνθρωποι, δικαίοις· Μὴ ἀστόχει
4.13.6
διηγήματος γερόντων· καὶ γὰρ αὐτοὶ ἔμαθον παρὰ τῶν πατέρων αὐτῶν. Διήγησις
4.13.7
μωροῦ προσόχθισμα. Μὴ παρίδῃς διήγημα σοφῶν, καὶ ἐν ταῖς παροιμίαις αὐτῶν
4.13.8
ἀναστρέφου. Διήγησις μώρου, ὡς ἐν ὁδῷ φορτίον· ἐπὶ δὲ χείλεσι συνετοῦ
4.13.9
εὑρεθήσεται χάρις. Κήρῳ τὰ ὦτα φράσσε πρὸς φαύλους λόγους, Ὠδῶν τε τερπνῶν
4.13.10
ἐκμελῆ λυγίσματα. Τοῖς δ' αὖ καλοῖς τε κἀγαθοῖς καὶ ἀεὶ δίδου. Εἰπεῖν, ἀκοῦσαι, καὶ
4.13.11
δράσαι, μικρὸν μέσον.
4.14.1
– Περὶ δικαιοσύνης καὶ ἀρετῆς.
4.14.2
Δικαιοσύνη ῥύεται ἐκ θανάτου. Ἐν ὁδοῖς δικαιοσύνης ζωή. Δικαιοσύνη ὑψοῖ
4.14.3
ἔθνος. Ὁ σπείρων δικαιοσύνην λήψεται μισθὸν πιστόν. Δικαιοσύνη φυλάττει
4.14.4
ἀκάκους. Διώκοντας δικαιοσύνην ἀγαπᾷ ὁ Θεός. Ἐν πλεοναζούσῃ δικαιοσύνῃ ἰσχὺς
4.14.5
πολλή. Ὁδὸς δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν. Ἐκ καρποῦ
4.14.6
δικαιοσύνης φύεται δένδρον ζωῆς. Ἐξουσίαν δίδωσι λόγοις ἀρχὴ δικαιοσύνης.
4.14.7
Δικαιοσύνη ἀμώμους ὀρθοτομεῖ ὁδούς. Ἀρχὴ ὁδοῦ ἀγαθῆς, ποιεῖν δίκαια. Μῆκος
4.14.8
βίου ὁδὸς δικαιοσύνης. Ποιεῖν δίκαια, καὶ ἀληθεύειν, ἀρεστὰ παρὰ Θεῷ μᾶλλον ἢ
4.14.9
θυσιῶν αἷμα. Ἔσται τὰ ἔργα δικαιοσύνης εἰρήνη, καὶ κρατήσει ἡ δικαιοσύνη
4.14.10
ἀνάπαυσιν. Δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς πέπαυται γὰρ ὁ ἀσεβής.
4.14.11
Ἀνοίξατε πύλας, εἰσελθέτω λαὸς φυλάττων δικαιοσύνην καὶ ἀλήθειαν. Τάδε λέγει
4.14.12
Κύριος· Φυλάσσεσθε κρίσιν, ποιεῖτε δικαιοσύνην θείαν. Μακάριος ὁ ποιῶν ταῦτα καὶ
4.14.13
ἀντεχόμενος αὐτῶν. Δικαιοσύνη ἀθάνατός ἐστιν. Ἐὰν δικαιοσύνην ἀγαπᾷ τις, οἱ
4.14.14
πόνοι αὐτοῦ εἰσιν ἀρεταί. Ἐὰν διώκῃς τὸ δίκαιον, καταλήψει, καὶ ἐνδύσῃ αὐτὸ ὡς
4.14.15
ποδήρη δόξης. Μακάριοι οἱ πεινῶντες καὶ διψῶντες δικαιοσύνην, ὅτι αὐτοὶ
4.14.16
χορτασθήσονται. Πᾶς ὁ ποιῶν τὴν δικαιοσύνην, ἐκ τοῦ Θεοῦ ἐστι. Δικαιοσύνη ἐστὶν
4.14.17
ἕξις ἀπονεμητικὴ τοῦ κατ' ἀξίαν Δυσθήρατον δὲ τοῦτο, τῶν μὲν διὰ τὸ περὶ τὴν
4.14.18
φρόνησιν ἐλλειπὲς οὐχ εὑρισκόντων ἑκάστῳ διανεῖμαι τὸ ἶσον, τῶν δὲ διὰ τὸ
4.14.19
προκατέχεσθαι ὑπὸ παθῶν ἀνθρωπίνων, ἀφανιζόντων τὸ δίκαιον.– Ἡ ἀρετὴ λόγον
4.14.20
ὑγείας ἐπέχει.– Τιμιώτερον ἀρετὴ ἢ πλοῦτος.– Ἀρετῆς ἄσκησις, τίμιον μὲν κτῆμα τῷ
4.14.21
ἔχοντι, ἥδιστον δὲ θέαμα τοῖς ἐντυγχάνουσιν. Δύσληπτον τὸ ἀγαθὸν τῇ ἀνθρωπίνῃ
4.14.22
φύσει, ὥσπερ καὶ πῦρ ὕλῃ τῇ ὑγροτέρᾳ. Ἐλευθέραν εἶναι προσήκει παντὸς φόβου τὴν
4.14.23
ἀρετὴν καὶ ἀδέσποτον. Ἀδέσποτον ἡ ἀρετὴ, καὶ ἑκούσιον, καὶ ἀνάγκης πάσης
4.14.24
ἐλεύθερον. Τοιαύτη τῆς ἀρετῆς ἡ διαίρεσις, ὥστε καὶ εἰς πάντας τοὺς
4.14.25
ἀντιποιουμένους αὐτῆς διαμερίζεσθαι, καὶπᾶσαν ἑκάστῳ παρεῖναι μὴ
4.14.26
ἐλαττουμένην ἐπὶ τοῖς συμμετέχουσιν. Χρὴ τὴν ἀρετὴν μὴ χωλὴν εἶναι καθ' ἑτέρων,
4.14.27
ἀλλ' ἔργῳ καὶ λόγῳ ὀρθὴν καὶ ἀπηρισμένην κατ' ἀμφότερα εἶναι. Οὐ δύναται ἡ
4.14.28
ἀνθρωπίνη φύσις αὐτὸ καθαρῶς τὸ δίκαιον ἐν ψυχῇ θεάσασθαι, τὰ πολλὰ τῶν
4.14.29
λογισμῶν ἀμβλυώττουσα. Οὐχ ὁ τόπος τὴν ἀρετὴν, ἀλλ' ἡ ἀρετὴ πέφυκε τὸν τόπον
4.14.30
σεμνύνειν.– Ὥσπερ ἐπὶ τῆς κιθάρας οὐκ ἀρκεῖ μόνον ἀπὸ μιᾶς νευρᾶς τὴν μελῳδίαν
4.14.31
ἐργάσασθαι, ἀλλὰ πάσας ἐπίεναι δεῖ μετὰ ῥυθμοῦ τοῦ προσήκοντος, οὕτω καὶ ἐπὶ τῆς
4.14.32
κατὰ ψυχὴν ἀρετῆς οὐκ ἀρκεῖ ἡμῖν νόμος εἰς σωτηρίαν, ἀλλὰ δεῖ πάντας αὐτοὺς
4.14.33
μετὰ ἀκριβείας φυλάττειν. Ὡς ἔοικεν, ἡ δικαιοσύνη τετράγωνός ἐστι, πάντοθεν ἴση
4.14.34
καὶ ὁμοία, ἐν λόγῳ καὶ ἔργῳ, ἐν ἀποχῇ κακῶν, ἐν εὐποιΐᾳ, ἐν τελειότητι γνωστικῇ,
4.14.35
οὐδαμῆ οὐδαμῶς χωλεύουσα, ἵνα μὴ ἄδικός τε καὶ ἄνισος φανῇ. Τῇ δικαιοσύνῃ ἀεὶ
4.14.36
τὸ ἰσχύειν ἀκολουθεῖ, ὥσπερ τῇ ἀδικίᾳ τὸ ἀσθενεῖν ἕπεται. Κακίας ἔξοδος ἀρετῆς
4.14.37
εἴσοδον ἐργάζεται, ὡς καὶ τοὐναντίον, ἀποστάντος ἀγαθοῦ, τὸ ἐφεδρεῦον κακὸν
4.14.38
ἐπεισέρχεται.– Εἴ τις πάσας τὰς ἀρετὰς διὰ σπουδῆς καὶ νήψεως ἐγκεκόλπισται,
4.14.39
οὗτος βασιλεὺς χρηματίζει, κἂν ἰδιώτης τυγχάνοι.
4.15.1
– Περὶ διαφορᾶς καὶ ἀνομοίου καταστάσεως τῶν ἀνθρώπων.
4.15.2
Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ καρδίαι τῶν
4.15.3
ἀνθρώπων ὅμοιαι. Οὐ πάντα πᾶσι συμφέρει, καὶ οὐ πᾶσα ψυχὴ ἐν παντὶ εὐδοκεῖ. Οὐ
4.15.4
τὰ αὐτὰ πᾶσι ἁρμόζειν οἴεσθε· οὔτε μία πᾶσιν ὁμοίως ἐπιτηδεία ὑπάρχει τροφὴ, οὔτε
4.15.5
Χριστιανοῖς εἷς βίος ἁρμόδιος.– Ὥσπερ τοῖς σώμασιν οὐ τὴν αὐτὴν φαρμακείαν καὶ
4.15.6
τροφὴν προσφέρονταί τινες, ἄλλοι δὲ ἄλλην, ἢ εὐεκτοῦντες, ἢ κάμνοντες, οὕτω καὶ
4.15.7
τὰς ψυχὰς διαφόρῳ λόγῳ καὶ ἀγωγῇ θεραπευτέον. Μάρτυρες δὲ τῆς θεραπείας ὦσι
4.15.8
καὶ τὰ πάθη. Τοὺς μὲν ἄγει λόγος, οἱ δὲ ῥυθμίζονται παραδείγματι· οἱ μὲν δέονται
4.15.9
κέντρων, οἱ δὲ χαλινοῦ. Οἱ μὲν γάρ εἰσι νωθεῖς καὶ δυσκίνητοι πρὸς τὸ καλὸν, οὓς τῇ
4.15.10
πληγῇ τοῦ λόγου διεγερτέον. Οἱ δὲ καθάπερ πῶλοι γενναῖοι πόῤῥω τῆς νύσσης
4.15.11
θέοντες, οὓς βελτίους ποιήσειεν ἄγχων καὶ ἀνακόπτων ὁ λόγος· τοὺς μὲν ἔπαινος
4.15.12
ὤνησε, τοὺς δὲ ὁ ψόγος. Ἀμφότερα μετὰ τοῦ καιροῦ, ἢ τοὐναντίον ἔβλαψεν ἔξω τοῦ
4.15.13
καιροῦ καὶ τοῦ λόγου. Τοὺς μὲν παράκλησις κατορθοῖ, τοὺς δὲ ἐπιτίμησις· καὶ αὖθις
4.15.14
τοὺς μὲν ἐκ κοινῷ διελέγχομεν, τοὺς δὲ κρύβδην.
4.16.1
– Περὶ δικαίων, καὶ καλῶν, καὶ ἀγαθῶν ἀνδρῶν.
4.16.2
Ἔγνω ὁ Θεὸς τοὺς ὄντας αὐτοῦ, καὶ τοὺς ἁγίους προσελάβετο πρὸς αὐτόν. Ὁ
4.16.3
ἠγαπημένος ὑπὸ Κυρίου, κατασκηνώσει πεποιθὼς, καὶ ὁ Θεὸς σκιάζει ἐπ' αὐτῷ πάσας
4.16.4
τὰς ἡμέρας. Εἶπε Κύριος πρὸς Σαμουήλ· Ἀνάστα, χρίσον τὸν Δαβὶδ, ὅτι ἀγαθός ἐστιν.
4.16.5
Νεώτερος ἐγενόμην· καὶ γὰρ ἐγήρασα· καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον.
4.16.6
Δίκαιοι κληρονομήσουσι τὴν γῆν. Σωτηρία τῶν δικαίων παρὰ Κυρίου, καὶ
4.16.7
ὑπεραπιστὴς αὐτῶν ἐστιν. Δίκαιος ὡς φοίνιξ ἀνθήσει, ὡσεὶ κέδρος ἡ ἐν τῷ Λιβάνῳ.
4.16.8
Φῶς ἀνέτειλε τῷ δικαίῳ, καὶ τοῖς εὐθέσι τῇ καρδίᾳ εὐφροσύνη. Γενεὰ εὐθέων
4.16.9
εὐλογηθήσεται. Δόξα καὶ πλοῦτος. Ἐξανέτειλε φῶς ἐν σκότει τοῖς εὐθέσιν, ἐλεήμων.
4.16.10
Εἰς μνημόσυνον αἰώνιον ἔσται δίκαιος, ἀπὸ ἀκοῆς. Φωνὴ ἀγαλλιάσεως καὶ
4.16.11
σωτηρίας, ἐν σκηναῖς δικαίων. Κύριος ἀγαπᾷ δικαίους. Οὐ λιμοκτονήσει Κύριος
4.16.12
ψυχὴν δικαίου. Πηγὴ ζωῆς ἐν χειρὶ δικαίου. Θησαυρίζεται δικαίοις πλοῦτος ἀσεβῶν.
4.16.13
Αἱ ὁδοὶ τῶν δικαίων ὁμοίως φωτὶ λάμπουσι προπορεύονται δὲ, καὶ φωτίζουσιν ἕως
4.16.14
κατορθώσῃ ἡ ἡμέρα. Ἑπτάκις πεσεῖται ὁ δίκαιος, καὶ ἀναστήσεται. Ἐν ἀγαθοῖς
4.16.15
δικαίων κατωρθώθησαν πόλεις, στόμασι δὲ ἀσεβῶν κατεσκάφησαν. Χρηστοὶ ἔσονται
4.16.16
οἰκήτορες γῆς, ἄκακοι δὲ ὑπολειφθήσονται ἐν αὐτῇ. Ἐπαύλεις δικαίου εὐλογοῦνται.
4.16.17
Χείλη ἀνδρῶν δικαίων ἀποστάζει χάριτας. Αἱ ῥίζαι τῶν δικαίων οὐκ ἐξαρθήσονται.
4.16.18
Οἶκοι δικαίων εὐλογοῦνται. Ὁ βλέπων λεῖα, ἐλεηθήσεται. Ὁ πορευόμενος ὀρθῶς,
4.16.19
φοβεῖται τὸν Κύριον. Ὃς ἀναστρέφεται ἄμωμος ἐν δικαιοσύνῃ, μακαρίους τοὺς
4.16.20
παῖδας καταλείψει. Τῷ ἀνθρώπῳ τῷ ἀγαθῷ πρὸ προσώπου αὐτοῦ ἔδωκε σοφίαν, καὶ
4.16.21
γνῶσιν, καὶ εὐφροσύνην. Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ, καὶ οὐ μὴ ἅψηται αὐτῶν
4.16.22
βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι, καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος
4.16.23
αὐτῶν, καὶ ἡ ἀφ' ἡμῶν πορεία σύντριμμα· οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει
4.16.24
ἀνθρώπων ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παι
4.16.25
δευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς, καὶ εὗρεν
4.16.26
αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς, καὶ ὡς
4.16.27
ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτοὺς, καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν
4.16.28
ἀναλάμψουσι. Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι, καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὐτῶν, καὶ ἡ
4.16.29
φροντὶς αὐτῶν παρὰ Ὑψίστου. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας, καὶ
4.16.30
τὸ διάδημα τῆς καλλονῆς ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ αὐτοῦ σκεπάσει αὐτοὺς, καὶ
4.16.31
τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Δίκαιος ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται.
4.16.32
Χάρις καὶ ἔλεος ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ, καὶ ἐπισκοπὴ ἐν τοῖς ὁσίοις αὐτοῦ. Θυσία
4.16.33
ἀνδρὸς δικαίου δεκτή. Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας
4.16.34
ἐκβάλλει τὰ ἀγαθά. Ῥάβδος δικαίου κρείσσων ἢ τιμὴ κακοῦ Ἕνα πλοῦτον νομίζοντα
4.16.35
τὴν τῆς ἀρετῆς κτῆσιν, μίαν εὐγένειαν τὴν πρὸς τὸν Θεὸν οἰκειότητα, μίαν ἀξίαν καὶ
4.16.36
δυναστείαν τὸ κρατεῖν ἑαυτοῦ, καὶ ἀδούλωτον εἶναι τοῖς ἀνθρωπίνοις παθήμασιν·
4.16.37
ἀχθόμενον μὲν τῇ παρατάσει τῆς τοῦ ὑλικοῦ βίου ζωῆς, σπεύδοντα δὲ καθάπερ οἱ διὰ
4.16.38
πελάγους κακοπαθοῦντες πρὸς λιμένα καταντῆσαι τῆς ἀναστάσεως. Ὥσπερ τὰ
4.16.39
εὐώδη τῶν ἀρωμάτων τῆς ἰδίας εὐπνοίας τὸν παρακείμενον ἀέρα πλήρη ποιεῖ·
4.16.40
οὕτως ἀνδρὸς ἀγαθοῦ παρουσία τοὺς πέλας ὀνίνησιν. ΤΙΤΛ. ΙΖʹ.– Περὶ διγλώσσου.
4.16.41
Κατάγνωσις πονηρὰ ἐπὶ διγλώσσου. Πᾶς ἁμαρτωλὸς φθονερὸς καὶ δίγλωσσος
4.16.42
ἀτιμίαν ἕξει. Ψίθυρον καὶ δίγλωσσον καταράσασθε· πολλοὺς γὰρ εἰρηνεύοντας
4.16.43
ἀπώλεσε. Γλῶσσα διττὴ πολλοὺς ἐσάλευσε, καὶ διέστειλεν αὐτοὺς ἀπὸ ἔθνους εἰς
4.16.44
ἔθνος, καὶ πόλεις ὀχυρᾶς καθεῖλεν, καὶ οἰκίας μεγιστάνων κατέστρεψε. Γλῶσσα
4.16.45
διττὴ γυναῖκας ἀνδρείας ἐξέβαλε καὶ ἐστέρησεν αὐτὰς τῶν πόνων αὐτῶν. Ὁ
4.16.46
προσέχων αὐτῇ, οὐ μὴ εὕρῃ ἀνάπαυσιν, οὐδὲ κατασκηνώσει μετὰ ἡσυχίας. ΤΙΤΛ. ΙΗʹ.
4.16.47
– Περὶ δικαστῶν ἀδεκάστων, καὶ καθαρὰς ἐχόντων τὰς χεῖρας. καὶ κρῖμα καὶ
4.16.48
δικαιοσύνην ποιούντων. Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς, καὶ οὐκ ἀθωώσεις τὸν
4.16.49
ἀσεβῆ. Πᾶσαν χήραν καὶ ὀρφανὸν οὐ κακώσετε. Οὐ προσθήσεις μετὰ πλήθους
4.16.50
ἐκκλῖναι κρίσιν. Δῶρα οὐ λήψῃ. Τὰ γὰρ δῶρα ἐκτυφλοῖ ὀφθαλμοὺς βλεπόντων, καὶ
4.16.51
λυμαίνεται ῥήματα δίκαια. Πένητα οὐκ ἐλεήσεις ἐν κρίσει. Οὐ διαστρέψεις
4.16.52
κρῖμα πένητος ἐν κρίσει αὐτοῦ. Οὐ ποιήσετε ἄδικον ἐν κρίσει. Οὐ λήψῃ πρόσωπον
4.16.53
πτωχοῦ, οὐδ' οὐ μὴ θαυμάσῃς πρόσωπον δυνάστου. Ἐν δικαιοσύνῃ κρινεῖς τὸν
4.16.54
πλησίον σου. Δικαίωσις μία ἔσται τῷ προσηλύτῳ καὶ τῷ ἐγχωρίῳ. Οὐ λήψεσθε λύτρα
4.16.55
περὶ τῆς ψυχῆς παρὰ τοῦ φονεύσαντος, τοῦ ἐνόχου ὄντος ἀναιρεθῆναι· θανάτῳ
4.16.56
θανατώσετε αὐτόν. Δικαίως τὸ δίκαιον διώξεις. Οὐκ ἐπιγνώσῃ πρόσωπον ἐν κρίσει·
4.16.57
κατὰ τὸν μικρὸν, καὶ κατὰ τὸν μέγαν κρινεῖς· οὐ μὴ ὑποστείλῃ πρόσωπον ἀνθρώπου,
4.16.58
ὅτι ἡ κρίσις τοῦ Θεοῦ ἐστιν. Οὐκ ἐκκλινεῖς κρίσιν προσηλύτου, καὶ ὀρφανοῦ, καὶ
4.16.59
χήρας, καὶ οὐκ ἐνεχυριάσεις ἱμάτιον χήρας. Ἐπικατάρατος, ὃς ἐὰν λάβῃ δῶρα, καὶ
4.16.60
πατάξῃ ψυχὴν αἵματος ἀθώου· καὶ ἐρεῖ πᾶς ὁ λαὸς, Γένοιτο. Ἐπικατάρατος πᾶς ὃς
4.16.61
ἐὰν ἐκκλίνῃ κρίσιν προσηλύτου, καὶ ὀρφανοῦ, καὶ χήρας· καὶ ἐρεῖ πᾶς ὁ λαὸς,
4.16.62
Γένοιτο. Καθίσατε, καὶ μὴ εἴη ἄδικον, καὶ τῷ δικαίῳ συνέρχεσθε. Καθαρὸς χερσὶν
4.16.63
ἀναλάβοι θάρσος· ἀδίκων καὶ ἀνόμων καταγελάσει. Ἄνθρωπον οὐ μὴ αἰσχυνθῶ,
4.16.64
ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ. Οὐδὲ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον. Εἰ
4.16.65
δὲ μὴ, καὶ ἐμὲ σῆτες ἔδονται. Δῶρα ἐπ' ἀθώοις οὐκ ἔλαβεν. Ὁ ποιῶν ταῦτα, οὐ
4.16.66
σαλευθήσεται εἰς τὸν αἰῶνα. Μακάριοι οἱ φυλάσσοντες κρίσιν, καὶ ποιοῦντες
4.16.67
δικαιοσύνην ἐν παντὶ καιρῷ. Ἄνοιγε σὸν στόμα, καὶ κρίνε πάντα δικαίως. Ὁ μισῶν
4.16.68
δώρων λήψεις, σώζεται. Κτῆμα τίμιον ἀνὴρ καθαρός. Αἰδεῖσθαι πρόσωπον ἐν κρίσει,
4.16.69
οὐ καλόν. Ἐν τούτῳ καυχάσθω ὁ καυχώμενος, ἐν τῷ συνιεῖν καὶ γινώσκειν τὸν
4.16.70
Κύριον, καὶ ποιεῖν κρῖμα καὶ δικαιοσύνην ἐν μέσῳ τῆς γῆς. Εἶπε Σαμουὴλ πρὸς πάντα
4.16.71
Ἰσραήλ· Ἀποκρίθητε κατ' ἐμοῦ ἐνώπιον Κυρίου· μόσχον τίνος εἴληφα, ἢ ὄνον, ἢ
4.16.72
καταδυναστεύσας ὑμᾶς. Ἀποκρίθητε κατ' ἐμοῦ. Καὶ εἶπαν πρὸς Σαμουήλ· Οὐκ
4.16.73
ἠδίκησας ἡμᾶς, οὐδὲ εἴληφας ἐκ χειρὸς ἡμῶν οὐδέν. Εἶπε Κύριος πρὸς Σολομών·
4.16.74
Ἀνθ' ὧν ᾐτήσω παρ' ἐμοῦ τὸ ῥῆμα τοῦτο, καὶ οὐκ ᾐτήσω ἑαυτῷ ἡμέρας πολλὰς, οὐδὲ
4.16.75
πλοῦτον, οὐδὲ ψυχὰς ἐχθρῶν σου, ἀλλ' ᾐτήσω ἑαυτῷ σύνεσιν τοῦ εἰσακούειν κρῖμα·
4.16.76
ἰδοὺ δέδωκά σοι καρδίαν φρονίμην καὶ σοφήν. Ὡςσὺ οὐ γέγονεν ἔμπροσθέν
4.16.77
σου, καὶ μετὰ σὲ οὐκ ἔσται. Εἶπε ταῖς γυναιξὶν ὁ βασιλεὺς Σολομών· Σὺ λέγεις ὅτι ὁ
4.16.78
υἱός σου ὁ ζῶν, καὶ ταύτης ὁ υἱὸς ὁ τεθνηκώς; Καὶ εἶπεν ὁ βασιλεύς· Λάβετέ μοι
4.16.79
μάχαιραν. Καὶ προσήνεγκαν ἐνώπιον τοῦ βασιλέως μάχαιραν. Καὶ εἶπεν ὁ βασιλεύς·
4.16.80
Διέλετε τὸ παιδίον τὸ ζῶν εἰς δύο, καὶ δότε τὸ ἥμισυ αὐτοῦ ταύτῃ, καὶ τὸ ἥμισυ
4.16.81
αὐτοῦ ἐκείνῃ. Καὶ ἀπεκρίθη ἡ γυνὴ ἧς ἦν ὁ υἱὸς ὁ ζῶν, καὶ εἶπε πρὸς τὸν βασιλέα, ὅτι
4.16.82
ἐταράχθη ἡ μήτρα αὐτῆς· Μηδαμῶς, κύριε, δὸς αὐτῇ τὸ παιδίον, καὶ θανάτῳ μὴ
4.16.83
θανατώσητε αὐτό. Καὶ αὕτη εἶπε· Μήτε ἐμὸν, μήτε αὐτῆς ἔστω· διέλετε αὐτό. Καὶ
4.16.84
ἀπεκρίθη ὁ βασιλεύς· Δότε τὸ παιδίον τῇ μητρὶ τῇ εἰπούσῃ, Δότε αὐτῇ τοῦτο, καὶ
4.16.85
θανάτῳ μὴ θανατώσητε αὐτὸ, ὅτι αὕτη ἡ μήτηρ αὐτοῦ. Κρῖμα δίκαιον κρίνετε.
4.16.86
Χήραν, καὶ ὀρφανὸν, καὶ προσήλυτον, καὶ πένητα μὴ καταδυναστεύετε. Τάδε λέγει
4.16.87
Κύριος· Φυλάξασθε κρίσιν, ποιεῖτε καὶ δικαιοσύνην. Μακάριος ὁ ποιῶν ταῦτα, καὶ
4.16.88
ἀντεχόμενος αὐτῶν καὶ διατηρῶν τὰς χεῖρας αὐτοῦ μὴ ποιεῖν ἄδικα. Ἐκζητήσατε
4.16.89
κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανὸν, καὶ δικαιώσατε χήραν, καὶ δεῦτε,
4.16.90
καὶ διαλεχθῶμεν, λέγει Κύριος. Ἐνεπλήσθη Σιὼν κρίσεως καὶ δικαιοσύνης· ἐκεῖ
4.16.91
σοφία καὶ εὐσέβεια πρὸς Θεόν· οὗτοί εἰσι θησαυροὶ δικαιοσύνης. Εὐλογήσει σε ὁ λαὸς
4.16.92
ὁ πτωχὸς, καὶ πόλεις ἀνθρώπων ἀδικουμένων εὐλογήσουσί σε. Ἐγένου γὰρ πάσῃ
4.16.93
πόλει ταπεινῇ βοηθὸς, καὶ τοῖς ἀθυμήσασι δι' ἔνδειαν σκέπη· ἀπὸ ἀνθρώπων
4.16.94
πονηρῶν ῥῦσαι αὐτούς. Σκέπη διψώντων καὶ πνεῦμα ἀνθρώπων ἀδικουμένων,
4.16.95
εὐλογήσουσί σε. Τάδε λέγει Κύριος· Κρίνατε πρωΐ, καὶ εὐθύνατε, καὶ ἐξέλεσθε
4.16.96
διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτόν· ὅπως μὴ ἀναφθῇ ὡς πῦρ ἡ ὀργή μου, καὶ
4.16.97
καυθήσεται, καὶ οὐκ ἔσται ὁ σώζων. Προσήλυτον, καὶ ὀρφανὸν, καὶ χήραν μὴ
4.16.98
καταδυναστεύετε, καὶ μὴ ἀσεβεῖτε, καὶ αἷμα ἀθῶον μὴ ἐκχέετε. Ἀδικίαν καὶ
4.16.99
ταλαιπωρίαν ἀφέλεσθε, κρῖμα καὶ δικαιοσύνην ποιεῖτε· ἐξέλετε καταδυναστείαν ἀπὸ
4.16.100
τοῦ λαοῦ μου, λέγει Κύριος. Ἀθῶον καὶ δίκαιον οὐκ ἀποκτενεῖς. Οὐκ ἔστι παρὰ τῇ
4.16.101
ἀληθείᾳ προσωποληψία. Ἀγαπήσατε δικαιοσύνην οἱ κρίνοντες τὴν γῆν. Λήψεται
4.16.102
πανοπλίαν τὸν ζῆλον αὐτοῦ· ἐνδύσεται θώρακα δικαιοσύνην, καὶ περιθήσεται
4.16.103
κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα. Μὴ λάβης
4.16.104
πρόσωπον δυνάστου. Ἕως θανάτουἀγώνισαι ὑπὲρ τῆς ἀληθείας, καὶ Κύριος
4.16.105
ὁ Θεὸς πολεμήσει ὑπὲρ σοῦ. Ἐν ἀθώοις μὴ δὸς μῶμον. Μὴ λάβῃς πρόσωπον κατὰ τῆς
4.16.106
ψυχῆς σου. Μὴ ἐξαναστῇς ἀπὸ προσώπου ὑβριστοῦ. Ἐξελοῦ ἀδικούμενον ἐκ χειρὸς
4.16.107
ἀδικοῦντος, καὶ μὴ ὀλιγοψυχήσῃς ἐν τῷ κρίνειν σε. Πρὶν ἢ ἐξετάσῃς, μὴ μέμψῃ.
4.16.108
Νόησον πρῶτον, καὶ τότε ἐπιτίμα. Ἄνευ κρίσεως μὴ ποιήσῃς μηδέν. Ἡγούμενόν σε
4.16.109
κατέστησαν; μὴ ἐπαίρου. Γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν. Θέλεις μὴ φοβεῖσθαι
4.16.110
ἐξουσίαν; Ἀγαθὸν ποίει, καὶ ἕξεις ἔπαινον ἐξ αὐτῆς. Ὁ ποιῶν τὴν δικαιοσύνην,
4.16.111
δίκαιός ἐστι, καθὼς καὶ ἐκεῖνος δίκαιός ἐστι. Πᾶς ὁ μὴ ποιῶν δικαιοσύνην, οὐκ ἔστιν
4.16.112
ἐκ τοῦ Θεοῦ. Εἰ δόξης ἐπιθυμεῖς, καὶ βούλει τῶν πολλῶν ὑπερφαίνεσθαι, καὶ
4.16.113
εὐδόκιμος ἐν τοῖς κοσμικοῖς πράγμασι γίνεσθαι, ἔσο δίκαιος, σώφρων, φρόνιμος,
4.16.114
ἀνδρεῖος, ὑπομονητικὸς ἐν τοῖς ὑπὲρ εὐσεβείας ἀγῶσιν. Οὕτω γὰρ σεαυτὸν σώσεις,
4.16.115
καὶ ἐπὶ μείζοσιν ἀγαθοῖς μείζονα ἕξεις τὴν περιφάνειαν. Ἔλεγχος τῆς τοῦ δικαίου
4.16.116
διαθέσεως ἡ περὶ τὸ κρίνειν ὀρθότης.– Τὸ νοῆσαι τὴν ἀληθῆ δικαιοσύνην μεγάλης
4.16.117
ὄντως διανοίας, καὶ φρενὸς τελειοτάτης δεῖται. Ἀμήχανον γὰρ μὴ προπαιδευθέντα
4.16.118
περὶ τοῦ δικαίου δύνασθαι τὰς ἀμφισβητήσεις ὀρθῶς διακρίνειν. Ὁ γὰρ εἰδὼς τὴν
4.16.119
ἀληθῆ δικαιοσύνην, καὶ δι' αὐτῆς διδαχθεὶς τὸ οἰκεῖον ἀπονεῖμαι ἑκάστῳ, οὗτος
4.16.120
δύναται κατευθῦναι κρῖμα. Ὥσπερ ὁ τοξότης πρὸς τὸν σκοπὸν ἐπευθύνει τὸ βέλος,
4.16.121
οὕτως ὁ κριτὴς τοῦ δικαίου καταστοχάζεται, οὔτε πρόσωπα λαμβάνων, οὔτε ποιῶν
4.16.122
κατὰ πρόσκλισιν, ἀλλ' εὐθείας καὶ ἀδιαστρόφους ἐκφέρων τὰς κρίσεις. Καὶ δύο
4.16.123
κρινομένων παρ' αὐτῷ, τοῦ τε πλεονεκτοῦντος, καὶ τοῦ ἔλαττον ἔχοντος ἕστηκεν ὁ
4.16.124
κριτὴς, ἐπανισῶν αὐτοὺς πρὸς ἀλλήλους, καὶ τοσοῦτον ἀφαιρῶν τοῦ ὑπερέχοντος,
4.16.125
ὅσον ἐλαττούμενον εὑρίσκει τὸν ἀδικούμενον. Ὁ βλέπων λεῖα, ἐλεηθήσεται· ἐὰν ἴδω
4.16.126
τὴν φύσιν τῆς γῆς ἀνωμάλως ἔχουσαν (ἐπειδὴ γὰρ οἵα ἐκτίσθη, τοιαύτη ὁρᾶται), ἐπὶ
4.16.127
τούτοις ἐγὼ καταδικάζομαι; Ἀλλὰ νόει μοι ὑψηλῶς. Παρεστήκασί μοι ἀδελφῶν
4.16.128
διαφοραί· ὁ μὲν πένης, ὁ δὲ πλούσιος· ὁ μὲν ξένος, ὁ δὲ οἰκεῖος· ἢ δικάζοντί σοι
4.16.129
κρινόμενοι, ἢ μεταδιδόντι σοι χρῄζοντες. Ἐὰν κάθῃ κρίνων, μὴ βλέπε ἀνώμαλα,
4.16.130
μηδὲ τὸν πλούσιον ὑψηλὸν, τὸν δὲ πένητα ταπεινόν. Ἐὰν παρασταθῇ τῇ θύρᾳ σου ὁ
4.16.131
τὴν χρείαν αὐτοῦ ἐπανορθωθῆναι ζητῶν, μηδὲ οὕτως ἀνώμαλα ἴδῃς, μὴ εἴπῃς·
4.16.132
Οὗτος φίλος, οὗτος συγγενὴς, οὗτος εὐεργέτης, ἐκεῖνος ξένος, ἀλλότριος, ἄγνωστος,
4.16.133
Ἀνώμαλα βλέπων οὐκ ἐλεηθήσῃ. Λεῖα βλέπε· φύσις μία, ἔνδεια ἐν
4.16.134
ἀμφοτέροις ἡ αὐτή. Δὸς τῷ ἀδελφῷ καὶ τῷ ξένῳ, μήτε τὸν ἀδελφὸν ἀποστραφῇς, καὶ
4.16.135
τὸν ξένον ἀδελφὸν οἰκεῖον ποίησαι. Μὴ πρόκρινε τὸν φίλον ἀπὸ τοῦ ἀλλοτρίου, τὴν
4.16.136
χρείαν αὐτοῦ ἐπανορθούμενος. Βούλεταί σε παραμυθητικὸν εἶναι τῶν δεομένων, οὐ
4.16.137
προσωπολήπτην, οὐ τῷ συγγενεῖ διδόντα, τὸν ξένον ἀπωθούμενον. Πάντες
4.16.138
συγγενεῖς, πάντες ἀδελφοὶ, ἑνὸς πατρὸς ἔγγονοι πάντες. Ἐὰν τὸν πνευματικὸν εἴπῃς
4.16.139
πατέρα, ὁ οὐράνιος· ἐὰν τὰ γήϊνα ζητῇς, μήτηρ ἡ γῆ, καὶ ἀπὸ τοῦ αὐτοῦ πηλοῦ
4.16.140
διηρτίσμεθα πάντες. Ὥστε ἀδελφὴ ἡ φύσις κατὰ σάρκα, ἀδελφὴ ἡ γένεσις ἡ κατὰ
4.16.141
πνεῦμα. Τὸ αὐτό σοι αἷμα φορεῖ ἀπὸ τοῦ πρώτου ἀνθρώπου· τὴν αὐτήν σοι χάριν
4.16.142
ἔλαβε παρὰ τοῦ Δεσπότου. Βλέπε οὖν λεῖα, ἵνα ἐλεηθῇς. Μὴ εἴπῃς· Οὗτος πλούσιος
4.16.143
καὶ τιμῆς ἄξιος, ἐκεῖνος πένης, καὶ φαυλίζων τὸν πένητα, μηδὲ ταῖς ὑπεροχαῖς
4.16.144
ταύταις ἀνωμάλως διάνεμε τὰς τιμάς. Ἔστι γὰρ ὁ πλούσιος ψεύστης, ὁ πλούσιος
4.16.145
ἅρπαξ, ὁ πλούσιος πόρνος, ὁ πένης δίκαιος. Μὴ τοίνυν τῇ ἔξωθεν ἐπιφανείᾳ
4.16.146
πρόσεχε, ἀλλ' εἰς τὸ κρυπτὸν εἰσερχόμενος, ἐκεῖ τὰς διαφορὰς διάνεμε. Τίμα τὸν τὰ
4.16.147
τίμια κεκτημένον. Τί τιμιώτερον; ἀρετὴ ἢ πλοῦτος; τί ἐκ τῶν ἔξωθεν δοκιμάζεις τὰ
4.16.148
κρύφια διερευνώμενος; Ὁρᾷς ὅτι ὁ Βὴλ, ἔξωθεν μὲν ἔχει χαλκὸν, ἔνδοθεν δὲ πηλὸν,
4.16.149
τῷ περιαστράπτοντι χαλκῷ ὑποκρυπτόμενον; Ἐὰν ἴδῃς τοὺς ἐν τῷ βίῳ περιφανεῖς,
4.16.150
γίνωσκε ὅτι ὁ χαλκὸς αὐτοῖς περιλάμπει, ἔνδοθεν δὲ πηλός εἰσιν. Πολλοὶ μὲν χρυσὸν
4.16.151
ἔχουσιν ἔνδον, ὄστρακον δὲ ἔξωθεν περικείμενον. Οὗτος σωφρονεῖ, κἀκεῖνος
4.16.152
πορνεύει. Τίς πλουσιώτερος; ὁ τὴν σωφροσύνην ἔχων, ἢ ὁ τὰ χρήματα ἐξ ἀδικίας
4.16.153
συνειλεγμένα; τοῦτο τὸ μνημόσυνον ἀναφαίρετον, ἐκεῖνος ὁ πλοῦτος πρόσκαιρος.
4.16.154
Τοῦτον κλέπτης οὐ διορύσσει, ἐκεῖνος σήμερον ἀνθεῖ, αὔριον δὲ ἀπομαραίνεται.
4.16.155
Ὥστε βλέπε λεῖα, ὁμοτίμως κατὰ τὸ αὐτό· τὴν μέντοι διάκρισιν τῶν τιμίων μὴ
4.16.156
ἀφανίσῃς, ἵνα ᾖς ἐλεημένος. Οὕτω δοκίμαζε τὸν ἀδελφὸν, ὡς καὶ αὐτὸς ἐν τοῖς
4.16.157
αὐτοῖς μέτροις κρινόμενος.– Ποιήσατε δικαιοσύνης ὅπλον, μὴ θανάτου, τὴν
4.16.158
παίδευσιν.– Ἴσθι κρινόμενος ὁ κριτὴς, καὶ ἧττον ἁμαρτήσεις.– Ἔναντι πάντων
4.16.159
εἰσένεγκε τὴν φιλανθρωπίαν, ᾗ χαίρει Θεὸς μᾶλλον ἢ πᾶσι τοῖς ἄλλοις. Μῖξον τῷ
4.16.160
φόβῳ τὴν ἐπιείκειαν, κέρασον τῇ ἀπειλῇ τὴν ἐλπίδα. Πολλὰ καὶ χρηστότητα
4.16.161
κατορθοῦν οἶδα, δυσωποῦσαν εἰς ὀφειλομένην ἀνταπόδοσιν· ὅταν βιάζεσθαι παρὸν,
4.16.162
συγχωρήσαντες δυσωπήσωμεν εὐνοίᾳ τὸν ἐλεούμενον. Τὸ δραστικὸν δείκνυε, μὴ τῷ
4.16.163
δρᾷν κακῶς. Τῷ δ' εὖ τι ποιεῖν, εἰ θέλεις εἶναι Θεός. Τὸ δ' ἐστὶν ἀνδρὸς εἰδότος τὸ
4.16.164
συγγενές. Κτείνει δὲ ῥᾷστα, καὶ τρυγὼν, καὶ σκορπίος. Μὴ πλήξωμεν
4.16.165
ἀθρόως· οὐ γὰρ ἀσφαλές· ἀλλὰ τῷ φόβῳ σωφρονίσαντες τῇ φιλανθρωπίᾳ
4.16.166
νικήσωμεν. Ὅταν αὐτός τις ἀνεπίληπτος ἅπασι γένηται, τότε δυνήσεται μεθ' ὅσης
4.16.167
βούλεται ἐξουσίας, καὶ κολάζειν, καὶ ἀνιέναι τοὺς ὑπ' αὐτὸν ταττομένους ἅπαντας.
4.16.168
Ὁ κρίνων τοῦ κρινομένου ἐξ ἀνάγκης ἄρχει. Δεῖ τὸν κριτὴν εἰδέναι, ὅτι κρίσει Θεοῦ
4.16.169
ὑπηρετεῖ, καὶ οὐ κύριός ἐστιν, ὡς βούλεται ἀγαγεῖν τὸ κρῖμα, ὥστε καὶ χαρίζεσθαι
4.16.170
τοῖς κρινομένοις τὰ πράγματα. Διοικήσω τὴν ἀρχὴν, ὥσπερ ἀγαθὸς προστάτης, οὐχ
4.16.171
ὡς τύραννος. Ἀρκεῖσθαι γὰρ τῇ τιμῇ τῆς προσηγορίας, τὴν δὲ ἐν ἑκάστῳ τῶν
4.16.172
πραγμάτων βουλὴν πᾶσι δώσω.
4.19.1
– Περὶ δικαστῶν δωροδοκουμένων, καὶ ἀθέσμως κατακρινόντων.
4.19.2
Πῦρ καύσει οἴκους δωροδεκτῶν. Θυμὸς ἐπ' ἀσεβεῖς ἔσται, δι' ἀσέβειαν
4.19.3
δώρων ὧν ἐδέχοντο. Ἄλαλα γενηθήτω τὰ χείλη τὰ δόλια, τὰ λαλοῦντα κατὰ δικαίου
4.19.4
ἀνομίαν ἐν ὑπερηφανείᾳ. Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε. Ἕως
4.19.5
πότε κρίνετε ἀδικίαν, καὶ πρόσωπα ἁμαρτωλῶν λαμβάνετε; Κρίνατε ὀρφανῷ.
4.19.6
Ἐξόλλυσιν ἑαυτὸν ὁ δωρολήπτης. Λαμβάνοντος δῶρα ἐν κόλπῳ ἀδικίας, οὐ
4.19.7
κατευοδοῦνται αἱ ὁδοὶ αὐτοῦ. Νίκην καὶ τιμὴν περιποιεῖται ὁ διδοὺς δῶρα· τὴν
4.19.8
μέντοι ψυχὴν ἀφαιρεῖται τῶν κεκτημένων. Ἀργύριον διδόμενον μετὰ δόλου, ὥσπερ
4.19.9
ὄστρακον ἡγητέον. Ὃς δίκαιον κρίνει τὸν ἄδικον, ἄδικον δὲ τὸν δίκαιον, ἀκάθαρτος,
4.19.10
καὶ βδελυκτὸς παρὰ Κυρίῳ. Ὁ εἰπὼν τὸν ἀσεβῆ, δίκαιός ἐστιν, ἐπικατάρατος λαοῖς
4.19.11
ἔσται, καὶ μισητὸς εἰς ἔθνη. Ἀπέδοντο ἀργυρίου δίκαιον, καὶ πένητα ἕνεκεν
4.19.12
ὑποδημάτων. Τῶν πατούντων ἐπὶ τὸν χοῦν τῆς γῆς, καὶ ἐκονδυλίαζον εἰς κεφαλὰς
4.19.13
ἐθνῶν, καὶ ὁδὸν ταπεινῶν ἐξέκλιναν. Ἵνα τί παρεσιωπήσατε ἀσέβειαν, καὶ τὰς
4.19.14
ἀδικίας αὐτῶν ἐτρυγήσατε; Πεσοῦνται οἱ ἄρχοντες αὐτῶν ἐν ῥομφαίᾳ δι'
4.19.15
ἀπαιδευσίαν γλώσσης αὐτῶν. Οἴμοι, ψυχὴ, ὅτι ἀπόλωλεν εὐλαβὴς ἀπὸ τῆς γῆς, καὶ ὁ
4.19.16
κατορθῶν ἐν ἀνθρώποις οὐκ ἔστιν. Πάντες εἰς αἵματα δικάζουσιν. Ἕκαστος τὸν
4.19.17
πλησίον αὐτοῦ ἐκθλίβουσιν. Ἐπὶ τὸ κακὸν τὰς χεῖρας αὐτῶν ἑτοιμάζουσιν. Ὁ ἄρχων
4.19.18
αἰτεῖ, καὶ ὁ κριτὴς εἰρηνικοὺς λόγους ἐλάλησε, καταθύμιον τῆς ψυχῆς αὐτοῦ.
4.19.19
95. 1397 Ὑμεῖς ἐξεκλίνατε ἐκ τῆς ὁδοῦ· ἠσθενήσατε πολλούς. Κἀγὼ δέδωκα ὑμᾶς
4.19.20
ἐξουθενουμένους εἰς πάντα τὰ ἔθνη, ἀνθ' ὧν ἐλαμβάνετε δῶρα ἐν νόμῳ. Γέγονε
4.19.21
κρίσις, καὶ ὁ κριτὴς λαμβάνει. Διὰ τοῦτο διεσκέδασται νόμος, καὶ οὐ διεξάγεται εἰς
4.19.22
τέλος κρίσις, ὅτι ἀσεβὴς καταδυναστεύει τὸν δίκαιον. Οἱ ἄρχοντες αὐτῆς ἐν αὐτῇ, ὡς
4.19.23
λέοντες ὠρυόμενοι, οἱ κριταὶ αὐτῆς ὡς λύκοι τῆς Ἀραβίας. Οἱ ἄρχοντές σου
4.19.24
ἀπειθοῦσι, κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς
4.19.25
οὐ κρίνοντες, καὶ κρίσει χηρῶν οὐ προσέχοντες. Ἐπιστήσω νεανίσκους ἄρχοντας
4.19.26
αὐτῶν, καὶ ἐμπαῖκται κυριεύσουσιν αὐτῶν. Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν,
4.19.27
ἀποστρέψω τὸ πρόσωπόν μου ἀφ' ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις. Οὐαὶ
4.19.28
οἱ δικαιοῦντες τὸν ἀσεβῆ ἕνεκεν δώρων, καὶ τὸ δίκαιον τοῦ δικαίου αἴροντες ἀπ'
4.19.29
αὐτοῦ. Διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρὸς, καὶ
4.19.30
συγκαυθήσεται ὑπὸ φλογὸς ἀνημμένης, ἡ ῥίζα αὐτῶν ὡς χόρτος ἔσται, καὶ τὸ ἄνθος
4.19.31
αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται. Οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου Σαβαὼθ
4.19.32
ποιεῖν, ἀλλὰ τὸ λόγιον τοῦ ἁγίου Ἰσραὴλ παρώξυναν. Οὐαὶ τοῖς γράφουσι πονηρίαν.
4.19.33
Γράφοντες γὰρ πονηρίαν γράφουσιν, ἐκκλίνοντες κρίσιν πτωχῶν, ἁρπάζοντες
4.19.34
κτήματα πενήτων τοῦ λαοῦ μου, ὥστε εἶναι αὐτοῖς χήραν εἰς ἁρπαγὴν, καὶ ὀρφανὸν
4.19.35
εἰς προνομήν. Καὶ τί ποιήσουσι τῇ ἡμέρᾳ τῆς ἐπισκοπῆς; Ἡ γὰρ θλίψις ἡμῶν
4.19.36
πόῤῥωθεν ἥξει, καὶ πρὸς τίνα καταφεύξεσθε τοῦ βοηθηθῆναι; Τί ὑμεῖς ἀδικεῖτε τὸν
4.19.37
λαόν μου, καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε; φησὶ Κύριος. Οὐαὶ οἱ
4.19.38
λέγοντες τὸ πονηρὸν καλὸν, καὶ τὸ καλὸν πονηρόν· οἱ τιθέντες τὸ φῶς σκότος, καὶ
4.19.39
τὸ σκότος φῶς· οἱ τιθέντες τὸ πικρὸν γλυκὺ, καὶ τὸ γλυκὺ πικρόν. Ἐν ταῖς χερσί σου
4.19.40
εὑρέθησαν αἵματα ψυχῶν ἀθώων. Οὐκ ἔκριναν κρίσιν ὀρφανοῦ, καὶ κρίσιν χήρας
4.19.41
οὐκ ἐκρίνοσαν. Μὴ ἐπὶ τούτοις οὐκ ἐπισκέψομαι, λέγει Κύριος; ἢ ἐν ἔθνει τῷ
4.19.42
τοιούτῳ οὐκ ἐκδικήσει ἡ ψυχή μου; Οἱ ὀφθαλμοὶ αὐτῶν οὐ καλοὶ, καὶ ἡ καρδία
4.19.43
αὐτῶν εὐθεῖα, ἀλλ' ἐπὶ τὴν πλεονεξίαν, καὶ ἐπὶ τὸ αἷμα τὸ ἀθῶον τοῦ ἐκχέειν αὐτὸ,
4.19.44
καὶ ἐπὶ τὴν συκοφαντίαν, καὶ εἰς ἀδίκημα, καὶ εἰς φόνον τοῦ ποιεῖν. Ἐταπείνωσας
4.19.45
τὸν ὑψηλὸν, καὶ ὕψωσας τὸν ταπεινόν. Ἀδικίαν θήσομαι αὐτὴν, λέγει Κύριος. Οἱ
4.19.46
ἄρχοντες αὐτῆς ἐν μέσῳ αὐτῆς ὡς λύκοι ἅρπαγες, ἁρπάζοντες ἅρπαγμα τοῦ ἐκχέαι
4.19.47
αἷμα, ὅπως πλεονεξία πλεονεκτῶσι. Καὶ οἱ προφῆται αὐτῆς ἀλείφοντες
4.19.48
αὐτούς. Ἀναμέσον ἁγίου καὶ βεβήλου οὐ διεσκέδαζον, καὶ ἀναμέσον ἀκαθάρτου καὶ
4.19.49
τοῦ καθαροῦ οὐ διέστελλον. Αἱ ψυχαὶ διεστράφησαν τοῦ λαοῦ μου, καὶ ψυχὰς
4.19.50
περιεποιοῦντο, καὶ ἐβεβήλουν με πρὸς τὸν λαόν μου ἕνεκεν δρακὸς κριθῶν, καὶ
4.19.51
ἕνεκεν κλασμάτων ἄρτου, ἀποκτεῖναι ψυχὰς, ἃς οὐκ ἔδει ἀποθανεῖν, καὶ τοῦ
4.19.52
περιποιεῖσθαι ψυχὰς, ἃς οὐκ ἔδει ζῆσαι. Κρίσις ἀπότομος ἐν τοῖς ὑπερέχουσι γίνεται·
4.19.53
τοῖς κραταιοῖς ἰσχυρὰ ἐφίσταται ἔρευνα. Ξένια καὶ δῶρα ἀποτυφλοῖ ὀφθαλμοὺς
4.19.54
σοφῶν. Ἀναπολόγητος εἶ, ἄνθρωπε, ὁ κρίνων. Ἐν ᾧ γὰρ κρινεῖς τὸν ἕτερον, σεαυτὸν
4.19.55
κατακρίνεις. Τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων. Οἴδαμεν δὲ ὅτι τὸ κρῖμα τοῦ Θεοῦ ἐστι
4.19.56
κατὰ ἀλήθειαν ἐπὶ τοὺς τὰ τοιαῦτα πράσσοντας. Λογίζῃ δὲ τοῦτο, ὦ ἄνθρωπε, ὁ
4.19.57
κρίνων τοὺς τὰ τοιαῦτα πράσσοντας, καὶ ποιῶν αὐτὰ, ὅτι σὺ ἐκφεύξῃ τὸ κρῖμα τοῦ
4.19.58
Θεοῦ. Ὁ τὴν δικαιοσύνην μὴ ἔχων προεναποκειμένην αὐτοῦ τῇ ψυχῇ, ἀλλ' ἢ
4.19.59
χρήμασι διεφθαρμένος, ἢ φιλίᾳ χαριζόμενος, ἢ ἐχθρὸν ἀμυνόμενος, ἢ δυναστείαν
4.19.60
δυσωπούμενος, τὸ κρῖμα κατευθύνειν οὐ δύναται. Πρὸς ὃν ἐρεῖ ὁ ψαλμός· Εἰ ἀληθῶς
4.19.61
ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε, υἱοὶ τῶν ἀνθρώπων. Τοῦτο πολλοὺς
4.19.62
ὁρῶμεν τῶν νῦν κριτῶν πάσχοντας, οἳ ῥᾷον τοῖς ὑψηλοῖς τὰ μεγάλα συγχωρήσειαν,
4.19.63
ἢ τοῖς ταπεινοῖς τὰ ἐλάχιστα. Ἔστι γὰρ ἄκρας κακοδαιμονίας, μὴ ἐν τοῖς ἰδίοις
4.19.64
ἰσχυροῖς τὸ ἀσφαλὲς ἔχειν, ἀλλ' ἐν τοῖς ἑτέρων σαθροῖς. Τοσοῦτον δύνανται
4.19.65
ἄρχοντες πρὸ τῆς ἀληθείας δόξαν τιμῶντες, ὅσον καὶ λῃσταὶ ἐν ἐρημίᾳ. Γεγόνασι
4.19.66
φιλήδονοι μᾶλλον ἢ φιλάρετοι, νωθροί τε καὶ κατημελημένοι, καὶ οὐ τετηρήκασιν
4.19.67
ἀδιάβλητον τὸ τῆς ἀρχῆς ἀξίωμα. Αἱ περὶ τὰ δικαστήρια σπουδαὶ ταῖς πολυτρόποις
4.19.68
ἁμαρτίαις ὑπηρετοῦσιν, μυρίας τοῖς ἀδικοῦσι τὰς συνηγορίας εὑρίσκουσαι.
4.19.69
Ἐξετασθήσονται, καὶ ἄρχοντες, καὶ δικασταὶ μετὰ πολλῆς τῆς ἀκριβείας, καὶ
4.19.70
γνωσθήσονται, εἰ μὴ διέφθειραν τὸ δίκαιον· εἰ μὴ πρὸς χάριν, μηδὲ πρὸς ἀπέχθειαν
4.19.71
ἐψηφίσαντο τοῖς δικαζομένοις· εἰ μὴ κολακευθέντες ἐνέδωκαν πρὸς τὸ δέον· εἰ μὴ
4.19.72
μνησικακοῦντες ἐπηρέασαν τοῖς οὐδὲν ἠδικηκόσιν. Ἄδικος δικαστὴς, μεμολυσμένη
4.19.73
συνείδησις .
4.20.1
– Περὶ δούλων χρηστῶν.
4.20.2
Οἰκέτης νοήμων κρατήσει δεσποτῶν ἀφρόνων. Οἰκέτου σοφοῦ εὔοδοι
4.20.3
ἔσονται πράξεις, καὶ κατευθυνθήσονται αἱ ὁδοὶ αὐτοῦ. Οἰκέται σοφοὶ ἰδίοις
4.20.4
δεσπόταις δανείσουσιν. Γλυκὺς ὁ ὕπνος τοῦ δούλου, εἰ ὀλίγον, καὶ εἰ πολὺ φάγεται.
4.20.5
95. 1401 Μὴ κακώσῃς οἰκέτην ἐργαζόμενον ἐν ἀληθείᾳ. Οἰκέτην συνετὸν ἀγαπάτω
4.20.6
σου ἡ ψυχὴ, καὶ μὴ στερήσῃς αὐτὸν ἐλευθερίας. Οἰκέτῃ συνετῷ ἐλεύθεροι
4.20.7
ὑπουργήσουσι. Οἱ δοῦλοι, ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις ὑμῶν, μετὰ φόβου καὶ
4.20.8
τρόμου ἐν ἁπλότητι καρδίας ὑμῶν ὡς Χριστῷ, μὴ κατ' ὀφθαλμοδουλείαν, ὡς
4.20.9
ἀνθρωπάρεσκοι, ἀλλ' ὡς δοῦλοι Χριστοῦ· ποιοῦντες τὸ θέλημα τοῦ Θεοῦ ἐκ ψυχῆς,
4.20.10
μετ' εὐνοίας δουλεύοντες ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώπῳ· εἰδότες ὅτι ἕκαστος ὃ ἐὰν
4.20.11
ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ Κυρίου, εἴτε δοῦλος, εἴτε ἐλεύθερος. Οἱ δοῦλοι,
4.20.12
ὑπακούετε τοῖς κατὰ σάρκα κυρίοις, μὴ ἐν ὀφθαλμοδουλείᾳ, ὡς ἀνθρωπάρεσκοι,
4.20.13
ἀλλ' ἐν ἁπλότητι καρδίας, φοβούμενοι τὸν Κύριον. Ὃ ἐὰν ποιῆτε, ἐκ ψυχῆς
4.20.14
ἐργάζεσθε, ὡς τῷ Κυρίῳ, καὶ οὐκ ἀνθρώπῳ. εἰδότες ὅτι παρὰ Κυρίου λήψεσθε τὴν
4.20.15
ἀνταπόδοσιν. Ὅσοι εἰσὶν ὑπὸ ζυγὸν δοῦλοι, τοὺς ἰδίους δεσπότας πάσης τιμῆς ἀξίους
4.20.16
ἡγείσθωσαν, ἵνα μὴ τὸ ὄνομα τοῦ Θεοῦ, καὶ ἡ διδασκαλία βλασφημῆται. Οἱ δὲ
4.20.17
πιστοὺς ἔχοντες δεσπότας, μὴ καταφρονείτωσαν, ὅτι ἀδελφοί εἰσιν· ἀλλὰ μᾶλλον
4.20.18
δουλευέτωσαν, ὅτι πιστοί εἰσι καὶ ἀγαπητοὶ, καὶ τῆς εὐεργεσίας ἀντιλαμβανόμενοι.
4.20.19
Οἱ οἰκέται, ὑποτασσόμενοι ἐν παντὶ φόβῳ τοῖς δεσπόταις ὑμῶν, οὐ μόνον ἀγαθοῖς
4.20.20
καὶ ἐπιεικέσιν, ἀλλὰ καὶ τοῖς σκολιοῖς. Τοῦτο γὰρ χάρις παρὰ τῷ Θεῷ, εἰ διὰ
4.20.21
συνείδησιν Θεοῦ ὑποφέρει τις λύπας, πάσχων ἀδίκως. Οἱ οἰκέται μὴ φευγέτωσαν
4.20.22
εὐνοεῖν τοῖς δεσπόταις. Ἐλεύθερον καὶ δοῦλον ὁ τρόπος γράφει.
4.21.1
– Περὶ δούλων πονηρῶν.
4.21.2
Λόγοις οὐ παιδευθήσεται οἰκέτης σκληρός. Ἐὰν γὰρ καὶ νοήσῃ, ἀλλ' οὐχ
4.21.3
ὑπακούεται. Χορτάσματα καὶ ῥάβδος ὄνῳ, ἄρτος δὲ, καὶ παιδεία, καὶ ἔργον οἰκέτῃ.
4.21.4
Ἔργασαι ἐν παιδείᾳ, καὶ εὑρήσεις ἀνάπαυσιν. Ἄνες χεῖρας αὐτῷ, καὶ ζητήσει
4.21.5
ἐλευθερίαν. Ζυγὸς καὶ ἱμὰς τράχηλον κάμψουσι, καὶ οἰκέτῃ κακούργῳ στρέβλαι καὶ
4.21.6
βάσανοι. Ἔμβαλλε αὐτὸν εἰς ἐργασίαν, ἵνα μὴ ἀργῇ. Πολλὴν γὰρ κακίαν ἐδίδαξεν ἡ
4.21.7
ἀργία. Οἰκέτου πονηροῦ μὴ αἰσχυνθῇς πλευρὰν αἱμάξαι. Δούλων ὑπάρχει κακῶν
4.21.8
ἀθετεῖν δεσποτείαν, καὶ ἐπανίστασθαι κυριότητι, καὶ ὁμόδουλον ἑαυτοῖς ποιεῖν τὸν
4.21.9
ἐλεύθερον. Οὐδεὶς οὕτως μέμηνεν, ὡς δοῦλος ὢν, ἐναντιοῦσθαι δεσπότῃ.
4.22.1
– Περὶ δυσαρεστουμένων.
4.22.2
Ὦ οἱ εὐφραινόμενοι ἐπ' οὐδενὶ λόγῳ. Τίνι ὁμοιώσω τοὺς ἀνθρώπους τῆς
4.22.3
γενεᾶς ταύτης· Ὅμοιοί εἰσι παιδίοις ἐν ἀγορᾷ καθημένοις, καὶ
4.22.4
προσφωνοῦσιν ἀλλήλους, καὶ λέγουσιν· Ηὐλήσαμεν ὑμῖν, καὶ οὐκ ὠρχήσασθε·
4.22.5
ἐθρηνήσαμεν ὑμῖν, καὶ οὐκ ἐκλαύσατε. Ἐλήλυθε γὰρ Ἰωάννης ὁ Βαπτιστὴς, μήτε
4.22.6
ἐσθίων, μήτε πίνων, καὶ λέγουσι· Δαιμόνιον ἔχει. Ἦλθεν ὁ Υἱὸς τοῦ ἀνθρώπου
4.22.7
ἐσθίων καὶ πίνων, καὶ λέγουσιν· Ἰδοὺ ἄνθρωπος φάγος, καὶ οἰνοπότης, τελωνῶν
4.22.8
φίλος καὶ ἁμαρτωλῶν.
4.23.1
– Περὶ διψύχων, καὶ παλιμβούλων, καὶ ἀστατούντων τὴν γνώμην,
4.23.2
καὶ μεταβατῶν.
4.23.3
Αἴγυπτον ἐπεκαλοῦντο, καὶ εἰς Ἀσσυρίους ἐπορεύθησαν. Οὐαὶ καρδίᾳ δισσῇ,
4.23.4
καὶ ἁμαρτωλῷ ἐπιβεβηκότι ἐπὶ δύο τρίβους. Μὴ προσέλθῃς καρδίᾳ δισσῇ. Ἄφρων ὡς
4.23.5
σελήνη ἀλλοιοῦται. Καρδία ἐπιβαίνουσα δυσὶν ὁδοῖς, οὐκ εὐοδωθήσεται. Ζωὴ
4.23.6
πονηρὰ ἐξ οἰκίας εἰς οἰκίαν· καὶ οὗ παροικήσει, οὐκ ἀνοίξει στόμα. Τῷ
4.23.7
ἐκπορευομένῳ, καὶ τῷ εἰσπορευομένῳ, οὐκ ἦν εἰρήνη ἀπὸ τῆς θλίψεως. Ἀνὴρ
4.23.8
δίψυχος ἀκατάστατος ἐν πάσαις ταῖς ὁδοῖς αὐτοῦ. Ἐτρέχετε καλῶς· τίς ὑμᾶς ἐνέκοψε
4.23.9
τῇ ἀληθείᾳ μὴ πείθεσθαι; Οἷς εὔκολος πρὸς μεταβολὴν ἡ διανοία, τούτοις οὐδὲν
4.23.10
ἀπεικὸς καὶ τὸν βίον εἶναι μὴ τετάγμενον. Ἄνθρωποι ταῖς νεφέλαις ἐοίκασιν, πρὸς
4.23.11
τὰς τῶν ἀνέμων μεταβολὰς, ἄλλοτε κατ' ἄλλο μέρος τοῦ ἀέρος ἐμφερομέναις.
4.23.12
Κούφους καὶ ἀνοήτους, τούτους ὑπολαμβάνομεν, τοὺς ῥᾳδίως ἐπ' ἀμφότερα
4.23.13
φερομένους, καὶ μεταῤῥέοντας, καθάπερ αὔρας μεταπιπτούσας, ἢ μεταβολὰς, ἢ
4.23.14
παλιῤῥοίας εὐρίπων, ἢ θαλάσσης ἀστάτου κύματα. Πέφυκεν ὁ ἄφρων ἐπὶ μηδενὸς
4.23.15
ἑστάναι πράγματος. Καὶ ἔστιν αὐτῷ πᾶσα ἡ ζωὴ κρεμαμένη, βάσις ἀκράδαντον οὐκ
4.23.16
ἔχουσα. Φυτὸν μεταφερόμενον συνεχῆς, οὐ ποιήσει καρπόν.
4.24.1
– Περὶ δόξης, καὶ τιμῆς· καὶ ὅτι οὐ δεῖ δόξαν ἑτέρῳ παρασχεῖν.
4.24.2
Μὴ δὸς ἑτέρῳ τὴν δόξαν σου, καὶ τὰ συμφέροντά σοι ἔθνει ἀλλοτρίῳ. Τὴν
4.24.3
δόξαν μου ἑτέρῳ οὐ δώσω. Ὡς ἔτι ζῇς, καὶ πνοὴ ἐν σοὶ, μὴ ἀλλάξῃς σεαυτὸν ἐν πάσῃ
4.24.4
σαρκί. Κρεῖσσον γάρ ἐστι τὰ τέκνα δεηθῆναί σου, ἢ σὲ ἐμβλέπειν εἰς χεῖρας υἱῶν σου·
4.24.5
καὶ ἐν καιρῷ τελευτῆς διάδος κληρονομίαν σου. Υἱῷ καὶ γυναικὶ, καὶ φίλῳ, καὶ
4.24.6
ἀδελφῷ, μὴ δὸς ἐξουσίαν ἐπὶ σὲ ἐν ζωῇ σου. Μὴ δὸς ἑτέρῳ τὴν δόξαν σου, ἵνα μὴ
4.24.7
μεταμεληθεὶς δέῃ περὶ αὐτῶν.
4.25.1
– Περὶ διαβόλου, ἤτοι Σατανᾶ καὶ δαιμόνων.
4.25.2
Ἐγενήθη ἐν τῷ εἶναι πνεῦμα πονηρὸν ἐπὶ Σαοὺλ, ἐλάμβανε Δαβὶδ τὴν
4.25.3
κινύραν, καὶ ἔψαλλεν ἐν τῇ χειρὶ αὐτοῦ, καὶ ἀνέψυχε Σαοὺλ, καὶ ἀφίστατο ἀπ' αὐτοῦ
4.25.4
τὸ πνεῦμα τὸ πονηρόν. Ἔστη διάβολος ἐν τῷ Ἰσραὴλ, καὶ ἐπέσεισε τὸν Δαβὶδ
4.25.5
ἀριθμῆσαι τὸν Ἰσραήλ. Ἡ δύναμις τοῦ Σατανᾶ ἐπ' ὀμφαλοῦ γαστρός. Ἔστησεν οὐρὰν
4.25.6
αὐτοῦ ὡς κυπαρίσσου, τὰ δὲ νεῦρα αὐτοῦ συμπέπλεκται ὥσπερ σχοινίον. Ἡ ψυχὴ
4.25.7
αὐτοῦ ἄνθρακες, ἡ δὲ καρδία αὐτοῦ πέπηγεν ὥσπερ σίδηρος. Τίς ἀποκαλύψει
4.25.8
πρόσωπον ἐνδύσεως αὐτοῦ, εἰς δὲ πτύξιν θώρακος αὐτοῦ τίς εἰσέλθοι; Πύλας
4.25.9
στόματος πρὸ προσώπου αὐτοῦ τίς ἀνοίξει; Κύκλῳ ὀδόντων αὐτοῦ φόβος, τὰ ἔγκατα
4.25.10
αὐτοῦ ἀσπίδες χαλκαῖ. Ἐκ στόματος αὐτοῦ ἐκπορεύονται λαμπάδες καιόμεναι, καὶ
4.25.11
διαῤῥιπτοῦνται ἐσχάραι πυρός. Ἐκ μυκτήρων αὐτοῦ ἐκπορεύεται καπνὸς καμίνου
4.25.12
καιομένης πυρὶ ἀνθράκων. Ἡ ψυχὴ αὐτοῦ ἄνθρακας φλέξει, φλὸξ δὲ ἐκ στόματος
4.25.13
αὐτοῦ ἐκπορεύεται. Ἔμπροσθεν αὐτοῦ προτρέχει ἀπώλεια. Ἡ στρωμνὴ αὐτοῦ
4.25.14
ὀβελίσκοι ὀξεῖς, πᾶς δὲ χρυσὸς θαλάσσης ὑπ' αὐτὸν ὥσπερ πηλὸς ἀμύθητος. Ἔδειξέ
4.25.15
μοι Κύριος Ἰησοῦν τὸν ἱερέα ἑστῶτα πρὸ προσώπου ἀγγέλου Κυρίου, καὶ ὁ διάβολος
4.25.16
εἰστήκει ἐκ δεξιῶν αὐτοῦ. Καὶ εἶπεν ὁ ἄγγελος πρὸς τὸν διάβολον· Ἐπιτιμήσει Κύριος
4.25.17
ἐν σοὶ, διάβολε, καὶ ὁ ἐκλεξάμενος τὴν Ἱερουσαλήμ. Πῶς ἔπεσεν ἐκ τοῦ οὐρανοῦ
4.25.18
ἑωσφόρος, ὁ πρωῒ ἀνατέλλων, συνετρίβη εἰς τὴν γῆν, ὁ ἀποστέλλων πρὸς πάντα τὰ
4.25.19
ἔθνη; Σὺ δὲ εἶπας ἐν τῇ καρδίᾳ σου· Εἰς τὸν οὐρανὸν ἀναβήσομαι· ἐπάνω τῶν ἄστρων
4.25.20
τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου. Καθίσω ἐν ὄρει ὑψηλῷ, ἐπὶ τὰ ὄρη τὰ ὑψηλὰ
4.25.21
πρὸς βοῤῥᾶν ἀναβήσομαι, ἐπάνω τῶν νεφελῶν· ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ. Νῦν δὲ
4.25.22
εἰς ᾅδου καταβήσῃ, καὶ εἰς τὰ θεμέλια τῆς γῆς. Οἱ ἰδόντες σε θαυμάσουσιν ἐπὶ σοὶ,
4.25.23
καὶ ἐροῦσιν· Οὗτος ὁ ἄνθρωπος ὁ παροξύνων τὴν γῆν, σείων βασιλεῖς, ὁ θεὶς τὴν
4.25.24
οἰκουμένην ὅλην ἔρημον, καὶ τὰς πόλεις καθεῖλεν, τοὺς δὲ ἐν ἀπαγωγῇ οὐκ ἔλυσεν.
4.25.25
Πάντες οἱ βασιλεῖς τῆς γῆς ἐκοιμήθησαν ἐν τιμῇ, ἄνθρωπος ἐν τῷ οἴκῳ αὐτοῦ. Σὺ δὲ
4.25.26
ῥιφήσῃ ἐν τοῖς ὄρεσιν ὡς νεκρὸς ἐβδελυγμένος, μετὰ πολλῶν τεθνηκότων
4.25.27
ἐκκεκεντημένων μαχαίρᾳ, καταβαινόντων εἰς ᾅδου. Ὃν τρόπον γὰρ ἱμάτιον ἐν
4.25.28
αἵματι πεφυρμένον οὐκ ἔσται καθαρὸν, οὐδὲ ἔσῃ καθαρός· διόπερ τὴν γῆν μου
4.25.29
ἀπώλεσας, καὶ τὸν λαόν μου ἀπέκτεινας, λέγει Κύριος. Δόλος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ
4.25.30
ἐν τῇ καρδίᾳ αὐτοῦ μεγαλυνθήσεται, καὶ δόλῳ διαφθερεῖ πολλοὺς, καὶ ἐπ' ἀπωλείᾳ
4.25.31
πολλῶν στήσεται. Φθόνῳ διαβόλου θάνατος εἰς τὸν κόσμον εἰσῆλθεν. Τότε Ἰησοῦς
4.25.32
ἀνήχθη ὑπὸ τοῦ Πνεύματος εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου· καὶ
4.25.33
νηστεύσας ἡμέρας τεσσαράκοντα, καὶ μʹ νύκτας, ὕστερον ἐπείνασε. Καὶ προσελθὼν
4.25.34
αὐτῷ ὁ πειράζων, εἶπεν· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ ἵνα οἱ λίθοι οὗτοι ἄρτοι γένωνται.
4.25.35
Ὁ δὲ ἀποκριθεὶς εἶπε· Γέγραπται· Οὐκ ἐν ἄρτῳ μόνῳ ζήσεται ἄνθρωπος, ἀλλ'
4.25.36
ἐν παντὶ ῥήματι ἐκπορευομένῳ διὰ στόματος Θεοῦ. Τότε παραλαμβάνει αὐτὸν ὁ
4.25.37
διάβολος εἰς τὴν ἁγίαν πόλιν, καὶ ἵστησιν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ
4.25.38
λέγει αὐτῷ· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς·
4.25.39
Γέγραπται· Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Πάλιν παραλαμβάνει αὐτὸν ὁ
4.25.40
διάβολος εἰς ὄρος ὑψηλὸν λίαν, καὶ δείκνυσιν αὐτῷ πάσας τὰς βασιλείας τοῦ κόσμου
4.25.41
καὶ τὴν δόξαν αὐτῶν, καὶ λέγει αὐτῷ· Ταῦτα πάντα σοι δώσω, ἐὰν πεσὼν
4.25.42
προσκυνήσῃς μοι. Τότε λέγει αὐτῷ ὁ Ἰησοῦς· Ὕπαγε ὀπίσω μου, Σατανᾶ. Γέγραπται
4.25.43
γάρ· Κύριον τὸν Θεόν σου προσκυνήσεις, καὶ αὐτῷ μόνῳ λατρεύσεις. Εἶπε δὲ τοῖς
4.25.44
ἑβδομήκοντα ὁ Κύριος· Ἐθεώρουν τὸν Σατανᾶ ὡς ἀστραπὴν ἐκ τοῦ οὐρανοῦ
4.25.45
πεσόντα. Ἰδοὺ δίδωμι ὑμῖν τὴν ἐξουσίαν τοῦ πατεῖν ἐπάνω ὄφεων καὶ σκορπίων, καὶ
4.25.46
ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ. Ἀντίστητε τῷ διαβόλῳ, καὶ φεύξεται ἀφ' ὑμῶν.
4.25.47
Νήψατε, γρηγορήσατε, ὅτι ἀντίδικος ὑμῶν διάβολος ὡς λέων ὠρυόμενος περιπατεῖ,
4.25.48
ζητῶν τίνα καταπίῃ· ᾧ ἀντίστητε στερεοὶ ἐν πίστει. Τὰς πονηρὰς τοῦ διαβόλου
4.25.49
συμβουλίας ἀποκωλύων ἡμᾶς ὁ Κύριος δέξασθαι, Σήμερον, φησὶν, ἐὰν τῆς φωνῆς
4.25.50
μου ἀκούσητε. Ἐκεῖνος λέγει, Τὴν σήμερον ἐμοὶ, καὶ τὴν αὔριον τῷ Θεῷ. Ὁ Κύριος
4.25.51
ἀντιβοᾷ· Σήμερον ἐὰν τῆς φωνῆς μου ἀκούσητε. Νόησον τὸν ἐχθρόν· οὐ τολμᾷ
4.25.52
συμβουλεῦσαι καθόλου ἀποστῆναι τοῦ Θεοῦ. Οἶδεν ὅτι βαρὺ τοῦτο ἀκοῦσαι
4.25.53
Χριστιανοῖς· ἀλλὰ τέχναις ἀπατηλαῖς μεθοδεύει τὴν ἐπιχείρησιν. Σοφός ἐστι τοῦ
4.25.54
κακοποιῆσαι· σήμερον κλέπτει ἡμᾶς διὰ τῆς μεθοδείας, καὶ τὴν αὔριον ἡμῖν τὰς
4.25.55
ἐπαγγελίας περιαφίησιν. Εἶτα ἐπειδὰν ἡ αὔριον ἔλθῃ, πάλιν ἔρχεται κακῶς
4.25.56
συμμεριστὴς, ἡμῶν ἀξιῶν τὴν σήμερον αὐτῷ, τὴν δὲ αὔριον τῷ Κυρίῳ· καὶ οὕτως
4.25.57
ἀεὶ, τὸ μὲν παρὸν δι' ἡδονῆς ἀφαιρούμενος, τὸ δὲ μέλλον ταῖς ἐλπίσιν ἡμῶν
4.25.58
προσαφιεὶς, λανθάνει ἡμᾶς ἀποβουκολῶν τῆς ζωῆς. Πονηρὸς ὁ διάβολος, καὶ κακίας
4.25.59
παντοίας δημιουργός· καὶ ὥσπερ ἕπεται τῷ ἀγαθῷ ἡ ἀφθονία, οὕτως ἀκολουθεῖ τῷ
4.25.60
διαβόλῳ ἡ βασκανία. Ἐν τῷ τῆς βασκανίας ὅπλῳ ἀπὸ καταβολῆς κόσμου, μέχρι
4.25.61
συντελείας αἰῶνος, πάντας τιτρώσκει καὶ καταβάλλει ὁ λυμεὼν τῆς ζωῆς ἡμῶν
4.25.62
διάβολος, καὶ ὁ χαίρων τῇ ἀπωλείᾳ. Ὁ καταπεσὼν διὰ τοῦ φθόνου, καὶ ἡμᾶς ἑαυτῷ
4.25.63
διὰ τοῦ ἴσου ὅπλου καταβάλλων. Πόθεν πονηρὸς ὁ διάβολος; ἐκ τῆς οἰκείας
4.25.64
προαιρέσεως. Αὐθαίρετον γὰρ ἔχων τὴν ζωὴν, καὶ ἐπ' αὐτῷ κειμένην τὴν ἐξουσίαν,
4.25.65
ἢ παραμένειν τῷ Θεῷ, ἢ ἀλλοτριωθῆναι τοῦ ἀγαθοῦ, Γαβριὴλ ἄγγελος, καὶ
4.25.66
παρέστηκε τῷ Θεῷ διηνεκῶς, ὁ Σατανᾶς ἄγγελος, καὶ ἐξέπεσε τῆς οἰκείας τάξεως.
4.25.67
Κἀκεῖνον μὲν ἡ προαίρεσις διεφύλαξε τοῖς ἄνω, καὶ τοῦτον κατέῤῥιψε τῆς γνώμης
4.25.68
τὸ αὐτεξούσιον. Ἠδύνατο γὰρ κἀκεῖνος ἀποστῆναι, καὶ οὗτος μὴ ἐκπεσεῖν· ἀλλὰ
4.25.69
95. 1409 τὸν μὲν διεσώσατο τῆς ἀγάπης τοῦ Θεοῦ τὸ ἀκόρεστον, τὸν δὲ ἀπόβλητον
4.25.70
ἔδειξεν ἡ ἐκ Θεοῦ ἀναχώρησις. Πόθεν οὖν αὐτῷ ὁ πρὸς ἡμᾶς πόλεμος; Ὅτι δοχεῖον
4.25.71
ὂν πάσης κακίας, ἐδέξατο καὶ τοῦ φθόνου τὴν νόσον, καὶ ἐβάσκηνεν ἡμῖν τῆς τιμῆς.
4.25.72
Οὐ γὰρ ἤνεγκε τὴν ἄλυπον ἡμῶν ζωὴν τὴν ἐν τῷ παραδείσῳ, δόλοις δὲ καὶ
4.25.73
μηχανήμασιν ἐξαπατήσας τὸν ἄνθρωπον, καὶ τὴν ἐπιθυμίαν αὐτοῦ ἣν ἔσχεν πρὸς τὸ
4.25.74
ὁμοιωθῆναι Θεῷ, ταύτῃ πρὸς τὴν ἀπάτην ἀποχρησάμενος, ἔδειξε τὸ ξύλον, καὶ
4.25.75
ἐπηγγείλατο διὰ τῆς βρώσεως αὐτοῦ ὅμοιον Θεῷ καταστήσειν. Ἐὰν γὰρ φάγητε,
4.25.76
φησὶν, ἔσεσθε ὡς θεοὶ, γινώσκοντες καλὸν καὶ πονηρόν. Οὐκ ἐχθρὸς τοίνυν ἡμῖν
4.25.77
κατεσκευάσθη, ἀλλ' ἐκ ζηλοτυπίας ἡμῖν εἰς ἔχθραν ἀντικατέστη. Ὁρῶν γὰρ ἑαυτὸν
4.25.78
ἐκ τῶν ἀγγέλων ῥιφθέντα, οὐκ ἔφερε βλέπειν τὸν γήϊνον εἰς τὴν ἀξίαν τῶν ἀγγέλων
4.25.79
διὰ προκοπῆς ἀνυψούμενον. Ἐπειδὴ οὖν γέγονεν ἐχθρὸς ἡμῶν, ἐφύλαξεν ἡμῖν ὁ
4.25.80
Θεὸς τὴν πρὸς αὐτὸν ἐναντίωσιν, δι' ἣν τῷ ὑπηρετησαμένῳ αὐτῷ διελέγετο πρὸς
4.25.81
αὐτὸν τὴν ἀπειλὴν, ὅτι Ἔχθραν θήσω ἀναμέσον σου, καὶ ἀναμέσον τοῦ σπέρματος
4.25.82
αὐτῆς. Ἐπειδὴ γέγονεν ἀποστάτης ὁ διάβολος, ἐχθρὸς μὲν Θεοῦ, ἐχθρὸς δὲ τῶν
4.25.83
ἀνθρώπων, τῶν κατ' εἰκόνα Θεοῦ γεγενημένων, διὰ τοῦτό ἐστι μισάνθρωπος· διότι
4.25.84
καὶ θεομάχος, καὶ μισεῖ ἡμᾶς ὡς κτίσματα τοῦ Δεσπότου, καὶ ὡς ὁμοίωμα Θεοῦ· καὶ
4.25.85
συνεχρήσατο αὐτοῦ τῇ πονηρίᾳ εἰς γυμνάσιον τῶν ἡμετέρων ψυχῶν ὁ σοφῶς καὶ
4.25.86
προνοητικῶς οἰκονομῶν τὰ ἀνθρώπινα, ὥσπερ ἰατρὸς τὸν τῆς ἐχίδνης ἰὸν εἰς
4.25.87
σωτηρίων φαρμάκων κατασκευὴν ἀποχρώμενος. Σατᾶν μὲν οὖν λέγεται, διὰ τὸ
4.25.88
ἀντικεῖσθαι τῷ ἀγαθῷ. Τῶν ἀγγέλων ὁ στασιάσαι τολμήσας, καὶ ὑπὲρ τὴν ἀξίαν
4.25.89
ἀρθῆναι, κατέναντι Κυρίου παντοκράτορος τραχηλιάσας, καὶ ὑπὲρ τὰ νέφη
4.25.90
καθέδραν ἐπινοῶν, ὡς ὁ λόγος, δίκην ἔδωκε τῆς ἀπονοίας ἀξίαν, σκότος ἀντὶ φωτὸς
4.25.91
εἶναι κατακριθείς.
4.26.1
Περὶ δυσπιστίας· καὶ ὅτι ὁ ἐπ' εὐ λόγῳ αἰτίᾳ δυσπιστήσας, Θεῷ
4.26.2
συγγινώσκεται .
4.26.3
Εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Σάρα ἡ γυνή σου οὐ κληθήσεται τὸ ὄνομα αὐτῆς
4.26.4
Σάρα, ἀλλὰ Σάῤῥα ἔσται τὸ ὄνομα αὐτῆς. Εὐλογήσω δὲ αὐτὴν, καὶ δώσω σοι ἐξ αὐτῆς
4.26.5
τέκνον, καὶ εὐλογήσω αὐτὸν, καὶ ἔσται εἰς ἔθνος, καὶ βασιλεῖς ἐξ αὐτοῦ ἔσονται. Καὶ
4.26.6
ἔπεσεν Ἀβραὰμ ἐπὶ πρόσωπον, καὶ εἶπεν ἐν τῇ διανοίᾳ αὐτοῦ λέγων· Εἰ τῷ
4.26.7
ἑκατονταετεῖ, καὶ Σάῤῥα ἐνενήκοντα ἐτῶν οὖσα τέξεται; Εἶπε δὲ Ἀβραὰμ πρὸς τὸν
4.26.8
Θεόν· Ἰσμαὴλ οὗτος ζήσεται ἐναντίον σου. Εἶπε δὲ ὁ Θεὸς τῷ Ἀβραάμ· Ἰδοὺ Σάῤῥα ἡ
4.26.9
γυνή σου τέξεταί σοι υἱὸν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰσαάκ. Καὶ στήσω
4.26.10
τὴν διαθήκην μου πρὸς αὐτὸν εἰς διαθήκην αἰώνιον, εἶναι αὐτῷ Θεὸς, καὶ τῷ
4.26.11
σπέρματι αὐτοῦ μετ' αὐτόν. Εἶπεν Ἑλισαιέ· Δίμετρον κριθῆς σίκλου, καὶ μέτρον
4.26.12
σεμιδάλεως σίκλου ἔσται ὡς ἡ ὥρα αὕτη αὔριον ἐν πύλῃ Σαμαρείας. Καὶ ἀπεκρίθη ὁ
4.26.13
τριστάτης τῷ Ἑλισαιὲ, καὶ εἶπεν· Ἰδοὺ Κύριος ποιεῖ καταράκτας ἐν τῷ οὐρανῷ, οὐ μὴ
4.26.14
ἔσται τὸ ῥῆμα τοῦτο. Καὶ εἶπεν Ἑλισαιέ· Ἰδοὺ ὄψει τοῖς ὀφθαλμοῖς σου, καὶ ἐκεῖθεν
4.26.15
οὐ μὴ φάγῃς. Εἶπε Ζαχαρίας πρὸς τὸν ἄγγελον· Κατὰ τί γνώσομαι τοῦτο; Ἐγὼ γάρ
4.26.16
εἰμι πρεσβύτης, καὶ ἡ γυνή μου προβεβηκυῖα ἐν ταῖς ἡμέραις αὐτῆς. Καὶ ἀποκριθεὶς ὁ
4.26.17
ἄγγελος, εἶπεν αὐτῷ· Ἐγώ εἰμι Γαβριὴλ, ὁ παρεστηκὼς ἐνώπιον τοῦ Θεοῦ, καὶ
4.26.18
ἀπεστάλην λαλῆσαι πρὸς σὲ, καὶ εὐαγγελίσασθαί σοι ταῦτα. Καὶ ἰδοὺ ἔσῃ σιωπῶν,
4.26.19
καὶ μὴ δυνάμενος λαλῆσαι ἄχρι ἧς ἡμέρας γένηται ταῦτα· ἀνθ' ὧν οὐκ ἐπίστευσας
4.26.20
τοῖς λόγοις μου, οἵτινες πληρωθήσονται εἰς τὸν καιρὸν αὐτῶν. Εἶπε Μαριὰμ πρὸς
4.26.21
τὸν ἄγγελον· Πῶς ἔσται μοι τοῦτο, ἐπεὶ ἄνδρα οὐ γινώσκω; Καὶ ἀποκριθεὶς ὁ ἄγγελος
4.26.22
εἶπεν αὐτῇ· Πνεῦμα ἅγιον ἐπελεύσεται ἐπὶ σὲ, καὶ δύναμις Ὑψίστου ἐπισκιάσει σοι.
4.26.23
Διὸ καὶ τὸ γεννώμενον ἅγιον κληθήσεται Υἱὸς Θεοῦ. Θωμᾶς δὲ εἷς ἐκ τῶν δώδεκα, ὁ
4.26.24
λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ
4.26.25
ἄλλοι μαθηταί· Ἑωράκαμεν τὸν Κύριον. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐὰν μὴ ἴδω ἐν ταῖς
4.26.26
χερσὶν αὐτοῦ τὸν τύπον τῶν ἥλων, καὶ βάλω τὸν δάκτυλόν μου εἰς τὸν τύπον τῶν
4.26.27
ἥλων, καὶ βάλω τὴν χεῖρά μου εἰς τὴν πλευρὰν αὐτοῦ, οὐ μὴ πιστεύσω. Καὶ μεθ'
4.26.28
ἡμέρας ὀκτὼ, πάλιν ἦσαν ἔσω οἱ μαθηταὶ αὐτοῦ, καὶ Θωμᾶς μετ' αὐτῶν. Ἔρχεται ὁ
4.26.29
Ἰησοῦς τῶν θυρῶν κεκλεισμένων, καὶ ἔστη εἰς τὸ μέσον, καὶ εἶπεν· Εἰρήνη ὑμῖν. Εἶτα
4.26.30
λέγει τῷ Θωμᾷ· Φέρε τὸν δάκτυλόν σου ὧδε, καὶ ἴδε τὰς χεῖράς μου, καὶ φέρε τὴν
4.26.31
χεῖρά σου· καὶ βάλε εἰς τὴν πλευράν μου, καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Καὶ
4.26.32
ἀπεκρίθη Θωμᾶς, καὶ εἶπεν αὐτῷ· Ὁ Κύριός μου καὶ ὁ Θεός μου. Λέγει αὐτῷ ὁ
4.26.33
Ἰησοῦς· Ὅτι ἑώρακάς με, πεπίστευκας. Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες.
4.27.1
– Περὶ δείπνου, καὶ συνεστιάσεως.
4.27.2
Μὴ συνδείπνει ἀνδρὶ βασκάνῳ, μηδὲ ἐπιθυμήσῃς τῶν ἐδεσμάτων αὐτοῦ. Ὃν
4.27.3
τρόπον γὰρ εἴ τις καταπίοι τρίχα, οὕτως ἐσθίει καὶ πίνει. Ἐὰν καθίσῃς δειπνεῖν ἐπὶ
4.27.4
τραπέζης δυνάστου, νοητῶς νόει τὰ παρατιθέμενά σοι. Οὐκ ἔστιν ἀγαθὸν ἀνθρώπῳ,
4.27.5
εἰ μὴ ὃς φάγεται καὶ πίεται, καὶ ὡς δείξῃ ἀγαθὸν τῇ ψυχῇ αὐτοῦ. Καί γε τοῦτο ἐκ
4.27.6
χειρὸς Θεοῦ ἐστιν. Δεῦρο, φάγε ἐν εὐφροσύνῃ τὸν ἄρτον σου. Ἑτοιμάσατε τράπεζαν·
4.27.7
φάγετε, πίετε· ἀνάστητε, οἱ ἄρχοντες, ἑτοιμάσατε θυρεούς. Ἄνδρες δίκαιοι ἔστωσαν
4.27.8
σύνδειπνοί σου. Φάγε ὡς ἄνθρωπος, ἐὰν ἐπὶ τραπέζης μεγάληςἐκάθισας. Μὴ
4.27.9
ἀνοίξῃς ἐπ' αὐτὴν φάρυγγά σου, καὶ μὴ εἴπῃς· Πολλά γε ἐπ' αὐτῆς. Οὗ ἐὰν
4.27.10
ἐπιβλέψῃς, μὴ ἐκτείνῃς τὴν χεῖρά σου, καὶ μὴ συνθλίβου αὐτῷ ἐν τρυβλίῳ. Φάγε ὡς
4.27.11
ἄνθρωπος τὰ παρακείμενά σοι, καὶ μὴ διαμασσῶ, μὴ μισηθῇς. Παῦσαι πρῶτος χάριν
4.27.12
παιδείας, καὶ μὴ ἀπληστεύου, μή [πο] τε προσκόψῃς. Καὶ εἰ ἀναμέσον πλειόνων
4.27.13
ἐκάθισας, πρότερος αὐτῶν μὴ ἐκτείνῃς τὴν χεῖρά σου. Ἔλεγεν ὁ Κύριος τῷ
4.27.14
κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον, μὴ φώνει τοὺς φίλους σου, μηδὲ
4.27.15
γείτονας πλουσίους, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ τοὺς ἀδελφούς σου, μήποτε καὶ
4.27.16
αὐτοὶ ἀντικαλέσωσί σε, καὶ γένηταί σοι ἀνταπόδομα. Ἀλλ' ὅταν ποιῇς δοχὴν, κάλει
4.27.17
πτωχοὺς, ἀναπήρους, χωλοὺς, τυφλούς· καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν
4.27.18
ἀνταποδοῦναί σοι. Ἀνταποδοθήσεται γάρ σοι ἐν τῇ ἀναστάσει τῶν δικαίων. Ὡς δὲ
4.27.19
ἁρμόδιον πρὸ τῆς τροφῆς εὐλογεῖν τὸν Θεὸν τῶν ἁπάντων· οὕτω καὶ παρὰ πότον
4.27.20
καθήκει ψάλλειν. Τράπεζα μὴ ἔχουσα μνήμην Θεοῦ, φάτνης ἀλόγων οὐδὲν
4.27.21
διενήνοχεν .
4.28.1
– Περὶ δικαίων· ὅτι φυλάττει αὐτοὺς ὁ Κύριος.
4.28.2
Οὐκ ἀφελεῖ ἀπὸ δικαίου ὀφθαλμοὺς αὐτοῦ, καὶ καθιεῖται αὐτοὺς εἰς νῖκος,
4.28.3
καὶ ὑψωθήσονται. Ἰδοὺ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτόν.
4.28.4
Ἐκέκραξαν οἱ δίκαιοι, καὶ ὁ Κύριος εἰσήκουσεν αὐτῶν. Πολλαὶ αἱ θλίψεις τῶν
4.28.5
δικαίων, καὶ ἐκ πασῶν αὐτῶν ῥύσεται αὐτοὺς ὁ Κύριος. Φυλάσσει Κύριος πάντα τὰ
4.28.6
ὀστᾶ αὐτῶν, ἓν ἐξ αὐτῶν οὐ συντριβήσεται. Σωτηρία τῶν δικαίων παρὰ Κυρίου.
4.28.7
Ὑποστηρίζει τοὺς δικαίους ὁ Κύριος. Φυλάσσει Κύριος πάντας τοὺς ἀγαπῶντας
4.28.8
αὐτόν. Ἐπαύλεις δικαίων εὐλογοῦνται. Οἶκος δικαίων εὐλογεῖται. Οἶκος δικαίων
4.28.9
ἰσχὺς πολλή. Εὐλογία Κυρίου ἐπὶ κεφαλὴν δικαίου Ἐγχρονίζει δικαίοις εὐφροσύνη.
4.28.10
Φῶς δικαίοις διὰ παντός. Δίκαιοι ποιοῦσιν ἐν πλούτῳ ἔτη πολλά. Δίκαιος ἐν χαρᾷ
4.28.11
καὶ εὐφροσύνῃ ἔσται. Δίκαιος ἐκ θήρας ἐκδύνει· ἀντ' αὐτοῦ δὲ παραδίδοται ὁ ἀσεβής.
4.28.12
Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε· ἐκάλεσά σε τὸ ὄνομά σου· ἐμὸς εἶ σὺ, καὶ ποταμοὶ οὐ
4.28.13
συγκλείσουσί σε, καὶ ἐὰν διέλθῃς διὰ πυρὸς, οὐ μὴ κατακαυθῇς. Οἶδε Κύριος
4.28.14
εὐσεβεῖς ἐκ πειρασμοῦ ῥύεσθαι. Καὶ δίκαιοι πολλοῖς περιστατικοῖς περιπίπτουσιν·
4.28.15
ἀλλὰ ταῦτα μάστιγες οὐκ εἰσίν· τὸ μὴ δι' ἁμαρτίας ὑπομεῖναι τὸν σπουδαῖον.
4.29.1
– Περὶ δικαίων· ὅτι τίμιος παρὰ Κυρίῳ ὁ θάνατος αὐτῶν.
4.29.2
Ἀποθάνοι ἡ ψυχή μου ἐν σκηναῖς δικαίων. Τίμιος ἐναντίον Κυρίου ὁ
4.29.3
θάνατος τῶν ὁσίων αὐτοῦ. Μνήμη δικαίων μετ' ἐγκωμίων. Ἐγκωμιαζομένου
4.29.4
δικαίου, εὐφρανθήσονται λαοὶ πολλοί. Ἀπὸ προσώπου ἀδικοῦντος ἦρται ὁ δίκαιος,
4.29.5
καὶ ἔσται ἐν εἰρήνῃ ἡ ταφὴ αὐτοῦ. Τιμῶμεν τὰς τῶν ἁγίων θήκας, καὶ τῆς οὕτω
4.29.6
λαμπρᾶς αὐτῶν εὐανδρείας, καθάπερ ἐν τάξει γερῶν καὶ ἀντιμισθίας, τὴν
4.29.7
ἀμάραντον αὐτοῖς κατατιθέμενοι μνήμην. Τιμῶμεν ἄνδρας ἁγίους τιμῶντας τὴν
4.29.8
πίστιν, καὶ τοῖς τῆς εὐανδρείας αὐχήμασιν εὖ μάλα κατεστεμμένους ἀγωνισαμένους
4.29.9
τε μέχρι ψυχῆς καὶ αἵματος, καὶ μαρτυρήσαντας τῇ δόξῃ τοῦ Χριστοῦ, καὶ τοῖς τῆς
4.29.10
εὐσεβείας ἀνδραγαθήμασιν ἐκλαμπρυνομένους. Ὁ ἁψάμενος ὀστέων μάρτυρος,
4.29.11
λαμβάνει τινὰ μετουσίαν ἁγιασμοῦ ἐκ τῆς τῷ σώματι παρεδρευούσης χάριτος. Τίμιος
4.29.12
οὖν ἐναντίον Κυρίου ὁ θάνατος τῶν ὁσίων αὐτοῦ.
4.30.1
– Περὶ διαφορᾶς Θεοῦ καὶ ἀνθρώπων· καὶ ὅτι πολὺ τὸ μέσον Θεοῦ
4.30.2
καὶ ἀνθρώπων, καὶ τοῦ ἁμαρτάνειν εἰς Θεὸν, καὶ εἰς ἀνθρώπους.
4.30.3
Ἡλὶ πρεσβύτερος σφόδρα· καὶ ἤκουσεν ἃ ἐποίουν οἱ υἱοὶ αὐτοῦ, τοῖς υἱοῖς
4.30.4
Ἰσραήλ· καὶ εἶπεν αὐτοῖς· Ἵνα τί ποιεῖτε κατὰ τὸ ῥῆμα τοῦτο, ὃ ἐγὼ ἀκούω ἐκ
4.30.5
στόματος παντὸς τοῦ λαοῦ Κυρίου; Μὴ, τέκνα· ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω,
4.30.6
τοῦ μὴ δουλεύειν λαὸν Θεῷ. Ἐὰν ἁμαρτάνων ἁμαρτήσῃ ἀνὴρ εἰς ἄνδρα, καὶ
4.30.7
προσεύξεται περὶ αὐτοῦ πρὸς Κύριον· ἐὰν δὲ τῷ Κυρίῳ ἁμαρτήσῃ, τίς προσεύξεται
4.30.8
περὶ αὐτοῦ; Ζητήσατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν, ἐπικαλέσασθε. Ἡνίκα δ'
4.30.9
ἂν ἐγγίζῃ ὑμῖν, ἀπολειπέτω ὁ ἀσεβὴς τὰς ὁδοὺς αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὰς βουλὰς
4.30.10
αὐτοῦ· καὶ ἐπιστραφήτω ἐπὶ Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς
4.30.11
ἁμαρτίας ὑμῶν. Οὐδὲ ὥσπερ αἱ ὁδοὶ ὑμῶν, αἱ ὁδοί μου, λέγει Κύριος. Ἀλλ' ὅσον
4.30.12
ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, οὕτως ἀπέχει ἡ ὁδός μου ἀπὸ τῶν ὁδῶν ὑμῶν, καὶ τὰ
4.30.13
διανοήματα ὑμῶν ἀπὸ τῆς διανοίας μου. Τοσοῦτον τὸ μέσον Θεοῦ καὶ ἀνθρώπου,
4.30.14
ὅσον οὐδὲ ὁ λόγος παραστῆσαι δυνήσεται.
4.30.15
ΣΤΟΙΧΕΙΟΝ Ε.

Intertext edge

Open linked passage

Note