Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Sacra parallela
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Pg Scrape Grc
5.1.1
– Περὶ ἐντολῶν Θεοῦ, καὶ τῶν φυλαττόντων αὐτάς.
5.1.2
Εἶπε Κύριος· Ἐὰν ἀκοῇ ἀκούσητε τῆς φωνῆς Κυρίου, καὶ φυλάξησθε τὴν
5.1.3
διαθήκην μου, ἔσεσθέμοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν. Ἐμὴ γάρ
5.1.4
ἐστι πᾶσα ἡ γῆ· ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα, καὶ ἔθνος ἅγιον. Ἐὰν ἀκοῇ
5.1.5
ἀκούσῃ τῆς φωνῆς μου, καὶ ποιήσῃς πάντα ὅσα ἂν εἴπω σοι, ἐχθρεύσω τοῖς ἐχθροῖς
5.1.6
σου, καὶ ἀντικείσομαι τοῖς ἀντικειμένοις. Ἐὰν ἐν τοῖς προστάγμασί μου πορεύησθε,
5.1.7
καὶ τὰς ἐντολάς μου φυλάσσησθε, καὶ ποιήσητε αὐτὰ, δώσω τὸν ὑετόν μου ἐν καιρῷ
5.1.8
αὐτοῦ ὑμῖν, καὶ ἡ γῆ δώσει τὰ γεννήματα αὐτῆς, καὶ τὰ ξύλα τῶν πεδίων ἀποδώσει
5.1.9
τὸν καρπὸν αὐτῶν. Καὶ καταλήψεται ὑμῖν ὁ ἀλοητὸς τὸν σπόρον, καὶ φάγεσθε τὸν
5.1.10
ἄρτον ὑμῶν εἰς πλησμονὴν, κατοικήσετε μετὰ ἀσφαλείας ἐπὶ τῆς γῆς ὑμῶν, καὶ
5.1.11
κοιμηθήσεσθε, καὶ οὐκ ἔσται ὑμᾶς ἐκφοβῶν. Καὶ ἀπολῶ θηρία πονηρὰ ἐκ τῆς γῆς
5.1.12
ὑμῶν, καὶ πεσοῦνται [οἱ ἐχθροὶ ὑμῶν] ἐνώπιον ὑμῶν φόνῳ, καὶ διώξονται ὑμῶν
5.1.13
πέντε ἑκατὸν, καὶ ἑκατὸν ὑμῶν διώξουσι μυρίους· καὶ πεσοῦνται οἱ ἐχθροὶ ὑμῶν
5.1.14
ἐνώπιον ὑμῶν μαχαίρᾳ. Καὶ ἐπιβλέψω ὑμᾶς, καὶ αὐξήσω ὑμᾶς, καὶ στήσω τὴν
5.1.15
διαθήκην μου μεθ' ὑμῶν. Καὶ φάγεσθε παλαιὰ καὶ παλαιὰ παλαιῶν, καὶ παλαιὰ ἐκ
5.1.16
προσώπου νέων ἐξοίσετε. Καὶ θήσω τὴν διαθήκην μου ἐν ὑμῖν, καὶ οὐ βδελύξεται ἡ
5.1.17
ψυχή μου ὑμᾶς. Καὶ ἐμπεριπατήσω ἐν ὑμῖν, καὶ ἔσομαι ὑμῶν Θεός. Πρόσεχε σεαυτῷ,
5.1.18
καὶ φύλαξον τὴν ψυχήν σου σφόδρα. Μὴ ἐπιλάθῃ πάντας τοὺς λόγους, οὓς
5.1.19
ἑωράκασιν ὀφθαλμοί σου, καὶ μὴ ἀποστήτωσαν ἀπὸ τῆς καρδίας σου. Φυλάττων
5.1.20
φύλαξαι τὰς ἐντολὰς Κυρίου τοῦ Θεοῦ σου, τὰ μαρτύρια καὶ τὰ δικαιώματα ὅσα
5.1.21
ἐνετείλατό σοι Οὐκ ἐκκλινεῖς δεξιᾷ, οὐδὲ ἀριστερᾷ, κατὰ πᾶσαν τὴν ὁδὸν, ἣν
5.1.22
ἐνετείλατό σοι ὁ Κύριος. Ἐὰν ἀκούσητε τὰ δικαιώματά μου ταῦτα, καὶ φυλάξητε, καὶ
5.1.23
ποιήσητε, διαφυλάξει Κύριος ὁ Θεὸς ὑμῖν τὴν διαθήκην, καὶ τὸ ἔλεος, ὃ ὥρισε τοῖς
5.1.24
πατράσιν ὑμῶν, καὶ ἀγαπήσει σε Κύριος, καὶ εὐλογήσει τὰ ἔγγονα τῆς κοιλίας σου,
5.1.25
καὶ τὸν καρπὸν τῆς γῆς σου, καὶ τὸν σιτόν σου, καὶ τὸν οἶνόν σου, καὶ τὸ ἔλαιόν σου·
5.1.26
καὶ εὐλογητὸς ἔσῃ παρὰ πάντα τὰ ἔθνη. Ἐὰν ἀκοῇ ἀκούσῃ τῆς φωνῆς Κυρίου,
5.1.27
εὐλογημένος σὺ ἐν ἀγρῷ, καὶ εὐλογημένη ἡ ἀποθήκη σου, καὶ τὰ ἐγκαταλείμματά
5.1.28
σου. Εὐλογημένος σὺ ἐν τῷ εἰσπορεύεσθαί σε· ἀποστείλῃ Κύριος ἐπὶ σὲ τὴν εὐλογίαν,
5.1.29
οὗ ἐὰν ἐπιβάλλῃς τὴν χεῖρά σου, καὶ εὐλογήσει πάντα τὰ ἔργα τῶν χειρῶν σου, καὶ
5.1.30
δανιεῖς ἔθνεσι πολλοῖς, σὺ δὲ οὐ δανιῇ· καὶ ἄρξεις ἐθνῶν πολλῶν. Καὶ καταστήσει σε
5.1.31
Κύριος εἰς κεφαλὴν, καὶ μὴ εἰς οὐρὰν, καὶ δώσει τὸν ὑετὸν τῆς γῆς σου ἕως καιροῦ.
5.1.32
Εἶπε Σαμουήλ· Εἰ θελητὸν τῷ Κυρίῳ ὁλοκαυτώματα καὶ θυσίαι, ὡς τὸ ἀκοῦσαι
5.1.33
φωνῆς Κυρίου; Ἰδοὺ ἀκοὴ ὑπὲρ θυσίαν. Ἡ ὑπακοή σου ἐπλήθυνέ με εἰς πλατυσμόν.
5.1.34
95. 1420 Ὁδοὺς αὐτοῦ ἐφύλαξα, καὶ οὐ μὴ ἐκκλίνω ἀπὸ τῶν ἐντολῶν αὐτοῦ, ἵνα μὴ
5.1.35
ἀποθάνω. Ἐὰν ἀκούσωσι καὶ δουλεύσωσι, συντελέσουσι τὰς ἡμέρας αὐτῶν ἐν
5.1.36
ἀγαθοῖς, καὶ τὰ ἔτη αὐτῶν ἐν εὐπρεπείαις. Ἡ ἐντολὴ τοῦ Κυρίου τηλαυγὴς,
5.1.37
φωτίζουσα ὀφθαλμούς. Ἡ δικαιοσύνη αὐτοῦ ἐπὶ υἱοὺς υἱῶν τοῖς φυλάσσουσι τὴν
5.1.38
διαθήκην αὐτοῦ. Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι. Ὁ νόμος
5.1.39
σου ἀλήθεια. Πάντες οἱ λόγοι Κυρίου πεπυρωμένοι. Ὑπερασπίζει δὲ τῶν
5.1.40
εὐλαβουμένων αὐτόν. Τέλος λόγου, τὸ πᾶν ἄκουε· τὸν Θεὸν φοβοῦ, καὶ τὰς ἐντολὰς
5.1.41
αὐτοῦ φύλασσε. Πρόσταγμα Κυρίου πηγὴ ζωῆς. Οἱ ἀγαπῶντες τὸν νόμον,
5.1.42
περιβαλοῦσιν ἑαυτοῖς τεῖχος. Τάδε λέγει Κύριος· Ἐὰν ἐν τοῖς ὁδοῖς μου πορεύῃ, καὶ
5.1.43
ἐν τοῖς προστάγμασί μου φυλάσσῃ, σὺ διακρινεῖς τὸν οἶκόν μου. Ἀκούσατέ μου, καὶ
5.1.44
φάγεσθε ἀγαθὰ, καὶ ἐντρυφηθείη ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν. Κρείττων ἡττώμενος ἐν
5.1.45
συνέσει ἔμφοβος, ἢ περισσεύων φρονήσει, καὶ παραβαίνων νόμον. Οὐδὲν
5.1.46
γλυκύτερον τοῦ προσέχειν ἐντολαῖς Κυρίου. Ὁ ζητῶν νόμον, ἐμπλησθήσεται αὐτοῦ.
5.1.47
Θὲς τὸν θησαυρόν σου κατ' ἐντολὰς Ὑψίστου, καὶ λυσιτελέσει σοι μᾶλλον ἢ τὸ
5.1.48
χρυσίον. Οὐ πᾶς ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν
5.1.49
οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. Πᾶς ὅστις ἀκούει
5.1.50
μου τοὺς λόγους, καὶ ποιεῖ αὐτοὺς, ὁμοιώσω αὐτὸν ἀνδρὶ φρονίμῳ, ὅστις ᾠκοδόμησε
5.1.51
τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν πέτραν· καὶ κατέβη ἡ βροχὴ, καὶ ἦλθον οἱ ποταμοὶ, καὶ
5.1.52
ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέπεσαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ οὐκ ἔπεσεν. Τεθεμελίωτο
5.1.53
γὰρ ἐπὶ πέτραν. Ὃς ἂν ποιήσῃ τὸ θέλημα τοῦ Θεοῦ, οὗτος ἀδελφός μου, καὶ ἀδελφὴ,
5.1.54
καὶ μήτηρ ἐστίν. Ὁ ὢν ἐκ Θεοῦ, τὰ ῥήματα Θεοῦ ἀκούει. Ἐάν τις ἀγαπᾷ με, τὸν λόγον
5.1.55
μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτὸν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ
5.1.56
μονὴν παρ' αὐτῷ ποιήσομεν. Περιτομὴ οὐδέν ἐστι, καὶ ἀκροβυστία, ἀλλὰ τήρησις
5.1.57
ἐντολῶν Θεοῦ. Ὁ τηρῶν τὴν ἐντολὴν αὐτοῦ, ἐν αὐτῷ μένει, καὶ αὐτὸς ἐν αὐτῷ.
5.1.58
Ὅπερ ἐπὶ τῆς κιθαρῳδίας ἡ τέχνη, τοῦτο ἐπὶ τῶν τοῦ Θεοῦ νόμων ἡ διὰ τῶν ἔργων
5.1.59
ἐπίδειξις. Ὅσα προστάττει ἡμῖν ὁ νόμος, ταῦτα δεῖ κατ' ἀνάγκην φυλάσσειν·
5.1.60
ταῦτα δὲ φόρου λόγον ἐπέχει. Ὅσα δὲ ἐκ προαιρέσεως, οἷον παρθενία, ἀναχώρησις,
5.1.61
δῶρά εἰσι, καὶ ξενίου λόγον ἐπέχει. Ξένιον δὲ οὐ προσφέρεται κατ' ἀνάγκην· εἰ δὲ μὴ,
5.1.62
οὐκ ἔστι ξένιον.
5.2.1
– Περὶ ἐντολῶν Θεοῦ, καὶ τῶν μὴ φυλασσόντων αὐτάς.
5.2.2
Ἐκάλεσεν ὁ Θεὸς τὸν Ἀδὰμ, καὶ εἶπεν αὐτῷ· Ἀδὰμ, ποῦ εἶ; Εἶπεν αὐτῷ Ἀδάμ·
5.2.3
Τῆς φωνῆς σου ἤκουσα περιπατοῦντος ἐν τῷ παραδείσῳ, καὶ ἐφοβήθην, ὅτι γυμνός
5.2.4
εἰμι, καὶ ἐκρύβην. Καὶ εἶπεν αὐτῷ· Τίς ἀνήγγειλέ σοι ὅτι γυμνὸς εἶ, εἰ μὴ ἀπὸ τοῦ
5.2.5
ξύλου οὗ ἐνετειλάμην σοι μὴ φαγεῖν ἀπ' αὐτοῦ, ἔφαγες; Ἐὰν μὴ ἀκούσητε μου, μηδὲ
5.2.6
ποιήσητε τὰ προστάγματά μου, ἐπιστήσω ἐφ' ὑμᾶς τὴν ἀπορίαν, τήν τε ψώραν καὶ
5.2.7
τὸν ἴκτερον, σφακελίζοντα τοὺς ὀφθαλμοὺς ὑμῶν, καὶ τὴν ψυχὴν ὑμῶν
5.2.8
ἐκτήκουσαν. Καὶ σπερεῖτε διὰ κενῆς τὰ σπέρματα ὑμῶν, καὶ ἔδονται οἱ ὑπεναντίοι
5.2.9
ὑμῶν, καὶ πεσεῖσθε ἐναντίον τῶν ἐχθρῶν ὑμῶν· καὶ φεύξεσθε οὐδενὸς διώκοντος
5.2.10
ὑμᾶς, καὶ συντρίψω τὴν ὕβριν τῆς ὑπερηφανίας ὑμῶν· καὶ θήσω τὸν οὐρανὸν ὑμῶν
5.2.11
σιδηροῦν, καὶ τὴν γῆν ὑμῶν ὡς χαλκῆν, καὶ οὐ δώσει ἡ γῆ τὸν σπόρον αὐτῆς, καὶ τὸ
5.2.12
ξύλον τοῦ ἀγροῦ ὑμῶν οὐ δώσει τὸν καρπὸν αὐτοῦ· καὶ φάγεσθε τὰς σάρκας τῶν
5.2.13
υἱῶν ὑμῶν καὶ τῶν θυγατέρων. Ἐπικατάρατος ἄνθρωπος, ὃς οὐκ ἐμμένει ἐν πᾶσι
5.2.14
τοῖς λόγοις τοῦ νόμου τοῦ ποιῆσαι αὐτούς· καὶ ἐρεῖ πᾶς ὁ λαός· Γένοιτο.
5.2.15
Ἐπικατάρατος σὺ ἐν τῇ πόλει, καὶ ἐπικατάρατος σὺ ἐν ἀγρῷ. Ἐπικατάρατος σὺ ἐν
5.2.16
ταῖς ἀποθήκαις σου, καὶ τὰ ἐγκαταλείμματα. Ἐπικατάρατα τὰ ἔγγονα τῆς κοιλίας
5.2.17
σου, καὶ τὰ γεννήματα τῆς γῆς σου, τὰ βουκόλια τῶν βοῶν σου, καὶ τὰ ποίμνια τῶν
5.2.18
προβάτων σου. Ἐπικατάρατος σὺ ἐν τῷ εἰσπορεύεσθαι, καὶ ἐπικατάρατος σὺ ἐν τῷ
5.2.19
ἐκπορεύεσθαι. Ἐξαποστελεῖ σοι Κύριος τὴν ἔνδειαν, καὶ τὴν ἐκλιμίαν, καὶ τὴν
5.2.20
ἀνάλωσιν ἐπὶ πάντα οὗ ἐὰν ἐπιβάλῃς τὴν χεῖρά σου διὰ τὰ πονηρὰ ἐπιτηδεύματά
5.2.21
σου. Πατάξει σε Κύριος ἀπορίᾳ, καὶ πυρετῷ καὶ ῥίγει, καὶ ἐρεθισμῷ, καὶ φόνῳ, καὶ
5.2.22
ἀνεμοφθορίᾳ. Καὶ ἔσται σοι ὁ οὐρανὸς ὁ ὑπὲρ κεφαλῆς σου χαλκοῦς, καὶ ἡ γῆ ἡ
5.2.23
ὑποκάτω σου σιδηρᾶ. Δῷ Κύριος τὸν ὑετὸν τῆς γῆς σου κονιορτόν· καὶ ἔσῃ ἐν
5.2.24
διασπορᾷ ἐν πάσαις ταῖς βασιλείαις τῆς γῆς. Πατάξει σε Κύριος παραπληξίᾳ, ἀορασίᾳ,
5.2.25
ἐκστάσει διανοίας, καὶ ἔσῃ ψηλαφῶν μεσημβρίας, ὡς ψηλαφήσει ὁ τυφλὸς ἐν τῷ
5.2.26
σκότει, καὶ οὐκ εὐοδώσει τὰς ὁδούς σου. Καὶ ἔσῃ ἀδικούμενος καὶ ἁρπαζόμενος, καὶ
5.2.27
οὐκ ἔσται σοι βοηθῶν. Γυναῖκα λήψῃ, καὶ ἀνὴρ ἕτερος λήψεται αὐτήν· οἰκίαν
5.2.28
οἰκοδομήσεις, καὶ οὐκ οἰκήσεις. Εἶπε Σαμουὴλ πρὸς Σαούλ· Οὐχὶ μικρὸς σὺ, καὶ
5.2.29
ἔχρισέ σε Κύριος εἰς βασιλέα ἐπὶ Ἰσραήλ; Καὶ ἀπέστειλέ σε Κύριος ἐν ὁδῷ, καὶ εἶπέ
5.2.30
σοι, Πορεύθητι, ἐξολόθρευσον τὸν Ἀμαλὴκ, καὶ τοὺς ἁμαρτάνοντας εἰς ἐμέ· καὶ
5.2.31
πολεμήσεις αὐτοὺς ἕως συντελέσῃςαὐτούς. Καὶ ἵνα τί οὐκ ἤκουσας φωνῆς
5.2.32
Κυρίου, ἀλλ' ὥρμησας ἐπὶ τὰ σκύλα, καὶ ἐποίησας τὸ πονηρὸν ἐναντίον Κυρίου; Καὶ
5.2.33
εἶπε Σαούλ· Διὰ τὸ ἀκοῦσαί με τὸν λαόν. Ἔσται ὃν τρόπον εἶπε Κύριος, καὶ οὐκ
5.2.34
εἰσήκουσαν αὐτοῦ, οὕτως κεκράξονται, καὶ οὐ μὴ εἰσακούσομαι αὐτῶν, λέγει Κύριος.
5.2.35
Ἐγενήθη τὸ σπέρμα τῶν ἀπειθούντων εἰς ἀπώλειαν. Εἰ ἤκουσας τῶν ἐντολῶν μου,
5.2.36
ἐγένετο ἂν ὡς ποταμοὶ ἡ εἰρήνη σου. καὶ ἡ δικαιοσύνη σου ὡς κῦμα θαλάσσης.
5.2.37
Ἐροῦσιν, Οὐαὶ τοῖς ἀθετοῦσιν· οἱ ἀθετοῦντες τὸν νόμον, φόβος καὶ βόθυνος καὶ
5.2.38
παγὶς ἐφ' ὑμῶν. Πᾶς ὁ ἀκούων μου τοὺς λόγους, καὶ μὴ ποιῶν αὐτοὺς, ὁμοιωθήσεται
5.2.39
ἀνδρὶ μωρῷ, ὅστις ᾠκοδόμησε τὴν οἰκίαν αὐτοῦ ἐπὶ τὴν ἄμμον. Καὶ κατέβη ἡ βροχὴ,
5.2.40
καὶ ἦλθον οἱ ποταμοὶ, καὶ ἔπνευσαν οἱ ἄνεμοι, καὶ προσέκοψαν τῇ οἰκίᾳ ἐκείνῃ, καὶ
5.2.41
ἔπεσεν Καὶ ἦν ἡ πτῶσις αὐτῆς μεγάλη. Ὅσοι ἀνόμως ἥμαρτον, ἀνόμως ἀπολοῦνται·
5.2.42
καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον, διὰ νόμου κριθήσονται. Οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου
5.2.43
δίκαιοι παρὰ τῷ Θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. Γίνεσθε ποιηταὶ
5.2.44
νόμου, καὶ μὴ μόνον ἀκροαταὶ, παραλογιζόμενοι ἑαυτούς· ὅτι εἴ τις ἀκροατὴς νόμου
5.2.45
ἐστὶ, καὶ οὐ ποιητὴς, οὗτος ἔοικεν ἀνδρὶ κατανοοῦντι τὸ πρόσωπον τῆς γενέσεως
5.2.46
αὐτοῦ ἐν ἐσόπτρῳ, καὶ εὐθέως ἐπελάθετο ὁποῖός ἐστι. Εἶδον ταῦτα ἐγὼ, καὶ τὴν ἐπὶ
5.2.47
πᾶσι τοῦ Θεοῦ σοφίαν ἐθαύμασα. Εἰ τὰ ἄλογα ἐπινοητικὰ καὶ φυλακτικὰ τῆς ἰδίας
5.2.48
αὐτῶν σωτηρίας ἐστὶ, καὶ οἶδε τὸ αἱρετὸν αὐτοῦ καὶ τὸ φευκτὸν ἰχθὺς, τί ἐροῦμεν
5.2.49
ἡμεῖς, οἱ λόγῳ τετιμημένοι, καὶ νόμῳ πεπαιδευμένοι, ἐπαγγελίας προτραπέντες,
5.2.50
πνεύματι σοφισθέντες, οἱ τῶν ἀλόγων ἰχθύων ἀλογώτερον τὸ κατ' ἑαυτοὺς
5.2.51
διατιθέμενοι; Ἐπείπερ οἱ μὲν ἴσασι τοῦ μέλλοντός τινα ποιεῖσθαι πρόνοιαν, ἡμεῖς δὲ
5.2.52
δι' ἡδονῆς βοσκηματώδους τὴν ζωὴν ἀναλίσκομεν. Ἰχθὺς τοιαῦτα διαμείβει πελάγη
5.2.53
ὑπὲρ τοῦ εὕρασθαί τινα ὠφέλειαν. Τί ἐρεῖς σὺ ὁ τῇ ἀργίᾳ συζῶν; ἀργία γὰρ
5.2.54
κακουργίας ἀρχή. Μηδεὶς ἄγνοιαν προφασιζέσθω. Φυσικὸς λόγος οἰκείωσιν ἡμῖν τοῦ
5.2.55
καλοῦ, καὶ ἀλλοτρίωσιν ἀπὸ τῶν βλαβερῶν ὑποδεικνὺς ἐγκατέσπαρται. Ἰχθύες οὐκ
5.2.56
ἀντιλέγουσι νόμῳ Θεοῦ, καὶ ἄνθρωποι σωτηρίων διαταγμάτων οὐκ ἀνεχόμεθα. Μὴ
5.2.57
καταφρόνει τῶν ἰχθύων, ἐπειδὴ ἄλογα καὶ ἄφωνα παντελῶς· ἀλλὰ καὶ τούτων
5.2.58
ἀλογώτερος εἶ, τῇ διατάξει τοῦ Κτίσαντος ἀνθιστάμενος. Ἀσεβὲς τὸ λέγειν ἀδύνατα
5.2.59
τὰ τοῦ Πνεύματος παραγγέλματα. Ἀνακέκραται τὸ κακὸν πρὸς τὴν φύσιν διὰ τῶν ἐξ
5.2.60
ἀρχῆς παραδεξαμένων τὸ πάθος, τῶν διὰ τῆς παρακοῆς εἰσοικισαμένων τὴν νόσον.
5.2.61
95. 1425 Πᾶσα ἡ κτίσις τῷ προστάγματι τοῦ Θεοῦ πειθαρχεῖ· ὁ δὲ ἄνθρωπος μόνος
5.2.62
ἀπειθεῖ, δι' ὃν καὶ γέγονε τὰ πάντα. Τῶν τὸν πατέρα μὴ μιμουμένων ὁ πατὴρ πατέρα
5.2.63
καλούντων οὐκ ἐπακούεται. Μετὰ τὰ τῶν γνωρισμάτων οὖν πρόσελθε τῷ Δεσπότῃ,
5.2.64
καὶ ὡς τέκνον ἀσπάσεταί σε. Τοῖς μὲν Θεοῦ γνώμῃ κατακολουθοῦσιν, καὶ τὰ καλῶς
5.2.65
νομοθετηθέντα μὴ τολμῶσι παραβαίνειν, πάντα κατορθοῦνται παρὰ πίστεως, καὶ
5.2.66
γέρας εὐδαιμονίας πρόκειται παρὰ Θεοῦ. Καθ' ὅσον δὲ αὖ ἀποστῶσι τῆς τούτων
5.2.67
ἀκριβοῦς ἐπιμελείας, ἄπορα μὲν γίνεται τὰ πόριμα, τρέπεται δὲ εἰς συμφορὰς
5.2.68
ἀνηκέστους ὅ τι ποτ' ἂν ὡς ἀγαθὸν δρᾷν σπουδάσωσιν
5.3.1
– Περὶ εὐδαιμονίας καὶ μακαρισμοῦ· καὶ ὅτι οὐ δεῖ πρὸ τελευτῆς
5.3.2
μακαρίζειν τινά.
5.3.3
Πρὸ τελευτῆς μὴ μακάριζε μηδένα. Μὴ μακαρίζῃς ἄνδρα πρὸ τῆς τελευτῆς
5.3.4
αὐτοῦ. Ὁ μὲν ἐν τῷ βίῳ τυγχάνων, οὔπω μακαριστὸς διὰ τὸ ἄδηλον τῆς ἐκβάσεως. Ὁ
5.3.5
δὲ συμπληρώσας τὰ ἐπιβάλλοντα, καὶ ἀναντιῤῥήτῳ τέλει τὴν ζωὴν κατακλείσας,
5.3.6
οὗτος ἤδη ἀσφαλῶς μακαρίζεται. Μηδὲν μέγα εἴπῃς εὐπλοῶν πρὸ πείσματος.
5.3.7
Πολλοῖς πρὸς ὅρμον εὐπλοοῦν ἔδυ σκάφος, Πολλοὶ ποοσωρμίσθησαν ἐκ τρικυμίας.
5.4.1
– Περὶ ἐνυπνίων.
5.4.2
Ἐνύπνια ἀναπτεροῦσιν ἄφρονας. Ὡς ὁ δρασσόμενος σκιᾶς καὶ διώκων
5.4.3
ἀνέμους, οὕτως ὁ προσέχων ἐνυπνίοις, καὶ ὡς ὠδίνουσα φαντάζεται τῇ καρδίᾳ. Ἐὰν
5.4.4
μὴ παρὰ Ὑψίστου ἀποσταλῇ ἐν ἐπισκοπῇ, μὴ δώσεις εἰς αὐτὰ καρδίαν σου. Πολλοὺς
5.4.5
γὰρ ἐπλάνησαν τὰ ἐνύπνια, καὶ ἠσθένησαν οἱ ἐλπίζοντες εἰς αὐτά. Μαντεῖαι καὶ
5.4.6
οἰωνισμοὶ, καὶ ἐνύπνια ἁμαρτία ἐστί. Πεφύκασί πως αἱ καθ' ὕπνον φαντασίαι, ὡς τὰ
5.4.7
πολλὰ ἀποιχήματα εἶναι τῶν καθημερινῶν φροντίδων. Ὁποῖα γὰρ ᾖ τὰ κατὰ τὸν
5.4.8
βίον ἡμῶν ἐπιτηδεύματα, τοιαῦτα ἀνάγκη εἶναι καὶ τὰ ἐνύπνια.
5.1
– Περὶ ἐλπίδος· ὅτι χρὴ εἰς Θεὸν ἐλπίζειν, καὶ μὴ εἰς τὰς τῶν
5.2
ἀνθρώπων προστασίας.
5.3
Ὁ πεποιθὼς ἐπὶ Κύριον, σωθήσεται. Εὐφρανθήτωσαν πάντες οἱ ἐλπίζοντες
5.4
ἐπὶ σοὶ, εἰς αἰῶνα, καὶ τὰ λοιπά. Ὑπερασπιστὴς ἐπὶ πάντων τῶν ἐλπιζόντων ἐπ'
5.5
αὐτόν. Οὗτοι ἐν ἅρμασι, καὶ οὗτοι ἐν ἵπποις· ἡμεῖς δὲ ἐν ὀνόματι, καὶ τὰ λοιπά. Ἐπὶ
5.6
σοὶ ἤλπισαν οἱ πατέρες ἡμῶν, ἤλπισαν, καὶ ἐῤῥύσω. Οἱ ὀφθαλμοί μου διὰ παντὸς
5.7
πρὸς τὸν Κύριον ὅτι αὐτὸς, καὶ τὰ λοιπά. Ἐπὶ τῷ Κυρίῳ ἐλπίζων οὐ μὴ
5.8
ἀσθενήσω. Ἐπ' αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην. Ἐπὶ σοὶ, Κύριε, ἤλπισα,
5.9
μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα. Τὸν ἐλπίζοντα ἐπὶ Κύριον ἔλεος κυκλώσει.
5.10
Ἔλπισον ἐπὶ Κύριον, καὶ ποίει χρηστότητα, καὶ κατασκήνου τὴν γῆν. Ἀποκάλυψον
5.11
πρὸς Κύριον τὴν ὁδόν σου. Μακάριος ἀνὴρ οὗ ἐστι τὸ ὄνομα Κυρίου ἐλπὶς αὐτοῦ.
5.12
Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει. Ἐλέησόν με, ὁ
5.13
Θεὸς, ἐλέησόν με ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου. Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ
5.14
φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ὡδήγησεν αὐτοὺς ἐπ' ἐλπίδι, καὶ οὐκ
5.15
ἐδειλίασαν. Ἀγαθὸν πεποιθέναι ἐπὶ Κύριον, ἢ πεποιθέναι ἐπ' ἄνθρωπον. Οἱ
5.16
πεποιθότες ἐπὶ Κύριον ὡς ὄρος Σιών. Μὴ πεποίθετε ἐπ' ἀρχόντων, ἐπὶ υἱοὺς
5.17
ἀνθρώπων· ἐν ἐκείνῃ ἡμέρᾳ ἀπολοῦνται οἱ διαλογισμοὶ αὐτῶν. Ἴσθι πεποιθὼς ἐπὶ
5.18
Κύριον ἐν ὅλῃ καρδίᾳ σου. Ὃς πέποιθεν ἐπὶ Κύριον, ἐν ἐπιμελείᾳ ἔσται. Ὁ πεποιθὼς
5.19
ἐπὶ Κύριον. μακαριστός. Ὁ πεποιθὼς ἐπὶ Κύριον, εὐφρανθήσεται. Κύριος κριτὴς
5.20
ἡμῶν, Κύριος ἄρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος σωτὴρ ἡμῶν· αὐτὸς σώσει
5.21
ἡμᾶς. Ἰδοὺ ὁ Θεὸς σωτήρ μου πεποιθὼς ἔσομαι ἐπ' αὐτῷ, καὶ σωθήσομαι.
5.22
Εὐλογημένος ἄνθρωπος ὅστις πέποιθεν ἐπὶ τῷ Κυρίῳ· καὶ ἔσται Κύριος ἐλπὶς αὐτοῦ·
5.23
καὶ ἔσται ὡς ξύλον εὐθηνοῦν παρ' ὕδατα, καὶ ἐπὶ ἰκμάδα βαλεῖ ῥίζαν αὐτοῦ Οὐκ
5.24
ἔστιν αἰσχύνη τοῖς πεποιθόσιν ἐπὶ σέ. Ἐμβλέψατε εἰς ἀρχαίας γενεὰς, καὶ ἴδετε· τίς
5.25
ἐπίστευσε τῷ Κυρίῳ, καὶ κατῃσχύνθη; ἢ τίς ἐνέμεινε τῷ φόβῳ αὐτοῦ, καὶ
5.26
ἐγκατελείφθη; ἢ τίς ἐπεκαλέσατο αὐτὸν, καὶ ὑπερεῖδεν αὐτόν; Διότι οἰκτίρμων καὶ
5.27
ἐλεήμων ὁ Κύριος, καὶ ἀφίησιν ἁμαρτίας. Τῇ ἐλπίδι ἐσώθημεν. Ἐλπὶς δὲ βλεπομένη
5.28
οὐκ ἔστιν ἐλπίς. Ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; Εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι'
5.29
ὑπομονῆς ἀπεκδεχόμεθα. Στῆτε οὖν περιζωσάμενοι τὰς ὀσφύας τῆς διανοίας ὑμῶν
5.30
νήφοντες. Τελείως ἐλπίσατε ἐπὶ τὴν δεδομένην ὑμῖν χάριν. Πείσωμεν
5.31
ἑαυτοὺς, ἀδελφοὶ, ἐν καιρῷ πειρασμοῦ, μὴ πρὸς ἀνθρωπίνας ἐλπίδας ἀποτρέχειν, καὶ
5.32
ἑαυτοῖς τὰς βοηθείας θηρᾶσθαι, ἀλλ' ἐν δάκρυσι καὶ στεναγμοῖς, καὶ φιλοπόνῳ
5.33
προσευχῇ, καὶ ἀγρυπνίᾳ εὐτόνῳ τὰς δεήσεις ποιεῖσθαι. Οὕτως γὰρ λαμβάνει
5.34
βοήθειαν ἐκ θλίψεως, ὁ τῆς ἀνθρωπίνης βοηθείας ὡς ματαίας καταφρονῶν.
5.35
Ἀμήχανόν ἐστι τοῦ τέλους ἐκπεσεῖν τὸν ὅλῃ διανοίᾳ εἰς τὸν Θεὸν ἐλπίζοντα, καὶ τὰ
5.36
παρ' ἑαυτοῦ πάντα εἰσφέροντα· ἀδύνατόν τινα σπουδῇ χρώμενον, καὶ μεριμνῶντα
5.37
ὑπὲρ τῆς ἑαυτοῦ σωτηρίας, καὶ τὰ παρ' ἑαυτοῦ πάντα ἐπιδεικνύμενον,
5.38
ἐγκαταλειφθῆναί ποτε ὑπὸ τοῦ Θεοῦ. Ὅταν μηδαμόθεν ἀνθρωπίνης βοηθείας ἐλπὶς
5.39
ἡμῖν ὑπάρχῃ, μὴ ἀπογνῶμεν, μὴ ἀτονήσωμεν, ἀλλὰ τὴν ἄγκυραν τῆς πίστεως
5.40
ἀναρπάσωμεν. Ῥίψωμεν τὸ ἐργαλεῖον τῆς ἐλπίδος, μὴ εἰς θάλασσαν, ἀλλ' εἰς τὸν
5.41
οὐρανὸν, καὶ τὸ χειμαζόμενον σκάφος τῶν κινδύνων ἀπαλλαγήσεται. Μὴ πεποίθετε
5.42
ἐπ' ἄρχοντας· μὴ ἐπαίρεσθε ἐπὶ πλούτου ἀδηλότητι· μὴ φρονεῖτε ἐπὶ δυνάμει
5.43
σώματος· μὴ τῆς ἀνθρωπίνης δόξης τὸ περιφανὲς διώκετε. Οὐδὲν τούτων σώζει.
5.44
Πάντα πρόσκαιρα· πάντα ἀπατηλά· μία καταφυγὴ ὁ Θεός. Ἐπικατάρατος, ὃς τὴν
5.45
ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον Ὅταν ἐν ταῖς θλίψεσιν ὦμεν, ἐπὶ πάντα μᾶλλον τρέχομεν,
5.46
ἢ τὸν Θεόν. Νοσεῖ τὸ παιδίον; καὶ σὺ τὸν ἐπῳδὸν περισκοπεῖς, ἢ τὸν τοὺς περιεργοὺς
5.47
χαρακτῆρας τοῖς τραχήλοις τῶν ἀναιτίων παιδίων περιτιθέντα, ἢ τὸ τελευταῖον ἐπὶ
5.48
τὸν ἰατρὸν ἔρχῃ, τὰ φάρμακα τοῦ δυναμένου σώζειν καταμελήσας. Κἂν ἐνύπνιόν σε
5.49
ἐκταράξῃ, πρὸς τὸν ὀνειροκρίτην τρέχεις. Κἂν φοβηθῇς ἐχθρὸν, προστάτην ἕνα τῶν
5.50
ἀνθρώπων περινοεῖς· καὶ ὅλως ἐφ' ἑκάστης χρείας ἐλέγχῃ, ῥήματι μὲν ὀνομάζων
5.51
τὸν Θεὸν καταφυγὴν, ἔργῳ δὲ τὴν ἐκ τῶν ἀνωφελῶν καὶ ματαίων βοήθειαν
5.52
ἐπισπώμενος. Ἔστι δὲ τῷ δικαίῳ ἀληθινὴ βοήθεια ὁ Θεὸς, ὥσπερ τις στρατηγὸς
5.53
ὁπλιτικὸν γενναῖον ἐξηρτημένος, ἕτοιμος ἀεὶ βοηθεῖν τῷ καταπονουμένῳ μέρει,
5.54
οὕτως ὁ Θεὸς βοηθὸς ἡμῶν ἐστιν. Νοσεῖς; εὐθύμει. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει.
5.55
Πτωχεύεις; εὐφραίνου, ὅτι Λαζάρου σε τὰ ἀγαθὰ διαδέξεται. Ἀτιμάζῃ διὰ τὸ ὄνομα
5.56
Χριστοῦ; μακάριος εἶ, ὅτι σοι ἡ αἰσχύνη εἰς δόξαν ἀγγέλου μεταβληθήσεται. Κἂν, ὡς
5.57
φὴς, τελευτήσαι οὗτος ὁ πάτρων, πάλιν ἕτερον πάτρωνά σοι ἀγαθώτερον τούτου,
5.58
καὶ μεγαλοψυχότερον ὁ Κύριος παρέξει, ἐὰν τὴν πίστιν πρὸς αὐτὸν ἔχῃς. Ὁ ἐπ'
5.59
ἄνθρωπον ἐλπίζων, ἢ ἐπ' ἄλλο τι τῶν κατὰ βίον μετεωριζόμενος, οἷον ἐπὶ
5.60
δυναστείαν ἢ χρήματα, ἤ τι τῶν παρὰ πολλοῖς νομιζομένων εἶναι λαμπρῶν, οὐ
5.61
δύναται εἰπεῖν· Ἐπὶ σὲ, Κύριε, ἤλπισα. Παράγγελμα γάρ ἐστι, μὴ ἐλπίζειν ἐπ'
5.62
ἄρχοντας. Καὶ, Ἐπικατάρατος, ἄνθρωπος, ὃς τὴν ἐλπίδα ἔχει ἐπ' ἄνθρωπον. Ὁ τὴν
5.63
θείαν ἀπάθειαν κατορθῶσαι σπουδάζων, ἀδούλωτον παντὶ πάθει ὀφείλει φυλάξαι
5.64
τὸν ἑαυτοῦ λογισμόν. Πεῖσον τοίνυν σεαυτὸν διὰ τὸν Θεὸν μόνον, καὶ μὴ δι'
5.65
ἀνθρωπίνην εὔφθαρτον καὶ ἐξίτηλον δόξαν, τὸ ἀγαθὸν ἐκτελεῖν.
5.6.1
– Περὶ ἐκκλησίας, καὶ οἴκου Θεοῦ, καὶ θυσιαστηρίου, καὶ θυσίας
5.6.2
ἱερατικῆς· καὶ ὅτι οὐ δεῖ ἐν ἐκκλησίαις θήειν [καπηλεύειν].
5.6.3
Ἔσται τὸ θυσιαστήριον ἅγιον ἁγίων· καὶ πᾶς ὁ ἁπτόμενος τοῦ θυσιαστηρίου,
5.6.4
ἁγιασθήσεται. Τὰς ἀπαρχὰς τῶν πρωτογεννημάτων τῆς γῆς σου εἰσοίσεις εἰς τὸν
5.6.5
οἶκον τοῦ Θεοῦ σου. Οὐκ ἀναβήσῃ ἐν ἀναβαθμίσιν ἐπὶ τὸ θυσιαστήριόν μου, ὅπως μὴ
5.6.6
ἀποκαλύψῃς τὴν ἀσχημοσύνην σου ἐπ' αὐτῷ. Ἐπιθήσεις ἐπὶ τὴν τράπεζάν μου ἄρτον
5.6.7
ἐναντίον μου διὰ παντός. Πᾶς ὃς ἂν ἅψηται τῆς θυσίας τῶν ἱερέων ἁγιασθήσεται.
5.6.8
Εἶπε Κύριος πρὸς Μωσῆν· Λάλησον πρὸς Ἀαρὼν τὸν ἀδελφόν σου, καὶ μὴ εἰσερχέσθω
5.6.9
πᾶσαν ὥραν εἰς τὸ ἅγιον ἐσώτερον τοῦ καταπετάσματος εἰς πρόσωπον τοῦ
5.6.10
ἱλαστηρίου. Ἐγὼ δὲ ἐν τῷ πλήθει τοῦ ἐλεούς σου εἰσελεύσομαι εἰς τὸν οἶκόν σου·
5.6.11
προσκυνήσω πρὸς ναὸν ἅγιόν σου ἐν φόβῳ σου, καὶ τὰ λοιπά. Ἐν μέσῳ ἐκκλησίας
5.6.12
ὑμνήσω σε. Οἱ φοβούμενοι τὸν Κύριον, αἰνέσατε αὐτόν. Κύριε, ἠγάπησα εὐπρέπειαν
5.6.13
οἴκου σου, καὶ τόπον σκηνώματος δόξης σου. Μίαν ᾐτησάμην παρὰ Κυρίου, ταύτην
5.6.14
ζητήσω, καὶ τὰ λοιπά. Προσκυνήσατε τῷ Κυρίω ἐν αὐλῇ ἁγίᾳ αὐτοῦ. Πλησθησόμεθα
5.6.15
ἐν τοῖς ἀγαθοῖς τοῦ οἴκου σου Ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν Θεὸν Κύριον ἐκ πηγῶν
5.6.16
Ἰσραήλ. Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων, ὁ βασιλεύς μου.
5.6.17
Κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Τῷ οἴκῳ σου πρέπει ἁγίασμα,
5.6.18
Κύριε, εἰς μακρότητα ἡμερῶν. Εἰσέλθετε εἰς τὰς πύλας αὐτοῦ ἐν ἐξομολογήσει.
5.6.19
Ὑψωσάτωσαν αὐτὸν ἐν ἐκκλησίᾳ λαοῦ. Ἀνοίξατέ μοι πύλας δικαιοσύνης, εἰσελθὼν
5.6.20
ἐν αὐταῖς, κ. τ. λ. Εὐφράνθην ἐπὶ τοῖς εἰρηκόσι μοι, Εἰς οἶκον Κυρίου
5.6.21
πορευσόμεθα. Κύριος ἐν ναῷ ἁγίῳ αὐτοῦ, εὐλαβείσθω ἀπὸ προσώπου αὐτοῦ πᾶσα ἡ
5.6.22
γῆ. Μεγάλη ἔσται ἡ δόξα τούτου τοῦ οἴκου ἡ ἐσχάτη ὑπὲρ τὴν πρώτην, λέγει Κύριος
5.6.23
ὁ παντοκράτωρ. Δεῦτε, ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ
5.6.24
Ἰακώβ. Ἀγγελεῖ ἡμῖν τὴν ὁδὸν αὐτοῦ. Ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται πᾶσι
5.6.25
τοῖς ἔθνεσιν. Ὡς μέγας ὁ οἶκος τοῦ Θεοῦ, καὶ εὐμήκης ὁ τόπος τῆς κτίσεως αὐτοῦ!
5.6.26
Μέγας, καὶ οὐκ ἔχει τελευτήν· ὑψηλὸς καὶ ἀμέτρητος. Σὺ εἶ Πέτρος, καὶ ἐπὶ ταύτῃ τῇ
5.6.27
πέτρᾳ οἰκοδομήσω μου τὴν Ἐκκλησίαν, καὶ πύλαι ᾅδου οὐ κατισχύσουσιν αὐτῆς.
5.6.28
Εἰσῆλθεν ὁ Ἰησοῦς εἰς τὸ ἱερὸν, καὶ ἐξέβαλε πάντας τοὺς πωλοῦντας καὶ
5.6.29
ἀγοράζοντας ἐν τῷ ἱερῷ, καὶ τὰς τραπέζας τῶν κολλυβιστῶν ἀνέτρεψεν, καὶ τὰς
5.6.30
καθέδρας τῶν πωλούντων τὰς περιστεράς. Καὶ λέγει αὐτοῖς· Γέγραπται, Ὁ οἶκός μου
5.6.31
οἶκος προσευχῆς κληθήσεται· ὑμεῖς δὲ ἐποιήσατε σπήλαιον λῃστῶν. Μὴ οἰκίας οὐκ
5.6.32
ἔχετε εἰς τὸ ἐσθίειν καὶ πίνειν; ἢ τῆς Ἐκκλησίας τοῦ Θεοῦ καταφρονεῖτε· Ἐπαινέσω
5.6.33
ὑμᾶς; ἐν τούτοις οὐκ ἐπαινῶ. Εὐσεβείας σημεῖον, τὸ συνεχῆ μνήμην ποιεῖσθαι τῶν
5.6.34
θειοτέρων τόπων, καὶ τὸ πυκναῖς ἐντεύξεσιν ἐξιλεοῦσθαι τὸν Θεόν. Βούλεται γὰρ
5.6.35
τοὺς ἀνθρώπους ὁ Θεὸς περὶ τοὺς τῶν ἁγίων οἴκων λιμένας καθορμίζεσθαι. Τὸ
5.6.36
θυσιαστήριον οὐράνιός ἐστι τράπεζα, τὰ ἀπὸ γῆς δεχόμενον, καὶ οὐρανῷ
5.6.37
παραπέμπων· τὸ ἀπ' οὐρανῶν δεχόμενον, καὶ τῇ γῇ χορηγοῦν· ἐπὶ γῆς ἐρηρεισμένον,
5.6.38
καὶ τῷ ἄνω παρακείμενον θρόνῳ. Θυσιαστήριον γὰρ αὐτοῖς φοβερὸν τοῖς ἀγγέλοις,
5.6.39
τοῖς τὴν οὐράνιον ὑπερπετομένοις ἀψίδα. Ἀπὸ τῆς πλευρᾶς ἄρα τὴν Ἐκκλησίαν
5.6.40
ἐδημιούργησεν ὁ Χριστὸς, καθάπερ ἀπὸ τῆς πλευρᾶς τοῦ Ἀδὰμ τὴν Εὖαν ἐποίησεν.
5.6.41
Διὰ τοῦτο Παῦλός φησιν· Ἐκ τῆς σαρκὸς αὐτοῦ, καὶ ἐκ τῶν ὀστέων αὐτοῦ ἐσμεν, τὴν
5.6.42
πλευρὰν αἰνιττόμενος. Ὥσπερ γὰρ τότε ἔλαβε τὴν πλευρὰν ὁ Θεὸς, καὶ ἔπλασε τὴν
5.6.43
γυναῖκα, οὕτως ἔδωκεν ἡμῖν αἷμα καὶ ὕδωρ ἐκ τῆς αὐτοῦ πλευρᾶς, καὶ ἀνέπλασε τὴν
5.6.44
Ἐκκλησίαν. Καὶ ὥσπερ τότε ἐν ἐκστάσει ἔλαβε τὴν πλευρὰν καθεύδοντος τοῦ Ἀδὰμ,
5.6.45
οὕτω καὶ νῦν μετὰ θάνατον τὸ αἷμα καὶ τὸ ὕδωρ δέδωκεν, καὶ ὅπερ τότε ἔκστασις ἦν,
5.6.46
τοῦτο νῦν θάνατος. Καθάπερ λιμένας ἐν πελάγει, οὕτω τὰς ἐκκλησίας ἐν πόλεσιν
5.6.47
ἔπηξεν ὁ Θεὸς, ἵνα ἀπὸ τῆς ζάλης τῶν βιωτικῶν πραγμάτων ἐνταῦθα φεύγοντες,
5.6.48
γαλήνης ἀπολαύωμεν. Οὐδὲ γὰρ κυμάτων ἔστιν ἐνταῦθα καταφυγόντες δεῖσαι
5.6.49
καταδρομὴν, οὐ κακουργῶν ἔφοδον, οὐ πνευμάτων βίας, οὐ θηρίων ἐπιβολάς. Λιμὴν
5.6.50
γάρ ἐστι τούτων πάντων ἀπηλλαγμένος. Λιμὴν ἄρα ἐστὶ ψυχῶν ἡ Ἐκκλησία. Πάντα
5.6.51
γὰρ διὰταύτης κατεστάλη τὰ θηρία, καθάπερ θείας τινὸς ἐπῳδῆς, τῆς τῶν
5.6.52
θείων Γραφῶν ἀκροάσεως διὰ τῆς ἀκοῆς ἑκάστου πρὸς τὴν ψυχὴν εἰσιούσης, καὶ
5.6.53
κοιμιζούσης ταῦτα τὰ ἄλογα πάθη. Μὴ ἀπέχου ἀπὸ Ἐκκλησίας· οὐδὲν Ἐκκλησίας
5.6.54
ἰσχυρότερον. Τῆς πέτρας ἰσχυροτέρα ἐστὶ, τοῦ οὐρανοῦ ὑψηλοτέρα ἐστὶ, τῆς γῆς
5.6.55
πλατυτέρα ἐστίν. Ὃν γὰρ οὐκ ἐχώρησε τὰ ἄνω καὶ τὰ κάτω, γαστὴρ οὐκ
5.6.56
ἐστενοχωρήθη χωρήσασα. Οὐδέποτε γηρᾷ, ἀλλὰ πάντα ἀκμάζει. Διὰ τί ὄρος αὐτὴν
5.6.57
ἐκάλεσεν ἡ Γραφή; Διὰ τὸ ἀπερίτρεπτον. Καὶ πέτραν καλεῖ αὐτὴν, διὰ τὸ ἄφθορον.
5.7.1
– Περὶ εὐχῆς· καὶ ὅσα δι' εὐχῆς κατορθοῦνται ὑμῖν.
5.7.2
Ἐξῆλθε Μωσῆς ἀπὸ Φαραὼ ἔξω τῆς πόλεως, καὶ ἐξεπέτασε τὰς χεῖρας αὐτοῦ
5.7.3
πρὸς Κύριον, καὶ ἐπαύσαντο αἱ φωναὶ καὶ ἡ χάλαζα. Ἀνεβόησε Σαμψὼν πρὸς Κύριον,
5.7.4
καὶ εἶπε· Κύριε, μνήσθητι δή μου τὸ ἅπαξ τοῦτο, καὶ ἀνταποδώσω ἀνταπόδοσιν μίαν
5.7.5
περὶ τῶν δύο ὀφθαλμῶν μου τοῖς ἀλλοφύλοις. Καὶ περιέλαβε Σαμψὼν τοὺς δύο
5.7.6
στύλους τοὺς μέσους, ἐφ' οἷς ὁ οἶκος ἐπεστήρικτο, καὶ εἶπεν· Ἀποθανέτω ἡ ψυχή μου
5.7.7
μετὰ τῶν ἀλλοφύλων. Καὶ ἔπεσεν ὁ οἶκος, καὶ ἐθανάτωσεν ὑπὲρ οὓς ἐθανάτωσεν ἐν
5.7.8
τῇ ζωῇ αὐτοῦ. Προσηύξατο Ἐζεκίας ὁ βασιλεὺς, καὶ ἀπέστειλεν ὁ Κύριος ἄγγελον,
5.7.9
καὶ ἐξέτριψε πάντα δυνατὸν, καὶ πολεμιστὴν, καὶ ἄρχοντα, καὶ στρατηγὸν ἐν τῇ
5.7.10
παρεμβολῇ βασιλέως Ἀσσούρ. Ἐλάλησε Κύριος ἐπὶ Μανασσῆν, καὶ κατέλαβον τὸν
5.7.11
Μανασσῆν, καὶ ἔδησαν αὐτὸν ἐν πέδαις, καὶ ἤγαγον εἰς Βαβυλῶνα. Καὶ προσηύξατο
5.7.12
πρὸς αὐτὸν, καὶ ἤκουσε τῆς βοῆς αὐτοῦ. Σχόλ. Ἱστόρηται παρὰ Ἀφρικανῷ, ὅτι ἐν τῷ
5.7.13
λέγειν ᾠδὴν τὸν Μανασσῆ, τὰ δεσμὰ διεῤῥάγη σιδηρᾶ ὄντα, καὶ ἔφυγεν. Ἀνεβόησεν
5.7.14
Ἠλιοῦ εἰς τὸν οὐρανὸν, καὶ εἶπε· Κύριε ὁ Θεὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ
5.7.15
Ἰακὼβἐπάκουσόν μου ἐν πυρί· καὶ ἔπεσε πῦρ παρὰ Κυρίου ἐκ τοῦ οὐρανοῦ, καὶ
5.7.16
κατέφαγε τὸ ὁλοκαύτωμα καὶ τὰς σχίζας, καὶ τοὺς λίθους, καὶ τὸν χοῦν, καὶ τὸ ὕδωρ
5.7.17
τὸ ἐντῇ θαλάσσῃ ἐξέλειξε τὸ πῦρ. Ὤρθρισεν ὁ λειτουργὸς Ἑλισσαιὲ, καὶ ἰδοὺ δύναμις
5.7.18
κυκλοῦσα τὴν πόλιν, καὶ ἵπποι, καὶ ἅρματα. Καὶ εἶπε τὸ παιδάριον πρὸς αὐτόν· Τί
5.7.19
ποιήσομεν; Καὶ εἶπεν Ἑλισσαιέ· Μὴ φοβοῦ, ὅτι τοῦ πλείους οἱ μεθ' ἡμῶν. Καὶ
5.7.20
προσηύξατο Ἑλισσαιὲ, καὶ εἶπε· Κύριε, διάνοιξον τοὺς ὀφθαλμοὺς τοῦ παιδαρίου· καὶ
5.7.21
εἶδε, καὶ ἰδοὺ τὸ ὅρος πλῆρες ἵππων, καὶ ἅρμα πυρὸς κύκλῳ Ἑλισσαιέ· καὶ
5.7.22
προσηύξατο Ἑλισσαιὲ, καὶ εἶπε· Πάταξον τὸ ἔθνος τοῦτο ἀορασίᾳ. Ἦν Ἡσαΐας ἐν τῇ
5.7.23
αὐλῇ μέσῃ, καὶ ῥῆμα Κυρίου ἐγένετο πρὸς αὐτόν· Ἐπίστρεψον, καὶ ἐρεῖς πρὸς
5.7.24
Ἐζεκίαν· Τάδε λέγει Κύριος παντοκράτωρ, Ἤκουσα τῆς προσευχῆς σου, καὶ εἶδον τὰ
5.7.25
δάκρυά σου, καὶ προσθήσω ἐπὶ τὰ ἔτη σου ἔτη ιϛʹ. Ὄρθριζε πρὸς Κύριον
5.7.26
παντοκράτορα δεόμενος. Εἰ καθαρὸς εἶ καὶ ἀληθινὸς, ἐπακούσεται τῆς δεησεώς σου.
5.7.27
Θύσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου. Τὰς εὐχάς
5.7.28
μου τῷ Κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ. Προσεύξασθε πρός με, καὶ
5.7.29
εἰσακούσομαι ὑμῶν, καὶ ἐκζητήσατέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν, καὶ ἐπιφανοῦμαι ὑμῖν.
5.7.30
Κύριε παντοκράτορ ὁ Θεὸς Ἰσραήλ· ψυχὴ ἐν στεναγμοῖς, καὶ πνεῦμα ἀκηδιῶν
5.7.31
ἐκέκραξε πρὸς σέ. Ἄκουσον, Κύριε, ἐλέησον, ὅτι Θεὸς ἐλεήμων εἶ, καὶ ἐλέησον. Ἐν
5.7.32
ψυχῇ συντετριμμένῃ, καὶ πνεύματι ταπεινώσεως προσδεχθείημεν, ὡς ἐν
5.7.33
ὁλοκαυτώμασιν. Μὴ ὀλιγοψυχήσῃς ἐν τῇ προσευχῇ σου· μὴ ἐμποδίσῃς τοῦ
5.7.34
ἀποδοῦναι εὐχὴν ἐν καιρῷ. Ὅταν προσεύχῃ, οὐκ ἔσῃ ὥσπερ ὑποκριταὶ σκυθρωποὶ,
5.7.35
ὅτι φιλοῦσιν ἐν ταῖς συναγωγαῖς καὶ ἐν ταῖς γωνίαις τῶν πλατειῶν ἑστῶτες
5.7.36
προσεύχεσθαι, ὅπως φανῶσι τοῖς ἀνθρώποις. Ἀμὴν λέγω ὑμῖν· ἀπέχουσι τὸν μισθὸν
5.7.37
αὐτῶν. Σὺ δὲ ὅταν προσεύχῃ, εἴσελθε εἰς τὸ ταμεῖόν σου. Προσευχόμενοι δὲ, μὴ
5.7.38
βαττολογήσητε, ὥσπερ οἱ ἐθνικοί· δοκοῦσι γὰρ ὅτι ἐν τῇ πολυλογίᾳ αὐτῶν
5.7.39
εἰσακουσθήσονται. Μὴ οὖν ὁμοιώθητε αὐτοῖς. Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν, ὧν χρείαν
5.7.40
ἔχετε, πρὸ τοῦ ὑμᾶς αἰτῆσαι αὐτόν. Οὕτως οὖν προσεύχεσθε ὑμεῖς· Πάτερ ὑμῶν, καὶ
5.7.41
τὰ ἑξῆς. Αἰτεῖτε, καὶ δοθήσεται ὑμῶν· ζητεῖτε, καὶ εὑρήσετε· κρούετε, καὶ
5.7.42
ἀνοιγήσεται ὑμῖν. Πᾶς γὰρ αἰτῶν λαμβάνει. Προσελθόντες οἱ μαθηταὶ τῷ Ἰησοῦ κατ'
5.7.43
ἰδίαν, εἶπον· Διὰ τί οὐκ ἐδυνήθημεν ἐκβαλεῖν αὐτό; Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Διὰ
5.7.44
τὴν ἀπιστίαν ὑμῶν. Ἀμὴν γὰρ λέγω ὑμῖν· ἐὰν ἔχητε πίστιν ὡς κόκκον σινάπεως,
5.7.45
ἐρεῖτε τῷ ὄρει τούτῳ· Μετάβηθι ἐντεῦθεν ἐκεῖ, καὶ μεταβήσεται, καὶ οὐδὲν
5.7.46
ἀδυνατήσει ὑμῖν. Τοῦτο δὲ τὸ γένος οὐκ ἐκπορεύσεται, εἰ μὴ ἐν προσευχῇ καὶ
5.7.47
νηστείᾳ. Γρηγορεῖτε, καὶ προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Ἀμὴν, ἀμὴν
5.7.48
λέγω ὑμῖν, ὅ τι ἂν αἰτήσετε τὸν Πατέρα ἐν τῷ ὀνόματί μου, δώσει ὑμῖν. Ἔλεγε
5.7.49
παραβολὴν αὐτοῖς πρὸς τὸ δεῖν πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν. Κοιτής τις
5.7.50
ἔν τινι πόλει, κ. τ. ἑ. Ἀγρυπνεῖτε ἐν παντὶ καιρῷ δεόμενοι, ἵνα καταξιωθῆτε
5.7.51
ἐκφυγεῖν πάντα τὰ μέλλοντα γίνεσθαι, Γενόμενος ἐπὶ τοῦ τόπου, εἶπεν αὐτοῖς·
5.7.52
Προσεύχεσθε μὴ εἰσελθεῖν εἰς πειρασμόν. Καὶ αὐτὸς ἀνεσπάσθη ἀπ' αὐτῶν ὡσεὶ
5.7.53
λίθου βολὴν, καὶ θεὶς τὰ γόνατα προσηύξατο, λέγων· Πάτερ, εἰ βούλει, παρένεγκε τὸ
5.7.54
ποτήριον τοῦτο ἀπ' ἐμοῦ. Πλὴν μὴ τὸ θέλημα τὸ ἐμὸν, ἀλλὰ τὸ σὸν γενέσθω. Καὶ
5.7.55
ἐλθὼν ἐπὶ τοὺς μαθητὰς, εὗρεν αὐτοὺς καθεύδοντας, καὶ εἶπεναὐτοῖς·
5.7.56
Προσεύχεσθε, ἵνα μὴ εἰσέλθητε εἰς πειρασμόν. Ἀμὴν λέγω ὑμῖν, ὃς ἂν εἴπῃ τῷ ὄρει
5.7.57
τούτῳ· Ἄρθητι, καὶ βλήθητι εἰς τὴν θάλασσαν, καὶ μὴ διακριθῇ ἐν τῇ καρδίᾳ αὐτοῦ,
5.7.58
ἔσται αὐτῷ ὃ ἐὰν εἴπῃ. Ὅταν στήκητε προσευχόμενοι, ἀφίετε εἴ τι ἔχετε κατά τινος,
5.7.59
ἵνα καὶ ὁ Πατὴρ ὑμῶν ὁ ἐν τοῖς οὐρανοῖς ἀφῇ ὑμῖν τὰ παραπτώματα ὑμῶν. Οὗτοι
5.7.60
πάντες ἦσαν προσκαρτεροῦντες ὁμοθυμαδὸν τῇ προσευχῇ καὶ τῇ δεήσει. Καὶ
5.7.61
προσκαλεσάμενοι οἱ δώδεκα τὸ πλῆθος τῶν μαθητῶν εἶπον· Οὐκ ἀρεστόν ἐστι
5.7.62
καταλείποντας ἡμᾶς τὸν λόγον τοῦ Θεοῦ, διακονεῖν τραπέζαις. Ἐπισκέψασθε οὖν,
5.7.63
ἀδελφοὶ, ἄνδρας ἐξ ὑμῶν μαρτυρουμένους ἑπτὰ, πλήρεις Πνεύματος καὶ σοφίας, οὓς
5.7.64
καταστήσομεν ἐπὶ τῆς χρείας ταύτης. Ἡμεῖς δὲ προσευχῇ καὶ τῇ διακονίᾳ τοῦ λόγου
5.7.65
ἐσόμεθα προσκαρτεροῦντες. Ἀνήρ τις ἦν ἐν Καισαρείᾳ, ὀνόματι Κορνήλιος,
5.7.66
ἑκατοντάρχης, ἐκ σπείρης τῆς καλουμένης Ἰταλικῆς, εὐσεβὴς, καὶ φοβούμενος Θεὸν
5.7.67
σὺν παντὶ τῷ οἴκῳ αὐτοῦ, ποιῶν ἐλεημοσύνας πολλὰς ἐν τῷ λαῷ, καὶ δεόμενος Θεοῦ
5.7.68
διὰ παντός. Εἶδεν ἐν ὁράματι φανερῶς, ὡς περὶ ὥραν ἐννάτην τῆς ἡμέρας, ἄγγελον
5.7.69
τοῦ Θεοῦ εἰσελθόντα πρὸς αὐτὸν, καὶ εἰπόντα αὐτῷ, Κορνήλιε. Ὁ δὲ ἀτενίσας αὐτῷ,
5.7.70
καὶ ἔμφοβος γενόμενος, εἶπε· Τί ἐστι, κύριε; Εἶπε δὲ αὐτῷ· Αἱ προσευχαί σου καὶ
5.7.71
ἐλεημοσύναι σου ἀνέβησαν ἐνώπιον τοῦ Θεοῦ. Διὰ πάσης εὐχῆς καὶ δεήσεως
5.7.72
προσευχόμενοι ἐν παντὶ καιρῷ ἐν πνεύματι, καὶ εἰς αὐτὸ ἀγρυπνοῦντες ἐν πάσῃ
5.7.73
προσκαρτερήσει, καὶ δεήσει περὶ πάντων τῶν ἁγίων, καὶ ὑπὲρ ἐμοῦ. Παρακαλῶ πρὸ
5.7.74
πάντων, ποιεῖσθαι δεήσεις, προσευχὰς, ἐντεύξεις, εὐχαριστίας ὑπὲρ πάντων
5.7.75
ἀνθρώπων, ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν ὑπεροχῇ ὄντων, ἵν' ἤρεμον καὶ
5.7.76
ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνότητι. Τοῦτο γὰρ καλὸν ἐνώπιον
5.7.77
τοῦ Θεοῦ. Βούλομαι προσεύχεσθαι τοὺς ἄνδρας ἐν παντὶ τόπῳ, ἐπαίροντες ὁσίας
5.7.78
χεῖρας, χωρὶς ὀργῆς καὶ διαλογισμοῦ. Ὡσαύτως καὶ γυναῖκας. Κακοπαθεῖ τις ἐν ὑμῖν;
5.7.79
προσευχέσθω. Εὐθυμεῖ τις; ψαλλέτω. Ἀσθενεῖ τις ἐν ὑμῖν; προσκαλεσάσθω τοὺς
5.7.80
πρεσβυτέρους τῆς Ἐκκλησίας, καὶ προσευξάσθωσαν ἐπ' αὐτὸν, ἀλείψαντες αὐτὸν
5.7.81
ἐλαίῳ ἐν ὀνόματι τοῦ Κυρίου· καὶ ἡ εὐχὴ τῆς πίστεως σώσει τὸν κάμνοντα.
5.7.82
Σωφρονήσατε, καὶ νήψατε εἰς προσευχάς. Μὴ μικρολογίαν καταγνωσθῶμεν, ἐν τῷ
5.7.83
μικρὰ αἰτεῖν ἡμᾶς, καὶ τοῦ διδόντος ἀνάξια. Εὔηχός ἐστιν ἐκείνη ἡ φωνὴ, καὶ μέχρι
5.7.84
τῆς θείας ἀναβαίνουσα ἀκοῆς, οὐχ ἡ μετά τινος διατάσεως γινομένη κραυγὴ, ἀλλ' ἡ
5.7.85
ἀπὸ καθαρᾶς συνειδήσεως ἀναπεμπομένη ἐνθύμησις. Χωρίζεται Θεοῦ, ὁ μὴ
5.7.86
συνάπτων ἑαυτὸν διὰ προσευχῆς τῷ Θεῶ. Οὐκοῦν τοῦτο χρὴ πρότερον ἡμᾶς
5.7.87
διδαχθῆναι τῷ λόγῳ, ὅτι δεῖ πάντοτε προσεύχεσθαι, καὶ μὴ ἐκκακεῖν. Ἐκ γὰρ
5.7.88
τοῦ προσεύχεσθαι περιγίνεται τὸ μετὰ τοῦ Θεοῦ εἶναι· ὁ δὲ μετὰ Θεοῦ ὢν, τοῦ
5.7.89
ἀντικειμένου κεχώρισται. Προσευχὴ τῷ μὲν Ἰωνᾷ τὸ κῆτος οἶκον ἐποίησεν, τὸν δὲ
5.7.90
Ἐζεκίαν ἐκ τῶν πυλῶν τοῦ θανάτου πρὸς ζωὴν ἐπανήγαγε, τοῖς δὲ τρισὶ νέοις εἰς
5.7.91
πνεῦμα δροσῶδες τὴν φλόγα ἔτρεψεν. Ὁ ἐν καιρῷ προσευχῆς μὴ πρὸς τὰ
5.7.92
λυσιτελοῦντα τῇ ψυχῇ τεταμένος, ἀλλὰ πρὸς τὰς ἐμπαθεῖς τῆς διανοίας κινήσεις
5.7.93
συνδιατίθεσθαι τὸν Θεὸν ἀξιῶν, λῆρός τίς ἐστιν ὡς ἀληθῶς, καὶ βαττολόγος, καὶ
5.7.94
φληνάφης, καὶ φλυαρὸς, καὶ εἴ τι ἄλλο τῆς τοιαύτης σημασίας ἐστί. Παρὰ σοῦ μοι
5.7.95
ζωὴ, παρὰ σοῦ γενέσθω καὶ ἡ πρὸς τὸ ζῇν ἀφορμή. Ἐπειδὴ τῆς τοῦ ἀγαθοῦ κρίσεως
5.7.96
ἀπεπλανήθη διὰ τῆς ἀπάτης ἡ ἀνθρωπίνη φύσις, καὶ πρὸς τὸ χεῖρον ἡ ζωὴ τῶν
5.7.97
ἀνθρώπων κατεκρατήθη, καλῶς εὐχόμεθα τοῦ Θεοῦ τὴν βασιλείαν ἐλθεῖν. Οὐ γὰρ
5.7.98
ἔστιν ἄλλως ἐκδῦναι τὴν πονηρὰν τῆς φθορᾶς δυναστείαν, μὴ τῆς ζωοποιοῦ
5.7.99
δυνάμεως ἐφ' ἡμῶν ἀντιλαβούσης τὸ κράτος. Ἐὰν οὖν προσευξώμεθα, ταύτῃ τῇ
5.7.100
δυνάμει τὸν Θεὸν ἱκετεύωμεν· Ἀπαλλαγείην τῆς φθορᾶς· ἐλευθερωθείην τοῦ
5.7.101
θανάτου· μηκέτι κατ' ἐμοῦ βασιλευέτω τὰ νῦν ἐπικρατοῦντα πάθη, μηδὲ ἀγέτω με ὁ
5.7.102
πολέμιος διὰ τῆς ἁμαρτίας αἰχμάλωτον· ἀλλ' ἐλθέτω ἐπ' ἐμὲ ἡ βασιλεία σου, ἵνα
5.7.103
ἀποχωρήσῃ ἡ τοῦ ἐναντίου τυραννίς. Οὐ γὰρ ὑπομένει τὸ σκότος τὴν τοῦ φωτὸς
5.7.104
παρουσίαν, οὐ νόσος ὑγείας ἐπιλαβούσης ἵσταται, οὐκ ἐνεργεῖ τὰ πάθη, τῆς ἀπαθείας
5.7.105
παρούσης. Φροῦδος ὁ θάνατος, ἀφανὴς ἡ φθορὰ, ὅταν ἐν ἡμῖν βασιλεύῃ ἡ ζωὴ, καὶ ἡ
5.7.106
ἀφθαρσία τὸ κράτος ἔχῃ. Γενηθήτω ἐν ἐμοὶ τὸ θέλημά σου, ἵνα σβεσθῇ τοῦ διαβόλου
5.7.107
τὸ θέλημα. Ὥσπερ γὰρ ἐν τοῖς ζοφώδεσι τῶν σπηλαίων φωτὸς εἰσκομισθέντος ὁ
5.7.108
ζόφος ἀφανίζεται, οὕτω τοῦ σοῦ θελήματος ἐν ἐμοὶ γενομένου, πᾶσα ἡ πονηρὰ καὶ
5.7.109
ἄτοπος τῆς προαιρέσεως κίνησις εἰς τὸ μὴ ὂν περιΐσταται. Θέλημα γάρ σου ἡ σωτηρία
5.7.110
τῶν ἀνθρώπων ἐστίν. Ὁ τοῦ πονηροῦ ῥυσθῆναι εὐχόμενος, ἔξω τῶν πειρασμῶν
5.7.111
γενέσθαι παρακαλεῖ. Ὅταν δι' εὐχῆς αἰτησώμεθά τι τὸν Δεσπότην, μὴ ταχέως
5.7.112
ἐξατονήσωμεν, ἀλλὰ τὸ συνεχὲς τῆς ἀποτυχίας τῇ συνεχείᾳ τῆς αἰτήσεως
5.7.113
ἐκνικήσωμεν. Ἐν ταῖς ἀναβολαῖς καὶ ταῖς ὑπερθέσεσι τῶν δωρεῶν τοῦ Θεοῦ μὴ
5.7.114
προκάμωμεν, μηδὲ προαναπίπτωμεν. Πολλάκις γὰρ ὁ Δεσπότης τὴν δοκοῦσαν
5.7.115
ἀναβολὴν εἰς πίστεως γυμνασίαν παρέλκει. Καλὸν πάντοτε διὰ προσευχῆς ὁμιλεῖν
5.7.116
τῷ Θεῷ. Εἰ γὰρ συντυχία ἀνδρὸς ἀγαθοῦ βελτιοῖ τὸν συντυγχάνοντα, πόσῳ μᾶλλον
5.7.117
καὶ ἐν ἡμέρᾳ καὶ ἐν νυκτὶ προσομιλεῖν τῷ Θεῷ. Μέγα ἀγαθὸν εὐχὴ, ἐὰν μετὰ
5.7.118
διανοίας εὐχαρίστου γένηται, ἐὰν παιδεύσωμεν ἑαυτοὺς, μὴ μόνον λαμβάνοντας,
5.7.119
ἀλλὰ καὶ ἀποτυγχάνοντας εὐχαριστεῖν τῷ Θεῷ. Καὶ γὰρ ποτὲ μὲν δίδωσι, ποτὲ δὲ οὐ
5.7.120
δίδωσιν, ἀμφότερα χρησίμως. Ὥστε κἂν λάβῃς, κἂν μὴ λάβῃς, ἔλαβες ἐν τῷ
5.7.121
μὴ ἀπολαβεῖν· κἂν μὴ ἐπιτύχῃς, ἐπέτυχες ἐν τῷ μὴ ἐπιτυχεῖν. Ἔστι γὰρ ὅτε τὸ μὴ
5.7.122
λαβεῖν ὅπερ αἰτοῦμεν, τοῦ λαβεῖν λυσιτελέστερον. Εἰ γὰρ συμφέρον ἡμῖν πολλάκις
5.7.123
τὸ λαβεῖν, πάντως ἔδωκεν ἄν. Τὸ δὲ συμφερόντως ἀποτυχεῖν, ἐπιτυχεῖν ἐστι. Μέγα
5.7.124
ὅπλον εὐχὴ, μέγας κόσμος, μεγάλη ἀσφάλεια. Ἀνθρώπων μὲν γὰρ δεόμενοι, καὶ
5.7.125
δαπάνης καὶ χρημάτων δεόμεθα, καὶ κολακείας δουλοπρεποῦς, καὶ πολλῆς περιόδου
5.7.126
καὶ πραγματείας. Οὐ γὰρ ἐξ εὐθείας αὐτοῖς τοῖς κύριοις τοῦ δοῦναι τὴν χάριν ἔνι
5.7.127
διαλεχθῆναι πολλάκις, ἀλλ' ἀνάγκη πρότερον διακόνους, καὶ οἰκονόμους αὐτῶν,
5.7.128
καὶ ἐπιτρόπους, χρήμασι καὶ ῥήμασι, καὶ παντὶ θεραπεῦσαι τρόπῳ, καὶ τότε δι'
5.7.129
ἐκείνων τὴν αἴτησιν δυνηθῆναι λαβεῖν. Ἐπὶ δὲ Θεοῦ οὐκ ἔστιν οὕτως. Οὐ γὰρ δεῖται
5.7.130
μεσιτῶν ἐπὶ τῶν ἀξιούντων, οὐδὲ οὕτως δι' ἑτέρων παρακαλούμενος, ὡς δι' ἡμῶν
5.7.131
αὐτῶν τῶν δεομένων ἐπινεύει τῇ χάριτι. Καὶ ἐνταῦθα μὲν, καὶ λαμβάνοντας, καὶ μὴ
5.7.132
λαμβάνοντας ἔστι κερδαίνειν, ἐπὶ δὲ τῶν ἀνθρώπων ἐν ἑκατέρῳ πολλάκις
5.7.133
ἐβλάβημεν. Ἐπεὶ οὖν μεῖζον τὸ κέρδος, καὶ πλείων ἡ εὐκολία τοῖς τῷ Θεῷ προσιοῦσι,
5.7.134
μὴ καταφρονῶμεν εὐχῆς. Τότε γάρ σοι μᾶλλον δίδωσιν ἃ αἰτεῖς, ἂν σὺ διὰ σεαυτοῦ
5.7.135
αἰτῇς, ἐὰν μὴ παρέργως αἰτῇς, ὅπερ ποιοῦσιν οἱ πολλοί. Ἡ γλῶσσα μὲν λέγει τὰ
5.7.136
ῥήματα, ἡ δὲ ψυχὴ τῆς οἰκίας ἢ ἀγορᾶς τὰς ὁδοὺς περιέρχεται. Τοῦτο δὲ ὅλον τοῦ
5.7.137
διαβόλου τὸ κατασκεύασμα. Ἐπειδὴ γὰρ οἶδεν ἡμᾶς κατ' ἐκεῖνον τὸν καιρὸν
5.7.138
διαλεχθῆναι πρὸς τὸν Θεὸν, ὅτι δυνάμεθα καὶ ἀφέσεως ἁμαρτημάτων τυχεῖν,
5.7.139
βουλόμενος ἡμῖν τὸν τῆς εὐχῆς προσχῶσαι λιμένα, κατ' αὐτὸν ἐνίσταται τὸν καιρὸν,
5.7.140
ἐκκρούων ἡμῶν τὴν διάνοιαν τῶν λεγομένων, ὥστε ζημιωθέντας ἡμᾶς μᾶλλον ἢ
5.7.141
κερδαίνοντας, ἀπελθεῖν. Ταῦτα οὖν εἰδὼς, ἄνθρωπε, ὅταν προσίῃς Θεῷ. ἐννόησον
5.7.142
τίνι προσέρχῃ, καὶ ἀρκεῖ σοι εἰς νῆψιν. Ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὰ μέρη Τύρου καὶ
5.7.143
Σιδῶνος, καὶ ἰδοὺ γυνὴ, τὸ παλαιὸν ὅπλον τοῦ διαβόλου, ἡ τοῦ παραδείσου με
5.7.144
ἐκβαλοῦσα, ἡ μήτηρ τῆς παρανομίας, ἡ ἀρχὴ τῆς ἁμαρτίας· αὐτὴ ἐκείνη ἡ γυνὴ
5.7.145
ἔρχεται. Καινὸν πρᾶγμα καὶ παράδοξον! Ἰουδαῖοι φεύγουσι, καὶ γυνὴ καταδιώκει.
5.7.146
Καὶ παρεκάλει αὐτὸν λέγουσα· Κύριε, Υἱὲ Δαβὶδ, ἐλέησόν με. Εὐαγγελίστρια γίνεται ἡ
5.7.147
γυνὴ, καὶ τὴν θεότητα, καὶ τὴν οἰκονομίαν ὁμολογεῖ· Κύριε, καὶ τὴν δεσποτείαν· Υἱὲ
5.7.148
Δαβὶδ, τῆς σαρκὸς τὴν ἀνάληψιν. Ἐλέησόν με. Οὐκ ἔχω κατόρθωμα βίου· οὐκ ἔχω
5.7.149
παῤῥησίαν πολιτείας. Ἐπὶ ἔλεον καταφύγω, ὅπου ἀνεξέταστος σωτηρία. Καὶ τί εἶδες
5.7.150
οὕτω, πονηρὰ οὖσα καὶ παράνομος; Πῶς ἐτόλμησας προσελθεῖν; Καὶ ὅρα γυναικὸς
5.7.151
φιλοσοφίαν. Οὐ παρακαλεῖ Ἰάκωβον· οὐ δέεται Ἰωάννου, οὐδὲ προσέρχεται Πέτρον,
5.7.152
ἀλλὰ διέτεμε τὸν χορόν. Οὐκ ἔχω μεσίτου χρείαν, ἀλλὰ λαβοῦσα τὴν μετάνοιαν
5.7.153
συνήγορον, αὐτῇ τῇ πηγῇπροσέρχομαι. Διὰ τοῦτο κατέβη, διὰ τοῦτο σάρκα
5.7.154
ἀνέλαβεν, ἵνα ἐγὼ αὐτῷ διαλεχθῶ. Ἄνω τὰ Χερουβὶμ αὐτὸν τρέμουσι, καὶ κάτω
5.7.155
αὐτῷ πόρνη διαλέγεται. Ἐλέησόν με· ψιλὸν ῥῆμα, καὶ πέλαγος ἀχανὲς σωτηρίας.
5.7.156
Ἐλέησόν με· διὰ τοῦτο παρεγένου, διὰ τοῦτο σάρκα ἀνέλαβες, διὰ τοῦτο ἐγένου ὅπερ
5.7.157
εἰμί. Ἄνω τρόμος, καὶ κάτω παῤῥησία. Ἐλέησόν με· τί ἔχεις; Ἔλεον ζητῶ. Τί πάσχεις;
5.7.158
Ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ἡ συμπαθεία γυμνάζεται, ἡ φύσις βασανίζεται.
5.7.159
Ἐξῆλθε συνήγορος τοῦ θυγατρίου· οὐ φέρει τὴν νοσοῦσαν, ἀλλὰ φέρει τὴν πίστιν.
5.7.160
Θεός ἐστι καὶ τὰ πάντα βλέπει. Ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Πένθος χαλεπὸν,
5.7.161
τὸ κέντρον τῆς φύσεως, τὴν μήτραν διεσχίζει, κλυδώνιον τοῖς σπλάγχνοις
5.7.162
εἰργάσατο. Τί ποιήσω; Ἀπόλλυμαι. Καὶ διὰ τί οὐκ εἶπεν, Ἐλέησον τὴν θυγατέρα μου,
5.7.163
ἀλλὰ, Ἐλέησόν με; ἐκείνη γὰρ ἐν ἀσθενείᾳ ἔχει τὸ πάθος. Οὐκ οἶδε τί πάσχει, καὶ οὐκ
5.7.164
αἰσθάνεται τῆς ἡδονῆς, παραπέτασμα τῆς συμφορᾶς ἔχουσα τὸ ἀνόδυνον, μᾶλλον δὲ
5.7.165
τὸ ἀναίσθητον. Ἐμὲ δὲ ἐλέησον, τὴν θεωρὸν τῶν καθημερινῶν κακῶν. Θέατρον ἔχω
5.7.166
συμφορᾶς ἐν τῇ οἰκίᾳ. Ποῦ ἀπέλθω; εἰς τὴν ἔρημον; ἀλλ' οὐ τολμῶ αὐτὴν
5.7.167
καταλιπεῖν μόνην. Ἀλλ' εἰς τὴν οἰκίαν; ἀλλ' εὑρίσκω τὸν πόλεμον ἔνδον, τὰ κύματα
5.7.168
ἐν τῷ λιμένι. Τί αὐτὴν καλέσω; νεκράν; ἀλλὰ κινεῖται. Ἀλλὰ ζῶσαν; ἀλλ' οὐκ οἶδε τί
5.7.169
πάσχει. Οὐκ οἶδα εὑρεῖν ὄνομα ἑρμηνεῦον τὸ πάθος. Ἐμὲ ἐλέησον. Εἰ τεθνήκει τὸ
5.7.170
θυγάτριόν μου, οὐκ ἂν τοιαῦτα ἔπαθον. Παρέδωκα ἂν τὸ σῶμα τοῖς κόλποις τῆς γῆς,
5.7.171
καὶ τῷ χρόνῳ τὴν λήθην εἰσήγαγον, καὶ διεφόρησα τὸ ἕλκος. Νῦν δὲ νεκρὸν ἔχω
5.7.172
διηνεκῆ μοι θεωρίαν ἐργαζόμενον, ὑφαίνοντά μοι τὰ τραύματα, πλεονάζοντά μοι τὸ
5.7.173
ἕλκος. Πῶς εἶδον ὀφθαλμοὺς διαστρεφομένους, χεῖρας στραγγαλουμένας,
5.7.174
πλοκάμους λυομένους, ἀφρὸν προϊεμένην, τὸν δήμιον ἔνδον ὄντα, καὶ μὴ
5.7.175
φαινόμενον, τὰς μάστιγας φαινομένας; Ἕστηκα θεωρὸς τῶν ἀλλοτρίων κακῶν, τῆς
5.7.176
φύσεώς με κεντριζούσης. Ἐλέησόν με. Χαλεπὸν τὸ κλυδώνιον, πάθος καὶ φόβος.
5.7.177
Πάθος φύσεως, καὶ φόβος δαίμονος. Προσελθεῖν· οὐ δύναμαι, οὐδὲ κατασχεῖν. Ὠθεῖ
5.7.178
με τὸ πάθος, καὶ διακρούεταί με ὁ φόβος. Ἐλέησόν με. Ἀλλ' ἐννόησον γυναικὸς
5.7.179
φιλοσοφίαν. Οὐκ ἀπῆλθε πρὸς μάντεις· οὐ περίαπτα ἐποίησεν· οὐ μαγγανιστρίας
5.7.180
γυναῖκας ἐμισθώσατο, ταύτας τὰς γυμναζούσας τοὺς δαίμονας, καὶ αὐξούσας τὸ
5.7.181
ἕλκος, ἀλλ' ἀφῆκε τοῦ διαβόλου τὸ ἐργαστήριον. Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς
5.7.182
δαιμονίζεται. Ὅσοι πατέρες ἐγένεσθε, βοηθήσατε τῷ λόγῳ, καὶ ὅσαι μητέρες
5.7.183
κατεσκευάσθητε. Οὐ δύναμαι ἑρμηνεῦσαι τὸν χειμῶνα ὃν ὑπέμεινε τὸ γυναῖον. Εἶδες
5.7.184
τὴν καρτερίαν, τὴν ἀνδρείαν, τὴν ὑπομονήν. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῇ λόγον. Καινὰ
5.7.185
τὰ πράγματα! Παρακαλεῖ, δέεται, κλαίει τὴν συμφοράν· αὔξει τὴν τραγῳδίαν·
5.7.186
διηγεῖται τὸ πάθος, καὶ ὁ φιλάνθρωπος οὐκ ἀποκρίνεται, ὁ Λόγος σιγᾷ, ἡ πηγὴ
5.7.187
ἀποκλείεται, ὁ ἰατρὸς τὰ φάρμακα συστέλλει. Τί τὸ καινόν; τί τὸ παράδοξον; Ἄλλοις
5.7.188
ἐπιτρέχεις, καὶ ταύτην ἐπιτρέχουσαν ἀπελαύνεις. Ἀλλ' ἐννόησον τοῦ ἰατροῦ τὴν
5.7.189
σοφίαν. Ὁ δὲ οὐκ ἀπεκρίνατο αὐτῇ λόγον. Τί οὖν; ἐπειδὴ οὐκ Ἐπέτυχεν
5.7.190
ἀποκρίσεως, προσελθόντες οἱ μαθηταὶ αὐτοῦ, λέγουσιν αὐτῷ, Ἀπολῦσον αὐτὴν, ὅτι
5.7.191
κράζει ὄπισθεν ἡμῶν. Ἄλλος εὐαγγελιστὴς λέγει, ἔμπροσθεν ἡμῶν. Ἐναντία τὰ
5.7.192
εἰρημένα, ἀλλὰ οὐ ψευδῆ. Ἀμφότερα γὰρ ἐποίει. Πρὸ τούτου ὄπισθεν ἔκραζεν. Ὅτε
5.7.193
οὐκ ἀπεκρίθη, ἔμπροσθεν ἦλθεν, καθάπερ κύων περιλείχων τοὺς πόδας τοῦ
5.7.194
δεσπότου. Ἀπόλυσον αὐτήν. Θέατρον περιέσεισεν, δῆμον συνήγαγεν. Ἀπόλυσον
5.7.195
αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Τί οὖν αὐτός; Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα
5.7.196
τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ὅτε ἀπεκρίθη, χεῖρον ἐποίησεν αὐτῆς τὸ ἕλκος. Τί οὖν;
5.7.197
διὰ τοῦτο ἄνθρωπος ἐγένου, σάρκα ἀνέλαβες, οἰκονομίας τοσαύτας εἰργάσω, ἵνα
5.7.198
μίαν γωνίαν σώσῃς; Ἀπειρημένοι Χαναναῖοι, βδελυκτοὶ τῆς ἀσεβείας, ἐναγεῖς,
5.7.199
μιαροὶ, ἀκάθαρτοι, οὔτε ἀκοῦσαι αὐτῶν ἠνείχοντο οἱ Ἰουδαῖοι, τὸν νόμον
5.7.200
τελοῦντες, καὶ πληροῦντες αὐτόν. Ἐπειδὴ ἡ γυνὴ Χαναναία ἦν, καὶ τοῦ ὁρίου
5.7.201
ἐκείνου τοῦ ἀπειρημένου, ἔνθα καὶ λύσσα, καὶ μανία, καὶ ἀσέβεια ἐπέκειτο, καὶ
5.7.202
διαβόλου τυραννὶς, καὶ δαιμόνων βάκχαι, καὶ φύσις πατουμένη, καὶ εἰς ἀλόγων
5.7.203
ἀλογίαν κατενεχθεῖσα, εἰς δαιμόνων κακίαν. Προσέτασσε δὲ ὁ νόμος, Μηδέν σοι καὶ
5.7.204
Χαναναίοις· μὴ δῷς, μὴ λάβῃς μετ' ἐκείνων. Μὴ γυναῖκα λάβῃς, μὴ συμβόλαια, μὴ
5.7.205
συναλλάγματα. Διὰ τοῦτο φραγμὸν περιέθηκεν. Ἵνα οὖν μὴ λέγωσιν οἱ Ἰουδαῖοι,
5.7.206
Ὅτι ἀφῆκας ἡμᾶς, καὶ ἀπῆλθες ἔξω, διὰ τοῦτο οὐκ ἐπιστεύσαμέν σοι. Ἰδοὺ ἀπὸ
5.7.207
ἐθνῶν ἔρχονται, καὶ οὐ δέχομαι αὐτοὺς, ὑμᾶς δὲ φεύγοντας καλῶ· Δεῦτε πρός με,
5.7.208
πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς, καὶ οὐκ ἔρχεσθε.
5.7.209
Ταύτην δὲ ἀποῤῥίπτω, καὶ παραμένει. Ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ζητοῦσιν.
5.7.210
Ἀπόλυσον αὐτὴν, ὅτι κράζει ὄπισθεν ἡμῶν. Ἴδωμεν οὖν τί λέγει· Οὐκ ἀπεστάλην, εἰ
5.7.211
μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ. Ἡ δὲ ἀκούσασα, ἦλθε, καὶ
5.7.212
προσεκύνησε λέγουσα· Ναὶ Κύριε. Ὁ δέ φησιν, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν
5.7.213
τέκνων, καὶ βάλλειν τοῖς κυναρίοις. Τί οὖν; Ναὶ, Κύριε. Κύνα με λέγεις, ἐγώ σε
5.7.214
Κύριον καλῶ· σύ με ὑβρίζεις, ἐγώ σε αἰνῶ. Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια ἐσθίει ἀπὸ
5.7.215
τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Ὦ σοφία
5.7.216
γυναικός! Κύνα με λέγεις; ὡς κύνα με θρέψον. Οὐ παραιτοῦμαι τὸ ὄνειδος· λάβω οὖν
5.7.217
τὴν τροφὴν τοῦ κυνός. Κύνα με ἐκάλεσας; δός μοι ψιχίον. Συνήγορος ἐγένου μοι τῇ
5.7.218
αἰτήσει, ἐν τῇ παροχῇ τὴν συγκατάθεσιν ἐπίδειξον. Ναὶ, Κύριε· καὶ γὰρ τὰ κυνάρια
5.7.219
ἐσθίει ἀπὸ τῶν ψιχίων τῶν πιπτόντων ἀπὸ τῆς τραπέζης τῶν κυρίων αὐτῶν. Τί οὖν
5.7.220
ὁ παραιτούμενος, ὁ διώκων, ὁ λέγων· Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων,
5.7.221
καὶ δοῦναι τοῖς κυναρίοις; ὁ λέγων· Οὐκ ἀπεστάλην εἰ μὴ εἰς τὰ πρόβατα τὰ
5.7.222
ἀπολωλότα οἴκου Ἰσραήλ. Τί φησιν, Ὦ γῦναι, ἐπαινέτης ἐγένου; ἀνακηρύττεις τὴν
5.7.223
γυναῖκα, οὐκ ᾔσχυνες αὐτήν; οὐκ ἐδίωκες; διὰ τοῦτο ἐδίωκον. Εἰ γὰρ ἐξ ἀρχῆς αὐτὴν
5.7.224
ἀπέλυσα, οὐκ ἂν ἔμαθες αὐτῆς τὴν πίστιν. Εἰ ἐκ προοιμίων ἔλαβεν, ἀνεχώρει, καὶ
5.7.225
τὸν θησαυρὸν αὐτῆς οὐκ ἠπίστατο. Διὰ τοῦτο ἀνεβαλόμην τὴν δόσιν, ἵνα
5.7.226
δείξω αὐτοῖς τὴν πίστιν. Ὦ γύναι. Θεὸς λέγει, Ὦ γύναι! Ἀκουέτωσαν οἱ εὐχόμενοι
5.7.227
μετὰ βαναυσίας. Ὅταν εἴπω, Παρακάλεσον τὸν Θεὸν, δεήθητι αὐτοῦ, ἱκέτευσον
5.7.228
αὐτόν· λέγει, Παρεκάλεσα ἅπαξ καὶ δεύτερον, τρίτον, δέκατον, καὶ οὐκ ἔλαβον. Μὴ
5.7.229
ἀποστῇς, ἕως ἐὰν λάβῃς. Τότε ἀπόστηθι ὅταν λάβῃς· μᾶλλον δὲ τότε· ἀλλὰ καὶ τότε
5.7.230
παράμενε. Κἂν λάβῃς, αἴτει· ὅταν δὲ λάβῃς, εὐχαρίστησον, ὅτι ἔλαβες. Εἰσέρχονται
5.7.231
πολλοὶ εἰς τὴν Ἐκκλησίαν, καὶ ἀπαρτίζουσι μυρίους στίχους εὐχῆς, καὶ ἐξέρχονται.
5.7.232
Μὴ γὰρ πολλῶν χρείαν ἔχει ὁ Θεὸς λόγων; τῆς εὐχῆς σου μόνον χρῄζει. Καὶ τί, φησί·
5.7.233
ἔκλινα, καὶ ηὐξάμην; Ἔκλινας τὰ γόνατα, ἀλλ' ἡ διάνοιά σου ἔξω ἐπέτατο. Τὸ σῶμά
5.7.234
σου ἔσω, καὶ ἡ ψυχή σου ἔξω. Τὸ στόμα σου ἔλεγεν, καὶ ἡ διάνοιά σου ἠρίθμει τοὺς
5.7.235
τόκους, συμβόλαια, συναλλάγματα, χωρία, κτήματα. Ὁ γὰρ διάβολος πονηρὸς ὢν,
5.7.236
καὶ εἰδὼς ὅτι ἐν καιρῷ εὐχῆς μεγάλα ἀνύομεν, τότε ἐπέρχεται. Πολλάκις κείμεθα
5.7.237
ὕπτιοι, καὶ οὐδὲν λογιζόμεθα, καὶ ὁ νοῦς ἠρεμεῖ. Ἤλθομεν εὔξασθαι, καὶ μυρίοι
5.7.238
λογισμοὶ ἐπέρχονται, ἵνα ἡμᾶς ἐκβάλῃ κενούς. Ταῦτα εἰδὼς ἐν ταῖς εὐχαῖς, γίνωσκε
5.7.239
τὴν Χαναναίαν. Ἀλλ' οὐκ ἔχεις θυγατέρα δαιμονιζομένην. Τί εἶπεν ἡ Χαναναία;
5.7.240
Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Μέγας ὁ δαίμων, ἁμαρτία· ὁ
5.7.241
δαιμονιῶν ἐλεεῖται, ὁ ἁμαρτάνων μισεῖται. Ἐκεῖνος συγγνώμην ἔχει, οὗτος
5.7.242
ἀπολογίας ἐστέρηται. Ἐλέησόν με· βραχὺ τὸ ῥῆμα, καὶ πέλαγος φιλανθρωπίας. Ὅπου
5.7.243
γὰρ ἔλεος, πάντα τὰ ἀγαθά. Κἂν ἔξω ᾖς, κράζε καὶ λέγε, Ἐλέησόν με· μὴ κινῶν τὰ
5.7.244
χείλη, ἀλλὰ τῇ διανοίᾳ βοῶν· καὶ σιωπώντων ἀκούει ὁ Θεός. Οὐ ζητεῖται τόπος, ἀλλ'
5.7.245
ἀρκεῖ τρόπος. Ὁ Ἱερεμίας ἐν βορβόρῳ ἦν, καὶ τὸν Θεὸν ἐπεσπάσατο. Ὁ Δανιὴλ ἐν
5.7.246
λάκκῳ λεόντων, καὶ τὸν Θεὸν ἐξευμενίσατο· οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ ἦσαν, καὶ
5.7.247
τὸν Θεὸν ἐδυσώπησαν. Ὁ λῃστὴς ἐσταυρώθη, καὶ ὁ σταυρὸς οὐκ ἐκώλυσεν, ἀλλὰ
5.7.248
παράδεισον ἤνοιξεν. Ὁ Ἰὼβ ἐν κοπρίᾳ ἦν, καὶ τὸν Θεὸν ἵλεον κατεσκεύασεν. Ὅπου
5.7.249
ἐὰν ᾖς, εὔχου. Κἂν δικαστῇ παραστῇς, εὔχου. Ὅταν ὀργίζηταί σοι δικαστὴς, εὔχου.
5.7.250
Θάλασσα ἦν ἔμπροσθεν, ὄπισθεν οἱ Αἰγύπτιοι ἐδίωκον, μέσος ὁ Μωσῆς. Πολλὴ εὐχὴ
5.7.251
ἐν τῇ στενοχωρίᾳ· ἀλλὰ μέγα τὸ πέλαγος τῆς εὐχῆς. Ὄπισθεν οἱ Αἰγύπτιοι ἐδίωκον,
5.7.252
καὶ μέση ἡ εὐχή. Καὶ οὐδὲν ἐλάλει Μωσῆς· καὶ λέγει αὐτῷ ὁ Θεὸς, Τί βοᾷς πρός με;
5.7.253
Κἂν τὸ στόμα σου σιγᾷ, ἀλλ' ἡ καρδία σου βοᾷ. Καὶ σὺ ὅταν παραστῇς δικαστῇ
5.7.254
μεμηνότι καὶ τυραννοῦντι, καὶ ἐπ' αὐτῶν τῶν δημίων, εὔχου τῷ Θεῷ. Εὐχομένου δέ
5.7.255
σου, τὰ κύματα καταστέλλεται. Ὁ δικαστὴς ἐπὶ σέ; πρὸς τὸν Θεὸν φεῦγε· Ὁ ἄρχων
5.7.256
πλησίον σου; σὺ τὸν Δεσπότην παρακάλεσον. Μὴ γὰρ ἄνθρωπός ἐστιν; ἀεὶ ἐγγύς ἐστι,
5.7.257
καὶ πανταχοῦ ἐστι, καὶ πάντα πληροῖ. Ἐὰν θέλῃς παρακαλέσαι ἄνθρωπον, καὶ μαθεῖν
5.7.258
τί ποιεῖ, διακονῶν οὐκ ἀποκρίνεται. Ἐπὶ δὲ τοῦ Θεοῦ οὐδὲν τοιοῦτον. Ὅπου δ' ἂν
5.7.259
ἀπέλθῃς καὶ καλῇς, ἀκούει. Οὐ θυρωρὸς, οὐκ οἰκονόμος, οὐ μεσίτης, οὐ διάκονος,
5.7.260
οὐδὲν τούτων. Εἰπέ· Ἐλέησόν με, καὶ ὁ Θεὸς παραγίνεται. Ἔτιλαλοῦντός σου ἐρεῖ·
5.7.261
Ἰδοὺ πάρειμι. Ὦ ῥῆμα ἡμερότητος γέμον, οὐκ ἀναμένον τελέσαι τὴν εὐχήν.
5.7.262
Οὐδέπω τελεῖς τὴν εὐχὴν, καὶ λαμβάνεις τὴν δόσιν. Ἐλέησόν με· ταύτην
5.7.263
μιμησώμεθα τὴν Χαναναίαν. Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Καὶ τί
5.7.264
ἤκουσεν; Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω σοι ὡς θέλεις. Ἐξηπορήθης,
5.7.265
ὑβρίσθης παρ' ἐμοῦ. Ἀπεδίωξά σε, καὶ οὐκ ἀνεχώρησας, ἀλλὰ παρέμεινας. Ἀληθῶς,
5.7.266
Ὦ γύναι, μεγάλη σου ἡ πίστις. Ἀπέθανεν ἡ γυνὴ, καὶ τὸ ἐγκώμιον αὐτῆς μένει
5.7.267
διαδήματος λαμπρότερον εἰς ὅσην ἥλιος ἐφορᾷ γῆν. Ἀκούεις τοῦ Χριστοῦ λέγοντος·
5.7.268
Ὦ γύναι, Μεγάλη σου ἡ πίστις γενηθήτω σοι ὡς θέλεις σύ. Καὶ ἐξῆλθε τὸ δαιμόνιον,
5.7.269
καὶ ἰάθη ἡ θυγάτηρ αὐτῆς. Πότε; ἀπὸ ὥρας ἐκείνης. Οὐκ ἐξ ἧς ἦλθεν ἡ μήτηρ αὐτῆς,
5.7.270
ἀλλ' ἐξ ἧς ἤκουσε παρὰ τοῦ Σωτῆρος ἡμῶν, Ὦ γύναι, μεγάλη σου ἡ πίστις· γενηθήτω
5.7.271
σοι ὡς θέλεις. Καὶ λοιπὸν ἦλθεν προσδοκοῦσα εὑρεῖν δαιμονιζομένην, καὶ εὗρεν
5.7.272
ὑγιαίνουσαν, τῷ θελήματι αὐτῆς θεραπευθεῖσαν κατὰ τὴν κέλευσιν τοῦ Δεσπότου.
5.7.273
Ἀεὶ προσεύχεσθαι δεῖ, καὶ πρὸ τῶν ἀγώνων, καὶ ἐν αὐτοῖς τοῖς ἀγῶσι, καὶ τὴν
5.7.274
ἄνωθεν ἐπικουρίαν αἰτεῖν. Ὑπὲρ τῆς κοινῆς τῶν ἀνθρώπων, χρὴ εὔχεσθαι πρότερον
5.7.275
σωτηρίας, εἶθ' οὕτως ὑπὲρ ἑαυτῶν. Ἐπὶ γὰρ κοινωνίαν γεγόναμεν, καὶ ταύτην ὁ
5.7.276
προτιμῶν τοῦ καθ' ἑαυτὸν ἰδίου, μάλιστα εἴη Θεῷ κεχαρισμένος. Προσέταξε Κύριος,
5.7.277
ἵνα ἐπικαλέσῃ αὐτὸν ἐν ἡμέρᾳ θλίψεως. Διὸ οὐ χρὴ κατοκνεῖν, ἀλλὰ παντὶ μὲν
5.7.278
καιρῷ ἐπικαλεῖσθαι τὸν Θεὸν, μάλιστα δὲ ἐν τοῖς καιροῖς τῶν θλίψεων, ἵνα δείξωμεν
5.7.279
τοῖς ἐχθροῖς, ὅτι κατεπόθημεν ὑπὸ τῶν περιστάσεων, ἀλλὰ μετὰ πεποιθήσεως πρὸς
5.7.280
τὸν Θεὸν ἄνω βλέπομεν. Πλειστάκις δεηθεὶς, καὶ ἀποτυχὼν, μὴ ἀποκάμῃς, μηδὲ
5.7.281
ἀπελπίσῃς, ἀλλὰ ἀνακαινίσας τοὺς πρὸς τὸν Θεὸν λιβέλλους, πάλιν πρόσελθε
5.7.282
ἀναιδῶς τῷ δεσπότῃ. Προτιμᾶται γὰρ ἐν ταῖς ἀνάγκαις τῆς αἰδοῦς ἡ ἀναίδεια. Διὰ
5.7.283
γὰρ τὴν ἀναίδειαν αὐτοῦ δοθήσεται αὐτῷ ὅσον θέλει, καθὼς εἶπεν ὁ Κύριος. Ὥσπερ
5.7.284
τὸ ἀναπνεῖν οὐδέποτε ἄκαιρον, οὕτως οὐδὲ τὸ αἰτεῖσθαι παρὰ Κυρίου τὰ αἰτήματα
5.7.285
μυστικὰ, μέχρις ἐσχάτης ἀναπνοῆς. Ἡμέρας, φησὶν, ἐκέκραξα, καὶ ἐν νυκτὶ ἐναντίον
5.7.286
σου, Κύριε ὁ Θεός μου. Ὁρᾷς πῶς Δαβὶδ ὁ θεσπέσιος ὑποτύπωσις ὑμῖν γίνεται πρὸς τὸ
5.7.287
ἀδιαλείπτως εὔχεσθαι, καὶ μὴ καταφέρεσθαι εἰς ἀκηδίᾳν. Εἰ πλεονάκις
5.7.288
ὠφελήθημεν ἀνδρὶ ἀγαθῷ συντυχόντες, πηλίκα κερδανοῦμεν καθ' ἡμέραν καὶ
5.7.289
νύκτωρ προσδιαλεγόμενοι δι' εὐχῆς, καὶ ψαλμῳδίας τῷ Δεσπότῃ τῶν ὅλων! Οὐ τὸ
5.7.290
τυχὸν ἀγαθὸν, ἀλλὰ καὶ ἄγαν μέγα τὸ πάντοτε διὰ τῆς ἱκετείας ἑαυτοὺς τῷ κρείττονι
5.7.291
παρατίθεσθαι. Οὐ μικρὸν τοῖς ἐλαχίστοις καὶ τὸ μίαν βαθμίδα τῆς τῶν ἀρετῶν
5.7.292
κλίμακος ἀναθῆναι, καὶ τέως ἄνω γενέσθαι τῆς γῆς. Τόλμησον προσελθεῖν μετὰ
5.7.293
κλαυθμοῦ τῷ οὐρανίῳ ἀρχιάτρῳ Ἰησοῦ, καὶ πάντα τῆς ψυχῆς ἀπογυμνῶσαι τὰ
5.7.294
τραύματα. Οὐδὲν γὰρ ἂν εἴη πάθος, ὅπερ μὴ ἰσχύει θεραπεῦσαι Χριστὸς ὁ
5.7.295
φιλανθρωπότατος. Τοὺς σκώληκας τῆς διανοίας ἐξαφανίζειν σπεῦδε δι' εὐχῆς, καὶ
5.7.296
νηστείας, καὶ ἀγρυπνίας εὐτόνου. Εὖ ἴσθι, καὶ εἰς τὸ γῆρας αὐτὸ ἐληλακότας τινὰς
5.7.297
ἔγνωμεν, δι' εὐχῆς καὶ ἐλπίδος μέγιστον λελογχότας ἐπουρανίου χαρίσματος. Οὐδὲν
5.7.298
παντελῶς ἀντιτάξασθαι δύναται τῷ Κυρίῳ, οὐ χρόνος, οὐ τόπος, οὐ πρᾶγμα, οὐ
5.7.299
διάβολος βρέμων, οὐ δαίμονες πολεμοῦντες, οὐκ ἀσθένεια ψυχικὴ ἢ σωματικὴ, οὐ
5.7.300
λογισμῶν στειρώσεις, οὐ νόμος μελῶν σαρκός τε καὶ αἵματος, ὧν κατακαυχᾶται ὁ
5.7.301
Σατανᾶς καὶ δράκων, ὁ τὴν ἰσχὺν ἐπ' ὀσφύος κεκτημένος, τὴν δὲ δύναμιν αὐτοῦ τὴν
5.7.302
μεστὴν βδελυγμίας, ἐπ' ὀμφαλοῦ τῆς γαστρός· οὐχ ἕξις κακίστη πολυπαθής· οὐ
5.7.303
συνήθεια πολυετής τε καὶ χρόνιος. Οὐ περιποιητέον ἡμῖν τοὺς ἀρέσκοντας τῷ
5.7.304
διαβόλῳ λογισμοὺς, ἀλλὰ ἀναιρετέον τῇ τοῦ θείου λόγου παραξιφίδι. Ἡ ψυχὴ ἡμῶν,
5.7.305
φησὶν, ὡς στρουθίον ἐῤῥύσθη ἐκ τῆς παγίδος τῶν θηρευόντων δαιμόνων. Ὥσπερ γὰρ
5.7.306
τὰ στρουθία διὰ τῆς τῶν πτερῶν κινήσεως μετάρσια γίνεται ἄνω τῆς γῆς, οὕτω καὶ ὁ
5.7.307
θεοσεβὴς ἄνθρωπος ἀπὸ τῶν ἐπιγείων πρὸς τὰ ἐπουράνια διὰ προσευχῶν
5.7.308
μετατίθησιν ἑαυτόν. Τὴν δύναμιν πληροῦτε τῆς προσευχῆς. Εἴτε γὰρ ἐσθίετε, φησὶν,
5.7.309
εἴτε πίνετε, εἴτε τί ποιεῖτε, πάντα εἰς δόξαν Θεοῦ ποιεῖτε. Καθεζόμενος ἐπὶ τραπέζης,
5.7.310
προσεύχου· προσφερόμενος τὸν ἄρτον, τῷ δεδωκότι τὴν χάριν ἀποπλήρου.
5.7.311
Παρῆλθεν ἡ χρεία τῶν βρωμάτων; ἡ μέντοι μνήμη τοῦ εὐεργέτου μὴ παρερχέσθω.
5.7.312
Τὸν χιτῶνα ἐνδυόμενος, εὐχαρίστει τῷ δεδωκότι. Τὸ ἱμάτιον περιβαλλόμενος,
5.7.313
αὔξησον τὴν εἰς Θεὸν ἀγάπην, ὃς καὶ χειμῶνι, καὶ θέρει ἐπιτήδεια ἡμῖν σκεπάσματα
5.7.314
ἐχαρίσατο, τήν τε ζωὴν ἡμῶν συντηροῦντα, καὶ τὸ ἄσχημον περιστέλλοντα.
5.7.315
Ἐπληρώθη ἡ ἡμέρα; εὐχαρίστει τῷ τὸν ἥλιον εἰς ὑπηρεσίαν τῶν ἡμερινῶν ἔργων
5.7.316
χαρισαμένῳ ἡμῖν, πῦρ δὲ παρασχομένῳ τοῦ φωτίζειν τὴν νύκτα, καὶ ταῖς λοιπαῖς
5.7.317
χρείαις ταῖς κατὰ τὸν βίον ὑπηρετεῖν. Ὅταν ἀναβλέψῃς πρὸς οὐρανὸν, καὶ πρὸς τὰ
5.7.318
τῶν ἀστέρων ἐνατενίσῃς κάλλη, προσεύχου τῷ Δεσπότῃ τῶν ὁρωμένων, καὶ
5.7.319
προσκύνει τὸν ἀριστοτέχνην τῶν ὅλων Θεὸν, ὃς ἐν σοφίᾳ τὰ πάντα ἐποίησεν. Ὅταν
5.7.320
περί τινος ἀγαθοῦ παρακαλέσῃς τὸν Θεὸν, καὶ μὴ εἰσακούσῃ σου παραυτίκα,
5.7.321
μὴ ὀλιγωρήσῃς, μηδὲ μικροψυχήσῃς. Πολλάκις γὰρ πρὸς τὸ παρὸν οὐ
5.7.322
συμφέρει σοι τὸ αἴτημα. Πᾶς ὁ αἰτῶν λαμβάνει, φησί. Λαμβάνει δὲ, εἴπερ ζητοίη τὰ
5.7.323
συμφέροντα τῇ ψυχῇ. Μὴ πλοῦτον ἐν προσευχῇ ζητήσῃς, μὴ ὑγείαν, μὴ τῶν ἐχθρῶν
5.7.324
ἄμυναν, μὴ δόξαν ἀνθρωπίνην, ἀλλὰ μόνον τὰ συντελοῦντα πρὸς σωτηρίαν ψυχῆς.
5.7.325
Ἐὰν κακῶς καὶ ἀξυμφόρως αἰτεῖς, καθάπερ ὁ πυρέττων ἄνθρωπος παρακαλεῖ
5.7.326
παρασχεῖν αὐτῷ οἶνον, προσβλέπων ὁ Θεὸς τὰ μέλλοντα, οὐ ποιεῖ τὸ θέλημά σου· οὐ
5.7.327
παρέχει τὴν ἀλόγιστον αἴτησιν. Μνησθῶμεν τοῦ προδότου Ἰούδα, καὶ μὴ ἐξέλθωμεν
5.7.328
τῆς ἐκκλησίας. Ἐκείνῳ γὰρ ἀρχὴ ἀπωλείας γέγονε, τὸ μὴ παραμένειν τῇ εὐχῇ.
5.7.329
Λαβὼν γὰρ τὸν ἄρτον πρῶτος τῶν λοιπῶν ἐξῆλθε, καὶ εὐθέως ἐχώρησεν εἰς αὐτὸν ὁ
5.7.330
Σατανᾶς, καὶ εἰς τὴν προδοσίαν ἐσπούδασεν. Ἐὰν οὖν τις πρὸ τῆς ἀπολύσεως ἐξέλθῃ,
5.7.331
τὰς τοῦ Ἰούδα εὐθύνας ἀποτίσει. Μὴ οὖν διὰ μίαν ὥραν μέλλωμεν μετὰ Ἰούδα
5.7.332
κατακρίνεσθαι. Οὐδὲν ἡμᾶς βαρήσει ἡ παραμονή· οὐ χειμῶνας ἔνδον ἔχει, οὐ πῦρ,
5.7.333
οὐχ ἕτερα κολαστήρια. Εἰ λέγει τῷ ἀνθρώπῳ ὁ Κύριος ἐν τοῖς Εὐαγγελίοις, ὅτι, Παντὶ
5.7.334
τῷ αἰτοῦντί σε δίδου τὴν ἐλεημοσύνην, πολλῷ μᾶλλον αὐτὸς ὁ Κύριος παντὶ τῷ
5.7.335
δεομένῳ δώσει πλούσια τὰ ἐλέη, καὶ τῶν ἁμαρτημάτων τὴν ἄφεσιν, καὶ τῶν
5.7.336
λυπηρῶν τὴν λύσιν, τὰ μυρία καλά. Χριστὸς ὁ παμβασιλεὺς Θεὸς οὐδαμῶς
5.7.337
ἀποστρέφεται τοὺς πρὸς αὐτὸν κεχηνότας, καὶ ἀπὸ βάθους καρδίας στενάζοντας, κἂν
5.7.338
πολλοῖς ἁμαρτήμασι πεφορτισμένοι τυγχάνωσιν, ἀλλὰ καὶ προσίεται, καὶ καθαρίζει
5.7.339
τούτους, τῆς υἱοθεσίας δωρεῖται χάρισμα, καὶ ἀρετῶν ἐργάτας ἀποφαίνει προϊόντος
5.7.340
τοῦ χρόνου.
5.8.1
– Περὶ ἐλεημοσύνης, καὶ εὐποιΐας τῶν πτωχῶν.
5.8.2
Οὐ μὴ ἐκλείπῃ ἐνδεὴς ἀπὸ τῆς γῆς. Διὰ τοῦτο ἐγώ σοι ἐντέλλομαι ποιεῖν τὸ
5.8.3
ῥῆμα τοῦτο, λέγων· Ἀνοίγων ἀνοίξεις τὰς χεῖράς σου τῷ ἀδελφῷ σου, τῷ πένητι τῷ
5.8.4
ἐπιδεομένῳ.– Οὐκ ἀποστρέψεις τὴν χεῖρά σου ἐνώπιον τοῦ ἀδελφοῦ. Ἐγώ σοι
5.8.5
ἐντέλλομαι ἀγαπᾷν τὸν προσήλυτον, δοῦναι αὐτῷ ἄρτον καὶ ἱμάτιον. Ἡ θύρα μου
5.8.6
παντὶ ἐλθόντι ἠνέῳκτο. Ἀδύνατοι χρείαν ἥν ποτε εἶχον, οὐκ ἀπέτυχον· χήρας δὲ τὸν
5.8.7
ὀφθαλμὸν οὐκ ἐξέτηξα. Εἰ δὲ καὶ τὸν ἄρτον μου ἔφαγον μόνος, καὶ οὐχὶ καὶ ὀρφανῷ
5.8.8
μετέδωκα; εἰ δὲ καὶ παρεῖδον γυμνὸν ἀπολλύμενον, καὶ οὐκ ἠμφίασα; ἀδύνατοι δὲ εἰ
5.8.9
μὴ ηὐλόγησάν με, ἀπὸ δὲ κουρᾶς ἀμνῶν μοῦ ἐθερμάνθησαν οἱ ὦμοι αὐτῶν.
5.8.10
Ὀφθαλμὸς ἤμην τυφλῶν, ποῦς δὲ χωλῶν· ἐγὼ ἤμην Πατὴρ ἀδυνάτων. Ὁ
5.8.11
δίκαιος οἰκτείρει, καὶ δίδωσι. Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα. Χρηστὸς
5.8.12
ἀνὴρ ὁ οἰκτείρων καὶ κιχρῶν· ἐσκόρπισεν, ἔδωκεν, καὶ τὰ λοιπά. Ἐλεημοσύναι καὶ
5.8.13
πίστις μὴ ἐκλειπετωσάν σε· ἔφαψαι δὲ αὐτὰς ἐπὶ σῷ τραχήλῳ, καὶ εὑρήσεις χάριν.
5.8.14
Μὴ ἀπόσχῃ εὐποιεῖν ἐνδεεῖ, ἡνίκα ἂν ἔχῃ ἡ χείρ σου βοηθεῖν. Μὴ εἴπῃς· Ἀπελθὼν
5.8.15
ἐπανῆκε, καὶ αὔριον δώσω, δυνατοῦ σου ὄντος εὐποιεῖν. Οὐ γὰρ οἶδας τί τέξεται ἡ
5.8.16
ἐπιοῦσα. Εὐλογία εἰς κεφαλὴν τοῦ μεταδιδόντος. Τῇ ψυχῇ αὐτοῦ ἀγαθοποιεῖ ἀνὴρ
5.8.17
ἐλεήμων. Λύτρον ψυχῆς ἀνδρὸς, ὁ ἴδιος πλοῦτος. Δίκαιοι οἰκτείρουσι καὶ ἐλεοῦσιν.
5.8.18
Ὁ ἐλεῶν πτωχὸν, μακαριστός. Ἐλεημοσύνῃ καὶ πίστεσιν ἀποκαθαίρονται ἁμαρτίαι.
5.8.19
Ὁ σπλαγχνιζόμενος ἐλεηθήσεται. Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ· κατὰ δὲ τὸ δόμα
5.8.20
αὐτοῦ ἀνταποδώσει αὐτῷ. Ὅσοι διδοῦσι πτωχοῖς, οὐκ ἐνδεηθήσονται. Ὁδὸς
5.8.21
δικαιοσύνης καὶ ἐλεημοσύνης εὑρήσει ζωὴν καὶ δόξαν. Ἄνδρα ἱλαρὸν καὶ δότην
5.8.22
ἀγαπᾷ ὁ Θεός. Πᾶν ὃ ἐὰν εὕρῃ χείρ σου τοῦ ποιῆσαι, ὅση δύναμίς σου ποίησον.
5.8.23
Ἔγνων ὅτι οὐκ ἔστιν ἀγαθὸν ἐν αὐτοῖς, εἰ μὴ τοῦ εὐφρανθῆναι, καὶ τοῦ ποιῆσαι
5.8.24
ἀγαθὸν ἐν ζωῇ αὐτοῦ. Τὸ κρῖμά μου ὡς φλὸξ ἐξελεύσεται, διότι ἔλεον θέλω, καὶ οὐ
5.8.25
θυσίαν. Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου, καὶ πτωχοὺς ἀστέγους εἰσάγαγε εἰς τὸν
5.8.26
οἶκόν σου. Ἐὰν ἴδῃς γυμνὸν, περίβαλε. Ἐὰν δῷς πεινῶντι τὸν ἄρτον σου ἐκ ψυχῆς,
5.8.27
καὶ ψυχὴν τεταπεινωμένην ἐμπλήσῃς, τότε ἀνατελεῖ ἐν τῷ σκότει τὸ φῶς σου, καὶ
5.8.28
τὸ σκότος σου ὡς μεσημβρία, καὶ ἔσται ὁ Θεὸς μετὰ σοῦ διὰ παντός. Βασιλεῦ, ἡ βουλή
5.8.29
μου ἀρεσάτω σοι· τὰς ἁμαρτίας σου ἐν ἐλεημοσύναις λύτρωσαι, καὶ τὰς ἀνομίας σου,
5.8.30
ἐν οἰκτιρμοῖς πενήτων. Παντὸς δυνατωτέρα ἐστὶν ἡ εὐσέβεια. Πῦρ φλογιζόμενον
5.8.31
κατασβέσει ὕδωρ, καὶ ἐλεημοσύνη ἐξιλάσκει ἁμαρτίας. Τέκνον, τὴν ζωὴν τοῦ
5.8.32
πτωχοῦ μὴ ἀποστερήσῃς, καὶ μὴ παρελκύσῃς ὀφθαλμοὺς ἐπὶ ἐνδεεῖς. Ψυχὴν
5.8.33
πεινῶσαν μὴ λυπήσῃς, καὶ μὴ παρελκύσῃς δόσιν ἐπιδεομένου. Μὴ ἀποστρέψῃς τὸ
5.8.34
πρόσωπόν σου ἀπὸπτωχοῦ, καὶ ἀπὸ δεομένου μὴ ἀποστρέψῃς ὀφθαλμόν
5.8.35
σου. Κλῖνον πτωχῷ τὸ οὖς σου, καὶ ἀποκρίθητι αὐτῷ εἰρηνικὰ ἐν πραότητι.
5.8.36
Ἐλεημοσύνην ποιῆσαι μὴ παρίδῃς. Πτωχῷ ἔκτεινον τὴν χεῖρά σου, ἵνα τελειωθῇ ἡ
5.8.37
εὐλογία σου. Εὖ ποίησον εὐσεβεῖ, καὶ εὑρήσεις ἀνταπόδομα, καὶ εἰ μὴ παρ' αὐτοῦ,
5.8.38
ἀλλὰ παρὰ τοῦ Ὑψίστου. Ἐὰν εὖ ποιῇς, γνῶθι τίνι ποιεῖς, καὶ ἔσται χάρις τοῖς
5.8.39
ἀγαθοῖς σου. Ἐλεημοσύνη ἀνδρὸς ὡς σφραγὶς μετ' αὐτοῦ. Ὁ ποιῶν ἔλεον δανιεῖ τῷ
5.8.40
πλησίον· καὶ ὁ ἐπισχύων τῇ χειρὶ αὐτοῦ, τηρήσει ἐντολάς. Ἐπὶ ταπεινῷ
5.8.41
μακροθύμησον, καὶ ἐπὶ ἐλεημοσύνην μὴ παρελκύσῃς αὐτόν. Σύγκλεισον
5.8.42
ἐλεημοσύνην ἐν τοῖς ταμείοις σου, καὶ αὕτη σε ἐξελεῖται ἐκ πάσης κακώσεως·
5.8.43
κατέναντι ἐχθροῦ πολεμήσει ὑπὲρ σοῦ. Ἐλεημοσύνη εἰς τὸν αἰῶνα μένει. Ἀδελφοὶ
5.8.44
καὶ βοήθεια ἐν καιρῷ θλίψεως· καὶ ὑπὲρ ἀμφότερα ἐλεημοσύνη ῥύεται. Μακάριοι οἱ
5.8.45
ἐλεήμονες, ὅτι αὐτοὶ ἐλεηθήσονται. Προσέχετε τὴν ἐλεημοσύνην ὑμῶν μὴ ποιεῖν
5.8.46
ἔμπροσθεν τῶν ἀνθρώπων πρὸς τὸ θεαθῆναι αὐτοῖς. Εἰ δὲ μήγε, μισθὸν οὐκ ἔχετε
5.8.47
παρὰ τῷ Πατρὶ ὑμῶν τῷ ἐν τοῖς οὐρανοῖς. Ὅταν οὖν ποιῇς ἐλεημοσύνην, μὴ
5.8.48
σαλπίσῃς ἔμπροσθέν σου, ὥσπερ οἱ ὑποκριταὶ ποιοῦσιν ἐν ταῖς συναγωγαῖς, καὶ ἐν
5.8.49
ταῖς ῥύμαις, ὅπως δοξασθῶσιν ὑπὸ τῶν ἀνθρώπων. Ἀμὴν λέγω ὑμῖν· ἀπέχουσι τὸν
5.8.50
μισθὸν αὐτῶν. Σοῦ δὲ ποιοῦντος ἐλεημοσύνην, μὴ γνώτω ἡ ἀριστερά σου, τί ποιεῖ ἡ
5.8.51
δεξιά σου, ὅπως ᾖ σου ἡ ἐλεημοσύνη ἐν τῷ κρυπτῷ, καὶ ὁ Πατήρ σου ὁ βλέπων ἐν τῷ
5.8.52
κρυπτῷ, αὐτὸς ἀποδώσει σοι ἐν τῷ φανερῷ. Πορευθέντες μάθετε τί ἐστιν· Ἔλεον
5.8.53
θέλω, καὶ οὐ θυσίαν. Ὃς ἐὰν ποτίσῃ ἕνα τῶν μικρῶν τούτων ποτήριον ψυχροῦ
5.8.54
μόνον εἰς ὄνομα μαθητοῦ, ἀμὴν λέγω ὑμῖν, οὐ μὴ ἀπολέσῃ τὸν μισθὸν αὐτοῦ.
5.8.55
Ἀποκριθεὶς ὁ Ἰωάννης λέγει αὐτοῖς· Ὁ ἔχωνδύο χιτῶνας, μεταδότω τῷ μὴ ἔχοντι,
5.8.56
καὶ ὁ ἔχων βρώματα, οὕτως ποιείτω. Εἶπεν αὐτοῖς ὁ Κύριος· Νῦν ὑμεῖς οἱ Φαρισαῖοι
5.8.57
τὸ ἔξωθεν τοῦ ποτηρίου καὶ τοῦ πίνακος καθαρίζετε, τὸ δὲ ἔσωθεν ὑμῶν γέμει ἐξ
5.8.58
ἁρπαγῆς καὶ πονηρίας. Ἄφρονες, οὐχ ὁ ποιήσας τὸ ἔξωθεν, καὶ τὸ ἔσωθεν αὐτὸς
5.8.59
ἐποίησεν; πλὴν τὰ ἐνόντα δότε ἐλεημοσύνην, καὶ ἰδοὺ πάντα καθαρὰ ὑμῖν ἐστιν.
5.8.60
Πωλήσατε τὰ ὑπάρχοντα ὑμῶν, καὶ δότε ἐλεημοσύνην. Ποιήσατε ἑαυτοῖς βαλάντια
5.8.61
μὴ παλαιούμενα, θησαυρὸν ἀνέκλειπτον ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει,
5.8.62
οὐδὲ σὴς διαφθείρει. Ὅπουγάρ ἐστιν ὁ θησαυρὸς ὑμῶν, ἐκεῖ καὶ ἡ καρδία
5.8.63
ὑμῶν ἔσται. Ἔλεγεν ὁ Κύριος τῷ κεκληκότι αὐτόν· Ὅταν ποιῇς ἄριστον ἢ δεῖπνον,
5.8.64
μὴ φώνει τοὺς φίλους σου, μηδὲ γείτονας πλουσίους, μηδὲ τοὺς συγγενεῖς σου, μηδὲ
5.8.65
τοὺς ἀδελφούς σου, μήποτε καὶ αὐτοί σε ἀντικαλέσωσι, καὶ γενήσεταί σοι
5.8.66
ἀνταπόδομα. Ἀλλ' ὅταν ποιῇς δοχὴν, κάλει πτωχοὺς, ἀναπήρους, χολοὺς, τυφλούς·
5.8.67
καὶ μακάριος ἔσῃ, ὅτι οὐκ ἔχουσιν ἀνταποδοῦναί σοι. Ἀνταποδοθήσεται γάρ σοι ἐν
5.8.68
τῇ ἀναστάσει τῶν δικαίων. Αὐτοὶ γινώσκετε, ὅτι ταῖς χρείαις μου, καὶ τοῖς οὖσι μετ'
5.8.69
ἐμοῦ ὑπηρέτησαν αἱ χεῖρές μου. Πάντα ὑπέδειξα ὑμῖν, ὅτι οὕτως κοπιῶντας δεῖ
5.8.70
ἀντιλαμβάνεσθαι τῶν ἀσθενούντων, μνημονεύειν δὲ τῶν λόγων τοῦ Κυρίου, ὅτι
5.8.71
αὐτὸς εἶπε· Μακάριόν ἐστι μᾶλλον διδόναι, ἢ λαμβάνειν. Ὁ μεταδιδοὺς ἐν ἁπλότητι·
5.8.72
ὁ προϊστάμενος ἐν σπουδῇ· ὁ ἐλεῶν ἐν ἱλαρότητι. Ὁ σπείρων φειδομένως,
5.8.73
φειδομένως καὶ θερίσει· ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει. Ἕκαστος
5.8.74
ὡς προαιρεῖται τῇ καρδίᾳ, μὴ ἐκ λύπης, ἢ ἐξ ἀνάγκης. Ἱλαρὸν γὰρ δότην ἀγαπᾷ ὁ
5.8.75
Θεός. Πᾶσαν αὐτάρκειαν ἔχοντες, περισσεύητε εἰς πᾶν ἔργον ἀγαθὸν, καθὼς
5.8.76
γέγραπται· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησι. Τῶν πτωχῶν, ἵνα μνημονεύωμεν. Τοῖς
5.8.77
πλουσίοις ἐν τῷ νῦν αἰῶνι ἐπαγγέλλω μὴ ὑψηλοφρονεῖν, μὴ ἐλπίζειν ἐπὶ πλούτου
5.8.78
ἀδηλότητι, ἀλλ' ἐπὶ τῷ Θεῷ τῷ παρέχοντι πάντα πλουσίως εἰς ἀπόλαυσιν·
5.8.79
ἀγαθοεργεῖν, πλουτεῖν ἐν ἔργοις καλοῖς, εὐμεταδότους εἶναι, κοινωνικοὺς,
5.8.80
ἀποθησαυρίζοντας ἑαυτοῖς θεμέλιον καλὸν εἰς τὸ μέλλον. Ὑμεῖς, ἀδελφοὶ, μὴ
5.8.81
ἐκκακεῖτε καλοποιοῦντες. Τῆς εὐποιΐας καὶ τῆς κοινωνίας μὴ ἐπιλανθάνεσθε.
5.8.82
Τοιαύταις γὰρ θυσίαις εὐαρεστεῖται ὁ Θεός. Κατακαυχᾶται ἔλεος κρίσεως. Πλούσιός
5.8.83
ἐστιν ἐκεῖνος ὁ πολλοὺς ἐλεῶν, καὶ ὁ κατὰ Θεοῦ μίμησιν ἐπιδοὺς ἐξ ὧν ἔχει. Θεὸς
5.8.84
γὰρ παντάπασιν ἔδωκεν ἐκ τῶν αὐτοῦ κτισμάτων. Σύνετε δὴ πλούσιοι, ὅτι διακονεῖν
5.8.85
ὀφείλετε, λαβόντες πλείονα ὧν αὐτοὶ χρῄζετε· μάθετε ὅτι ἑτέροις λείπει τὰ ὑμῖν
5.8.86
περισσεύοντα. Αἰσχύνθητε κατέχοντες τὰ ἀλλότρια· μιμήσασθε ἰσότητα Θεοῦ, καὶ
5.8.87
οὐδεὶς ἔσται πένης. Μίμησαι τὴν γῆν, ἄνθρωπε, καρποφόρησον ὡς ἐκείνη. Μὴ
5.8.88
χείρων φανῇς τῆς ἀψύχου. Ἐκείνη μὲν γὰρ τοὺς καρποὺς οὐκ εἰς ἑαυτῆς ἀπόλαυσιν,
5.8.89
ἀλλ' εἰς τὴν σὴν ὑπηρεσίαν ἐξέθρεψεν· Σὺ δὲ ὃν ἂν ἐπιδείξῃ τῆς εὐποιΐας καρπὸν,
5.8.90
σεαυτῷ τοῦτον συνάγεις. Διότι τῶν ἀγαθῶν ἔργων αἱ χάριτες ἐπὶ τοὺς διδόντας ἐπ
5.8.91
95. 1464 αναστρέφουσιν. Ἔδωκας τῷ πεινῶντι, καὶ σὸν γίνεται τὸ δοθὲν μετὰ
5.8.92
προσθήκης ἐπανελθόν. Ὥσπερ γὰρ ὁ σῖτος πεσὼν εἰς τὴν γῆν, κέρδος τῷ προιεμένῳ
5.8.93
γίνεται, οὕτως ὁ ἄρτος εἰς τὸν πεινῶντα καταβληθεὶς, πολύχουν τὴν ὠφέλειαν εἰς
5.8.94
ὕστερον ἀναδίδωσιν. Ἔστω οὖν σοι τὸ πέρας τῆς γεωργίας διὰ τῆς τῶν δεομένων
5.8.95
μεταλήψεως ἀρχὴ τῆς ἐπουρανίου σπορᾶς. Σπείρατε γὰρ ἑαυτοῖς, φησὶν, εἰς
5.8.96
δικαιοσύνην. Τί οὖν ἀδημονεῖς; τί κόπτεις σεαυτὸν, πηλῷ καὶ πλίνθοις τὸν πλοῦτον
5.8.97
ἀποκλεῖσαι φιλονεικῶν; Κρεῖσσον ὄνομα καλὸν ὑπὲρ πλοῦτον πολύν. Εἰ δὲ
5.8.98
θαυμάζεις τὰ χρήματα διὰ τὴν αὐτῶν τιμὴν, σκόπει πόσον πρὸς δόξαν
5.8.99
λυσιτελέστερον μυρίων παίδων πατέρα προσαγορεύεσθαι, ἢ μυρίους στατῆρας ἔχειν
5.8.100
ἐν βαλαντίῳ. Τὰ μὲν γὰρ χρήματα καταλείψεις ἐνταῦθα καὶ μὴ βουλόμενος, τὴν δὲ
5.8.101
ἐπὶ τοῖς ἀγαθοῖς ἔργοις φιλοτιμίαν ἀποκομίσεις πρὸς τὸν Δεσπότην, ὅταν δῆμος ὅλος
5.8.102
ἐπὶ τοῦ κοινοῦ κριτοῦ περιστάντες σε τροφέα καὶ εὐεργέτην, καὶ πάντα τὰ τῆς
5.8.103
φιλανθρωπίας ἀποκαλῶσιν ὀνόματα. Θεός ἐστιν ὁ ἀποδεχόμενος· ἄγγελοι
5.8.104
εὐφημοῦντες, οἱ ἀπὸ κτίσεως ἄνθρωποι μακαρίζοντες· δόξα αἰώνιος, στέφανοι
5.8.105
δικαιοσύνης, βασιλεία τῶν οὐρανῶν ἆθλά σοι ἔσται, Τὰ φρέατα ἐξαντλούμενα,
5.8.106
εὐροώτερα γίνεται· ἐναφιέμενα δὲ κατασήπεται, καὶ πλούτου, τὸ μὲν στάσιμον
5.8.107
ἄχρηστον, τὸ δὲ κινούμενόν τε καὶ μεταβαῖνον κοινωφελὲς καὶ εὔκαρπον. Δὸς χάριν
5.8.108
τῷ εὐεργέτῃ, ὅτι οὐχὶ αὐτὸς διοχλεῖς θύρας ἑτέρων, ἀλλὰ τὰς σὰς ἄλλοι
5.8.109
καταλαμβάνουσιν. Δάνεισον ὁ πλούσιος τῷ ἀπόρῳ. Θεῷ πίστευσον τῷ ἀεὶ εἰς
5.8.110
πρόσωπον ἴδιον ὑπὲρ τοῦ θλιβομένου λαμβάνοντι, καὶ οἴκοθεν ἀποδιδόντι τὴν
5.8.111
χάριν. Ἀξιόπιστος ἐγγυητὴς, πανταχοῦ γῆς καὶ θαλάσσης ἡπλωμένους ἔχων τοὺς
5.8.112
θησαυρούς. Σκορπιζόμενος ὁ πλοῦτος, καθ' ὃν ὁ Κύριος ὑποτίθεται τρόπον, πέφυκε
5.8.113
παραμένειν· συνεχόμενος δὲ, ἀλλοτριοῦται. Ἐὰν φυλάσσῃς, οὐκ ἔχεις· ἐὰν
5.8.114
σκορπίσῃς, οὐκ ἀπολέσεις. Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν, ἡ δικαιοσύνη αὐτοῦ
5.8.115
μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ἐν πανηγύρει οὐδεὶς λυπεῖται προϊέμενος τὰ
5.8.116
παρόντα, καὶ ἀντικτώμενος τὰ δέοντα, ἀλλ' ὅσῳπερ ἂν ἐλάττονος τιμῆς τὰ
5.8.117
πολυτίμητα πρίηται, τοσούτῳ χαίρει, ὡς λαμπροῦ αὐτοῦ τοῦ συναλλάγματος
5.8.118
γενομένου. Σὺ δὲ λυπῇ χρυσίον καὶ ἀργύριον διδοὺς, τουτέστι χοῦν παρεχόμενος,
5.8.119
ἵνα κτήσῃ τὴν μακαρίαν ζωήν. Προλαβὼν ἐνταφίασον σεαυτόν. Καλὸν ἐντάφιον ἡ
5.8.120
εὐσέβεια. Πάντα περιβαλλόμενος ἄπελθε. Οἰκεῖον κόσμον τὸν πλοῦτον ποίησον. Ἔχε
5.8.121
αὐτὸν μετὰ σεαυτοῦ. Πείσθητι καλῷ συμβούλῳ, τῷ ἀγαπήσαντί σε Χριστῷ, τῷ δι'
5.8.122
ἡμᾶς πτωχεύσαντι, ἵνα τὴν ἐκείνου πτωχείαν πλουτήσωμεν. Ὅταν πτωχῷ
5.8.123
παρέχειν μέλλῃς διὰ τὸν Κύριον, τοῦτο καὶ δῶρόν ἐστι, καὶ δάνεισμα· δῶρον μὲν, διὰ
5.8.124
τὴν ἀνελπιστίαν τῆς ἀπολαύσεως· δάνεισμα δὲ διὰ τὴν μεγαλοδωρεὰν τοῦ
5.8.125
ἀποτιννύντος ὑπὲρ αὐτοῦ, ὃς μικρὰ λαβὼν διὰ τοῦ πένητος, μεγάλα ὑπὲρ αὐτοῦ
5.8.126
ἀποδώσει· Ὁ γὰρ ἐλεῶν πτωχὸν, Θεῷ δανείζει, φησίν. Ὁ χρήματα διδοὺς,
5.8.127
ἐλεημοσύνην αἰτεῖ παρὰ σοῦ διὰ τῆς χειρὸς τῶν πενήτων, κἂν λάβῃ τὰ ἑαυτοῦ,
5.8.128
ἀκεραίαν σοι τὴν χάριν ὡς οἰκείαν ἀποπληροῖ. Ὁ πλούσιος οὔπω ζηλωτός ἐστι διὰ
5.8.129
τὸν πλοῦτον· οὐχ ὁ δυνάστης διὰ τὸν ὄγκον τοῦ ἀξιώματος. Ὄργανα γάρ ἐστι ταῦτα
5.8.130
τῆς λοιπῆς ἀρετῆς τοῖς καλῶς κεχρημένοις, οὐκ αὐτὰ ἐν ἑαυτοῖς ἔχοντα τὸ
5.8.131
μακάριον. Ὁ μὲν οὖν κακῶς αὐτοῖς κεχρημένος ἐλεεινὸς, ὡς ὁ τῷ ξίφει ὃ ἔλαβεν
5.8.132
πρὸς τὴν τῶν πολεμίων ἄμυναν, τούτῳ ἑκουσίως ἑαυτὸν κατατιτρώσκων. Εἰ δὲ
5.8.133
καλῶς, καὶ κατὰ τὸν ὀρθὸν λόγον, τὸν παρόντα μεταχειρίζεται, καὶ οἰκονόμος ἐστὶ
5.8.134
τῶν παρὰ Θεοῦ δοθέντων, ἐπαινεῖσθαι καὶ ἀγαπᾶσθαι ὁ τοιοῦτος δίκαιός ἐστι διὰ τὸ
5.8.135
φιλάδελφον καὶ κοινωνικὸν τοῦ τρόπου. Γενοῦ, ἄνθρωπε, ὡσεὶ ἐλαία κατάκαρπος
5.8.136
ἐν τῷ οἴκῳ τοῦ Θεοῦ, μηδέποτε γυμνούμενος τῆς ἐλπίδος, ἀλλ' ἀεὶ θάλλουσαν ἔχων
5.8.137
περὶ σεαυτὸν τὴν διὰ πίστεως σωτηρίαν, οὕτω καὶ τὸ ἀειθαλλὲς τοῦ φύλλου μιμήσῃ,
5.8.138
καὶ τὸ πολύκαρπον δὲ αὐτοῦ ζηλώσεις, ἄφθονον τὴν ἐλεημοσύνην παντὶ καιρῷ
5.8.139
παρεχόμενος. Οὐκ οἶμαι, τῷ πόσῳ τῆς διδομένης ὕλης οὔσης ἔξωθεν, ταῖς δὲ
5.8.140
προσφερούσαις γνώμαις μᾶλλον καὶ προαιρέσεσι τὴν φιλοτιμίαν καὶ τὴν
5.8.141
μεγαλοπρέπειαν ὁ ἱερὸς λόγος ἐσταθμίσατο. Οὐδενὶ τῶν πάντων οὕτως ὡς ἐλέῳ
5.8.142
Θεὸς θεραπεύεται, ὅτι μηδὲ οἰκειότερον ἄλλο τούτου Θεῷ, οὗ ἔλεος καὶ ἀλήθεια
5.8.143
προπορεύονται, καὶ ᾧ προσοιστέον τὸν ἔλεον πρὸ τῆς κρίσεως. Οὐδὲ γὰρ ἄλλῳ τινὶ
5.8.144
ὡς φιλανθρωπίᾳ τὸ φιλάνθρωπον ἀντιδίδοται παρὰ τοῦ δικαίως ἀντιμετροῦντος ἐν
5.8.145
ζυγῷ καὶ σταθμῷ τὸν ἔλεον. Δός τι Θεῷ χαριστήριον, ὅτι τῶν εὐποιεῖν δυναμένων
5.8.146
ἐγένου, ἀλλ' οὐ τῶν εὐπαθεῖν δεομένων, ὅτι μὴ βλέπεις εἰς ἀλλοτρίας χεῖρας, ἀλλ'
5.8.147
εἰς τὰς σὰς ἕτεροι. Πλούτησον μὴ περιουσίαν μόνον, ἀλλὰ καὶ εὐσέβειαν· μὴ μόνον
5.8.148
τὸ χρυσίον, ἀλλὰ καὶ τὴν ἀρετήν. Γενοῦ τοῦ πλησίον τιμιώτερος, ἐν τῷ φανῆναι
5.8.149
χρηστότερος. Γενοῦ τῷ ἀτυχοῦντι Θεὸς, τὸν ἔλεον Θεοῦ μιμούμενος. Οὐδὲν γὰρ
5.8.150
οὕτως ὡς τὸ εὐποιεῖν ἄνθρωπος ἔχει Θεοῦ. Οἴει μὴ ἀνάγκην εἶναί σοι τῆς εὐεργεσίας,
5.8.151
ἀλλὰ προαίρεσιν; Σφόδρα καὶ αὐτὸς ἐβουλόμην, καὶ ὑπελάμβανον ἀλλὰ φοβεῖ με ἡ
5.8.152
ἀριστερὰ χεὶρ καὶ οἱ ἔριφοι, καὶ ἃ παρὰ τοῦ στήσαντος ὀνειδίζονται, οὐχὅτι
5.8.153
διηρπάκασιν, οὐδ' ὅτι σεσυλήκασιν, ἢ μεμοιχεύκασιν, ἢ ἄλλο τι τῶν ἀπηγορευμένων
5.8.154
πεποιήκασιν. ταύτην τὴν τάξιν καταψηφισθέντες, ἀλλ' ὅτι μὴ Χριστὸν διὰ τῶν
5.8.155
δεομένων τεθεραπεύκασιν.– Οὐδεὶς μετέγνω τῶν Θεῷ τι προσενεγκάντων. Πολύς
5.8.156
ἐστιν εἰς ἀνταπόδοσιν.– Ἔστω τὸ ἀγαθὸν ὑμῶν ἐκ τῆς χρείας, μὴ τοῦ περισσεύματος·
5.8.157
ᾗ μᾶλλον καρποφορίᾳ Θεὸς εὐφραίνεται, ἢ πλήθει τῆς εἰσφορᾶς, καὶ μεγέθει τῆς
5.8.158
ἐπιδόσεως.– Φιλανθρωπίαν ἡμᾶς τὴν εἰς ἀλλήλους ἀπαιτεῖ ὁ Θεὸς, κἂν ὑπ' αὐτοῦ
5.8.159
κολαζώμεθα.– Τὸ κάλλιστον καὶ φιλανθρωπότατον, ὅτι μὴ τῇ ἀξίᾳ τοῦ διδομένου,
5.8.160
τῇ δὲ δυνάμει καὶ τῇ διαθέσει τοῦ καρποφοροῦντος μετρεῖ Θεὸς τὴν ἐπίδοσιν.– Μὴ
5.8.161
ἀναμείνῃς γενέσθαι χρηστὸς, ἀλλ' ἤδη γενοῦ· μηδὲ ὅτι τῆς ἀξίας λείπει, τὸ πᾶν
5.8.162
ἐλλείπῃς, ἀλλὰ τὸ μὲν εἰσένεγκε, τὸ δὲ προθυμήθητι.– Οὐδὲν οὕτως τῶν
5.8.163
εἰσφερομένων Θεῷ, κἂν ἐλάχιστον, ἢ κἂν πολὺ τῆς ἀξίας λειπόμενον, ὃ μὴ
5.8.164
προσίεται πάντως καὶ ἀποδέχεται, εἰ καὶ σταθμίζειν οἶδεν τῇ δικαίᾳ κρίσει τὸν
5.8.165
ἔλεον. Καλόν τι σητῶν ἁρπάσαι, καὶ τοῦ φθόνου, Χριστὸν χρεώστην μᾶλλον, ἢ τὰ
5.8.166
πάντα ἔχειν, Ὃς βασιλείαν κλάσματος χαρίζεται. Χριστὸν σκέπεις, τρέφεις τε, τὸν
5.8.167
πτωχὸν τρέφων. Εἰ μηδὲν ὄφλεις τῷ Θεῷ τιμωρίας, Μηδ' αὐτὸς ἴσθι τοῖς ὄφλουσι
5.8.168
συμπαθής. Εἰ δ' οἶδας ὄφλων, καὶ πρόχρησον τὸ πρᾶον. Οἴκτῳ γὰρ οἶκτος καὶ Θεῷ
5.8.169
σταθμίζεται. Τί δεῖ θησαυρίζειν λῃσταῖς καὶ κλέπταις, καὶ καιρῶν μεταβολαῖς,
5.8.170
ἄλλοτε εἰς ἄλλους μετατιθέντων, καὶ ῥιπιζόντων τὴν ἄστατον εὐπορίαν, ἀλλὰ εἰς
5.8.171
τὰς ἀσφαλεῖς ἀποθήκας ἀποτίθεσθαι τῶν ἐπιβουλευόντων ἰσχυροτέρας. Βαρύ τι
5.8.172
χρῆμα τὸ χρυσίον ἐστί· κοῦφον δέ τι καὶ ἀνωφερὲς πρᾶγμα ἡ ἀρετή. Ἀλλὰ μὴν
5.8.173
ἀντίκειται ταῦτα ἀλλήλοις τὸ βάρος καὶ ἡ κουφότης. Εἰ οὖν χρὴ τοῖς ἄνω
5.8.174
προσβαίνειν, τῶν καθελκόντων πτωχεύσωμεν, ἵνα ἐν τοῖς ἄνω γενώμεθα.
5.8.175
Ἀμήχανον γὰρ κοῦφόν τινα γενέσθαι τὸν τῷ βάρει τῆς ὕλης ἑαυτὸν συνηλώσαντα.
5.8.176
Τίς δὲ ὁ τρόπος ὑφηγεῖται ἡ ψαλμῳδία· Ἐσκόρπισεν, ἔδωκε τοῖς πένησιν· ἡ
5.8.177
δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ὁ τῷ πτωχῷ τοίνυν κοινωνήσας,
5.8.178
εἰς τὴν μερίδα τοῦ δι' ἡμᾶς πτωχεύσαντος ἑαυτὸν καταστήσει. Οὐκ ἔστι κώλυμα πρὸς
5.8.179
ἐλεημοσύνην πενία. Καὶ μάρτυς ἡ χήρα, ἡ τὰ δύο λεπτὰ βαλοῦσα, καὶ τοὺς πολλὰ
5.8.180
καταθέντας ὑπερακοντίσασα.– Τυφλὸς οἶδεν ἐλεούμενος εἰς οὐρανῶν βασιλείαν
5.8.181
χειραγωγεῖν, καὶ ὁ τοίχοις προσκρούων, καὶ βόθροις ἐνολισθαίνων, οὗτος ὁδοποιὸς
5.8.182
γίνεται τῆς εἰς οὐρανοὺς ἀναβάσεως. Διὰ πενήτων ὁ ἡμέτερος δικαστὴς
5.8.183
δωροδοκεῖται· διὰ τῆς χειρὸς τοῦ πένητος τοῦ δικαστοῦ τὴν παράθυρον κροῦσον.
5.8.184
Δέχεται γάρ σου τὰ δι' αὐτοῦ δῶρα, καὶ παραχαράττει τοὺς νόμους. Δέχεται,
5.8.185
καὶ ἀντὶ δικαίου φιλάνθρωπος γίνεται. Δέχεται, καὶ τῆς ἀληθείας προτάττει τὸν
5.8.186
ἔλεον, καὶ τῇ πλάστιγγι τῶν ἁμαρτημάτων ἀντικρεμᾷ τὴν χεῖρα τοῦ πένητος.– Ὅταν
5.8.187
διαθρέψῃς τὸν πένητα, σαυτὸν νόμιζε διατρέφειν. Τοιαύτη γὰρ ἡ τοῦ πράγματος
5.8.188
φύσις. Ἐξ ἡμῶν εἰς ἡμᾶς μεταχωρεῖ τὰ διδόμενα. Ὁ γὰρ φιλάνθρωπος ἡμῶν
5.8.189
δεσπότης τὸ ἡμέτερον ἐπιδὼν μικρόψυχον, εἰς ὑπερβολὴν ἄμετρον ἀναπέμπει τὸ
5.8.190
ἔργον, καὶ ἑαυτὸν χρεώστην τῆς ἐλεημοσύνης καλεῖ· Θεοῦ δάνεισμα τὴν εὐποιΐαν
5.8.191
προσαγορεύει. Ὦ πόση τῆς ἐλεημοσύνης ἡ δύναμις! δύναμις τὸ θεῖον ὑπεισέρχεται
5.8.192
δικαστήριον. Μὴ φοβηθῶμεν δικαστὴν πρὸ τοῦ δικαστηρίου τὴν χεῖρα προτείνοντα.
5.8.193
Μὴ φοβηθῶμεν δικαστὴν οὐκ ἀρνούμενον τοῦ λαβεῖν.– Καθίσας ὁ Ἰησοῦς ἀπέναντι
5.8.194
τοῦ γαζοφυλακίου, ἐθεώρει πῶς οἱ ὄχλοι βάλλουσι χαλκόν. Παραδραμὼν τὸ
5.8.195
θυσιαστήριον τῷ γαζοφυλακίῳ προστρέχει. Παραδραμὼν τοὺς θύοντας ἐπὶ τὸ τῆς
5.8.196
εὐποιΐας ἐπιγίνεται θέατρον· δεικνὺς διὰ τῶν ἔργων αὐτῶν ὅτι μόνῳ Θεὸς τούτῳ
5.8.197
ἐπιτέρπεται τῷ θεάματι· δεικνὺς ὅτι τὸν θεῖον ὀφθαλμὸν τούτου μόνου δυνατὸν
5.8.198
ἀφομοιοῦσθαι τῷ πλάσαντι· δεικνὺς ὅτι τοῦτο μόνον ἄνθρωπον συνάπτει Θεῷ·
5.8.199
δεικνὺς ὅτι τοῦτο μόνον τὸν πηλὸν προσπελάζει τῷ πλάστῃ. Γίνεσθε γὰρ, φησὶ,
5.8.200
οἰκτίρμονες, ὡς ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος οἰκτίρμων ἐστίν. Μία γάρ ἐστι τῆς θείας
5.8.201
συγγενείας εἴσοδος ἡ εὐποιΐα.– Ὢ τῆς φιλανθρώπου ψυχῆς! ὢ τῆς ἐλεήμονος
5.8.202
γνώμης! οὐκ ἐξέτεμεν ἡ πτωχεία τὸ τῆς προαιρέσεως συμπαθές. Οὐκ ἐξήλεγξεν ἡ
5.8.203
πτωχεία τὸ τῆς γνώμης φιλότιμον. Οὐ συνέστειλεν ἡ ἔνδεια τὸ τῆς ψυχῆς δαψιλές.
5.8.204
Τὸ τῆς ἐλεημοσύνης χρῆμα διασμήχει ἁμαρτίας, κατακαυχᾶται κρίσεως, ἡμεροῖ τὴν
5.8.205
τῆς κολάσεως φλόγα, δυσωπεῖ τὸν δικάζοντα, μᾶλλον δὲ συνάπτει Θεῷ, τοῖς τῶν
5.8.206
ἁγίων χοροῖς ἐναρίθμιον ἀπεργάζεται· ἀποφέρει δὲ καὶ εἰς τὴν ἄνω πόλιν, βασιλείαν
5.8.207
οὐρανῶν προξενεῖ, δόξαν ἀμάραντον, ἐλπίδα βεβαίαν καὶ ἐρηρεισμένην· καὶ τί γάρ;
5.8.208
οὐχὶ τῶν τελειούντων εἰς ἀκλόνητον εὐθυμίαν;– Ὁ τοῖς ἐν ἐνδείᾳ καὶ
5.8.209
πτωχευομένοις τὸν ἴδιον διανέμων πλοῦτον, οὐ πτωχεύει ποτέ. Ὁ γὰρ ἐλεῶν
5.8.210
πτωχὸν Θεῷ δανείζει, φησίν. Ἀξιόχρεως ὁ δανειζόμενος, πιστὸς ὁ δεχόμενος. Οἶδεν
5.8.211
ἐκτίσαι σὺν τόκῳ τὸ δοθέν. Πλούσιος καὶ φιλότιμος, ὁ τὴν τοῦ φιλοικτίρμονος
5.8.212
παρακαταθήκην λαβών. Μὴ ἀναμείνῃς γενέσθαι χρηστὸς, ἀλλ' ἤδη γενοῦ. Οὐκ
5.8.213
ὀφθήσῃ, φησὶ, κενὸς ἐνώπιόν μου. Μηδεὶς ἔστω κενὸς, μηδὲ ὁ ἄκαρπος, μηδέ τις
5.8.214
στεῖρα ψυχὴ καὶ ἄγονος. Ἕκαστος ἐκ τῶν παρόντων καρποφορεῖ τῷ Θεῷ, καὶ τῶν
5.8.215
οἰκείων.– Μεταποιηθῶμεν τῆς ἐκεῖθεν λαμπρότητος· ἐν κόλποις Ἀβραὰμ ἀντὶ τῆς
5.8.216
ἐντεῦθεν εὐσπλαγχνίας ἀναπαυσώμεθα· Κρῖμα δίκαιον κρίνωμεν·
5.8.217
ἐξελώμεθα πένητα καὶ πτωχόν· χήραν καὶ ὀρφανὸν ἐλεήσωμεν· ἐκπριώμεθα
5.8.218
κτεινομένους· μὴ παρίδωμεν τὸν δεόμενον ἡμῶν· μὴ παραδράμωμεν τὸν
5.8.219
ἡλκωμένον· μὴ τρυφήσωμεν ἄλλων κακοπαθούντων· μὴ βδελυξώμεθα τὸν
5.8.220
ὁμόδουλον· μὴ φίλοι καὶ ἀδελφοὶ γενώμεθα τῆς τοῦ πλουσίου μερίδος, μηδὲ
5.8.221
ὀδυνηθῶμεν ἐν τῇ φλογί· μηδὲ τῷ χαρίσματι διαστῶμεν ἀπὸ τῶν ὁσίων· μηδὲ
5.8.222
δεηθῶμεν Λαζάρου τοῦ πένητος ἄκρῳ δακτύλῳ καταψύξαι τὴν γλῶσσαν ἡμῶν
5.8.223
φλεγομένην. Γενώμεθα χρηστοὶ, εὔσπλαγχνοι, συμπαθεῖς. Μιμησώμεθα τοῦ
5.8.224
Δεσπότου τὴν ἀγαθότητα, ὃς ἀνατέλλει τὸν ἥλιον ἀγαθοῖς καὶ πονηροῖς, καὶ τρέφει
5.8.225
τῇ βροχῇ πάντας ὁμοίως. Ζητήσωμεν τὴν ἐκεῖθεν ἀνάπαυσιν· ῥίψωμεν τὴν ἐντεῦθεν
5.8.226
περιουσίαν· ὃ καλόν ἐστι ταύτης, τοῦτο μόνον κερδάνωμεν· κτησώμεθα τὰς ἑαυτῶν
5.8.227
ψυχὰς ἐν ἐλεημοσύναις· μεταδῶμεν τῶν ὄντων τοῖς πένησιν, ἵνα τὰ ἐκεῖθεν
5.8.228
πλουτήσωμεν· δὸς μερίδα καὶ τῇ ψυχῇ, μὴ τῇ σαρκὶ μόνον· δὸς μερίδα καὶ τῷ Θεῷ,
5.8.229
μὴ τῷ κόσμῳ μόνον· ὕφελέ τι τῆς γαστρὸς, τῷ πνεύματι καθιέρωσον· ἅρπασόν τι τοῦ
5.8.230
πυρός· ἀπόθου μικρὸν ἀπὸ τῆς νεμομένης φλογός· ἅρπασον τοῦ τυράννου, καὶ
5.8.231
πίστευσον τῷ Δεσπότῃ. Δὸς ὀλίγον παρ' οὗ τὸ πλέον ἔχεις· δὸς καὶ τὸ πᾶν τῷ πάντα
5.8.232
χαρισαμένῳ. Οὐδέποτε νικήσεις μεγαλοδωρεὰν Θεοῦ, ὅσον ἐὰν εἰσενέγκῃς, πλεῖον
5.8.233
ἀεὶ τὸ λειπόμενον· καὶ οὐδὲν δώσεις ἴδιον, ὅτι τὰ πάντα παρὰ Θεοῦ. Καὶ ὥσπερ οὐκ
5.8.234
ἔστιν ὑπερβῆναι τὴν ἑαυτοῦ σκιὰν, οὐδὲ ὑπὲρ τὴν κεφαλὴν γενέσθαι σώματος
5.8.235
μέγεθος, οὕτως οὐδὲ οἷς δίδομεν νικῆσαι Θεόν. Οὐ γὰρ ἔξω τι τῶν αὐτοῦ δίδωμεν.
5.8.236
Πόθεν σοι ταῦτα πάντα, καὶ παρά τινος; Τίς δύναται νικῆσαι Θεὸν τοῖς χαρίσμασιν;
5.8.237
Τίς ἔδωκέν σοι κάλλος οὐρανοῦ βλέπειν, ἡλίου δρόμον, σελήνης κύκλον, ἀστέρων
5.8.238
πλῆθος, καὶ ἐν τούτοις πᾶσιν, ὥσπερ ἐν λύρᾳ, εὐαρμοστίαν καὶ τάξιν ὡσαύτως
5.8.239
ἔχουσαν, ὡρῶν ἀλλαγὰς, μεταβολὰς καιρῶν, ἐνιαυτῶν περιόδους, ἡμέρας καὶ
5.8.240
νυκτὸς ἰσομοιρίαν, γῆς ἐκφύσεις, ἀέρος χύσιν, πλάτη θαλάσσης λελυμένης καὶ
5.8.241
ἱσταμένης, βάθη ποταμῶν, ἀνέμων ῥεύματα; Τίς ὑετοὺς, γεωργίαν, τροφὰς, τέχνας,
5.8.242
οἰκήσεις, πόθεν σοι τῶν ζώων, τὰ μὲν ἡμέρωται καὶ ὑπέζευκται, τὰ δὲ τροφὴ
5.8.243
παραδίδοται; Τίς σε Κύριον καὶ βασιλέα πάντων κατέστησεν ἐπὶ τῆς γῆς; εἶτα οὐκ
5.8.244
αἰσχυνόμεθα εἰ τοσαῦτα παρ' αὐτοῦ, τὰ μὲν λαβόντες, τὰ δὲ ἐλπίζοντες, μηδὲ ἓν
5.8.245
τοῦτο εἰσοίσομεν τῷ Δεσπότῃ, τὸ φιλάνθρωπον; Εἰ ὁ ἀτιμάζων πένητα, παροξύνει
5.8.246
τὸν ποιήσαντα αὐτὸν, τιμᾷ τὸν ποιητὴν ὁ περιέπων τὸ ποίημα· Ὁ ἐλεῶν πτωχὸν,
5.8.247
Θεῷ δανείζει, φησίν. Τίς οὐ δέχεται χρεώστην ἀποδώσοντα ἐν καιρῷ μετὰ τῆς
5.8.248
ἐπικαρπίας τὸ δάνειον. Ἐλεημοσύναις καὶ πίστεσινἀποκαθαίρονται
5.8.249
ἁμαρτίαι. Καθαρθῶμεν οὖν ἐλεήσαντες. Δυνατὸς ἦν ὁ Πατὴρ ποιῆσαι μηδένα
5.8.250
πένητα· ἀλλ' εἰ τὸ εὐποιεῖν περιῃρεῖτο, συμπάσχειν οὐδεὶς ἠξίου νῦν ἀλλήλων
5.8.251
ἕνεκα. Καὶ εὐποροῦμεν, καὶ ἀποροῦμεν, ἵνα τόπος γενώμεθα τῇ εὐποιΐᾳ. Τὸν
5.8.252
ἐναντίον τοῖς ἄλλοις ἀνθρώποις σεαυτῷ κατάλεξον στρατὸν, ἄοπλον, ἀπόλεμον,
5.8.253
ἀναίμακτον, ἀόργητον, ἀμίαντον· γέροντας θεοσεβεῖς, ὀρφανοὺς θεοφιλεῖς, χήρας
5.8.254
πραότητι ὡπλισμένας, ἄνδρας ἀγάπῃ κεκοσμημένους. Τοιούτους κτῆσαι τῷ σῷ
5.8.255
πλούτῳ, καὶ τῷ σώματι, καὶ τῇ ψυχῇ δορυφόρους, ὧν στρατηγεῖ ὁ Θεός. Ἐλεήμονας
5.8.256
εἶναι βούλεται, οὐ μόνον τοὺς ἔλεον ποιοῦντας, ἀλλὰ καὶ τοὺς θέλοντας εὐποιεῖν,
5.8.257
κἂν μὴ δύνωνται, οἷς κατὰ προαίρεσιν τὸ ἐνεργεῖν πάρεστι. Τῆς αὐτῆς οὖν μεθέξουσι
5.8.258
τιμῆς τοῖς δυνηθεῖσιν οἱ βουλόμενοι, ὧν ἡ προαίρεσις ἴση, κἂν πλεονεκτῶσιν ἕτεροι
5.8.259
τῇ περιουσίᾳ.– Ἐλεημοσύνας δεῖ ποιεῖν, ὁ λόγος φησὶν, ἀλλὰ μετὰ κρίσεως, καὶ τοῖς
5.8.260
ἀξίοις. Καὶ ὥσπερ ὁ γεωργὸς σπείρει οὐκ εἰς ἁπλῶς τὴν γῆν, ἀλλ' εἰς ἀγαθὴν, ἵνα
5.8.261
αὐτῷ καρποὺς κομίσῃ, οὕτω δεῖ σπείρειν τὴν εὐποιΐαν εἰς χήρας, εἰς ὀρφανοὺς, εἰς
5.8.262
τοὺς ἀπεριστάτους, ἵνα τῆς ἀπ' αὐτῶν εὐκαρπίας διὰ τῶν εὐχῶν ἐπιτύχῃς. Ἐν ᾧ ἄν
5.8.263
τις δύναται εὐποιεῖν τῷ πλησίον, ἢν μὴ ποιῇ, ἀλλότριος τῆς ἀγάπης τοῦ Κυρίου
5.8.264
νομισθήσεται. Τοῦ ἐλεεῖν καὶ εὐεργετεῖν, οὔτε προτιμώτερον, οὔτε
5.8.265
φιλανθρωπότερόν ἐστιν ἡμῖν τι ἕτερον, ἐπεὶ μηδὲ τῷ Θεῷ. Μακάριόν ἐστιν ἀληθῶς,
5.8.266
εἰς πάντα πτωχὸν καὶ πένητα συνιέναι, ἵνα τις κατὰ σύνεσιν τὰ τῆς κοινωνίας
5.8.267
πτωχῷ καὶ πένητι ποιήσηται, μείζονα καὶ σπουδαιότερον τὴν ἐπιμέλειαν ποιούμενος
5.8.268
εἰς τοὺς δι' ἀρετὴν ἢ θεοσέβειαν πτωχεύσαντας ἢ πενομένους· ἄλλως εἰς τοὺς ἐκ
5.8.269
νόσων ἢ συμπτωμάτων ἀποροῦντας, παρὰ τοὺς ἐκ κακοπραγίας ἢ ἀσωτίας
5.8.270
πτωχεύσαντας. Ξένος καὶ πένης Θεοῦ κωλλύριον. Ὁ δεξάμενος αὐτοὺς, ταχέως
5.8.271
ἀναβλέψει.– Λεία ὁδὸς ὑπὸ ἐλεημοσύνης γίνεται. Οἶδε τρέφεσθαι ὁ Δεσπότης τῶν
5.8.272
ὅλων διὰ μεταδόσεως τῆς πρὸς τοὺς εὐποιουμένους.– Ἥνπερ ποιεῖς εὐεργεσίαν
5.8.273
ἐλεημοσύνης εἰς πάντας τοὺς δεομένους, ὁ Χριστὸς σφετερίζεται. Πεπείνακα γὰρ,
5.8.274
φησὶ, καὶ δεδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ πεποτίκατέ με. Πλούτου τὸ κάλλος οὐκ
5.8.275
ἐν βαλαντίοις, ἀλλ' ἐν τῇ τῶν χρῃζόντων ἐπικουρίᾳ. ΤΙΤΛ. Θʹ.– Περὶ τῶν
5.8.276
ἐλεημοσύνην μὴ ποιούντων, ἀλλὰ πλεονεκτούντων, καὶ περὶ φειδώλων
5.8.277
φιλοπλουτούντων καὶ φιλαργύρων. Ἀδίκου στόμα ἐφράχθη. Ἃ ἐκεῖνοι ἐθέρισαν,
5.8.278
δίκαιοι ἔδονται· αὐτοὶ δὲ ἐκ κακῶν οὐκ ἐξαιρεθήσονται. Ἀσεβεῖς ὅριον ὑπερέβησαν,
5.8.279
ποίμνιον σὺν ποιμένι ἁρπάσαντες ἀπῆλθον, ὑποζύγιον ὀρφανῶν ἀπήγαγον, βοῦν
5.8.280
χήρας ἐνεχυρίασαν. Ἐξέκλιναν δὲ ἀδυνάτους ἐξ ὁδοῦ δικαίας, ὁμοθυμαδὸν δὲ
5.8.281
ἐκύκλωσαν πραεῖς γῆς. Οἱ σπείροντες τὰ ἄτοπα, ὀδύνας θεριοῦσιν ἑαυτοῖς, ἀπὸ
5.8.282
προστάγματος Κυρίου ἀπολοῦνται, ἀπὸ δὲ πνεύματος ὀργῆς αὐτοῦ ἀφανισθήσονται.
5.8.283
Αὐτὸς οἶδεν ἔργα ἀνόμων· ἰδὼν δὲ ἄτοπα οὐ παρόψεται. Οὐκ ἔστι τόπος τοῦ
5.8.284
κρυβῆναι τοὺς ποιοῦντας τὰ ἄνομα. Εἰς κενὰ καὶ μάταια ἐκοπίασε πλοῦτον, ἐξ οὗ οὐ
5.8.285
γεύσεται. Πολλῶν γὰρ ἀδυνάτων οἴκους ἔθλασε. Δίαιταν δὲ ὀρφανῶν ἥρπασε, καὶ
5.8.286
οὐκ ἔστησεν. Οὐκ ἔστιν αὐτοῦ σωτηρία τοῖς ὑπάρχουσιν· ἐν ἐπιθυμίᾳ αὐτοῦ οὐ
5.8.287
σωθήσεται. Οὐκ ἀνθήσει αὐτοῦ τὰ ἀγαθά. Ὅταν δοκῇ ἤδη πεπληρῶσθαι,
5.8.288
σβεσθήσεται, πᾶσα δὲ ἀνάγκη ἐπ' αὐτὸν ἐπελεύσεται.– Φυλάττου μὴ πρᾶξαι ἄδικα.
5.8.289
Ἐνεχυρίαζες τοὺς ἀδελφούς σου διακενῆς, ἀμφίασιν δὲ γυμνῶν ἀφέλου. Οὐδὲ ὕδωρ
5.8.290
διψῶντας ἐπότισας, ἀλλὰ πεινώντων ἐστέρησας ψωμόν. Χήρας δὲ ἐξαπέστειλας
5.8.291
κενὰς, ὀρφανοὺς δὲ ἐκάκωσας. Τοιγαροῦν ἐκύκλωσάν σε παγίδες, καὶ ἐσπούδασέ σε
5.8.292
πόλεμος ἐξαίσιος. Ἥρπασαν ὀρφανὸν ἀπὸ μαστοῦ, πεπτωκότα δὲ ἐταπείνωσαν, καὶ
5.8.293
γυμνοὺς ἐξέβαλον ἀδίκως, πεινώντων δὲ τὸν ψωμὸν ἀφείλαντο. Ὁδὸν δικαιοσύνης
5.8.294
οὐχ ὥδευσαν, οὐδὲ ἀτραποὺς αὐτῆς ἐπορεύθησαν. Γνοὺς δὲ αὐτῶν τὰ ἔργα,
5.8.295
παρέδωκεν αὐτοὺς εἰς σκότος. Οὐαὶ καὶ ἀπώλεια τῷ ἀδίκῳ. Συντριβείη πᾶς ἄδικος
5.8.296
ἴσα ξύλῳ ἀνιάτῳ. Πλοῦτος ἀδίκως συναγόμενος ἐξεμεθήσεται. Ἐὰν συναγάγῃ ὥσπερ
5.8.297
γῆν ἀργύριον, ἴσα δὲ πηλῷ χρυσίον ἑτοιμάσῃ, ταῦτα πάντα περιποιηθήσονται, τὰ δὲ
5.8.298
χρήματα αὐτοῦ ἀληθινοὶ καθέξουσιν. Ἀπέβη δὲ ὁ οἶκος αὐτοῦ ὥσπερ σῆτες, καὶ ὡς
5.8.299
ἀράχνη ὁ πλοῦτος αὐτοῦ, Πρόσωπον Κυρίου ἐπὶ ποιοῦντας κακὰ, τοῦ ἐξολοθρεῦσαι
5.8.300
καὶ τὰ λοιπά. Μὴ φοβοῦ ὅταν πλουτήσῃ ἄνθρωπος, ἢ ὅταν πληθυνθήσεται. Ἄνδρα
5.8.301
ἄδικον κακὰ θηρεύσει εἰς διαφθοράν. Εἶπεν Ἑλισσαιὲ πρὸς Γιεζέ· Πόθεν Γιεζέ; Καὶ
5.8.302
εἶπεν Γιεζέ· Οὐ πεπόρευται ὁ δοῦλός σου. Καὶ εἶπεν Ἑλισσαιὲ πρὸς αὐτόν· Οὐχ ἡ
5.8.303
καρδία μου μετὰ σοῦ ἐπορεύθη, ὅτε ἐπέστρεψεν ὁ ἀνὴρ ἀπὸ τοῦ ἅρματοςεἰς
5.8.304
συνάντησίν σου; Καὶ νῦν ἔλαβες τὸ ἀργύριον καὶ τὰ ἱμάτια, καὶ νῦν λήψῃ ἑαυτῷ
5.8.305
κήπους, καὶ ἐλαιῶνας, καὶ ἀμπελῶνας, καὶ πρόβατα, καὶ παῖδας, καὶ παιδίσκας. Καὶ ἡ
5.8.306
λέπρα Νεεμὰν κολληθήσεταί σοι, καὶ τῷ σπέρματί σου εἰς τοὺς αἰῶνας. Δώρων ὁ
5.8.307
φειδόμενος, θυμὸν ἐγείρει ἰσχυρόν.– Πλοῦτος προστίθησι φίλους πολλούς.–
5.8.308
Πλούσιοι πτωχῶν ἄρξουσι.– Σοφὸς παρ' ἑαυτῷ πλούσιος.– Ὕπαρξις
5.8.309
ἐπισπουδαζομένη μετὰ ἀνομίας, ἐλάσσων γίνεται.– Οὐκ ὠφελήσουσι θησαυροὶ
5.8.310
ἀνόμους.– Ὃς ἀποστρέψει τὸ πρόσωπον αὐτοῦ ἀπὸ πτωχοῦ, ἐν πολλῇ ἀπορίᾳ ἔσται.
5.8.311
– Ἐξολλύει τὸ ἑαυτοῦ σῶμα ὁ ἀνελεήμων.– Τὰ σπλάγχνα τῶν ἀσεβῶν ἀνελεήμονα.
5.8.312
Ὁ ἀγαπῶν ἀργύριον, οὐ πλησθήσεται ἀργυρίου. Τοῦ ἀργυρίου ὑπακούσεται τὰ
5.8.313
σύμπαντα.– Ἔστι πονηρία ἣν εἶδον ὑπὸ τὸν ἥλιον· ἀνὴρ ᾧ δώσει αὐτῷ ὁ Θεὸς
5.8.314
πλοῦτον, καὶ ὑπάρχοντα, καὶ δόξαν, καὶ οὐκ ἔστιν ὑστερῶν τῇ ψυχῇ αὐτοῦ ἀπὸ
5.8.315
πάντων ὧν ἐπιθυμεῖ· καὶ ὅτι ἀνὴρ ξένος φάγεται αὐτόν. Χαναὰν, ἐν χερσὶν αὐτοῦ
5.8.316
ζυγὸς ἀδικίας· καταδυναστεύειν ἠγάπησεν. Οὐαὶ ὁ πληθύνων ἑαυτῷ τὰ οὐκ ὄντα
5.8.317
ἑαυτοῦ, καὶ βαρύνων τὸν κλοιὸν αὐτοῦ στιβαρῶς, ὅτι ἐξαίφνης ἀναστήσονται
5.8.318
δάκνοντες αὐτὸν, καὶ ἐκνήψουσιν. Ὁ πλεονεκτῶν πλεονεξίαν κακὴν τῷ οἴκῳ αὐτοῦ,
5.8.319
καὶ τοῦ τάξαι νοσσιὰν αὐτοῦ. Οὐαὶ οἱ συνάπτοντες οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν
5.8.320
πρὸς ἀγρὸν ἐγγίζοντες, ἵνα τοῦ πλησίον ἀφέλωνταί τι. Ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς
5.8.321
οἴκοις ὑμῶν. Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου, καὶ τὸ πρόσωπον τῶν πτωχῶν
5.8.322
καταισχύνετε, φησὶ Κύριος;– Ἐγὼ ἔδωκα εἰς τὴν χεῖρά σου· σὺ δὲ οὐ δέδωκας αὐτοῖς
5.8.323
ἔλεος.– Ὅταν ἐκτείνητε τὰς χεῖρας ὑμῶν, ἀποστρέψω τοὺς ὀφθαλμούς μου ἀφ'
5.8.324
ὑμῶν. Αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.– Δι' ὑμᾶς τὸ ὄνομά μου βλασφημεῖται ἐν
5.8.325
τοῖς ἔθνεσιν.– Οἱ ἄδικοι ὡς θάλασσα ἀναβρασσομένη, οὕτως κλυδωνισθήσονται, καὶ
5.8.326
ἀναπαύσασθαι οὐ μὴ δύνανται.– Ἀπέχου ἀπὸ ἀδίκου, καὶ οὐ μὴ φοβηθήσῃ, καὶ
5.8.327
τρόμος οὐκ ἐγγιεῖ σοι. Τοῦτο τὸ ἀνόμημα Σοδόμων, ὅτι ἐν ὑπερηφανίᾳ, καὶ
5.8.328
πλησμονῇ ἄρτων, καὶ ἐν εὐθηνίᾳ οἴνου ἐσπατάλα, αὕτη καὶ θυγατέρες αὐτῆς, καὶ
5.8.329
χεῖρα πτωχοῦ καὶ πένητος οὐκ ἀντελάβοντο, καὶ ἐμεγαλαύχουν, καὶ ἐποίησαν
5.8.330
ἀνόμημα ἐνώπιόν μου. Λαὸς ἐκπιέζοντες ἀδικίαν, καὶ ἁρπάζοντες ἅρπαγμα, πτωχὸν
5.8.331
καὶ πένητα καταδυναστεύοντες, καὶ πρὸς τὸν προσήλυτον οὐκ ἀναστρεφόμενοι μετὰ
5.8.332
κρίματος. Ἡ μήτηρ σου σκύμνος λεόντων, ἐγενήθη ἐν μέσῳ λεόντων· ἐπλήθυνε
5.8.333
σκύμνους αὐτῆς, καὶ ἀνεπήδησενεἰς τὸν σκύμνον αὐτῆς, λέων ἐγένετο·
5.8.334
ἔμαθεν τὸ ἁρπάζειν ἅρπαγμα. Τάδε λέγει Κύριος· Σὺ εἶ ἡ γῆ ἡ οὐ βρεχομένη, οὐδὲ
5.8.335
ὑετὸς ἐγένετο ἐπὶ σὲ ἐν ἡμέρᾳ ὀργῆς. Οἱ ἀφηγούμενοι ἐν μέσῳ αὐτῆς ὡς λέοντες
5.8.336
ὠρυόμενοι, ἁρπάζοντες ἁρπάγματα, ψυχὰς κατεσθίοντες ἐν δυναστεία. Πλεονέκτου
5.8.337
ὀφθαλμὸς οὐκ ἐμπίπλαται μερίδι.– Συντρίψει Κύριος ὀσφὺν ἀνελεημόνων.– Μὴ
5.8.338
ἐπίχαιρε ἐπὶ χρήμασιν ἀδίκοις. Οὐδὲν γὰρ ὠφελήσουσιν ἐν ἡμέρᾳ ἐπαγωγῆς.– Οὐκ
5.8.339
ἐκφεύξεται ἐν ἁρπάγματι ἁμαρτωλός.– Ὁ οἰκοδομῶν τὴν οἰκίαν αὐτοῦ ἐν χρήμασιν
5.8.340
ἀλλοτρίου, ὡς ὁ συνάγων τοὺς λίθους αὐτοῦ εἰς τὸν χειμάῤῥουν.– Λέων θήραν
5.8.341
ἐνεδρεύει, οὕτως ἁμαρτία τοὺς ἐργαζομένους ἄδικα.– Θυσιάζων ἐξ ἀδίκων, θυσία
5.8.342
μεμιασμένη.– Χρήματα ἀδίκων, ὡς ποταμοὶ ξηρανθήσεται, καὶ ὡς βροντὴ μεγάλη ἐν
5.8.343
ὑετῷ ἐξηχήσει.– Θύων υἱὸν ἔναντι πατρὸς αὐτοῦ, ὁ προσάγων θυσίαν ἐκ χρημάτων
5.8.344
πενήτων.– Οὐκ ἔσται ἀγαθὰ τῷ ἐνδελεχίζοντι εἰς κακὰ, καὶ τῷ ἐλεημοσύνην μὴ
5.8.345
χαριζομένῳ.– Ἄρτος ἐπιδεομένων ζωὴ πτωχῶν· ὁ ἀποστερῶν αὐτὴν, ἄνθρωπος
5.8.346
αἱμάτων.– Ἀγαθὸς πλοῦτος ᾧ μὴ ἔστιν ἁμαρτία. Ἀγρυπνία πλούτου ἐκτήκει σάρκας,
5.8.347
καὶ ἡ μέριμνα αὐτοῦ ἀφιστᾷ ὕπνον. Ὁ ἀγαπῶν χρυσίον, οὐ δικαιωθήσεται. Πολλοὶ
5.8.348
ἐδόθησαν εἰς πτῶμα χρυσίου, καὶ ἐγενήθη ἡ ἀπώλεια αὐτῶν κατὰ πρόσωπον αὐτῶν.
5.8.349
Ξύλον προσκόμματός ἐστι τοῖς θυσιάζουσιν αὐτῷ, καὶ πᾶς ἄφρων ἁλώσεται ἐν αὐτῷ.
5.8.350
Κυνηγὸς λεόντων, ὄναγροι ἐν ἐρήμῳ, οὕτως νομαὶ πλουσίων οἱ πτωχοί. Πλουσίου
5.8.351
σφαλέντος πολλοὶ ἀντιλήπτορες· ἐλάλησαν ἀπόῤῥητα, καὶ ἐδικαίωσαν αὐτόν.
5.8.352
Πλούσιος ἐλάλησε, καὶ πάντες ἐσίγησαν, καὶ τὸν λόγον αὐτοῦ ἀνύψωσαν ἕως τῶν
5.8.353
νεφελῶν. Κατὰ τὴν ἰσχὺν τοῦ ἀνθρώπου, οὕτως καὶ ὁ θυμὸς αὐτοῦ, καὶ κατὰ τὸν
5.8.354
πλοῦτον ἀνυψώσει ὀργὴν αὐτοῦ. Μακάριος πλούσιος, ὃς εὑρέθη ἄμωμος, καὶ ὃς
5.8.355
ὀπίσω χρυσίου οὐκ ἐπορεύθη. Τίς ἐστι; καὶ μακαριοῦμεν αὐτόν. Ἐποίησε γὰρ
5.8.356
θαυμάσια ἐν λαῷ αὐτοῦ. Τίς ἐδοκιμάσθη ἐν αὐτῷ, καὶ ἐτελειώθη; καὶ ἔστω εἰς
5.8.357
καύχησιν. Τίς ἠδύνατο παραβῆναι, καὶ οὐ παρέβη, ποιῆσαι κακὰ, καὶ οὐκ ἐποίησε;
5.8.358
Στερεωθήσεται τὰ ἀγαθὰ αὐτοῦ, καὶ ἐλεημοσύνας αὐτοῦ ἐκδιηγήσεται ἡ Ἐκκλησία.
5.8.359
Ἔστι πλουτῶν ἀπὸ προσοχῆς καὶ σφιγγίας αὐτοῦ, καὶ καταλείψει αὐτὰ ἑτέροις, καὶ
5.8.360
ἀποθανεῖται. Ὁ συνάγων ἀπὸ τῆς ψυχῆς αὐτοῦ, συνάγει ἄλλοις, καὶ ἐν τοῖς αὐτοῦ
5.8.361
τρυφήσουσιν ἕτεροι. Ὁ πονηρὸς ἑαυτῷ, τίνι ἀγαθός; τέκνον, καθόσον ἔχεις, εὐποίει
5.8.362
σεαυτῷ. Εἶπεν ὁ Ἰησοῦς τοῖς μαθηταῖς αὐτοῦ· Ἀμὴν λέγω ὑμῖν, ὅτι δυσκόλως
5.8.363
πλούσιος εἰσελεύσεται εἰςτὴν βασιλείαν τῶν οὐρανῶν. Πάλιν δὲ λέγω ὑμῖν·
5.8.364
Εὐκοπώτερόν ἐστι κάμηλον διὰ τρυπήματος ῥαφίδος διελθεῖν, ἢ πλούσιον εἰς τὴν
5.8.365
βασιλείαν τοῦ Θεοῦ εἰσελθεῖν. Ἀκούσαντες δὲ οἱ μαθηταὶ αὐτοῦ, ἐξεπλήσσοντο
5.8.366
σφόδρα, λέγοντες· Τίς ἄρα δύναται σωθῆναι; ἐμβλέψας δὲ ὁ Ἰησοῦς, εἶπεν αὐτοῖς·
5.8.367
Παρὰ ἀνθρώποις τοῦτο ἀδύνατόν ἐστι, παρὰ δὲ Θεῷ πάντα δυνατά. Ἀνθρώπου τινὸς
5.8.368
πλουσίου εὐφόρησεν ἡ χώρα, καὶ τὰ λοιπά. Οὐαὶ ὑμῖν τοῖς πλουσίοις, ὅτι ἀπέχετε
5.8.369
τὴν παράκλησιν ὑμῶν. Οὐαὶ ὑμῖν οἱ ἐμπεπλησμένοι, ὅτι πεινάσετε. Οὐαὶ ὑμῖν οἱ
5.8.370
γελῶντες, ὅτι πενθήσετε καὶ κλαύσετε. Ἀπόστητε ἀπ' ἐμοῦ, πάντες οἱ ἐργάται τῆς
5.8.371
ἀδικίας. Ἐκεῖ ἔσται ὁ κλαυθμὸς καὶ ὁ βρυγμὸς ὀδόντων. Διὰ τί οὐχὶ μᾶλλον
5.8.372
ἀδικεῖσθε; Διὰ τί οὐχὶ μᾶλλον ἀποστερεῖσθε; ἀλλ' ὑμεῖς ἀδικεῖτε καὶ ἀποστερεῖτε, καὶ
5.8.373
ταῦτα ἀδελφούς. Ἢ οὐκ οἴδατε, ὅτι ἄδικοι βασιλείαν Θεοῦ οὐ κληρονομήσουσιν; Ὁ
5.8.374
ἀδικῶν κομιεῖται ὃ ἠδίκησε. Καὶ οὐκ ἔστι προσωποληψία παρὰ τῷ Θεῷ. Μὴ
5.8.375
ὑπερβαίνειν καὶ πλεονεκτεῖν ἐν πράγματι τὸν ἀδελφὸν αὐτοῦ· διότι ἔκδικος ὁ Θεὸς
5.8.376
περὶ πάντων τούτων. Ἀποστήτω ἀπὸ ἀδικίας πᾶς ὁ ὀνομάζων τὸ ὄνομα τοῦ Θεοῦ. Οἱ
5.8.377
βουλόμενοι πλουτεῖν, ἐμπίπτουσιν εἰς πειρασμὸν, καὶ εἰς παγίδα, καὶ εἰς ἐπιθυμίας
5.8.378
πολλὰς ἀνοήτους καὶ βλαβερὰς, αἵτινες βυθίζουσι τοὺς ἀνθρώπους εἰς ὄλεθρον καὶ
5.8.379
ἀπώλειαν. Ῥίζα γὰρ πάντων τῶν κακῶν ἐστιν ἡ φιλαργυρία, ἧς τινες ὀρεγόμενοι
5.8.380
ἀπεπλανήθησαν ἀπὸ τῆς πίστεως, καὶ ἑαυτοὺς περιέπειραν ὀδύναις πολλαῖς. Οἱ
5.8.381
πλούσιοι, κλαύσατε ὀλολύζοντες ἐπὶ ταῖς ταλαιπωρίαις ὑμῶν ταῖς ἐπερχομέναις. Ὁ
5.8.382
πλοῦτος ὑμῶν σέσηπε, καὶ τὰ ἱμάτια ὑμῶν σητόβρωτα ἐγένετο. Ὁ χρυσὸς ὑμῶν, καὶ
5.8.383
ὁ ἄργυρος κατίωται, καὶ ὁ ἰὸς αὐτῶν εἰς μαρτύριον ὑμῖν ἔσται, καὶ φάγεται τὰς
5.8.384
σάρκας ὑμῶν ὁ ἰός. Ὡς πῦρ ἐθησαυρίσατε ἐν ἐσχάτῃ ἡμέρᾳ. Ἡ κρίσις ἀνέλεος τῷ μὴ
5.8.385
ποιήσαντι ἔλεος. Ἐὰν ὁ ἀδελφὸς, ἢ ἀδελφὴ γυμνοὶ ὑπάρχουσι, καὶ λειπόμενοι τῆς
5.8.386
ἐφημέρου τροφῆς, εἴπῃ δέ τις ἐξ ὑμῶν, Ὑπάγετε ἐν εἰρήνῃ, θερμαίνεσθε, καὶ
5.8.387
χορτάζεσθε· μὴ δῶτε δὲ αὐτοῖς τὰ ἐπιτήδεια τοῦ σώματος, τί ὄφελος; Οἶδε Κύριος
5.8.388
εὐσεβεῖς ἐκ τῶν πειρασμῶν ῥύεσθαι, ἀδίκους δὲ εἰς ἡμέραν κρίσεως κολαζομένους
5.8.389
τηρεῖν. Ὅστις ἔχει τὸν βίον τοῦ κόσμου τούτου, καὶ θεωρεῖ τὸν ἀδελφὸν αὐτοῦ
5.8.390
χρείαν ἔχοντα, καὶ κλείσει τὰ σπλάγχνα, πῶς ἡ ἀγάπη τοῦ Θεοῦ μένει ἐν αὐτῷ;
5.8.391
Ἄκουσαι ἄνθρωπε, Σολομῶντος· Μὴ εἴπῃς, Ἐπανελθὼν ἐπάνηκε. καὶ αὔριον δώσω.
5.8.392
Οὐ γὰροἶδας, τί τέξεται ἡ ἐπιοῦσα. Οἴων παραγγελμάτων ὑπερορᾷς! Καὶ
5.8.393
κατηφὴς εἶ, καὶ δυσέντευκτος, ἐκκλίνων τὰς ἀπαντήσεις, μήπου τι, καὶ μικρὸν
5.8.394
ἀναγκασθῇς τῶν χειρῶν ἐκβαλεῖν. Μίαν οἶδας φωνήν· Οὐκ ἔχω, οὐδὲ δώσω· πένης
5.8.395
γάρ εἰμι. Πένης εἶ τῷ ὄντι, καὶ ἐνδεὴς παντὸς ἀγαθοῦ· πένης ἀγάπης, πένης
5.8.396
φιλανθρωπίας, πένης πίστεως εἰς Θεὸν, πένης ἐλπίδος τῆς αἰωνίου. Συμμεριστὰς
5.8.397
ποίησον τῶν σητῶν τοὺς ἀδελφούς σου. Τὸ αὔριον σηπόμενον, σήμερον μετάδος τοῖς
5.8.398
δεομένοις. Πλεονεξίας εἶδος τὸ χαλεπώτατον, μηδὲν τῶν φθειρομένων τοῖς ἐνδεέσι
5.8.399
καταμερίσαι. Τίνα, φησὶν, ἀδικῶ, συνέχων τὰ ἐμαυτοῦ; ποῖα, εἰπέ μοι, σαυτοῦ; Οὐχὶ
5.8.400
γυμνὸς ἐξέπεσας τῆς γαστρός; οὐχὶ γυμνὸς πάλιν εἰς τὴν γῆν ἀποστρέφεις; τὰ δὲ
5.8.401
παρόντα σοι πόθεν; Εἰ μὲν ἀπὸ ταυτομάτου λέγεις, ἄθεος εἶ, μὴ γνωρίζων τὸν
5.8.402
Κτίσαντα, μηδὲ χάριν ἔχων τῷ δεδωκότι. Εἰ δὲ ὁμολογεῖς εἶναι παρὰ Θεοῦ, εἰπὲ τὸν
5.8.403
λόγον δι' ὃν ἔλαβες. Μὴ ἄδικος ὁ Θεὸς, ὁ ἀνίσως ἡμῖν διαιρῶν τὰ τοῦ βίου; διὰ τί σὺ
5.8.404
μὲν πλουτεῖς, ἐκεῖνος δὲ πένεται, ἢ πάντως ἵνα καὶ σὺ χρηστότητος καὶ πιστῆς
5.8.405
οἰκονομίας μισθὸν ὑποδέξῃ, κἀκεῖνος τοῖς μεγάλοις ἄθλοις τῆς ὑπομονῆς τιμηθῇ; Σὺ
5.8.406
δὲ πάντα τοῖς ἀπληρώτοις τῆς πλεονεξίας κόλποις περιλαμβάνων, οὐδένα οἴει
5.8.407
ἀδικεῖν τοσούτοις ἀποστερῶν; τίς ἐστιν ὁ πλεονέκτης; Ὁ μὴ ἐμμένων τῇ αὐταρκείᾳ.
5.8.408
Τίς δὲ ὁ ἀποστερητής; ὁ ἀφαιρούμενος τὰ ἑκάστων. Σὺ δὲ ὁ πλεονέκτης, σὺ δὲ
5.8.409
ἀποστερητὴς, ἃ πρὸς οἰκονομίαν ἐδέξω, ταῦτα ἴδια σεαυτοῦ ποιούμενος. Εἰ ὁ μὲν
5.8.410
ἐνδεδυμένον ἀπογυμνῶν, λωποδύτης ὁμολογηθήσεται, ὁ δὲ γυμνὸν μὴ ἐνδύων,
5.8.411
δυνάμενος τοῦτο ποιεῖν, ἄλλης προσηγορίας ἐστὶ ἄξιος; Τοῦ πεινῶντός ἐστιν ὁ
5.8.412
ἄρτος, ὃν σὺ κατέχεις· τοῦ γυμνητεύοντος, τὸ ἱμάτιον, ὃ σὺ φυλάττεις ἐν ἀποθήκαις·
5.8.413
τοῦ ἀνυποδήτου, τὸ ὑπόδημα, ὃ παρὰ σοὶ κατασήπεται. Τοῦ χρῄζοντος τὸ ἀργύριον, ὃ
5.8.414
κατώρυξας ἔχεις· ὥστε τοσούτοις ἀδικεῖς, ὅσον παρέχειν ἠδύνασο. Τί τὸ κωλύον, ὦ
5.8.415
ἄνθρωπε, πρὸς τὴν μετάδοσιν; ὁ πεινῶν τήκεται· ὁ γυμνητεύων πήγνυται, ὁ
5.8.416
ἀπαιτούμενος ἄγχεται, καὶ σὺ τὴν ἐλεημοσύνην εἰς τὴν αὔριον ἀναβάλλεις; Εὔχῃ τὰ
5.8.417
πάντα πρὸς τὴν τοῦ χρυσοῦ φύσιν μεταβληθῆναι. Ποίαν δὲ μηχανὴν διὰ τὸν χρυσὸν
5.8.418
οὐκ ἐννοεῖς; ὁ σῖτος χρυσός σοι γίνεται, ὁ οἶνος εἰς χρυσὸν μεταπήγνυται, τὰ ἔριά σοι
5.8.419
ἀποχρυσοῦται· πᾶσα ἐπίνοια χρυσόν σοι προσάγει. Αὐτὸς ἑαυτὸν ὁ χρυσὸς ἀπογεννᾷ
5.8.420
πολυπλασιαζόμενον ἐν δανείσμασι, καὶ κόρος οὐκ ἔστι, καὶ τὸ τέλος τῆς ἐπιθυμίας
5.8.421
οὐκ ἐξευρίσκεται. Ὅσῳ πλεονάζεις τῷ πλούτῳ, τοσοῦτον ἐλλείπεις τῇ ἀγάπῃ. Διὰ τί
5.8.422
ἀθυμεῖς, ὦ ἄνθρωπε, φθαρτὰ προϊέμενος, καὶ βασιλείαν οὐρανῶν ἀντιλαμβάνων;
5.8.423
Διὰ τί ἀρνῇ τὸν αἰτοῦντα, καὶ ἀπαναίνῃ τὴν δόσιν, μυρίας προφάσεις ἀναλωμάτων
5.8.424
ἐπινοῶν; Τί ἀποκριθήσῃ τῷ κριτῇ, ὁ τοὺς τοίχους ἀμφιεννύων, ἄνθρωπον
5.8.425
οὐκ ἐνδύεις; ὁ τοὺς ἵππους κοσμῶν, τὸν ἀδελφὸν ἀσχημονοῦντα περιορᾷς; ὁ
5.8.426
κατασήπων τὸν σῖτον, τοὺς πεινῶντας οὐ τρέφεις; ὁ τὸν χρυσὸν κατορύσσων, τοῦ
5.8.427
ἀγχομένου καταφρονεῖς; Ὥσπερ οἱ τὰς κλίμακας ἀναβαίνοντες, ἀεὶ πρὸς τὴν
5.8.428
ὑπερκειμένην βαθμίδα τὸ ἴχνος αἴροντες, οὐ πρότερον ἵστανται, πρὶν ἂν τῆς ἀρχῆς
5.8.429
ἐφίκωνται, οὕτω οὐδὲ οἱ πλούσιοι παύονται, ἕως ἂν ὑψωθέντες, ἀπὸ τοῦ πτώματος
5.8.430
ἑαυτοὺς καταῤῥήξωσιν. Ὅσα βλέπει ὁ ὀφθαλμὸς, τοσαῦτα ἐπιθυμεῖ ὁ πλεονέκτης. Οὐ
5.8.431
πλησθήσεται ὁ ὀφθαλμὸς τοῦ ὁρᾷν, καὶ οὐ κορεσθήσεται φιλάργυρος τοῦ λαμβάνειν.
5.8.432
Ὁ ᾅδης οὐκ εἶπεν· Ἀρκεῖ, οὐδὲ ὁ πλεονέκτης εἶπέ ποτε τὸ, Ἀρκεῖ. Πότε χρήσῃ τοῖς
5.8.433
παροῦσιν; πότε δὲ ἀπολαύσῃς αὐτῶν, ἀεὶ τοῖς πόνοις τῆς κτίσεως συνεχόμενος; Οὐαὶ
5.8.434
τοῖς συνάπτουσιν οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν ἐγγίζουσιν, ἵνα τοῦ
5.8.435
πλησίον ἀφέλωνταί τι. Σὺ δὲ τί ποιεῖς; Οὐ προφασίζῃ μυρία, ἵνα λάβῃς τὰ τοῦ
5.8.436
πλησίον; Ἐπισκοτεῖ μοι, φησὶ, τοῦ γείτονος ἡ οἰκία, θορύβους ἐνίησιν, ἢ τὸ
5.8.437
πεπλανημένον ὑποδέχεται· ἢ ὅτι ἂν τύχοι αἰτιασάμενος, περιελαύνων, καὶ ἐξωθῶν,
5.8.438
καὶ ἕλκων ἀεὶ, καὶ σπαράσσων, οὐ πρότερον παύσεται, πρὶν ἂν ἐπαγάγῃ αὐτοῖς
5.8.439
ἀνάγκην ἐπαναστάσεως. Τί τοίνυν Ναβουθὲ τὸν Ἰσραηλίτην ἀπέκτεινεν; οὐχὶ τοῦ
5.8.440
Ἀχαὰβ ἐπιθυμία τοῦ ἀμπελῶνος; Πονηρὸς ἐν πόλει σύνοικος, πονηρὸς ἐν ἀγροῖς ὁ
5.8.441
πλεονέκτης. Ἡ θάλασσα οἶδε τὰ ὅρια ἑαυτῆς, ἡ νὺξ οὐχ ὑπερβαίνει ὁροθεσίας
5.8.442
ἀρχαίας· ὁ πλεονέκτης οὐκ αἰδεῖται χρόνον, οὐ γνωρίζει ὅρον, οὐ συγχωρεῖ
5.8.443
ἀκολουθίᾳ διαδοχῆς, ἀλλὰ μιμεῖται τοῦ πυρὸς τὴν βίαν· πάντα ἐπιλαμβάνεται,
5.8.444
πάντα ἐπινέμεται. Καὶ ὥσπερ οἱ ποταμοὶ ἐκ μικρᾶς τῆς πρώτης ἀρχῆς ὁρμηθέντες,
5.8.445
εἶτα ταῖς κατ' ὀλίγον προσθήκαις ἀνυπόστατον λαβόντες τὴν αὔξησιν, τῷ βιαίῳ τῆς
5.8.446
φορᾶς τὸ ἐνιστάμενον παρασύρουσι. Τί οὖν μετὰ ταῦτα; Οὐχὶ τρεῖς σε πήχεις
5.8.447
ἀναμένουσιν οἱ πάντες; οὐχὶ λίθων ὀλίγων βάρος ἀρκέσει πρὸς φυλακὴν τῇ
5.8.448
δυστήνῳ σαρκί; ὑπὲρ τίνος μοχθεῖς; ὑπὲρ τίνος παρανομεῖς; τί συνάγεις χερσὶν
5.8.449
ἀκαρπίαν; εἶθε ἀκαρπίαν, καὶ μὴ ὕλην αἰωνίῳ πυρί. Οὐ νήψεις ποτὲ ἀπὸ τῆς μέθης
5.8.450
ταύτης; οὐχ ὑγιανεῖς τοὺς λογισμούς; οὐ σεαυτοῦ γενήσῃ; οὐ πρὸ ὀφθαλμῶν λήψῃ
5.8.451
τὸ τοῦ Χριστοῦ δικαστήριον; Τί ἀπολογήσῃ, ἐπειδάν σε κύκλῳ περιστάντες οἱ
5.8.452
ἠδικημένοι καταβοῶσι ἐπὶ τοῦ δικαίου κριτοῦ; Τί οὖν ποιήσεις; ποίους συνηγόρους
5.8.453
μισθώσεις; ποίους μάρτυρας παραστήσεις; πῶς παραπείσεις τὸν ἀπαραλόγιστον
5.8.454
δικαστήν; οὐκ ἔνι ῥήτωρ ἐκεῖ οὐκέτι πιθανότης ῥημάτων κλέψαι δυναμένη τοῦ
5.8.455
δικαστοῦ τὴν ἀλήθειαν. Οὐκ ἀκολουθοῦσι κόλακες, οὐ τὰ χρήματα, οὐδ' ὄγκος
5.8.456
ἀξιώματος. Ἔρημος φίλων, ἔρημος βοηθῶν, ἀσυνηγόρητος, ἀναπολόγητος,
5.8.457
κατῃσχυμμένος ἀπολειφθήσῃ, σκυθρωπὸς, κατηφὴς, μεμονωμένος, ἀπαῤῥησίαστος.
5.8.458
Ὅπου γὰρ ἂν περιαγάγῃς τὸν ὀφθαλμὸν, ἐναργεῖς ὄψει τῶν κακῶν τὰς
5.8.459
εἰκόνας· ἔνθεν τοῦ οὐρανοῦ τὰ δάκρυα, ἐκεῖθεν τῆς χήρας τὸν στεναγμὸν, ἑτέρωθεν
5.8.460
τοὺς κατακονδυλισθέντας ἀπὸ σοῦ πένητας, τοὺς οἰκέτας οὓς κατέξαινες, γείτονας
5.8.461
οὓς παρώργιζες, πάντα σοι ἐπαναστήσεται· πονηρὸς χορὸς τῶν κακῶν σου πράξεων
5.8.462
περιστοιχήσεταί σοι. Ὥσπερ γὰρ ἡ σκιὰ τῷ σώματι, οὕτω ταῖς ψυχαῖς ἁμαρτίαι
5.8.463
παρέπονται, ἐναργῶς τὰς πράξεις εἰκονίζουσαι. Διὰ τοῦτο οὐκ ἔστιν ἄρνησις ἐκεῖ,
5.8.464
ἀλλὰ φράσσεται στόμα ἀναίσχυντον. Αὐτὰ γὰρ ἑκάστου καταμαρτυρεῖ τὰ πράγματα,
5.8.465
οὐ φωνὴν ἀφιέντα, ἀλλὰ τοιαῦτα φαινόμενα, οἷα ὑφ' ἡμῶν κατεσκεύασται. Πῶς σοι
5.8.466
δυνηθῶ ὑπ' ὄψιν ἀγαγεῖν τὰ φρικτά; Ἐὰν ἄρα ἀκούσῃς, ἐὰν ἄρα ἐνδῷς, μνήσθητι τῆς
5.8.467
ἡμέρας ἐκείνης, ἐν ᾗ ἀποκαλύπτεται ἔνδοξος τοῦ Χριστοῦ παρουσία. Τότε
5.8.468
ἀναστήσονται, οἱ μὲν τὰ ἀγαθὰ πράξαντες εἰς ἀνάστασιν ζωῆς, οἱ δὲ τὰ φαῦλα, εἰς
5.8.469
ἀνάστασιν κρίσεως. Τότε αἰσχύνη αἰώνιος τοῖς ἁμαρτωλοῖς, καὶ πυρὸς ζῆλος ἐσθίειν
5.8.470
μέλλων τοὺς ὑπεναντίους. Ἐκεῖνα λυπείτω σε, καὶ μὴ λυπείτω σε ἡ ἐντολή. Πῶς σε
5.8.471
δυσωπήσω; τί φθέγξομαι; Βασιλείας οὐκ ἐπιθυμεῖς· γέενναν οὐ φοβῇ. Πόθεν εὑρεθῇ
5.8.472
ἴασις τῇ ψυχῇ σου; Εἰ τὰ φρικτὰ οὐ πτοεῖ, τὰ φαιδρὰ οὐ προτρέπεται, λιθίνῃ καρδίᾳ
5.8.473
διαλεγόμεθα. Διάβλεψον, ἄνθρωπε, πρὸς τὴν φύσιν τοῦ πλούτου. Τί τοσοῦτον
5.8.474
ἐπτόησαι περὶ τὸν χρυσόν; λίθος ἐστὶν ὁ χρυσός· λίθος ὁ ἄργυρος· λίθος ὁ
5.8.475
μαργαρίτης· λίθος τῶν λίθων ἕκαστος, χρυσόλιθον, καὶ βηρύλλιον, καὶ ἀχάτης, καὶ
5.8.476
ὑάκινθος, καὶ ἀμέθυσος, καὶ ἴασπις. Ταῦτα δὴ τοῦ πλούτου τὰ ἄνθη, ὧν σὺ, τὰ μὲν
5.8.477
ἀποτιθῇ κατακρύπτων, καὶ τοὺς διαφανεῖς τῶν λίθων τῷ σκότει κατακρύπτεις· τοὺς
5.8.478
δὲ περιφέρεις τῶν βαρυτίμων, ἐναβρυνόμενος αὐτῶν τῇ αὐγῇ. Εἰπὲ, τί σοι ὄφελος
5.8.479
λίθοις λαμπομένην περιστρέφειν τὴν χεῖρα; Οὐκ ἐρυθριᾷς λιθιδίων κισσῶν, ὡς
5.8.480
γυναῖκες ὅταν κύωσιν; καὶ γὰρ ἐκεῖναι λιθίδια περιτρώγουσιν, καὶ σὺ λίχνως ἔχεις
5.8.481
περὶ τὰ ἄνθη τῶν λίθων, σαρδόνυχας, ἰάσπιδας, καὶ ἀμεθύσους ἐπιζητῶν. Τίς
5.8.482
καλλωπισθεὶς, μίαν ἡμέραν ἠδυνήθη τῷ βίῳ προσθεῖναι; τίνος ἐφείσατο θάνατος διὰ
5.8.483
τὸν πλοῦτον; τίνος ἀπέσχετο νόσος διὰ τὰ χρήματα; Ἕως πότε χρυσὸς, τῶν ψυχῶν ἡ
5.8.484
ἀγχόνη, τοῦ θανάτου τὸ ἄγκιστρον, τὸ τῆς ἁμαρτίας δέλεαρ; ἕως πότε πλοῦτος, ἡ
5.8.485
τῶν πολέμων ὑπόθεσις, δι' ὧν χαλκεύεται ὅπλα; διὸ ἀκονᾶται ξίφη; διὰ τοῦτο
5.8.486
συγγενεῖς ἀγνοοῦσι τὴν φύσιν, ἀδελφοὶ κατ' ἀλλήλων φονικὸν βλέπουσιν. Διὰ τὸν
5.8.487
πλοῦτον αἱ ἐρημίαι τοὺς φονευτὰς τρέφουσι, θάλασσα τοὺς καταποντιστὰς, αἱ πόλεις
5.8.488
τοὺς συκοφάντας. Τίς ἐστιν ὁ ψεύδους πατήρ; τίς ὁ πλαστογραφίας δημιουργός; τίς ὁ
5.8.489
τὴν ἐπιορκίαν γεννήσας; Οὐχ ὁ πλοῦτος; οὐχ ἡ περὶ τοῦτον σπουδή; τί πάσχετε,
5.8.490
ἄνθρωποι; τίς ὑμῖν τὰ ὑμέτερα εἰς τὴν καθ' ὑμῶν ἐπιβουλὴν περιέτρεψε, συνεργὰ
5.8.491
πρὸς τὸ ζῇν; Μὴ γὰρ ἀφορμὴ ἀπωλείας, ἀλλ' ἀναγκαῖος ὁ πλοῦτος διὰ τοὺς παῖδας.
5.8.492
Εὐπρόσωπος ἀφορμὴ πλεονεξίας αὕτη· τοὺς γὰρ παῖδας προβάλλεσθε, τὴν δὲ
5.8.493
καρδίαν πληροφορεῖτε. Μὴ αἰτιῶ τὸν ἀναίτιον· ἴδιον ἔχει δεσπότην, ἴδιον
5.8.494
οἰκονόμον. Παρ' ἄλλου τὴν ζωὴν ἐδέξατο, καὶ παρ' αὐτοῦ τὰς ἀφορμὰς ἀναμένει τοῦ
5.8.495
95. 1489 βίου. Μὴ τοῖς γεγαμηκόσιν οὐκ ἐγράφη τὰ Εὐαγγέλια; Εἰ θέλεις εἶναι
5.8.496
τέλειος, πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς. Ὅτε ᾔτεις παρὰ Κυρίου τὴν
5.8.497
εὐπαιδίαν, ὅταν ἠξίους γενέσθαι τέκνων πατὴρ, ἆρα προσέθηκας τοῦτο· Δός μοι
5.8.498
τέκνα, ἵνα πλεονέκτης γενόμενος τῇ προφάσει τῶν παίδων τῇ γεέννῃ παραδοθῶ·
5.8.499
δός μοι παῖδας, ἵνα τοῦ Εὐαγγελίου καταφρονήσω; Δεῖξον τὰ ἔργα, καὶ ἀπαίτει τὰς
5.8.500
ἀντιδόσεις. Οὐδεὶς μετὰ τὸ λυθῆναι τὴν πανήγυριν πραγματεύεται, οὐδὲ μετὰ τοὺς
5.8.501
ἀγῶνας ἐπελθὼν στεφανοῦται, οὐδὲ μετὰ τοὺς πολέμους ἀνδραγαθεῖ· οὐ τοίνυν
5.8.502
μετὰ τὴν ζωὴν εὐσεβεῖ δηλονότι. Ἐν μέλανι καὶ γράμμασι κατεπαγγέλλῃ τὰς
5.8.503
εὐποιίας. Τίς οὖν ἀναγγελεῖ σοι τὸν καιρὸν τῆς ἐξόδου, τίς ἐγγυητὴς ἔσται τοῦ
5.8.504
τρόπου τῆς τελευτῆς; Πόσοι ἀπὸ βιαίων ἡρπάσθησαν συμπτωμάτων, οὐδὲ φωνὴν
5.8.505
ῥῆξαι συγχωρηθέντες ὑπὸ τοῦ πάθους; πόσους πυρετὸς ἐποίησεν ἔκφρονας; Τί οὖν
5.8.506
ἀναμένεις καιρὸν, ἐν ᾧ πολλάκις οὐδὲ τῶν σεαυτοῦ λογισμῶν ἔσῃ; Νὺξ βαθεῖα, καὶ
5.8.507
νόσος βαρεῖα, καὶ ὁ βοηθῶν οὐδαμοῦ, καὶ ὁ ἐφεδρεύων τῷ κλήρῳ ἕτοιμος. Πάντα
5.8.508
πρὸς τὸ ἑαυτοῦ δόκιμον χρησάμενος ἄπρακτά σου τὰ βουλεύματα ποιῶν. Εἶτα
5.8.509
περιβλεψάμενος ὧδε καὶ ὧδε, καὶ ἰδὼν τὴν περιεστῶσάν σε ἐρημίαν, τότε αἰσθήσῃ
5.8.510
τῆς ἀβουλίας, τότε στενάξεις τὴν ἄνοιαν, εἰς οἷον καιρὸν ἐταμιεύου τὴν ἐντολήν·
5.8.511
ὅτε ἡ μὲν γλῶσσα παρεῖται, ἡ δὲ χεὶρ ὑπότρομος ἤδη κλονουμένη ταῖς συνολκαῖς, ὡς
5.8.512
μήτε φωνῇ, μήτε γράμμασι διασημᾶναι τὴν γνώμην. Καίτοι εἰ καὶ πάντα φανερῶς
5.8.513
ἐγέγραπτο, καὶ πᾶσα φωνὴ διαῤῥήδην κεκήρυκτο, ἓν γράμμα παρεντεθὲν ἱκανὸν ἦν
5.8.514
πᾶσαν μεταποιῆσαι τὴν γνώμην. Οἶδα πολλοὺς νηστεύοντας, προσευχομένους,
5.8.515
στενάζοντας, πᾶσαν τὴν ἀδάπανον εὐλάβειαν ἐπιδεικνυμένους, ὀβολὸν δὲ ἕνα μὴ
5.8.516
προϊεμένους τοῖς θλιβομένοις. Τί ὄφελος τούτοις τῆς λοιπῆς ἀρετῆς; οὐ γὰρ
5.8.517
παραδέχεται αὐτοὺς ἡ βασιλεία τῶν οὐρανῶν. Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς
5.8.518
πτωχοῖς, ἵνα ἔχῃς ἐφόδιον πρὸς αἰωνίαν ἀπόλαυσιν. Ἀπέρχῃ λυπούμενος; Ἐὰν δὲ
5.8.519
ἀκούσῃς, Δὸς χρήματα γυναιξὶ χλιδώσαις, δὸς λιθοξόοις, τέκτοσι, ψηφοθέταις,
5.8.520
ζωγράφοις, χαίρεις ὡς δή τι χρημάτων τιμιώτερον κατακτώμενος. Οὐχ ὁρᾷς τοὺς
5.8.521
τοίχους τούτους, τοὺς ὑπὸ τοῦ χρόνου καταῤῥυέντας, ὧν τὰ λείψανα ὥσπερ
5.8.522
σκόπελοί τινες διὰ τῆς πόλεως πάσης ἀνέχουσι; Πόσοι ἦσαν κατὰ τὴν πόλιν πένητες
5.8.523
τούτων ἐγειρομένων, οἳ διὰ τὴν περὶ ταῦτα σπουδὴν, ὑπὸ τῶν τότε πλουσίων
5.8.524
παρεωρῶντο; Ποῦ τοίνυν ἡ λαμπρὰ τῶν ἔργων κατασκευή; ποῦ δὲ ὁ ἐπὶ τούτων
5.8.525
μεγαλουργίᾳ ζηλούμενος; Οὐ τὰ μὲν συγκέχυται καὶ ἠφάνισται. ὥσπερ αἱ
5.8.526
κατὰ παιδιὰν ἐν ταῖς ψάμμοις ὑπὸ τῶν παίδων φιλοτεχνούμεναι; Ὁ δὲ ἐν τῷ ᾅδῃ
5.8.527
κεῖται, ἐπὶ τῇ σπουδῇ τῶν ματαίων μεταμελόμενος; Μεγάλην ἔχε τὴν ψυχήν. Τοῖχοι
5.8.528
δὲ, καὶ μικροὶ, καὶ μεγάλοι τὴν αὐτὴν χρείαν πληροῦσιν. Ὅταν παρέλθω εἰς οἰκίαν
5.8.529
ἀνδρὸς ἀπειροκάλου, καὶ ἴδω αὐτὴν παντοίοις γεγανωμένην ἄνθεσιν, οἶδα ὅτι οὗτος
5.8.530
οὐδὲν τῶν ὁρωμένων τιμιώτερον κέκτηται· ἀλλὰ τὰ μὲν ἄψυχα καλλωπίζει, τὴν δὲ
5.8.531
ψυχὴν ἀκόσμητον ἔχει. Ποίαν, εἰπέ μοι, χρείαν περισσοτέραν παρέχουσιν ἀργυραῖ
5.8.532
κλίναι, καὶ τράπεζαι ἀργυραῖ, ἐλεφάντιναι στιβάδες, καὶ ἐλεφάντινοι δίφροι, ὥστε
5.8.533
τὸν πλοῦτον διὰ ταῦτα μὴ διαβαίνειν πρὸς τοὺς πτωχοὺς, καίτοι μυρίοι ἐφεστήκασι
5.8.534
τῇ θύρᾳ ἅπασαν ἀφιέντες ἐλεεινὴν φωνὴν, σὺ δὲ ἀρνῇ τὴν δόσιν, ἀδύνατον εἶναι
5.8.535
λέγων ἐπαρκεῖν τοῖς αἰτοῦσι· καὶ τῇ μὲν γλώσσῃ ἐξόμνυσαι, ὑπὸ δὲ τῆς χειρὸς
5.8.536
διελέγχῃ· σιωπῶσα γὰρ ἡ χείρ σου τὴν ψευδολογίαν σου κηρύσσει,
5.8.537
περιαστραπτομένη ὑπὸ τῆς τοῦ δακτυλίου σφενδόνης. Πόσους δύναται εἷς σου
5.8.538
δακτύλιος χρεῶν ἀπολῦσαι! πόσους οἴκους καταπίπτοντας ὀρθῶσαι! μία σου
5.8.539
κιβωτὸς ἱματίων δύναται δῆμον ὅλον ῥιγοῦντα περιβαλεῖν· ἀλλ' ὑπομένεις
5.8.540
ἄπρακτον ἀποπέμψαι τὸν πένητα, οὐ φοβούμενος τὸ δίκαιον τῆς ἀνταποδόσεως τοῦ
5.8.541
κριτοῦ. Οὐκ ἠλέησας; οὐκ ἐλεηθήσῃ. Οὐκ ἤνοιξας τὴν οἰκίαν; ἀποπεμφθήσῃ τῆς
5.8.542
βασιλείας. Οὐκ ἔδωκας ἄρτον τῷ πεινῶντι; οὐ λήψῃ τὴν αἰωνίαν ζωήν. Ἀλλὰ
5.8.543
πένητα λέγεις σαυτόν; κἀγὼ συντίθημι. Πένης γάρ ἐστιν ὁ πολλῶν ἐνδεής. Πολλῶν
5.8.544
δὲ ὑμᾶς ἐνδεεῖς ποιεῖ τὸ τῆς ἐπιθυμίας ἀκόρεστον. Τοῖς δέκα ταλάντοις, δέκα ἕτερα
5.8.545
προστιθέναι σπουδάζεις. Ἐπειδὰν εἴκοσι γένηται, ἄλλα τοσαῦτα ζητεῖς. Καὶ ἀεί σοι τὸ
5.8.546
προστιθέμενον, οὐχὶ τὴν ὁρμὴν ἵστησιν, ἀλλὰ ἀναφλέγει τὴν ὄρεξιν. Ὥσπερ γὰρ τοῖς
5.8.547
μεθύουσιν ἀφορμὴ τοῦ πίνειν ἡ προσθήκη τοῦ οἴνου γίνεται, οὕτω καὶ οἱ
5.8.548
νεόπλουτοι, πολλὰ κτησάμενοι, πλειόνων ἐπιθυμοῦσιν. Πλούτῳ κομᾷς, καὶ ἐπὶ
5.8.549
προγόνοις μέγα φρονεῖς; καὶ ἐπαγάλλῃ πατρίδι, καὶ κάλλει σώματος, καὶ ταῖς παρὰ
5.8.550
πάντων τιμαῖς; Πρόσεχε σεαυτῷ, ὅτι θνητὸς εἶ· ὅτι γῆ εἶ, καὶ εἰς γῆν ἀπελεύσῃ.
5.8.551
Περίβλεψαι τοὺς πρὸ σοῦ ἐν ταῖς ὁμοίαις ἐξετασθέντας. Ποῦ οἱ τὰς πολιτικὰς
5.8.552
δυνάμεις περιβεβλημένοι; Ποῦ οἱ δυσμαχώτατοι ῥήτορες; ποῦ οἱ τὰς πανηγύρεις
5.8.553
διατιθέντες; οἱ λαμπροὶ ἱπποτρόφοι, οἱ στρατηγοὶ, οἱ τύραννοι; Οὐ πάντα κόνις; οὐ
5.8.554
πάντα μῦθος; οὐκ ἐν ὀλίγοις ὀστέοις τὰ μνημόσυνα τῆς ζωῆς αὐτῶν; Ἔγκυψον τοῖς
5.8.555
τάφοις, εἰ δυνήσῃ διακρῖναι, τίς ὁ οἰκέτης, καὶ τίς ὁ δεσπότης· ποῦ ὁ πτωχὸς, καὶ τίς
5.8.556
ὁ πλούσιος. Διάκρινον εἴ τίς σοι δύναμις τὸν δέσμιον ἀπὸ τοῦ βασιλέως, τὸν ἰσχυρὸν
5.8.557
ἀπὸ τοῦ ἀσθενοῦς, τὸν εὐπρεπῆ ἀπὸ τοῦ δυσειδοῦς. Μεμνημένος οὖν τῆς φύσεως οὐκ
5.8.558
ἐπαρθήσῃ ποτέ. Τὸν πλεονέκτην τί δύναται ἐπισχεῖν; πυρός ἐστι χαλεπώτερος,
5.8.559
πάντα διὰ συνεχείας νεμόμενος Ἔλαβετὰ τοῦ πλησίον· ἄλλος ἀνεφάνη
5.8.560
γείτων, καὶ τὰ ἐκείνου ἐξιδιοποιήσατο. Οὐ τοῖς κατόπιν προσέχει, ἀλλὰ λυπεῖ τὰ
5.8.561
λειπόμενα. Οὐ τῇ ἀπολαύσει τῶν συναχθέντων προσέχει, ἀλλ' ἑαυτὸν ἐκδαπανᾷ τῇ
5.8.562
ἐπιθυμίᾳ τῆς τοῦ πλείονος κτήσεως. Εἶτα ἀγρυπνίαι, ἐντεῦθεν αἱ μέριμναι, καὶ αἱ
5.8.563
φροντίδες· ὅσον αὔξει ὁ πλοῦτος, τοσοῦτον φέρει τοῦ βίου τὸ μεριμνητικόν.
5.8.564
Δικαστὴς προσδοκᾶται, καὶ ὁ πλεονέκτης περισκοπεῖ μὴ εἰς δικαστήρια κατασυρῇ, μὴ
5.8.565
ὀρφανὸς τὸ δάκρυον αὐτοῦ ἐπὶ δικαστηρίου δημοσιεύσῃ. Βουλεύεται ἐν νυκτὶ, τίνας
5.8.566
τῶν πικρῶν συνηγόρων παραστήσει, ἵνα ψευδεῖς μαρτυρίας ἐκμισθώσηται, πῶς
5.8.567
ἐκπολιορκήσει τὸν ἐν ἐρημίᾳ, καταδυναστεύσει δὲ τούτου, καὶ ἐν δικαστηρίῳ τὴν
5.8.568
ἀλήθειαν κλέψας, ἀμφοτέρους δὲ ἀναλώσει, καὶ τὸν δικαστὴν παρακρουσάμενος,
5.8.569
καὶ τὸ νήπιον πλεονεκτήσας. Αὗται αἱ μέριμναι δαπανῶσι τοῦ πλεονέκτου τὴν
5.8.570
ψυχήν. Κύων ὑλακτεῖ; καὶ ὁ πλούσιος νομίζει κλέπτην εἶναι. Μυὸς ψόφος, καὶ τοῦ
5.8.571
πλουσίου ἡ καρδία πηδᾷ. Πάντα δι' ὑποψίας ἔχει. Υἱοὺς αὐξανομένους ὥσπερ
5.8.572
ἐπιβούλους ὁρᾷ, ὅτι ἡ ἡλικία αὐτῶν τὴν διαδοχὴν κατεπείγει. Ἀνθρώπου γὰρ, φησὶ,
5.8.573
πλουσίου ηὐφόρησεν ἡ χώρα, καὶ διελογίζετο καθ' ἑαυτόν· Τί ποιήσω; Καθελῶ μου
5.8.574
τὰς ἀποθήκας, καὶ μείζονας οἰκοδομήσω. Διὰ τί οὖν ηὐφόρησεν ἡ χώρα ἀνθρώπου
5.8.575
μηδὲν ἀγαθὸν ἐκ τῆς εὐφορίας ποιήσειν μέλλοντος; ἵνα μᾶλλον ἡ τοῦ Θεοῦ
5.8.576
μακροθυμία διαφανῇ, καὶ μέχρι τῶν τοιούτων ἐκτεινομένης αὐτοῦ τῆς χρηστότητος.
5.8.577
Βρέχει γὰρ ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ ἀνατέλλει τὸν ἥλιον ἐπὶ πονηροὺς καὶ
5.8.578
ἀγαθούς. Ἡ δὲ τοιαύτη ἀγαθότης μείζονα συνάγει τοῖς πονηρευομένοις τὴν κόλασιν.
5.8.579
Ἤνεγκε τοῖς ὄμβροις ἐπὶ τῶν πλεονεκτικῶν χειρῶν γεωργουμένην γῆν. Ἔδωκε τὸν
5.8.580
ἥλιον ἐκθάλπειν τὰ σπέρματα, καὶ πολυπλασιάζειν τοὺς καρποὺς διὰ τῆς εὐφορίας.
5.8.581
Καὶ τὰ μὲν παρὰ τοῦ Θεοῦ τοιαῦτα· γῆς ἐπιτηδειότης, ἀέρων εὔκρατοι καταστάσεις,
5.8.582
σπερμάτων ἀφθονία, βοῶν συνεργίαι, τἆλλα οἷς γεωργία πέφυκεν εὐθηνεῖσθαι. Τὰ
5.8.583
δὲ παρὰ τοῦ ἀνθρώπου οἷα; τὸ πικρὸν τοῦ ἤθους ἡ μισανθρωπία, τὸ δυσμετάδοτον,
5.8.584
ταῦτα τῷ εὐεργέτῃ ἀντεπεδείκνυτο. Οὐκ ἐμνήσθη τῆς κοινῆς φύσεως. Οὐχ ἡγήσατο
5.8.585
χρῆναι τὸ περιττεῦον τοῖς ἐνδεέσι καταμερίσαι. Οὐκ ἔσχε τινὰ λόγον τῆς ἐντολῆς·
5.8.586
Μὴ ἀπόσχῃ εὐποιεῖν ἐνδεῆ· καὶ, ἐλεημοσύναι καὶ πίστεις μὴ ἐκλειπέτωσάν σε· καὶ
5.8.587
Διάθρυπτε πεινῶντι τὸν ἄρτον σου. Καὶ πάντες προφῆται, καὶ πάντες διδάσκαλοι
5.8.588
ἐκβοῶντες οὐκ εἰσηκούοντο, ἀλλ' αἱ μὲν ἀποθῆκαι διεῤῥήγνυντο τῷ πλήθει τῶν
5.8.589
ἀποκειμένων στενοχωρούμεναι. Ἡ φειδωλὸς δὲ καρδία οὐκ ἐνεπίμπλατο. Ἀεὶ γὰρ τὰ
5.8.590
νέα τοῖς παλαιοῖς προστιθεὶς, καὶ ταῖς κατ' ἔτος προσθήκαις τὴν εὐπορίαν
5.8.591
προσαύξων, εἰς τὴν ἀδιεξόδευτον ταύτην ἀμηχανίαν ἐνέπεσεν. Ὑποχωρεῖν μὲν τοῖς
5.8.592
παλαιοῖς διὰ τὴν πλεονεξίαν μὴ συγχωρῶν, ὑποδέχεσθαι δὲ τὰ νέα διὰ τὸ πλῆθος μὴ
5.8.593
ἐξαρκῶν. Διὰ τοῦτο ἀνήνυτα μὲν αὐτῶν τὰ βουλεύματα, ἄποροι δὲ αἱ φροντίδες. Τί
5.8.594
ποιήσω; τίς οὐκ ἂν ἐλεήσειε τὸν ὄντως πολιορκούμενον; δείλαιος τῆς εὐφορίας,
5.8.595
ἐλεεινὸς τῶνπαρόντων ἀγαθῶν, ἐλεεινότερος τῶν προσδοκωμένων. Μὴ
5.8.596
γὰρ προσόδους αὐτῷ φέρει ἡ γῆ; στεναγμοὺς αὐτῷ φύει. Μὴ γὰρ καρπῶν εὐφορίαν
5.8.597
συνάγει; φροντίδας, καὶ λύπας, καὶ ἀμηχανίαν δεινήν. Ὅμοια τοῖς πενομένοις
5.8.598
ὀδύρεται. Ἢ οὐχὶ ταύτην ἀφίησι τὴν φωνὴν καὶ ὁ διὰ πενίαν στενοχωρούμενος; Τί
5.8.599
ποιήσω; πόθεν τροφαί; πόθεν ἐνδύματα; Ταῦτα καὶ ὁ πλούσιος φθέγγεται. Ὀδυνᾶται
5.8.600
τὴν καρδίαν ὑπὸ τῆς μερίμνης διεσθιόμενος. Ὃ γὰρ τοὺς ἄλλους εὐφραίνει, τοῦτο
5.8.601
τήκει τὸν πλεονέκτην. Οὐ γὰρ χαίρει πάντων αὐτῷ πεπληρωμένων τῶν ἔνδον, ἀλλὰ
5.8.602
νύσσει τὴν ψυχὴν αὐτοῦ περιῤῥέων ὁ πλοῦτος, καὶ τῶν ταμιείων ὑπερχεόμενος,
5.8.603
μήπου καὶ πρὸς τοὺς ἔξωθεν παρακύψας ἀγαθοῦ τινος ἀφορμὴ τοῖς ἐνδεέσι γένηται.
5.8.604
Καί μοι δοκεῖ τὸ πάθος αὐτοῦ τῆς ψυχῆς τῷ τῶν γαστριμάργων προσεοικέναι, οἳ
5.8.605
διαῤῥαγῆναι μᾶλλον ὑπὸ λαιμαργίας αἱροῦνται, ἢ τῶν λειψάνων μεταδοῦναι τοῖς
5.8.606
ἐνδεέσι. Σύνες, ἄνθρωπε, τοῦ δεδωκότος· μνήσθητι σεαυτοῦ τίς εἶ· τί οἰκονομεῖς·
5.8.607
παρὰ τίνος ἔλαβες· διὰ τί τῶν πολλῶν προεκρίθης. Ἀγαθοῦ Θεοῦ γέγονας ὑπηρέτης,
5.8.608
οἰκονόμος τῶν ὁμοδούλων. Μὴ πάντα οἴου τῇ γαστρὶ τῇ σῇ παρεσκευάσθαι. Ὥσπερ
5.8.609
ἀλλοτρίων βουλεύου τῶν ἐν χερσί. Μικρὸν εὐφραίνει σε χρόνον, εἶτα διαῤῥυέντα
5.8.610
οἰχήσεται, τὸν δὲ ἐπ' αὐτοῖς λόγον ἀπαιτηθήσῃ μετὰ ἀκριβείας. Σὺ δὲ πάντα ὁμοῦ
5.8.611
θύραις καὶ μοχλοῖς ἐναποκλείσας ἔχεις, καὶ καταδήσας σφραγῖσιν ἐναγρυπνεῖς ταῖς
5.8.612
μερίμναις, καὶ βουλεύῃ κατὰ σαυτὸν, ἄφρονι συμβούλῳ σεαυτῷ κεχρημένος. Τί
5.8.613
ποιήσω; ἕτοιμον ἦν εἰπεῖν, ὅτι Ἐμπλήσω τὰς ψυχὰς τῶν πεινώντων· ἀνοίξω τὰς
5.8.614
ἀποθήκας, καὶ πάντας καλέσω τοὺς ἐνδεεῖς. Μιμήσομαι τὸν Ἰωσὴφ τῷ τῆς
5.8.615
φιλανθρωπίας κηρύγματι. Φθέγξομαι φωνὴν μεγαλόψυχον· Ὅσοι ὑστερεῖσθε ἄρτων,
5.8.616
ἔλθετε πρός με, τῆς παρὰ Θεοῦ δεδομένης χάριτος τὸ ἀρκοῦν ἕκαστος, οἷον ἐκ
5.8.617
κοινῶν πηγῶν, συμμεθέξοντες. Ἀλλ' οὐ τοιοῦτος σύ· πόθεν ὥς γε βασκαίνεις τοῖς
5.8.618
ἀνθρώποις τῆς ἀπολαύσεως, πονηρὸν δὲ βουλευτήριον ἐν τῇ ψυχῇ συγκροτήσας,
5.8.619
φροντίζεις οὐχ ὅπως μεταδῷς ἑκάστῳ τὰ πρὸς τὴν χρείαν, ἀλλ' ὅπως πάντα
5.8.620
ὑποδεξάμενος, πάντας τῆς ἀπ' αὐτῶν ὠφελείας ἀποστερήσῃς; παρέστησαν οἱ τὴν
5.8.621
ψυχὴν ἀπαιτοῦντες, κἀκεῖνος περὶ βρωμάτων τῇ ψυχῇ ἐλέγετο. Ταύτῃ τῇ νυκτὶ
5.8.622
παρελαμβάνετο, καὶ εἰς ἔτη πολλὰ τὴν ἀπόλαυσιν ἐφαντάζετο. Συνεχωρήθη πάντα
5.8.623
βουλεύσασθαι, καὶ φανερὰν ἑαυτοῦ ποιῆσαι τὴν γνώμην, ἵνα ἀξίαν τῆς προαιρέσεως
5.8.624
δέξηται τὴν ἀπόφασιν. Ἄξια γὰρ καθαιρέσεως τὰ ταμιεῖα τῆς ἀδικίας. Κατάσκαπτε
5.8.625
ταῖς ἑαυτοῦ χερσὶν ἃ κακῶς ᾠκοδόμησας. Λύε τὰ σιτοδοχεῖα, ὅθεν οὐδεὶς ἀπῆλθέ
5.8.626
ποτε παραμυθίας τυχών. Ἀφάνισον πάντα οἶκον πλεονεξίας φύλακα. Ἀποσκεύασον
5.8.627
ὀρόφους, περίελε τοίχους, δεῖξον ἡλίῳ τὸν εὐρωτιῶντα σῖτον. Ἐξάγαγε ἐκ φυλακῆς
5.8.628
τὸν δέσμιον πλοῦτον, θριάμβευσον τὰ σκοτεινὰ τοῦ μαμωνᾶ καταγώγια. Διὰ
5.8.629
σὲ καὶ τὴν συμφορὰν κατεδίκασεν, ὅτι ἔχων οὐκ ἐδίδως· ἐπειδὴ παρέτρεχες τοὺς
5.8.630
πεινῶντας· ἐπειδὴ πρὸς τοὺς ὀδυρομένους οὐκ ἐπεστρέφου· ἐπειδὴ προσκυνούμενος
5.8.631
οὐκ ἠλέεις. Ἔρχεται καὶ δι' ὀλίγους ἐπὶ δῆμον κακὰ, καὶ μοχθηρίας ἑνὸς
5.8.632
παραπήλαυσε δῆμος. Ἀχὰρ ἱεροσύλησεν, καὶ ὅλη ἡ παράταξις ἐμαστίζετο. Ὁ Ζαμβρὶ
5.8.633
πάλιν εἰς τὰς Μαδιανίτιδας ἐξεπόρνευσε, καὶ ὁ Ἰσραὴλ ἔπιπτεν εἰς δίκην. Πάντες
5.8.634
τοίνυν, καὶ ἰδίᾳ, καὶ κοινῇ τοὺς βίους ἑαυτῶν ἐξετάσωμεν. Λαοὶ ἀκούσατε·
5.8.635
Χριστιανοὶ ἐνωτίσασθε, ὅτι τάδε λέγει Κύριος, οὐ δημηγορῶν αὐτοφώνως, τοῖς δὲ
5.8.636
τῶν δούλων στόμασιν ἐνηχῶν ὡς ὀργάνοις· μὴ φανῶμεν οἱ λογικοὶ τῶν ἀλόγων
5.8.637
ὠμότεροι. Ἐκεῖνα γὰρ τοῖς ἐκ τῆς γῆς φυομένοις παρὰ τῆς φύσεως ὡς κοινῇ
5.8.638
κέχρηται, καὶ προβάτων ἀγέλαι ἓν καὶ τὸ αὐτὸ καταβόσκονται ὄρος. Ἵπποι δὲ
5.8.639
παμπληθεῖς μίαν καὶ τὴν αὐτὴν κατανέμονται πεδιάδα, καὶ πάντα τὰ καθ' ἕκαστον
5.8.640
οὕτως ἀλλήλοις ἀντιπαραχωρεῖ τῆς ἀναγκαίας τῶν χρειῶν ἀπολαύσεως. Ἡμεῖς δὲ
5.8.641
ἐγκολπιαζόμεθα τὰ κοινά· τὰ τῶν πολλῶν μόνοι ἔχομεν. Αἰδεσθῶμεν Ἑλλήνων
5.8.642
φιλάνθρωπα διηγήματα. Παρό τισιν ἐκείνων νόμος φιλάνθρωπος, μία τράπεζα, καὶ
5.8.643
κοινὰ τὰ σιτία, μία ἑστία σχεδὸν τὸν πολυάνθρωπον δῆμον ἀπεργάζεται.
5.8.644
Καταλείψωμεν τοὺς ἔξωθεν, καὶ ἀπέλθωμεν εἰς τὸ τῶν τρισχιλίων ὑπόδειγμα· τὸ
5.8.645
πρῶτον τῶν Χριστιανῶν ζηλώσωμεν σύνταγμα, ὅπως ἦν αὐτοῖς ἅπαντα κοινά· ὁ
5.8.646
βίος, ἡ ψυχὴ, ἡ συμφωνία, ἡ τράπεζα κοινή· ἀδιαίρετος ἀδελφότης, ἀγάπη
5.8.647
ἀνυπόκριτος, τὰ πολλὰ σώματα ἓν ἐργαζόμενα, τὰς διαφόρους ψυχὰς εἰς μίαν
5.8.648
ὁμόνοιαν συναρμοῦσα. Πολλὰ τῆς φιλαδελφίας ἔχεις ἐκ Παλαιᾶς Διαθήκης καὶ ἐκ
5.8.649
τῆς Νέας τὰ ὑποδείγματα. Πρεσβύτην ἐὰν ἴδῃς λιμώττοντα, μετάστειλαι καὶ θρέψον
5.8.650
ὡς Ἰωσὴφ τὸν Ἰακώβ. Ἐχθρὸν ἐὰν εὕρῃς στενούμενον, μὴ ἐπιβάλλῃς τῇ ὀργῇ τῇ
5.8.651
κατεχούσῃ τὴν ἄμυναν, ἀλλὰ θρέψον αὐτὸν ὡς ἐκεῖνος τοὺς ἀδελφοὺς τοὺς
5.8.652
πωλήσαντας. Ἐὰν ἐντύχῃς νεωτέρῳ καταπονουμένῳ, οὕτως δάκρυσον ὡς ἐκεῖνος
5.8.653
τὸν Βενιαμὶν τὸν τοῦ γήρως υἱόν· πειράζει καὶ σὲ τυχὸν ἡ πλεονεξία, ὡς τὸν Ἰωσὴφ
5.8.654
ἡ δέσποινα εἵλκυσε τῶν ἱματίων, ἵνα τῆς ἐντολῆς καταφρονήσῃς; πρόσριψον τὰ
5.8.655
ἱμάτια· φύλαξον τῷ Κυρίῳ τὴν πίστιν, ὡς ἐκεῖνος τῷ Πετεφρή. Ἐν ἐνιαυτῷ τὴν
5.8.656
ἔνδειαν οἰκονόμησον, ὡς ἐκεῖνος ἐν τοῖς ἑπτά. Τί ὑποτίθῃ ἀφορμὴν εὐπρόσωπον εἰς
5.8.657
τὴν ἁμαρτίαν; ὁ τὸν παῖδα ποιήσας, καὶ σὲ ἐποίησεν. Ὅ σοι τὰς ἀφορμὰς
5.8.658
παρεχόμενος, καὶ τῷ παιδὶ παρέξει τὰς τοῦ βίου διεξαγωγάς. Μὴ προφασίζου τοὺς
5.8.659
παῖδας, ὁ πλεονέκτης. Παῖδές εἰσιν; θησαύριζε αὐτοῖς θησαυρὸν αἰώνιον. Θησαυρὸς
5.8.660
δέ ἐστιν εὐσέβεια χρημάτων. Κατάλειπε παισὶν ἀγαθὴν μνήμην, ἢ πλοῦτον πολύν.
5.8.661
Πάνταςποίησον τοῦ παιδὸς τοῦ σοῦ πατέρας διὰ τῆς εὐνοίας. Ἀνάγκη σέ
5.8.662
ποτε ἀπελθεῖν τοῦ βίου· εἶτα τὸν σὸν παῖδα ἐν τῇ ἀνηλικίᾳ καταλείψεις τῶν
5.8.663
προεστώτων δεόμενον. Ἐὰν καλὸς ᾖς καὶ ἀγαθὸς, ἕκαστος τὸν σὸν ἔγγονον ὥσπερ
5.8.664
ἴδιον ἐκθρέψει. Μεμνήσεται, γὰρ ὅτι καὶ σὺ ὀρφανῶν ἐγένου πατήρ. Ἐὰν δὲ ἐν
5.8.665
πονηρίᾳ ζήσας, καὶ πολλοὺς λυπήσας, καὶ παντὸς θηρίου χαλεπώτερος γενόμενος
5.8.666
τοῖς συντυγχάνουσιν, εἶτα ὑπεξῆλθες τοῦ βίου, κατέλιπες τὸν σὸν ἔγγονον κοινὸν
5.8.667
ἐχθρὸν τῶν ζώντων. Ὥσπερ γὰρ τέκνον σκορπίου ὁ θεασάμενος φοβεῖται, μήποτε εἰς
5.8.668
ἡλικίαν ἐλθὼν μιμήσηται τὸν πατέρα, οὕτω καὶ τὰ σὰ ἔγγονα πονηρίας πατρικῆς
5.8.669
εἶναι κληρονόμα, πρὶν εἰς ἡλικίαν ἐλθεῖν παρὰ πάντων ἐπιβουλευθήσονται. Τί οὖν
5.8.670
πολλοὺς ἐπιβούλους καὶ ἐχθροὺς συνάγεις τοῖς σεαυτοῦ τέκνοις; Δοῦλοι ὄντες
5.8.671
ἐλευθερούμεθα, καὶ τοὺς ὁμοδούλους οὐκ οἰκτείρομεν. Πεινῶντες τρεφόμεθα, καὶ
5.8.672
τὸν ἐνδεῆ παρατρέχομεν ἀνενδεῆ, χορηγὸν καὶ ταμίαν Θεὸν ἔχοντες, φειδωλοὶ
5.8.673
ἐγενόμεθα καὶ ἀκοινώνητοι πρὸς τοὺς πένητας. Πολύτοκα ὑμῶν τὰ πρόβατα, καὶ οἱ
5.8.674
γυμνοὶ τῶν προβάτων πλείους. Αἱ ἀποθῆκαι τῶν ἀποκειμένων στενοῦνται, καὶ τὸν
5.8.675
ἐστενωμένον οὐκ ἐλεοῦμεν. Διὰ τοῦτο ἡμῖν ἀπειλεῖ τὸ δίκαιον κριτήριον· διὰ τοῦτο
5.8.676
καὶ ὁ Θεὸς οὐκ ἀνοίγει τὴν χεῖρα, ἐπειδὴ τὴν φιλαδελφίαν ἡμεῖς ἀπεκλείσαμεν· διὰ
5.8.677
τοῦτο ξηραὶ αἱ ἄρουραι, ἐπειδὴ ἡ ἀγάπη ἐψύχη. Ὁ δεῖνα τὸν πλοῦτον θηριομάχοις
5.8.678
προσαναλίσκων. καὶ ταῖς ματαίαις τῶν δήμων φωναῖς ἐπαγαλλόμενος, φυσᾶται τοῖς
5.8.679
ἐπαίνοις, καὶ μεγαλοφρονεῖ, τὴν δόξαν ἔχων ἐν τῇ αἰσχύνῃ αὐτοῦ. Διδάσκαλον
5.8.680
λέγεις, καὶ τῶν μαθητῶν οὐ φρονεῖς. Ἀγαθὸν ὁμολογεῖς, καὶ τὰ διδόμενα
5.8.681
παραπέμπῃ. Τί ἰδέ σοι χαλεπὸν, ἢ βαρὺ, ἢ ὑπέρογκον ῥῆμα ὁ διδάσκαλος
5.8.682
προετείνατο· Πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς; Εἴ σοι προέβαλε πόνους
5.8.683
γεωργικοὺς, ἢ τοὺς ἐξ ἐμπορίας κινδύνους, καὶ ὅσα τοῖς χειμαζομένοις ἐπίπονα
5.8.684
πρόσεστιν, ἔδει σε λυπηθῆναι. Εἰ δὲ οὕτως διὰ ῥᾳδίας ὁδοῦ, καὶ οὐδένα πόνον
5.8.685
ἐχούσης, οὐδὲ ἱδρῶτα, ἐπαγγέλλεταί σε κληρονόμον τῆς αἰωνίου ζωῆς ἀποδείξειν,
5.8.686
οὐ χαίρεις τῇ εὐκολίᾳ τῆς σωτηρίας, ἀλλ' ἀπέρχῃ ὀδυνώμενος τῇ ψυχῇ καὶ πενθῶν,
5.8.687
καὶ ποιεῖς σεαυτῷ ἄχρηστα πάντα ὅσα σοι προπεπόνηται. Εἰ γὰρ οὐκ ἐφόνευσας, ὡς
5.8.688
σὺ ἔφης, οὐδὲ ἐμοίχευσας, οὔτε ἔκλεψας, οὔτε κατεμαρτύρησάς τινος μαρτυρίαν
5.8.689
ψευδῆ, ἀνόνητον σεαυτῷ ποιεῖς τὴν περὶ πάντων σπουδὴν, μὴ προστιθεὶς τὸ λεῖπον,
5.8.690
δι' οὗ μόνου δυνήσῃ εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Καὶ εἰ μὲν ἰατρὸς
5.8.691
ἐπηγγείλατο κολοβώματα μελῶν ἐκ φύσεως ἢ ἀῤῥωστίας προσόντα σοι
5.8.692
διορθώσασθαι, οὐκ ἂν ἠθύμεις ἀκούων. Ἐπειδὴ δὲ ὁ μέγας τῶν ψυχῶν ἰατρὸς
5.8.693
τέλειόν σε βούλεται ποιῆσαι τοῖς καιριωτάτοις ἐλλείποντα, οὐδὲ ἔχῃ τὴν χάριν,
5.8.694
ἀλλὰ πενθεῖς καὶ σκυθρωπάζεις, ἐκείνης τῆς ἐντολῆς δῆλον μακρὰν
5.8.695
ὑπάρχων, καὶ ψεῦδος ἑαυτῷ προσμαρτυρήσας, ὅτι ἠγάπησας τὸν, πλησίον ὡς
5.8.696
σεαυτὸν, καὶ ὅτι ἐφύλαξας ἐκ νεότητος τὴν ἐντολὴν τῆς ἀγάπης, καὶ τοσοῦτον
5.8.697
ἀπέδωκας ἑκάστῳ. Πόθεν σοι ἡ τῶν χρημάτων αὕτη περιουσία; δαπανητικὸν γὰρ
5.8.698
πλούτου, ἡ θεραπεία τῶν δεομένων. Τί πάσχετε, ἄνθρωποι; τίς ὑμῖν τὰ ὑμέτερα εἰς
5.8.699
τὴν καθ' ἡμῶν ἐπιβουλὴν περιέτρεψεν, συνεργὰ πρὸς τὸ ζῇν; μὴ γὰρ ἐφόδια κακῶν
5.8.700
ἐδόθη τὰ χρήματα, λύτρον ψυχῆς; μὴ γὰρ ἀφορμὴ ἀπωλείας; ὅρα μὴ μετὰ μυρίων
5.8.701
πόνων πλοῦτον ἀθροίσας, ὕλην ἁμαρτημάτων ἑτέροις παρασκευάσῃς, εἶτα εὑρεθῇς
5.8.702
διπλᾶ τιμωρούμενος. Πάντα χρυσὸν βλέπεις· πάντα χρυσὸν φαντάζῃ. Τοῦτό σοι
5.8.703
καθεύδοντι ἐνύπνιον, καὶ ἐγρηγορότι ἐνθύμιον. Ὥσπερ γὰρ οἱ ἀπὸ μανίας
5.8.704
παράφοροι, οὐ τὰ πράγματα βλέπουσιν, ἀλλὰ τὰ ἐκ τοῦ πάθους φαντάζονται, οὕτως
5.8.705
σου ἡ ψυχὴ τῇ φιλοχρηματίᾳ κατασχεθεῖσα, πάντα χρυσὸν, πάντα ἄργυρον βλέπει.
5.8.706
Ἥδιον ἂν ἴδοις τὸν χρυσὸν, ἢ τὸν ἥλιον. Ἀλληλοφάγοι τῶν ἰχθύων οἱ πλεῖστοι, καὶ
5.8.707
ὁ μικρότερος παρ' ἐκείνοις βρῶμά ἐστι τοῦ μείζονος. Κἄν ποτε συμβῇ τὸν τοῦ
5.8.708
ἐλάττονος κρατήσαντα ἑτέρου γενέσθαι θήραμα, ὑπὸ τὴν μίαν ἄγονται γαστέρα τοῦ
5.8.709
τελευταίου. Τί οὖν ἡμεῖς οἱ ἄνθρωποι, ἄλλο τι ποιοῦμεν τῇ καταδυναστείᾳ τῶν
5.8.710
ὑποδεεστέρων; τί διαφέρει τοῦ τελευταίου ἰχθύος ὁ τῇ λαιμάργῳ φιλοπλουτίᾳ τοῖς
5.8.711
ἀπληρώτοις τῆς πλεονεξίας αὐτοῦ κόλποις ἐναποκρύπτων τοὺς ἀσθενεῖς; ἐκεῖνος
5.8.712
εἶχε τὰ τοῦ πένητος, σὺ τούτων λαβὼν μέρος ἐποιήσω τῆς περιουσίας, ἀδίκων
5.8.713
ἀδικώτερος, πλεονέκτου πλεονεκτικώτερος. Ὅρα μή σε τὸ αὐτὸ πέρας ἐκδέξηται,
5.8.714
ἄγκιστρόν που, ἢ κύρτος, ἢ δίκτυον. Πάντως γὰρ καὶ ἡμεῖς πολλὰ τῶν ἀδίκων
5.8.715
διεξελθόντες, τὴν τελευταίων τιμωρίαν οὐκ ἀποδρασόμεθα. Ὁ τὸν ἐξ ἀδικίας
5.8.716
ἠθροισμένον πλοῦτον, ἱκανὴν ἑαυτῷ πρὸς τὸ ἰσχύειν καὶ κρατεῖν ἀφορμὴν εἶναι
5.8.717
κρίνων, ὅμοιός ἐστιν ἀῤῥώστῳ ἐν τῇ περουσίᾳ τῆς νόσου τὴν εὐεξίαν τιθεμένῳ. Ἐὰν
5.8.718
ἴδῃς τινὰ τῶν ὑπερπλουτούντων, μὴ μακαρίσῃς τὴν ζωήν. Ἐὰν πολλαχόθεν ἐξ
5.8.719
ἀφθόνων πηγῶν περιῤῥέηται χρήματα, μὴ προσδέξῃ αὐτοῦ τὴν περιουσίαν. Ῥευστὴ
5.8.720
ἡ φύσις τοῦ πλούτου, χειμάῤῥου ὀξύτερον τοὺς ἔχοντας παρατρέχει· ἄλλοτε ἄλλον
5.8.721
πέφυκε παραμείβεσθαι. Ὥσπερ ποταμὸς ἀφ' ὑψηλοῦ φερόμενος, ἐγγίζει μὲν τοῖς
5.8.722
παρεστῶσι τῇ ὄχθῃ, ὁμοῦ δὲ ἥψατο, καὶ εὐθὺς ἀπεχώρησεν, οὕτω καὶ ἡ τοῦ πλούτου
5.8.723
εὐκολία, ὀξυτάτην ἔχει καὶ ὀλισθηρὰν τὴν παρουσίαν, ἄλλους ἐξ ἄλλων
5.8.724
παραμείβεσθαι πεφυκυῖα. Σήμερον τοῦδε ὁ ἀγρὸς, καὶ αὔριον ἑτέρου, καὶ μετ' ὀλίγον
5.8.725
ἑτέρου. Ἀπόβλεψον πρὸς τὰς ἐν τῇπόλει οἰκίας, πόσα ἤδη ἀφ' οὗ γεγόνασιν
5.8.726
ὀνόματα μετειλήφασιν, ἄλλοτε ἐπ' ἄλλου τῶν κεκτημένων ὀνομαζόμεναι, καὶ
5.8.727
χρυσὸς ἀεὶ τὰς τοῦ ἔχοντος χεῖρας διαῤῥέων ἐφ' ἕτερον διαβαίνει, καὶ ἀπ' ἐκείνου
5.8.728
πρὸς ἄλλον. Μᾶλλον δύνασαι ὕδωρ τῇ χειρὶ περιβαλὼν κατασχεῖν, ἢ πλοῦτον
5.8.729
σεαυτῷ διαρκῶς συντηρῆσαι Πᾶς ὁ ἀδικῶν, εἰς ἀπολογίαν ἕτοιμος Πένης προσῆλθεν,
5.8.730
εἶτ' ἀπῆλθε μὴ τυχών. Δέδοικα, Χριστὲ, μὴ κἀγὼ τῆς σῆς χερὸς, Χρῄζων ἀπέλθοιμ'
5.8.731
ἐνδεὴς ἐμοῖς νόμοις Ὃ γάρ τις οὐ δέδωκε, μηδ' ἐλπιζέτω Μὴ ἀγαπήσῃς τὸν πλοῦτον,
5.8.732
εἰ μὴ βοηθεῖν πένησι. Μὴ μίξωμεν τὸν ἡμέτερον πλοῦτον ἀλλοτρίοις δάκρυσιν, ὑφ'
5.8.733
ὧν ὡς ἰοῦ καὶ σητὸς δαπανηθήσεται, ἢ, τὸ τῆς Γραφῆς εἰπεῖν, ἐξεμεθήσεται. Ὁ τὰ
5.8.734
πολλὰ ἔχων, ἴσως καὶ παρ' ἐλπίδα· τοῦτο γὰρ ἤδη τὸ ἀδικώτατον· καὶ ταῖς πολλαῖς
5.8.735
ἀποθήκαις στενοχωρούμενος, καὶ τὰς μὲν πληρῶν, τὰς δὲ καθαιρῶν, ἵνα τοῖς
5.8.736
μέλλουσι καρποῖς οἰκοδομήσῃ μείζονας, ἀγνοῶν ὅτι τῶν ἐλπίδων προαναρπάζεται,
5.8.737
καὶ λόγον ὑφέξει τῆς εὐπορίας καὶ τῆς φαντασίας, κακὸς οἰκονόμος ἀγαθῶν
5.8.738
ἀλλοτρίων γενόμενος. Ἐπιγνῶμεν τοῦ κακοῦ τὴν ὑπόθεσιν· πόθεν ἐξηράνθησαν
5.8.739
γεωργίαι, ᾐσχύνθησαν ἀποθῆκαι, καὶ νομὴ ποιμνίων ἐξέλιπεν· ὠλιγώθη τὰ ὡραῖα
5.8.740
τῆς γῆς· οὐκ ἐπλήσθη τὰ πεδία πιότητος, ἀλλὰ κατηφείας· οὐκ ἐπλήθυναν αἱ
5.8.741
κοιλάδες σῖτον, ἀλλ' ἐκλαύσθησαν· οὐκ ἐστάλαξαν τὰ ὄρη γλυκασμὸν ὡς ὕστερον
5.8.742
τοῖς δικαίοις, ἀλλὰ τὴν Γελβουὲ κατάραν ἐκ τῶν ἐναντίων ἐδέξατο. Τοιοῦτος ὁ
5.8.743
πλοῦτος τῶν ἀσεβῶν. Τοιαῦτα τῶν κακῶς σπειρόντων τὰ γεώργια. Ὁ μέντοι ἡμῶν
5.8.744
ἐξέθλιψε πένητα, καὶ μοῖραν γῆς παρεσπάσατο, καὶ ὅριον ὑπερέβη κακῶς, ἢ κλέψας,
5.8.745
ἢ τυραννήσας, καὶ συνῆψεν οἰκίαν πρὸς οἰκίαν, καὶ ἀγρὸν πρὸς ἀγρὸν, ἵνα τοῦ
5.8.746
πλησίον ἀφέληταί τι, καὶ μηδένα ἔχειν ἐφιλονείκησε, ὡς μόνως οἰκήσων ἐπὶ τῆς
5.8.747
γῆς. Ὁ δὲ τόκοις, καὶ πλεονασμοῖς τὴν γῆν ἐμίανε, συνάγων ὅθεν οὐκ ἔσπειρεν, καὶ
5.8.748
θερίζων ὅπου μηδ' ἐσκόρπισε· γεωργῶν, οὐ τὴν γῆν, ἀλλὰ τὴν χρείαν τῶν δεομένων·
5.8.749
ὁ δὲ ἀπαρχὰς ἅλωνος καὶ ληνοῦ τὸν πάντα δεδωκότα Θεὸν ἀπεστέρησε, καὶ γέγονεν
5.8.750
ἀχάριστός τε ὁμοῦ καὶ ἀνόητος, μήτε ὑπὲρ ὧν ἔσχεν εὐχαριστήσας, οὐδὲ τὸ μέλλον
5.8.751
διὰ τῆς εὐγνωμοσύνης πραγματευσάμενος. Ὁ δὲ χήραν καὶ ὀρφανὸν οὐκ ἠλέησεν,
5.8.752
οὐδὲ μετέδωκεν ἄρτου καὶ τροφῆς ὀλίγης τῷ δεομένῳ, μᾶλλον δὲ Χριστῷ τῷ
5.8.753
τρεφομένῳ διὰ τῶν μικρῶν τρεφομένων. Ὁ δὲ ὁδὸν ταπεινῶν ἐξέκλινε, καὶ
5.8.754
ἐπλαγίασεν ἐν ἀδίκοις δίκαιον. Ὁ δὲ ἔθυσε τῇ ἑαυτοῦ σαγήνῃ πολλὰ συναγούσῃ, καὶ
5.8.755
τὴν ἁρπαγὴν τοῦ πτωχοῦ ἐν τοῖς οἰκοῖςἔχων, ἢ οὐκ ἐμνήσθη Θεοῦ, ἢ κακῶς
5.8.756
ἐμνήσθη. Εὐλογητὸς Κύριος, εἰπὼν, ὅτι πεπλουτήκαμεν· καὶ ὑπέλαβεν ἀνομίαν ὡς
5.8.757
παρ' αὐτοῦ πάντα ἔχων, ἐξ ὧν κολασθήσεται. Διὰ ταῦτα γὰρ ἔρχεται ἡ ὀργὴ τοῦ Θεοῦ
5.8.758
ἐπὶ τοὺς υἱοὺς τῆς ἀπειθείας. Διὰ ταῦτα ἢ κλείεται ὁ οὐρανὸς, ἢ κακῶς ἀνοίγεται. Τί
5.8.759
πρὸς ταῦτα οἱ προσκυνοῦντες τὸν χρυσὸν καὶ τὸν ἄργυρον ὡς τὴν Βαάλ; Οἱ
5.8.760
περιέποντες τῶν λίθων τὰς πολυτελείας καὶ διαυγείας, καὶ τὴν ἐσθῆτα τὴν μαλακήν
5.8.761
τε καὶ περιῤῥέουσαν, σητῶν δαπάνην καὶ λῃστῶν, καὶ τυράννων, καὶ κλεπτῶν
5.8.762
θησαυρίσματα; οἱ πλήθει γαυριῶντες ἀνδραπόδων καὶ τετραπόδων; οἱ τοῖς πεδίοις
5.8.763
ἐμπλατυνόμενοι, καὶ τοῖς ὄρεσι, καὶ τὰ μὲν ἔχοντες, τὰ δὲ προσλαμβάνοντες; Τί δὲ οἱ
5.8.764
τοῖς ὑψηλοῖς θρόνοις ἐπικαθεζόμενοι, καὶ τὴν ἀρχικὴν σκηνὴν αἴροντες, καὶ μὴ
5.8.765
λογιζόμενοι τὸν ἐπὶ πᾶσι Θεὸν, καὶ τὸ ἀπρόσιτον ὕψος τῆς ἀληθινῆς βασιλείας, ἵνα
5.8.766
ὡς ὁμοδούλων τῶν ὑπηκόων ἄρχωσιν, οἱ τῆς ἴσης δεόμενοι φιλανθρωπίας; σκόπει
5.8.767
δέ μοι καὶ τοὺς κατασπαταλῶντας ἐπὶ κλινῶν ἐλεφαντίνων, ὧν καλῶς ὁ θεῖος Ἀμὼς
5.8.768
καθάπτεται, καὶ τὰ πρῶτα μύρα χριομένους. Ἄξιόν σοι τῆς σπορᾶς τὸ θέρος· Πικρίαν
5.8.769
ἔσπειρας; δρέπου τὰ δράγματα· τὸ ἀνελεὲς ἐτίμησας; ἔχε ὅπερ ἠγάπησας. Ἔφυγες τὸν
5.8.770
ἔλεον; φεύξεταί σε τὸ ἔλεος. Ἐβδελύξω τὸν πτωχόν; βδελύσσεταί σε ὁ δι' ἡμᾶς
5.8.771
πτωχεύσας. Οὐδεὶς πότε κερδαίνειν γίνεται κόρος, ἀλλὰ τὸ ἀεὶ λαμβανόμενον, ὕλη
5.8.772
καὶ ὑπέκκαυμα τῆς τοῦ πλείονος ἐπιθυμίας καθίσταται. Μὴ ἀπόρει τοὺς πένητας.
5.8.773
Εἰσέρχεται ὁ πένης εἰς τὴν αὐλήν σου ζητῶν ἐντολὴν, καὶ ἀναλίσκει δύο ὥρας μηδὲν
5.8.774
λαβών. Καὶ ἐνίοτε ἐπιτάττεις τῷ δούλῳ σου βαλεῖν αὐτὸν ἔξω. Οὐκ ἤκουσας τοῦ
5.8.775
Χριστοῦ λέγοντος· Εἰς ἣν δ' ἂν πόλιν εἰσέρχεσθε ἢ οἰκίαν, εἴπατε τῷ οἴκῳ ἐκείνῳ·
5.8.776
Εἰρήνη ὑμῖν. Καὶ ἂν μὲν ᾖ ἡ οἰκία ἀξία εἰρήνης, ἡ εἰρήνη ὑμῶν ἐπ' αὐτήν· εἰ δὲ μὴ,
5.8.777
ἐκτινάξατε καὶ τὸν κονιορτὸν τῶν ποδῶν ὑμῶν. Ἀμὴν λέγω ὑμῖν· ἀνεκτότερον ἔσται
5.8.778
γῇ Σοδόμων καὶ Γομόῤῥων ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, ἢ τῷ οἴκῳ ἐκείνῳ. Εἰσέρχεται πένης
5.8.779
εἰς τὴν αὐλήν σου, καὶ ἐπιτάττεις τῷ δούλῳ σου βαλεῖν αὐτὸν ἔξω. Ἀλλ' οὐκ οἶδας,
5.8.780
ὅτι ἐὰν βάλῃς τὸν πένητα ἔξω, τὸν Χριστὸν ἐδίωξας; Αὐτὸς γὰρ εἶπεν· Ὅ τι ἑνὶ
5.8.781
τούτων τῶν ἀδελφῶν μου ἐποιήσατε, ἐμοὶ ἐποιήσατε. Ὁρᾷς, ὅτι ἐὰν ὑβρίσῃς τὸν
5.8.782
πένητα, τὸν Χριστὸν ἠτίμασας; Ταῦτα λέγω, καὶ λέγων οὐ παύσομαι· ἐμοὶ μὲν τὸ
5.8.783
λέγειν οὐκ ὀκνηρὸν, ὑμῖν δὲ ἀσφαλές. Οὐ παύσομαι ὑμᾶς παιδεύων, ἕως οὗ βελτίους
5.8.784
γίνεσθε. Βλέπεις πένητα, καὶ οὐκ ἐλεεῖς; Πῶς εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν, καὶ εὔχῃ;
5.8.785
πῶς τὸ στόμα σου ἀνοίγεις, καὶ ἐπικαλῇ τὸν Θεόν σου; Οὐ φοβῇ; οὐ τρέμεις; οὐ
5.8.786
δέδοικας; Εἰσέρχῃ εἰς τὴν ἐκκλησίανεὔξασθαι; ποίησον ἐλεημοσύνην, ἵνα
5.8.787
ὑπογραφῇ σου ἡ δέησις. Ἐνίοτέ τινες εἰσβάλλουσι δέησιν βασιλέως καὶ ἀναλίσκουσι
5.8.788
διακοσίους ἢ τριακοσίους χρυσίνους. καὶ πολλάκις εἰς οὐδὲν αὐτοῖς προχωρεῖ, ἀλλ'
5.8.789
ὡς χιδάριον κατέχουσιν αὐτόν· καὶ σὺ δύο ὀβολῶν οὐ θέλεις ὑπογραφῆναι τὴν
5.8.790
δέησίν σου; Ἐνταῦθα μὲν βασιλεὺς ὁ ἐπίγειος ὑπογράφε καὶ πολλάκις ἐναντία ἐστὶν
5.8.791
ἡ ὑπογραφή· ὁ δὲ Βασιλεὺς τῶν βασιλευόντων ἐὰν ὑπογράψῃ, κεκύρωται καὶ
5.8.792
βεβεβαίωται. Εἶδες δέησιν δύο ὀβόλων ὑπογραφομένην; διὰ τοῦτο δύο κρατῆρες πρὸ
5.8.793
τῶν θυρῶν εἰσι τῆς ἐκκλησίας, μία τοῦ ὕδατος, ἐν ᾗ νίπτῃ τὰς χεῖρας, καὶ ἑτέρα ἡ
5.8.794
χεὶρ τοῦ πένητος, ἐν ᾗ ἀποσμήχεις τὴν ψυχήν σου. Εἰσέρχῃ εἰς τὴν ἐκκλησίαν, καὶ
5.8.795
νίπτῃ τὰς χεῖράς σου· ἐπίδος εἰς χεῖρα τοῦ πένητος ὀβολὸν, καὶ ἀποσμήχεις τὴν
5.8.796
ψυχήν σου. Ἐὰν εἰσέλθῃς, καὶ εὔξῃ, καὶ νίψῃ, τῷ δὲ πένητι μὴ δῷς, τί ὄφελος;
5.8.797
πλοῦτον ἔχεις, καὶ κρύπτεις αὐτὸν ἐπὶ τῆς γῆς, καὶ ἐνίοτε ἔρχονται νυκτὸς κλέπται,
5.8.798
καὶ ὀρύσσουσι, καὶ κλέπτουσι τὸν θησαυρόν· καὶ ἀνίστασαι πρωῒ, καὶ βλέπεις αὐτὸν
5.8.799
σεσυλημένον. Θέλεις μὴ συληθῆναι; ὃ λέγω σοι, τοῦτο ποίησον, καὶ οὐδέποτε
5.8.800
συλᾶσαι εἰς τὸν αἰῶνα. Χῶσον αὐτὸν εἰς τὴν κοιλίαν τῶν πτωχῶν τῷ κινδύνῳ μου,
5.8.801
καὶ οὐδέποτε δύναται συληθῆναι. Ἐὰν δὲ χώσῃς αὐτὸν εἰς τὴν γῆν, ἀπολεῖς αὐτόν.
5.8.802
Καὶ ἐὰν ἀπολέσῃς, φυλαχθήσεται· καὶ ἐὰν μετὰ τὴν τελευτήν σου ἐκτὸς αὐτοῦ ᾖς, τί
5.8.803
σοι τὸ ὄφελος; τί κάμνεις καὶ πλουτεῖς; καὶ ἄλλοι εἰσέρχονται εἰς τὰ ὑπάρχοντά σου,
5.8.804
καὶ κατατρυφῶσιν. Οὐκ ἤκουσας τοῦ προφήτου λέγοντος· Θησαυρίζει ὁ πλούσιος,
5.8.805
καὶ οὐκ οἶδεν τίνι συνάξει αὐτά; Καὶ πάλιν ἀλλαχοῦ λέγει· Ἄφρων καὶ ἄνους
5.8.806
ἀπολοῦνται· καὶ καταλείψουσιν ἀλλοτρίοις τὸν πλοῦτον αὐτῶν. Ὁρᾷς τί πάσχουσιν
5.8.807
οἱ θησαυρίζοντες ἐπὶ τῆς γῆς; ἀλλὰ θησαυρίζετε ἐν οὐρανῷ, ὅπου οὐκ ἔστιν ἡ σῆς,
5.8.808
οὐδὲ σκώληξ κατεσθίων, οὐδὲ λῃστὴς διορύσσων. Ὦ ἄθλιε καὶ ταλαίπωρε· τῇ γῇ
5.8.809
πιστεύεις τὸν θησαυρόν σου, καὶ τῷ Θεῷ οὐ πιστεύεις τῷ εἰπόντι· Ὃ ἑνὶ τούτων τῶν
5.8.810
ἀδελφῶν σου ἐποιήσατε, ἐμοὶ ἐποιήσατε; Ποίαν συγγνώμην ἕξεις; Χρυσὸν φιλεῖς τὸν
5.8.811
αἱμοβόρον, τὸν πᾶσι πολέμιον, καὶ πᾶσι ποθεινὸν, τὸν ὑπὸ πάντων φιλούμενον, καὶ
5.8.812
πᾶσιν ἐπιβουλεύοντα, τὸν δραπέτην, τὸν οἰκέτην, τὸν ἀγνώμονα; Οὐκ οἶδας οἷός
5.8.813
ἐστιν ὁ πλοῦτος; καθάπερ πόρνη ἀσυνείδητος, τούτῳ ὁμιλεῖ, ἐκεῖθεν ἐκείνῳ νεύει,
5.8.814
ἄλλῳ συντίθεται. Τί εἶ, ἄνθρωπε; Σήμερον ἄρχων, καὶ αὔριον ἀρχόμενος· σήμερον
5.8.815
πλούσιος, καὶ αὔριον πένης· σήμερον δικάζεις, καὶ αὔριον δικάζῃ. Ὁρᾷς τὴν τοῦ βίου
5.8.816
μεταβολήν· οὐχ ὡς σκιὰ παρατρέχει; οὐ κάπνου εὐτελέστερος; οὐχ ὡς ἀράχνη
5.8.817
διασπᾶται; Οὐ παύσομαι ὑμᾶς παιδεύων; κἄν τε μὴ ποιῆτε. Γέγραπται γάρ· Λάλει εἰς
5.8.818
ὦτα ἀκουόντων. Παρακοὴ θάνατον ἐργάζεται. Μιμήσασθε καὶ τὴν χήραν ἐκείνην
5.8.819
τὴν τοὺς δύο ὀβολοὺς δώσασαν, πῶς ἐδικαιώθη. Δύο ὀβολοὺς οὐκ ἔχεις; ἕνα δός. Ὃ
5.8.820
ἔχεις, κἂν ἄρτον· κἂν στέναξον ἰδὼν τὸν πένητα, καὶ δέδεκται ἡ δέησις. Ὁ γὰρ
5.8.821
ἐπιστάμενος τὰ ἀπόῤῥητα τῆς διανοίας ἑκάστου, ὁ τὰ πάντα ἐπιγνοὺς πρὶν γενέσεως,
5.8.822
οἶδεν ὅτι εἰ εἶχες, ἐδίδους. Τὴν γὰρ καρδίαν ἐξερευνᾷ καὶ οἶδεν. Ἄνθρωπος
5.8.823
γὰρ ὄψεται εἰς πρόσωπον, Θεὸς δὲ εἰς καρδίαν. ματαιοπονεῖς, ὦ πλούσιε, τὰ τῶν
5.8.824
πενήτων ἐν τοῖς σοῖς ἀποκρύπτων; τί αἰτούμενος παρ' αὐτῶν, ἀγανακτεῖς ὡς
5.8.825
οἴκοθεν ἀναλίσκων; τὰ πατρῷα θέλουσιν, οὐ τὰ σά· τὰ ἐγχειρισθέντα σοι δι' αὐτοὺς,
5.8.826
οὐ μετὰ σοῦ γεννηθέντα ἔλαβες. Δὸς καὶ τὴν χρῆσιν· κέρδανον, καὶ ἀρκεῖ σοι, ὅτι
5.8.827
διδόναι οὐ λαμβάνειν προσετάχθης. Αὐτοῦ αἱ ἁρπαγαὶ καὶ ἄλλων αἱ ἡδοναί. Αὐτοῦ
5.8.828
αἱ κατάραι, καὶ ἄλλων αἱ θεραπεῖαι. Κατ' αὐτοῦ οἱ στεναγμοὶ, καὶ παρ' ἑτέροις οἱ
5.8.829
πλεονασμοί. Κατ' αὐτοῦ τὰ δάκρυα, καὶ παρ' ἑτέροις τὰ χρήματα· Αὐτὸς ἐν ᾅδῃ
5.8.830
κολάζεται, καὶ ἄλλοι πολλάκις ἐν τοῖς αὐτοῦ τρυφῶντες ψάλλουσιν. Λέοντες μὲν,
5.8.831
καὶ ἄρκτοι, καὶ παρδάλεις, ἐν μέσαις ταῖς πόλεσι, τίνος χάριν φιλοτίμως σιτίζονται, ὁ
5.8.832
δὲ πτωχὸς ἐπὶ τοῦ ἐδάφους ἕρπει συντετηκώς; Καὶ ὁ λέων θαλπόμενος τῶν
5.8.833
δημοσίων κρεῶν τὴν κνίσσαν ἐρεύγεται. Οὗτινος τὴν χρείαν ἐὰν ἐρωτήσω, μᾶλλον
5.8.834
ἐγκαλυφθήσομαι. Θηρίων γὰρ ὀδόντας ἀκονῶσιν οἱ ἄνθρωποι κατὰ ἀνθρώπων. Μή
5.8.835
μοι λέγε, ὅτι Πενίαν φοβοῦμαι. Πενίαν φοβῇ, καὶ ἁμαρτίαν οὐ φοβῇ; Πενίαν μὴ
5.8.836
φοβηθῇς, ἀλλ' ἁμαρτίαν τὴν μητέρα τῆς κολάσεως. Ὁ Δεσπότης αἰτεῖ ἐντολὴν, καὶ
5.8.837
οὐ δίδως αὐτῷ. Ὅταν γὰρ ἀκούσῃς αὐτοῦ λέγοντος· Ὅ τι ἑνὶ ἐκ τούτων τῶν
5.8.838
ἀδελφῶν μου ἐποιήσατε, ἐμοὶ ἐποιήσατε, ὅρα, ὅ τι ἂν δῷς τῷ πένητι, τῷ Χριστῷ
5.8.839
δίδως. Ἐὰν οὖν μὴ δῷς αὐτῷ, πῶς σὺ αἰτήσῃ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ, ἵνα ἐλεήσῃ σε; Ἆρα
5.8.840
σοι οὐκ ἐγκαλεῖ, ὅτι Πεινῶντά με εἶδες, καὶ οὐκ ἔθρεψας; Διψῶντά με εἶδες, καὶ οὐκ
5.8.841
ἐπότισας; γυμνόν με εἶδες, καὶ οὐκ ἐνέδυσας; Τί ἆρα ἐρεῖς αὐτῷ, ἢ ποίαν συγγνώμην
5.8.842
ἔχεις; Σὺ μὲν σηρικὰ, καὶ λαγῷα, καὶ αἴγεια περιβέβλησαι, καὶ ὁ πένης ῥάκος οὐκ
5.8.843
ἔχει. Καὶ σὺ τρώγεις φασιανοὺς καὶ χῆνας, καὶ ὅσα εἰσὶν ἐν ἐδέσμασι, καὶ ὁ πένης οὐκ
5.8.844
ἰσχύει τὴν ἑαυτοῦ κοιλίαν ἄρτων χορτάσαι. Σὺ ἔχεις τοίχους χρυσορόφους καὶ
5.8.845
μάρμαρα Λακεδαιμόνια ποικίλα, καὶ κίονας, καὶ περικεφαλαίας κιόνων χρυσᾶς, καὶ
5.8.846
ὁ πένης καλύβην οὐκ ἔχει. Καὶ ἐνίοτε ἔχεις τὸν οἶκον ἀπὸ ἁρπαγῆς, ἀπὸ πλεονεξίας.
5.8.847
Καὶ συντελευτᾷς, καὶ ἀπάγεις μηδὲν ἔχων, καὶ μένει ὁ οἶκός σου διηνεκὴς
5.8.848
κατήγορος, ἐλέγχων τὰς σὰς πράξεις. Ἕκαστος γὰρ ὁ παρερχόμενος μέλλει λέγειν·
5.8.849
οὗτος ὁ οἶκος τοῦ ἅρπαγος, τοῦ πλεονέκτου. Πόσας χήρας ἐκάκωσε; πόσους
5.8.850
ὀρφανοὺς ἐποίησε; πόσα ὑπάρχοντα καθήρπασε; πόσους πένητας ἐπλεονέκτησε; Μή
5.8.851
μοι λέγε, ὅτι Ὕπατός εἰμι, ἢ ὅτι Ὕπαρχός εἰμι. Οὐκ οἶδα ἀξίωμα· οὐ διαβάλλω
5.8.852
πλοῦτον· ἀλλὰ τοὺς τῷ καλῷκακῶς κεχρημένους. Οὐ γὰρ κακὸν τὸ
5.8.853
πλουτεῖν· εἴ τι γὰρ ἐποίησεν ὁ Θεὸς, καλὰ λίαν Διὰ τὰ χρήματα τὰ ἐλεύθερα στοιχεῖα
5.8.854
πεπράκαμεν. Αἱ ὁδοὶ τελωνοῦνται· τὰ ὕδατα δεσποτεύονται· ὁ ἀὴρ φωναῖς
5.8.855
ὑποβάλλεται. Πολυλόγοι, καὶ φορολόγοι, καὶ τελῶναι, τὰς πόλεις συνέχουσιν. Οἱ
5.8.856
πλούσιοι ταῖς φροντίσιν ἐκτήκονται· οἱ δανεισταὶ ταῖς μερίμναις μαραίνονται· οἱ
5.8.857
ἅρπαγες τὸν βίον ταράσσουσιν· οἱ φιλοχρήματοι τὰ δικαστήρια κατατρίβουσιν· οἱ
5.8.858
συκοφάνται τὸ ψεῦδος πιπράσκουσιν· οἱ κερδέμποροι τὰς συμφορὰς
5.8.859
πραγματεύονται, ἀλλήλους ψευδόμενοι τοὺς ὅρκους ἀνηλώσαμεν, εἰς τὸ ὀμνύειν
5.8.860
μόνον τὸν Θεὸν ἐπιστάμενοι. Ἡ γῆ λοιπὸν τὰ κακὰ βαστάζειν οὐ δύναται. Ὁ ἀὴρ
5.8.861
μέχρις αὐτοῦ τοῦ αἰθέρος μεμόλυνται. Οὕτω δὴ πάντων ἐν κακοῖς σεσοβημένων
5.8.862
ἡμῶν, ὁ προφήτης τὸν βίον ἐκπτυόμενος βοᾷ λέγων· Πλὴν μάτην ταράσσεται πᾶς
5.8.863
ἄνθρωπος ζῶν. Ἄνθρωπος μόνον, ὦ προφῆτα, ταράσσεται; ἢ λογικὴ μόνον πλάσις
5.8.864
κατηγορεῖται, ὦ προφῆτα; Οὐδὲν ἕτερον τῶν ἐν ζώοις ταρασσόμενον εὗρες; Ναὶ,
5.8.865
ταράσσεται, φησὶ, καὶ τὰ ὕδατα, καὶ πάλιν ἀποκαθίσταται. Σαλεύεται ἡ γῆ, καὶ πάλιν
5.8.866
ἑδράζεται. Κινοῦνται οἱ ἄνεμοι, καὶ πάλιν ἡσυχάζουσι. Θοβυρεῖται πᾶν θηρίον, καὶ
5.8.867
κορεννύμενον παύεται. Διεγείρεται φλὸξ, καὶ τὴν ὑποκειμένην ὕλην ἀναλώσασα
5.8.868
σβέννυται· ἄνθρωπος δὲ ταρασσόμενος ἐπὶ χρήμασι οὐδέποτε παύεται. Ἔλαβε τοῦτο,
5.8.869
καὶ πρὸς ἕτερον ἀποβλέπει. Ἐκράτησεν ἐκεῖνο, καὶ προσέτι κέχηνεν. Τὰ ἑκατὸν
5.8.870
διπλασιάζειν ἐπείγεται, καὶ τὰ διαπλασιασθέντα πάλιν δεκαπλασιάζειν φιλονεικῶν,
5.8.871
ἐπὶ τοσούτοις αὖθις τοσαῦτα σωρεύειν ἐπειγόμενος, καὶ οὐδέποτε σωρεύων παύεται,
5.8.872
ἕως τὸ τέλος αὐτοῦ σωρευθῇ. Κατάδικός ἐστι, τῷ πυρετῷ τῆς φιλαργυρίας
5.8.873
συνεχόμενος, ὠχρότερος τοῦ χρυσίου περιέρχεται, διὰ τὸν πολυπόθητον πλοῦτον,
5.8.874
τὸν ἀβέβαιον φίλον, πλοῦτον τὸν ἄπιστον σύνοικον, τὸν ἐπίβουλον πόθον, τὸν
5.8.875
ὑποδέσποτον ἐμπαίκτην, τὸν πολυέραστον χλευαστὴν, τὸν ἕτοιμον μεταβάτην, τὸν
5.8.876
ὑπόπτερον δέσμιον, τὸν πάσης ὀνείρων φαντασίας κουφότερον, τὸν πολεμοποιὸν,
5.8.877
τὸν πάσης ἐλπίδος ὀξυτέρως φεύγοντα, τὸν ἐν τῷ κρατεῖσθαι ἀφιπτάμενον ἄνεμον,
5.8.878
πλοῦτον τὸν πάσης ἀσωτίας γεννήτορα τὸν πάσης ἀκολασίας συνήγορον, τὸν πάσης
5.8.879
κακίας εὑρέτην, τὸν συνεργὸν πάσης ψυχοφθόρου τροφῆς, τὸν ἀντίπαλον τῆς
5.8.880
ἐγκρατείας, τὸν πολέμιον τῆς σωφροσύνης, τὸν πάσης ἀρετῆς λανθάνοντα κλέπτην.
5.8.881
Ἀλλὰ τί, φησὶ, διαβάλλω τὸν πλοῦτον τοὺς κεκτημένους ἀφείς; ἀδικεῖται καὶ αὐτὸς
5.8.882
ὁ πλοῦτος, δέσμιος ὑπ' αὐτῶν καὶ πεπηδημένος κατεχόμενος. Ἔοικέ μοι πρὸς αὐτοὺς
5.8.883
τοιαύτην ἀφιέναι φωνήν· Τί με τὸν πλοῦτον, ὦ φιλοχρήμονες, συμποδίζετε; τί με
5.8.884
καθάπερ δραπέτην μυρίοις δεσμοῖς περισφίγγετε; ἀπὸ μετάλλων εἰς μέταλλα, εἰς τὰς
5.8.885
ὑμῶν χεῖρας παραπέμπετε εἰ θέλετέ με κἂν μικρὸν εἰς τὸ φῶς ἀνανεῦσαι, ἐάσατέ με
5.8.886
κἂν μικρὸν εἰς τὰς τῶν πενήτων δεξιὰς μεταβῆναι ἐπειγόμενον. Ἀλλὰ, φησὶ, τέκνοις
5.8.887
συνάγω τὸν θησαυρὸν, ἵνα μὴ πενίας γένωνται κληρονόμοι. Καλῶς, ὁ
5.8.888
πολυφάνταστος πλούσιος τὰ παρόντα οὐκ οἶδε, καὶ περὶ τῶν μελλόντων φροντίζει.
5.8.889
Τὰ κατ' αὐτὸν ἀγνοεῖ, καὶ τὰ περὶ τῶν τέκνων ψηφίζει· εἰ θάπτεται, οὐκ ἐπίσταται,
5.8.890
καὶ περὶ κληρονόμων βουλεύεται. Ἄφρον, εἰπέ μοι τὸ σὸν τέλος, καὶ τότε περὶ τῶν
5.8.891
τέκνων ἀσφάλισαι. Εἰπέ μοι τὰ τῆς σήμερον, καὶ τότε σοι πιστεύσω τὰ τῆς αὔριον. Τί
5.8.892
σεαυτὸν καὶ μετὰ θάνατον ἀπατᾷς; τί θέλεις εἶναι νεκρὸς χλευαζόμενος; Τί διορίζεις
5.8.893
τοῦ Θεοῦ τὰ πρακτέα; τί νομοθετεῖς τὴν πρόνοιαν; Τὰ σοὶ δεδομένα, αὐτὰ μερίμνα.
5.8.894
Οὐδὲν πρὸς σὲ περὶ τῶν μετὰ σέ. Οὐ δύνασαι καὶ νεκρὸς εἶναι, καὶ διοικέτης ζώντων.
5.8.895
Οὐδεὶς τῶν ἐν ᾄδου τῶν ὑπὲρ γῆς ἐπετρόπευσεν. Εἷς ἐστιν ὁ ζώντων καὶ νεκρῶν
5.8.896
κριτὴς, καὶ ζυγοστατῶν ἑκάστου τὸ δίκαιον. Θησαυρίζει γὰρ, φησὶν ὁ προφήτης, καὶ
5.8.897
οὐ γινώσκει τίνι συνάγει αὐτά. Τί τῶν πενήτων ὡς ὀρφανῶν κατατρέχεις; τί
5.8.898
αἰτούμενος παρ' αὐτῶν ἀγανακτεῖς, ὡς οἴκοθεν ἀναλίσκων. Τὰ πατρῷα θέλουσιν,
5.8.899
οὐχὶ τὰ σά· τὰ πιστευθέντα σοι δι' αὐτοὺς, καὶ οὐχὶ μετὰ σοῦ γεννηθέντα. Ἃ ἔλαβες,
5.8.900
δὸς, καὶ τὴν χρῆσιν κέρδανον. Ἀρκεῖ σοι, ὅτι διδόναι, οὐ λαμβάνειν προσετάχθης.
5.8.901
Ἀρκεῖ σοι, ὅτι διὰ πτωχοῦ ὁ Θεὸς τὴν δεξιάν σοι προτείνει. Βρέχων τὴν ὑπ' οὐρανὸν
5.8.902
χαλκοῦ ψεκάδα σε προσαιτεῖ. Ὁ βροντῶν καὶ ἀστράπτων, Ἐλέησον, σοὶ λέγει. Ὁ
5.8.903
περιβάλλων τὸν οὐρανὸν νεφέλαις, ῥάκιον αἰτεῖ παρὰ σοῦ. Ἀρκεῖ σοι, ὅτι οἱ πένητες
5.8.904
ὡς Θεόν σε λιτανεύουσι καὶ ἱκετεύουσιν· Οἰκτίρμων ἐλέησον· ἐλεήμων οἴκτειρον. Σὺ
5.8.905
δὲ τὰς ὀφρύας ἀνασπᾷς, καὶ μόγις λιτανευόμενος ἐπικάμπτῃ. Δὸς αὐτοῖς τὰ αὐτῶν,
5.8.906
πρὶν ἐπιστῇς τῷ λογοθεσίῳ. Δὸς αὐτοῖς τὰ αὐτῶν· πατέρα ἔχουσι βασιλέα. Δὸς αὐτοῖς
5.8.907
τὰ αὐτῶν, καὶ λάβε παρὰ τοῦ πατρὸς αὐτῶν ἀμεριμνίαν. Ποίαν ἀμεριμνίαν, φησίν;
5.8.908
Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ὁ γὰρ ἐλεῶν
5.8.909
πτωχὸν, δανείζει Θεῷ, φησὶν ὁ προφήτης. Ἴδετε τὸν πλοῦτον, τὸν δραπέτην· οὐ
5.8.910
δραπέτην δὲ μόνον, ἀλλὰ καὶ ἀνδροφόνον. Οὐ γὰρ καταλιμπάνει μόνον τοὺς
5.8.911
ἔχοντας αὐτὸν, ἀλλὰ καὶ σφάζει αὐτούς. Πίστιν γὰρ οὐκ ἔχει. Θηρίον ἐστὶν ὁ πλοῦτος
5.8.912
ἰοβόλον· ἐὰν κατέχεται, φεύγει· ἐὰν σκορπίζεται, παραμένει. Ἐσκόρπισεν, ἔδωκεν
5.8.913
τοῖς πένησιν· ἡ δικαιοσύνη αὐτοῦ μένει εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Σκόρπισον οὖν
5.8.914
αὐτὸν, ἵνα μένῃ. Θησαυρίσατε αὐτὸν ἐν τοῖς οὐρανοῖς, ὅπου κλέπτης οὐκ ἐγγίζει,
5.8.915
οὐδὲ σὴς διαφθείρει. Ποῦ οἱ πλουτήσαντες πρὸ ἡμῶν; ἐλησμονήθησαν. Ἡδέως ἂν
5.8.916
ἐροίμην τοὺς ἀποθανόντας, καὶ ἠρώτων αὐτούς· Ποῦ ὁ πλοῦτος, καὶ οἱ στρατιῶται,
5.8.917
καὶ τὰ ξίφη τὰ ἀστράπτοντα ἐκ τῆς ἀκόνης; Ποῦ τὰ ἀργυρώματα, καὶ αἱ κλίναι αἱ
5.8.918
ἀργυραῖ; ποῦ οἱ οἰκέται; ποῦ οἱ εὐνοῦχοι; ποῦ οἱ φίλοι; ποῦ αἱ οἰκίαι; Τί κατέχεις
5.8.919
πλοῦτον τὸν ἐν καιρῷ ἀνάγκης οὐδέν σε ὠφελοῦντα; Ἐγὼ οὐ κεκόλλημαι τοῖς
5.8.920
πλουσίοις, ἀλλὰ τοῖς κακῶς τῷ πλούτω κεχρημένοις. Οὐ τὸν πλούσιον
5.8.921
διαβάλλω ἢ λοιδορῶ, μὴ γένοιτο, ἀλλὰ τὸν ἅρπαγα. Ἄλλο πλούσιος, ἄλλο ἅρπαξ,
5.8.922
καὶ ἄλλο πλεονέκτης. Δίελε τὰ πράγματα· μὴ μίσγε τὰ ἄμικτα. Πλούσιος εἶ; οὐ
5.8.923
κωλύω, οὐ ζηλεύω. Ἁρπάζεις τὰ ἀλλότρια; κατηγορῶ. Ἔχεις τὰ σά; ἀπόλαυε αὐτῶν.
5.8.924
Λαμβάνεις τὰ ἀλλότρια; οὐ σιωπῶ, ἀλλὰ κράζω. Θέλεις με λιθάσαι; ἕτοιμός εἰμι.
5.8.925
Ἀποτεμεῖν τὴν κεφαλὴν θέλεις; οὐ παραιτοῦμαι. Τὸ αἷμα ἕτοιμός εἰμι ἐκχεῖν, μόνον
5.8.926
τὴν ἁμαρτίαν σου κερδήσω, καὶ κωλύσω αὐτὴν ἀπὸ σοῦ. Ἐμοὶ μέλει, ἐπειδή σε
5.8.927
βλάπτει· ἑνός μοι μόνον μέλει, τῆς προκοπῆς τῶν ἀκουόντων. Καὶ οἱ πένητες ἐμὰ
5.8.928
τέκνα, καὶ οἱ πλούσιοι ἐμὰ τέκνα εἰσίν. Ἡ αὐτὴ γὰρ γαστὴρ ἀμφοτέρους ὠδίνησεν· αἱ
5.8.929
αὐταὶ ὠδῖνες, καὶ οἱ αὐτοὶ πόνοι ἀμφοτέρους ἔτεκον. Ἐὰν κεκόλλησαι τῷ πένητι,
5.8.930
κατηγορῶ σου, οὐ τοῦ πένητος τοσοῦτον ὅσον τοῦ πλουσίου. Ὁ πένης γὰρ οὐδὲν
5.8.931
μέγα ἀδικεῖται. Τί ἔχεις γὰρ αὐτοῦ ἁρπάσαι, εἰ μήτιγε ἐὰν εἶχε χρήματα; Σὺ δὲ εἰς τὴν
5.8.932
ψυχήν σου ἐπιβουλεύεις τὴν βλάβην, ἁρπάζων πένητα. Μέχρι πότε χρήματα; μέχρι
5.8.933
πότε ἀργυρώματα; μέχρι πότε κολακεῖαι οἰκετῶν; μέχρι πότε οἶνος ἐκχεόμενος;
5.8.934
μέχρι πότε κρατῆρες ἐστεμμένοι; μέχρι πότε συμπόσια Σατανικὰ, καὶ διαβολικῆς
5.8.935
γέμοντα ἐνεργείας; Οὐκ οἶσθα, ὅτι ὁ παρὼν βίος ὁδός ἐστιν; οὐκ οἶσθα ὅτι
5.8.936
ἀποδημοῦμεν; μὴ γὰρ πολίτης εἶ· ὁδίτης εἶ. Οὐκ ἐσμὲν πολῖται, ἀλλ' ὁδῖται καὶ
5.8.937
ὁδοιπόροι. Μὴ εἴπῃς, Ἔχω τήνδε τὴν πόλιν· οὐκ ἔχεις οὐδὲν ἐνταῦθα. Ἡ πόλις ἡμῶν
5.8.938
ἄνω ἐστί. Τὰ παρόντα οὐδέν ἐστιν· ὁδός εἰσι τὰ παρόντα. Ὁδεύομεν καθ' ἡμέραν. Ἡ
5.8.939
φύσις τρέχει. Ἔστι τις ἐν ὁδῷ οἰκοδομῶν οἰκίαν; Ἔστι τις ὁδῷ χρήματα
5.8.940
ἀποτιθέμενος; Ὅταν ὁδεύῃς, καὶ εἰσέρχῃ εἰς πανδοχεῖον, μὴ τὸ πανδοχεῖον
5.8.941
καλλωπίζεις ἢ κτίζεις; οὒ, φησίν· ἀλλὰ τρώγεις, πίνεις, καὶ ἐπείγῃ τοῦ ἐξελθεῖν;
5.8.942
Πανδοχεῖον οὖν ἐστιν ὁ παρὼν βίος. Οὕτως εἰσήλθομεν, καὶ καταλύομεν εἰς τὸν
5.8.943
παρόντα βίον· σπεύσωμεν ἐξελθεῖν μετὰ καλῆς ἐλπίδος. Μηδὲν ἀφῶμεν, οὐδὲ μὴ
5.8.944
ἀπολέσωμεν. Ὅτε εἰσέλθῃς εἰς τὸ πανδοχεῖον, λέγεις· Ποίησον ἡμῖν ἕτοιμα τὰ
5.8.945
ψυκτὰ, ὅτι τὴν νύκτα ὁδεύομεν. Ὡσαύτως δὲ καὶ τῷ παιδαρίῳ· Ἀσφάλισαι τὰ ἱμάτια,
5.8.946
ἵνα μηδὲν λησμονήσῃς, μή τι ἀπόληται, ἀλλὰ πάντα εἰς τὴν οἰκίαν ἐπαγάγωμεν.
5.8.947
Οὕτω καὶ ἡμεῖς βλέπωμεν πανδοχεῖον τὸν παρόντα βίον. Μηδὲν ὧδε καταλίπωμεν
5.8.948
ἐν τῷ πανδοχείῳ· πάντα εἰς τὴν μητρόπολιν ἀπενέγκωμεν. Ὁδίτης εἶ καὶ ὁδοιπόρος,
5.8.949
μᾶλλον δὲ καὶ ὁδίτου εὐτελέστερος. Πῶς ἐγὼ λέγω; Ὁ ὁδίτης οἶδεν πότε εἰσέρχεται
5.8.950
ἐν τῷ πανδοχείῳ, καὶ οἶδεν πότε ἐξέρχεται. Ἐγὼ δὲ εἰσέρχομαι εἰς τὸ πανδοχεῖον τοῦ
5.8.951
βίου τούτου, καὶ οὐκ οἶδα πότε ἐξέρχομαι. Ἐνίοτε δὲ καὶ ἑτοιμάζομαι πολλοῦ χρόνου
5.8.952
διὰ τροφὰς, καὶ ὁ δεσπότης μου παραχρῆμα καλεῖ με· Ἄφρον, ἃ ἡτοίμασας, τίνι
5.8.953
ἔσται; τὴν νύκτα ταύτην λαμβάνουσι τὴν ψυχήν σου ἀπὸ σοῦ. Ἄδηλος ἡ ἔξοδος
5.8.954
ἡμῶν· ἄστατος ἡ κτίσις· ἐπίβουλος ἡ ἀπόλαυσις· μυρίοι κρημνοὶ, καὶ πανταχόθεν
5.8.955
κύματα. Τί μένῃ, καὶ θορυβεῖς σε περὶ τὰς σκιάς; Τί ἄφεις τὴν ἀλήθειαν, καὶ
5.8.956
τρέχεις ἐπὶ τὴν σκιάν; μίσησον χρήματα, καὶ ἀγάπα σου τὴν ζωήν. Ῥίψον τὰ ὄντα
5.8.957
τοῦ βίου κακὰ, ἵνα τὰ ἐκεῖ ἀγαθὰ κληρονομήσῃς. Οἷόν τι λέγω· Μὴ ἁρπάσῃς πένητα,
5.8.958
μὴ ἐπιθυμήσῃς τὰ τοῦ πλησίον· τὴν χήραν μὴ γυμνώσῃς· τὸν ὀρφανὸν μὴ ἁρπάσῃς·
5.8.959
τὴν οἰκίαν μὴ λάβῃς τοῦ πένητος. Εἴ τινος ἐπιλαμβάνεται τὸ συνειδὸς, αὐτός ἐστιν ὁ
5.8.960
αἴτιος. Τί ἁρπάζεις πένητα; τί ἁρπάζεις, ὅπου φθόνος καὶ κατάραι, Ἅρπασον ὅπου
5.8.961
στέφανος ἀφθαρσίας. Μὴ ἅρπαζε τὰ τῆς γῆς, μηδὲ τὴν γῆν, ἀλλὰ ἅρπασον τὸν
5.8.962
οὐρανόν. Βιαστὴ γάρ ἐστι, φησὶν, ἡ βασιλεία τῶν οὐρανῶν, καὶ βιασταὶ ἁρπάζουσιν
5.8.963
αὐτήν. Ἁρπάζεις τὸν πένητα, τὸν ἐντυγχάνοντα κατὰ σοῦ τῷ Θεῷ νύκτα καὶ ἡμέραν,
5.8.964
καὶ βοῶντα; Ἅρπασον τὸν Χριστὸν, τὸν ἐπαινοῦντά σε. Τὴν κάτω βασιλείαν ἐὰν
5.8.965
ζητήσῃς ἁρπάσαι, κἂν νοηθῇς, κολάζει· τὴν δὲ ἄνω ἐὰν μὴ ἁρπάσῃς, τότε χεῖρον
5.8.966
κολάζει. Ἧψας λύχνον ἐν τῇ ἐκκλησίᾳ; ἀλλ' εἰσῆλθεν ὁ πένης ὁ ὑπὸ σοῦ ἀδικηθεὶς,
5.8.967
καὶ διὰ τῶν δακρύων κατεντυγχάνων τῷ Θεῷ, ἔσβεσε τὸν λύχνον σου. Ἔδωκας τῷ
5.8.968
πένητι ἄρτον; ἀλλ' ἡ ἀγέλη τῶν βοῶν καὶ τῶν προβάτων σου ὁλόκληρον θέρος τοῦ
5.8.969
πένητος κατενεμήσατο. Μὴ ἀδικήσῃς πολλὰ, καὶ καλλοποιήσῃς ὀλίγα. Μὴ ἀδικήσῃς
5.8.970
τὸν πλησίον σου· μὴ κονδυλίσῃς τὸν ὀρφανόν· μὴ καταδυναστεύσῃς τὴν χήραν· μὴ
5.8.971
φθονήσῃς τὸν γείτονα. Ὁ πρὸς τοὺς ἐν ὑπεροχῇ βλέπων, τῆς οὔσης αὐτῷ εὐπορίας
5.8.972
οὐ δυνήσεται λαβεῖν αἴσθησιν· οἷον ὁ κεκτημένος ἑκατὸν χρυσίνους, ἐὰν νοήσῃ τὸν
5.8.973
διακοσίους ἔχοντα, οὐδὲν ἡγήσεται ἔχειν, τῆς ἐπιθυμίας τῶν πλειόνων αὐτὸν
5.8.974
κεντούσης. Κἂν αὐτὰ λάβῃ, τὴν ἐπιθυμίαν οὐδὲ οὕτως ἀποθήσεται, ἑτέρων πλειόνων
5.8.975
ἐφιέμενος. Καὶ ἡ τῶν οὐδέπω κτησθέντων ἐπιθυμία διηνεκῶς αὐτὸν ἐνοχλοῦσα, τῶν
5.8.976
ἤδη συνηγμένων τὴν ἡδονὴν οὐκ ἀφίησι φαίνεσθαι. Ἐπισφαλὴς ὁ βίος τοῖς
5.8.977
πλουτοῦσι, καὶ δυσμεταχείριστος ἡ μεταβολή. Ἔτι δὲ λέγεις· πολλοὺς οἰκέτας
5.8.978
περιάγει, καὶ πολλὰ κέκτηται πλέθρα γῆς ὁ πλουτῶν. Πρῶτον μὲν χαλεπὰς ἕξει τὰς
5.8.979
εὐθύνας, πάντων τῷ Θεῷ τὸν λόγον ὑπέχων. Οὐ γὰρ ὅπως ἀπολαύσειε, μόνον
5.8.980
ἔλαβεν, ἀλλ' ὅπως καὶ ἑτέροις γένοιτο χρήσιμος. Δεύτερον δὲ, ὅτι πλέον οὐδὲν ἀπὸ
5.8.981
τῆς περιουσίας αὐτῷ γίνεται ταύτης, ἢ φροντίδες, καὶ μέριμναι, καὶ ὀργαὶ
5.8.982
καθημεριναὶ, καὶ ἀγανακτήσεις, καὶ τὸ διὰ παντὸς εἶναι ἐν ταραχαῖς καὶ θορύβοις.
5.8.983
Οὗτος μὲν γὰρ μυρίας πληροῖ γαστέρας· ὁ δὲ πένης μίαν πληροῖ μόνον· ἀλλὰ καὶ
5.8.984
οὗτος κἀκεῖνος μίαν, καὶ ἓν ἀμφότεροι θεραπεύουσι σῶμα· ἀλλ' ὁ μὲν χωρὶς ἀγωνίας
5.8.985
καὶ δέους, ὁ δὲ μετὰ τοῦ τρέμειν καὶ δεδοικέναι τὰς ἐπαναστάσεις, καὶ μυρίων
5.8.986
δεῖσθαι τῶν συνεφαψομένων αὐτῷ τῆς τῶν πραγμάτων οἰκονομίας. Μὴ τοίνυν εἶδε,
5.8.987
ὡς πολλὴν ἔχειπεριουσίαν, ἀλλ' εἰ πλέον τι τῆς πολλῆς ταύτης ἀπολαύει. Ὁ
5.8.988
καταμαλακισθεὶς, καὶ τοῖς παροῦσιν ἑαυτὸν προσηλώσας, ἀποσπώμενος καὶ
5.8.989
χωριζόμενος, μειζόνως δάκνεται, καὶ μᾶλλον ὀδύρεται καὶ θρηνεῖ. Ὁ δὲ πένης οὐχ
5.8.990
οὕτως, ἀλλὰ πολλὰ φιλοσοφήσας κατὰ τὸν ἔμπροσθεν χρόνον, οὐ μετὰ τοσαύτης
5.8.991
δέξεται τῆς ἀθυμίας τὸν θάνατον, ὥστε καὶ παρὼν, καὶ προσδοκώμενος, ἐκείνῳ
5.8.992
μᾶλλόν ἐστι φοβερὸς ἢ τούτῳ. Πάντως ὁ ἀδικούμενος, καταφλέγεται μὲν ὑπὸ λύπης,
5.8.993
ἀμύνασθαι δὲ οὐκ ἔχων, ἢ διὰ τῶν ἴσων ἐλθεῖν, ἔσθ' ὅτε διὰ τοῦτο τῆς ἄνωθεν δίκης
5.8.994
τὸ κέντρον καλεῖ πρὸς ἐπικουρίαν. Πέφυκεν ἕκαστος τῶν κακουργῶν ἀνδρῶν, τὸ
5.8.995
δίκαιον εἶναι νομίζειν κακόν. Πώλησόν σου τὰ ὑπάρχοντα. Τί οὐ προχείρως
5.8.996
δέχονταί τινες τὴν ὑπάρχουσαν οὐσίαν ἀποῤῥίψαι, τὴν πρὸς αὐτὰ συμπάθειαν, τὴν
5.8.997
ὑπεράγαν ἐπιθυμίαν, τὴν περὶ αὐτὴν ἀγρυπνίαν, τὴν νόσον, τὰς μερίμνας, τὰς
5.8.998
ἀκάνθας τοῦ βίου, αἳ τὸ σπέρμα τῆς ζωῆς συμπνίγουσιν; Μέγα τοῖς πρὸς ἀρετὴν
5.8.999
ἐπειγομένοις ἐμπόδιον ἡ τῶν κοσμικῶν πραγμάτων συμπάθεια, καὶ ψυχῇ καὶ σώματι
5.8.1000
πολλάκις ὄλεθρον προξενοῦσα. Τί γὰρ Ναβουθαὶ τὸν Ἰσραηλίτην ἀπώλεσεν; οὐκ
5.8.1001
ἄμπελος ἐπίφθονος αἴτιος αὐτῷ θανάτου γεγένηται, πρὸς φόνον αὐτοῦ κινήσας τὸν
5.8.1002
γείτονα Ἀχαάβ; Τί δὲ τὰς δύο ἥμισυ φυλὰς ἔξω τῆς ἐπαγγελλομένης γῆς μεῖναι
5.8.1003
παρεσκεύασεν; οὐ πλῆθος κτηνῶν; Τί δὲ καὶ τὸν Λὼτ ἀπὸ τοῦ Ἀβραὰμ ἐχώρισεν; οὐχ
5.8.1004
ὁ τῶν βοσκημάτων πολὺς ἀριθμὸς, συνεχεῖς τοῖς ποιμέσι κινήσας τὰς ἔριδας, ἕως
5.8.1005
αὐτοὺς τέλεον ἀπέῤῥηξεν ἀπ' ἀλλήλων; Πᾶσαν ἀθέμιτον ὁδὸν ποιεῖ τὸ κέρδος. Ἴσως
5.8.1006
οὐκ ἐπέστησας τῷ προσφυῶς χρησμοδοτοῦντι, καὶ λέγοντι· Μὴ σπεῦδε πλουτεῖν, μὴ
5.8.1007
ταχὺ πένης γένῃ. Τοῖς τὴν ἄκραν φιλοχρηματίαν καὶ φειδωλίαν ἐξησκηκόσιν
5.8.1008
ἀνθρώποις, πολλὰς πρὸς ζημίαν ἀφορμὰς ἡ Πρόνοια περιποιεῖν εἴωθεν. Πλούτου τὸ
5.8.1009
κάλλος οὐκ ἐν βαλαντίοις, ἀλλ' ἐν τῇ τῶν χρῃζόντων ἐπικουρίᾳ. Οὐδὲν πάμπαν
5.8.1010
σπουδάζεται παρὰ σοῦ, οὐ βίος λαμπρὸς, οὐ λόγος ὀρθὸς, οὐ προστασία τῶν
5.8.1011
θλιβομένων, οὐ τὰ ἑξῆς, πλὴν τοῦ φιλεῖν, καὶ δι' εὐχῆς ποιεῖσθαι, καὶ συλλέγειν τὰ
5.8.1012
ὁλοκωνίτιδα
5.10.1
– Περὶ ἔργων καὶ πράξεων· καὶ ὅτι ὁποῖά τις δρᾷ, τοσαῦτα καὶ
5.10.2
ὑφίσταται· καὶ ὡς κατὰ τὰ ἔργα ἡμῶν καὶ ὁ μισθὸς ἐξομοιοῦται παρὰ τοῦ Θεοῦ ἡμῶν.
5.10.3
Ἐάν τις δῷ μῶμον τῷ πλησίον, ὡς ἐποίησεν αὐτῷ, ὡσαύτως ἀντιποιηθήσεται
5.10.4
αὐτῷ· σύντριμμα ἀντὶ συντρίμματος· ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ· ὀδόντα ἀντὶ
5.10.5
ὀδόντος. Καθότι ἂν δῷ μῶμον ἀνθρώπῳ, οὕτω δοθήσεται αὐτῷ. Κατέδραμον ὀπίσω
5.10.6
Ἀδωνιβεζὲκ, καὶ κατέλαβον αὐτὸν, καὶ ἀπέκοψαν τὰ ἄκρα τῶν χειρῶν αὐτοῦ, καὶ
5.10.7
τῶν ποδῶν αὐτοῦ. Καὶ εἶπεν Ἀδωνιβεζέκ· Ἑβδομήκοντα βασιλεῖς τὰ ἄκρα τῶν
5.10.8
ποδῶν αὐτῶν καὶ τῶν χειρῶν αὐτῶν ἀποκεκομμένοι, ἦσαν συλλέγοντες τὰ ὑποκάτω
5.10.9
τῆς τραπέζης μου. Καθὼς οὖν ἐποίησα, οὕτως ἀνταπέδωκέν μοι ὁ Θεός. Οἱ
5.10.10
σπείροντες τὰ ἄτοπα, ὀδύνας θεριοῦσιν ἑαυτοῖς. Ἀποδοθείη αὐτῷ ἃ ἔπραξεν. Κενὰ
5.10.11
κενοῖς ἀποβήσεται. Ἀνταπόδομα χειλέων αὐτοῦ δοθήσεται αὐτῷ. Ἔδονται τῆς
5.10.12
ἑαυτῶν ὁδοῦ τοὺς καρποὺς, καὶ τῆς ἑαυτῶν ἀσεβείας πλησθήσονται. Ἐξετασμὸς γὰρ
5.10.13
ἀσεβεῖς ὀλεῖ. Τεκταινόμενος ἀγαθὰ, ζητεῖ χάριν· ἐκζητοῦντα δὲ κακὰ καταλήψεται
5.10.14
αὐτόν. Ὁ σπείρων φαῦλα, θερίσει κακά· ματαιότητα δὲ ἔργων αὐτοῦ συντελέσει.
5.10.15
Δότε αὐτῇ ἀπὸ τῶν καρπῶν χειρῶν αὐτῆς. Ὃν τρόπον ἐποίησας, οὕτως ἔσται σοι. Τὸ
5.10.16
ἀνταπόδομά σου ἀνταποδοθήσεται εἰς κεφαλήν σου. Τὰ γεννήματα τῶν ἔργων
5.10.17
αὐτῶν φάγωνται. Οὐαὶ τῷ ἀνόμῳ· πονηρὰ κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτοῦ
5.10.18
δοθήσεται αὐτῷ. Ἐγὼ Κύριος ἐτάζων καρδίας, καὶ δοκιμάζων νεφροὺς, τοῦ δοῦναι
5.10.19
ἑκάστῳ κατὰ τὰς ὁδοὺς αὐτοῦ, καὶ κατὰ τοὺς καρποὺς τῶν ἐπιτηδευμάτων αὐτοῦ.
5.10.20
Καθὼς ἐποίησε, ποιήσατε αὐτῇ. Κατὰ τὰς ὁδοὺς αὐτῶν ποιήσω αὐτοῖς, καὶ τοῖς
5.10.21
κρίμασιν αὐτῶν ἐκδικήσω αὐτοὺς, καὶ γνώσονται ὅτι ἐγὼ Κύριος. Δι' ὧν τις
5.10.22
ἁμαρτάνει, διὰ τούτων κολάζεται. Οἱ φυλάξαντες ὁσιότητα, ὁσιωθήσονται. Μὴ ποίει
5.10.23
κακὰ, καὶ οὐ μή σε καταλάβῃ κακά. Ἀπόστηθι ἀπὸ ἀδίκου, καὶ ἔκκλινε ἀπὸ ἁμαρτίας.
5.10.24
Ἀγαθὰ τοῖς ἀγαθοῖς ἐκτίσθη ἀπ' ἀρχῆς· οὕτω τοῖς ἁμαρτωλοῖς κακά. Ἄνδρα κατὰ τὰ
5.10.25
ἔργα αὐτοῦ κρινεῖ, καὶ ἕκαστος κατὰ ἔργα αὐτοῦ εὐρήσει. Ὁ ὀρύσσων
5.10.26
βόθρον, ἐμπεσεῖται, καὶ ὁ ἱστῶν παγίδα, ἐν αὐτῇ ἁλώσεται. Ὁ ποιῶν πονηρὰ, εἰς
5.10.27
αὐτὰ ἐγκυλισθήσεται, καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἤκει αὐτῷ. Μὴ κρίνετε, καὶ οὐ μὴ
5.10.28
κριθῆτε· μὴ καταδικάζετε, καὶ οὐ μὴ καταδικασθῆτε. Ἀπολύετε, καὶ ἀπολυθήσεσθε.
5.10.29
Δίδοτε, καὶ δοθήσεται ὑμῖν. Μέτρον καλὸν, πεπιεσμένον, καὶ σεσαλευμένον, καὶ
5.10.30
ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν. Ὧ γὰρ μέτρῳ μετρῆτε,
5.10.31
ἀντιμετρηθήσεται ὑμῖν. Μὴ πλανᾶσθε· Θεὸς οὐ μυκτηρίζεται. Ὃ γὰρ ἐὰν σπείρῃ
5.10.32
ἄνθρωπος, τοῦτο καὶ θερίσει. Ὅτι ὁ σπείρων εἰς τὴν σάρκα ἑαυτοῦ, ἐκ τῆς σαρκὸς
5.10.33
θερίσει φθοράν· ὁ δὲ σπείρων εἰς τὸ πνεῦμα, ἐκ τοῦ πνεύματος θερίσει ζωὴν αἰώνιον.
5.10.34
Ἕκαστος ὃ ἐὰν ποιήσῃ ἀγαθὸν, τοῦτο κομιεῖται παρὰ Κυρίου, εἴτε δοῦλος, εἴτε
5.10.35
ἐλεύθερος. Ἀγαθὸν ἐλπὶς τοῦ ἐλέους. Τὸ γὰρ κράτος τοῦ Θεοῦ, καὶ παρ' αὐτοῦ τὸ
5.10.36
ἔλεος· ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Ὧ μέτρῳ, φησὶ, μετρῆτε,
5.10.37
μετρηθήσεται ὑμῖν. Ἔθλιψας τὸν ἀδελφόν; ἐκδέχου τὸ ἶσον. Ἥρπασας τὰ τῶν
5.10.38
ὑποδεεστέρων ;
5.10.39
κατεκονδύλισας
5.10.40
πένητας ;
5.10.41
κατῄσχυνας
5.10.42
ἐν
5.10.43
λοιδορίαις ;
5.10.44
ἐσυκοφάντησας; κατεψεύσω; ἀλλοτρίοις ἐπεβούλευσας γάμοις; ἐπιώρκησας; ὅρια
5.10.45
πατέρων μετέθηκας; κτήμασιν ὀρφανῶν ἐπῆλθες; χήρας ἐξέθλιψας; τὴν παροῦσαν
5.10.46
ἡδονὴν τῶν ἐν Εὐαγγελίοις ἀγαθῶν προετίμησας; ἐκδέχου τούτων τὴν
5.10.47
ἀντιμέτρησιν. Οἷα γὰρ σπείρει ἕκαστος, τοιαῦτα καὶ θερίσει. Καὶ εἰ μέν τι τῶν
5.10.48
ἀγαθῶν πέπρακταί σοι, κἀκείνων ἐκδέχου πολυπλασίως τὰς ἀντιδόσεις. Ἡ τοῦ Θεοῦ
5.10.49
δικαιοκρισία ταῖς ἡμετέραις διαθέσεσιν ἐξομοιοῦται, καὶ οἷάπερ ἂν τὰ παρ' ἡμῶν ᾖ,
5.10.50
τοιαῦτα ἡμῖν ἐκ τῶν ὁμοίων ἀντιπαρέχεται. Χρὴ γὰρ πάντως θερίσαι τινὰ ἅπερ
5.10.51
ἔσπειρεν, καὶ οὐκ ἔστιν ἄλλως. Σπορὰ δ' ἐστὶν ἡ ἀνθρωπίνη προαίρεσις· θέρος δὲ, ἡ
5.10.52
ἐπὶ προαιρέσει ἀνταπόδοσις. Ἄξιόν σοι τῆς σπορᾶς τὸ θέρος. Πικρίαν ἔσπειρας,
5.10.53
δρέπου τὰ δράγματα.
5.11.1
– Περὶ εὐπραγίας, καὶ δυσπραγίας· καὶ ὅτι οὐ χρὴ ἐπαίρεσθαι ἐν ταῖς
5.11.2
εὐπραγίαις, καὶ συστέλλεσθαι ἐν τῇ δυσπραγίᾳ.
5.11.3
Πλοῦτον καὶ πενίαν μή μοι δῷς· σύνταξον δέ μοι τὰ δέοντα καὶ τὰ αὐταρκῆ,
5.11.4
ἵνα μὴ πλησθεὶς, ψευδὴς γένωμαι, καὶ εἴπω, Τίς με ὁρᾷ; ἢ πενηθεὶς κλέψω, καὶ
5.11.5
ὀμόσω τὸ ὄνομα τοῦ Θεοῦ. Ἐν ἡμέρᾳ ἀγαθῶν μὴ ἀμνημονήσῃς κακῶν, καὶ ἐν ἡμέρᾳ
5.11.6
κακῶν, μὴ ἀμνημονήσῃς ἀγαθῶν. Μνήσθητι καιρὸν λιμοῦ ἐν καιρῷ πλησμονῆς·
5.11.7
πτωχείαν καὶ ἔνδειαν ἐν ἡμέρᾳ πλούτου. Ἀποπρωΐθεν ἕως ἑσπέρας μεταβαλεῖ
5.11.8
καιρός· καὶ πάντα ἐστὶ ταχινὰἔναντι Κυρίου. Ἄνθρωπος γὰρ σοφὸς ἐν παντὶ
5.11.9
εὐλαβηθήσεται. Ἐν ἀγαθοῖς ἀνδρὸς οἱ ἐχθροὶ αὐτοῦ ἐν λύπῃ, καὶ ἐν κακοῖς αὐτοῦ
5.11.10
καὶ ὁ φίλος διαχωρισθήσεται. Πᾶν ὃ ἐὰν ἐπαχθῇ σοι, δέξαι, καὶ ἐν ἀλαλάγματι
5.11.11
ταπεινώσεώς σου μακροθύμησον, ὅτι δοκιμάζεται ἐν πυρὶ χρυσὸς, καὶ ἄνθρωποι
5.11.12
δεκτοὶ ἐν καμίνῳ ταπεινώσεως. Κυβερνήτου χρεία, ἵνα καὶ ἐν γαλήνῃ τοῦ βίου
5.11.13
πάντων αὐτῷ κατὰ ῥοῦν προϊόντων, τὰς μεταβολὰς ἐκδέχηται, καὶ μὴ ὡς ἀθανάτοις
5.11.14
ἐπαναπαύηται τοῖς παροῦσι, καὶ ἐν ταῖς σκυθρωποτέραις καταστάσεσι μὴ ἀπελπίζῃ
5.11.15
ἑαυτὸν, μηδὲ τῇ περισσοτέρᾳ λύπῃ καταποθεὶς ὑποβρύχιος φέρηται. Οὔτε γὰρ ὑγεία
5.11.16
σώματος, οὔτε νεότητος ἄνθος, οὔτε εὐθήνεια οἴκου, οὐχ ἡ λοιπὴ τοῦ βίου εὐημερία
5.11.17
ἐπιπολὺ διαμένει. Ἀλλ' ἐν τῇ εὐδίᾳ ταύτῃ τοῦ βίου ἐκδέχου ποτὲ καὶ χειμῶνα
5.11.18
πραγμάτων. Ἥξει γὰρ νόσος, καὶ ἥξει πενία, οὐκ ἀεὶ κατὰ πρύμναν ἱσταμένου τοῦ
5.11.19
πνεύματος, ἀλλὰ καὶ τὸν ὑπέρβλεπτον ἐν πᾶσι, ζηλωτὸν ἀδόκητοι πολλάκις ἀδοξίαι
5.11.20
καταλαμβάνουσι, καὶ πᾶσαν εὐημερίαν βίου, οἷον σπιλάδες τινὲς περιστάσεσιν
5.11.21
ἀβουλήτοις συνετάραξαν. Καὶ συνέχεια τῶν κακῶν ὥσπερ κύματά ἐστιν, ἄλλα ἐπ'
5.11.22
ἄλλοις ἐπειγόμενα, τραχύνοντά σου τὸν βίον, καὶ περιϊστῶντα φοβερόν σοι τῆς ζωῆς
5.11.23
τὸν κλυδῶνα, ἀλλ' ὄψει ποτὲ καὶ τοῦτον παραδραμόντα πρὸς ἱλαρότητα, καὶ λευκὴν
5.11.24
ὄντως εἰς γαλήνην τὸν βίον μεταβληθέντα. Οὗτος οὖν ἐστιν ὁ νοήμων κυβερνήτης,
5.11.25
ὁ στοχαζόμενος τῆς ὑποκειμένης φύσεως, μεταχειριζόμενος τὰ συμπίπτοντα, καὶ
5.11.26
ὅμοιος ἑαυτῷ διαμένων, μήτε ἐπαιρόμενος ἐν ταῖς εὐθυμίαις, μήτε καταπίπτων ἐν
5.11.27
ταῖς συμφοραῖς. Νόσον, καὶ πενίαν, καὶ ἀδοξίαν, καὶ θάνατον, καὶ ὅσα λυπηρὰ τοῖς
5.11.28
ἀνθρώποις, οὔπω ἐν τῇ μοίρᾳ τῶν κακῶν καταλογίζεσθαι ἄξιον, διὰ τὸ μηδὲ τὰ
5.11.29
ἀντικείμενα τούτοις ἐν τοῖς μεγίστοις ἡμᾶς τῶν ἀγαθῶν ἀριθμεῖν, ὡς τὰ μὲν ἐκ
5.11.30
φύσεώς ἐστι, τὰ δὲ καὶ συμφερόντως πολλοῖς ἀπαντήσαντα φαίνεται. Ἄνω νεύωμεν,
5.11.31
ἀδελφοί· ἐν παντὶ καιρῷ καὶ περιστάσει πάσῃ προβαλλώμεθα τὴν καλὴν ἐλπίδα,
5.11.32
μήτε ἐν ταῖς ἐπιθυμίαις ἀποβάλλωμεν τὸν φόβον, μήτε ἐν τοῖς λυπηροῖς τὸ εὔελπι.
5.11.33
Μνησθῶμεν καὶ ἐν εὐδίᾳ τῆς ζάλης, καὶ ἐν χειμῶνι τοῦ κυβερνήτου. Ἀλλὰ μὴ ταῖς
5.11.34
θλίψεσιν ἐκκακήσωμεν, μηδὲ γενώμεθα δοῦλοι κακοί. Ἀγαθύνοντι μὲν
5.11.35
ἐξομολογούμενοι τῷ Δεσπότῃ, παιδεύοντι δὲ μὴ προστιθέμενοι· καίτοι ποτὲ
5.11.36
κρείσσων ὑγείας νόσος, καὶ ὑπόμνησις ἀνέσεως, καὶ ἐπίσκεψις ἀμελείας, καὶ
5.11.37
ἐπιστροφὴ συγχωρήσεως. Μήτε διὰ τὰς συμφορὰς πίπτωμεν, μήτε διὰ τὸν κόρον
5.11.38
ὑβρίζωμεν. Μήτε ὑγείαν πᾶσαν θαυμάζωμεν, μήτε νόσον διαπτύωμεν, μηδὲ
5.11.39
πλούτῳ ῥέοντι προστιθώμεθα, μήτε πενίας κατεξανιστώμεθα, ὡς ἀποπτύστου πάντη,
5.11.40
καὶ κατακρίτου, καὶ τῆς μισουμένης μερίδος· ἀλλ' εἴδωμεν καὶ ὑγείαν περιφρονεῖν
5.11.41
ἀσύνετον, ἧς καρπὸς ἁμαρτία, καὶ νόσον τιμᾷν ὁσίαν, αἰδούμενοι τοὺς διὰ πάθους
5.11.42
νικήσαντας. Μήτε ἀθυμῶν ἀπελπίσῃς εὐημερίαν, μήτε εὖ καὶ καλῶς πράττων,
5.11.43
ἀθυμίαν. Εἷς ἐνιαυτὸς τέσσαρας ὥρας φέρει, καὶ μία ῥοπὴ καιροῦ πολλὰς πραγμάτων
5.11.44
μεταβολάς. Ἕως ἐξουρίας πλεῖς, φοβήθητι τὸ ναυάγιον, καὶ ἧττον ναυαγήσεις, τῇ
5.11.45
δειλίᾳ βοηθῷ χρώμενος. Μὴ μέγα εἴπῃς εὐπλοῶν πρὸ πείσματος. Πολλοῖς πρὸς
5.11.46
ὅρμον εὐπλοοῦν ἔδυ σκάφος Πολλοὶ προσωρμίσθησαν ἐκ τρικυμίας. Μήτε τὸ
5.11.47
ἀλγεινὸν ἀπαραμύθητον, Μήτε τὸ εὖ πράττειν ἀπαιδαγώγητον. Ὅτ' εὐπλοεῖς
5.11.48
μάλιστα μέμνησο ζάλης. Μὴ σφόδρα ἐπαίνει τοῦ βίου τὸ εὔδρομον, Ὁ μεῖζον εἰδὼς
5.11.49
τῶν ὁρωμένων φρονεῖν, Μήπως ἐμοὶ μὲν ὕψος ᾖ τὸ δύσβατον, Σοὶ δὲ ἐπίκρημνον
5.11.50
τοῦ βίου τὸ εὐπετές. Ἐμοῦ τὸ λυπηρὸν κρεῖσσον ἢ τὸ σὸν καλόν. Βοῶν ποτε ἴδες, τὸν
5.11.51
μὲν ἐν φάτνῃ μέγαν, Ἐπηρμένον, στίλβοντα τῇ εὐπραγίᾳ. Τραχηλιῶντα, τὸν κάτω
5.11.52
νενευκότα. Ῥικνὸν δὴ συμβόλοις γεωργίας· Ἔπειτα τὸν μὲν εἰς σφαγὴν τηρούμενον,
5.11.53
Τὸν δὲ τρέφοντα αὐτόν τε καὶ δεσπότην. Τούτων τίς ἐστιν εὐτυχέστερος, Εἰπέ. Οὐχ ὁ
5.11.54
στενός τε καὶ ζυγῷ τετριμμένος; Εὔδηλον· ἀλλὰ σοί γε τὸ πλάτος φίλον, Κἂν ᾖ κακόν
5.11.55
τε καὶ κακῶς συγκείμενον. Ἢ καὶ τὸν ὄγκον ὑδεριῶντος αἰνέσεις, Ἢ καὶ φρενοπλὴξ
5.11.56
ἰσχύειν σοι φαίνεται. Τὸ δὲ ἡδὺ πάντων φάρμακον σωτήριον, Οὗ καὶ τὸ πικρὸν
5.11.57
ἐξέωσε πολλάκις. Τὸ δὲ ἡδὺ πρὸς τὸ χεῖρον ὡς τὰ πολλὰ ἄγει, Δέον μὴ δέχεσθαι
5.11.58
πᾶσαν οἴακος στροφὴν, Ἕως ἂν ὅρμοις εὐδίοις προσορμίσῃ. Τάφος, καὶ φθορὰ, καὶ
5.11.59
κόνις, τὸ τῆς βιωτικῆς εὐημερίας συμπέρασμα. Χρὴ μήτε ἀγαθά τινα προστεθεικέναι
5.11.60
τούτοις ἀνθρώποις οὖσιν, μήτε αὖ κακὰ ἀπεχθάνεσθαι αὐτοῖς, ἀλλ' ἐπάνω εἶναι
5.11.61
ἀμφοῖν, τὰ μὲν πατοῦντα, τὰ δὲ τοῖς δεομένοις παραπέμποντα. Πλέκει ταῦτα δι'
5.11.62
ἀλλήλων ὁ Θεὸς, ἐμοὶ δοκοῦν, ἵνα μήτε τὸ λυποῦν ἀθεράπευτον ᾖ, μήτε τὸ
5.11.63
εὐφραῖνον ἀπαιδαγώγητον· καὶ ἵνα τὸ τούτοις ἄστατον καὶ ἀνώμαλον θεωρήσαντες,
5.11.64
πρὸς αὐτὸν μόνον βλέπωμεν. Αἰσχρὸν εὐλογεῖν μὲν ἡμᾶς ἐπὶ τοῖς χρηστοτέροις,
5.11.65
σιωπᾷν δὲ ἐπὶ τοῖς σκυθρωποτέροις καὶ ἐπιπόνοιςπράγμασιν· ἀλλὰ τότε καὶ
5.11.66
πλέον εὐχαριστεῖν δεῖ, εἰδότας, ὅτι ὃν ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα
5.11.67
υἱὸν, ὃν παραδέχεται. Τάφος διαδέξεται τὸ τῆς δόξης τέλος. Ὥσπερ ἀπειροκάλων τὸ
5.11.68
λίαν ἐπαίρεσθαι ταῖς εὐσπλαγχνίαις, οὕτως ἀνάνδρων τὸ καταπτήσσειν ἐν τοῖς
5.11.69
πταίσμασιν. Ὀξεῖα γὰρ ἐν ἀμφοτέροις ἡ μεταβολή. Καθάπερ ἴδιόν ἐστι τοῦ φωτὸς τὸ
5.11.70
φωτίζειν, οὕτως ἴδιον Θεοῦ τὸ ἐλεεῖν καὶ οἰκτείρειν τὰ οἰκεῖα ποιήματα. Ἐλεήμων
5.11.71
γὰρ καὶ οἰκτίρμων ὁ Κύριος, κατὰ τὴν φωνὴν Δαβίδ. Μήτε οὖν ἀπογνῷς, μήτε
5.11.72
καταφρονήσῃς. Πάντων σου τῶν πραγμάτων κατευοδουμένων, ἐκδέχου μεταβολήν.
5.11.73
Καὶ πάλιν ὑπὸ ἀπροσδοκήτων συμφορῶν κυκλούμενος, φαντάζου τὰ χρηστὰ, καὶ τὰ
5.11.74
κρείττονα. Οὐ χρὴ δυσφορεῖν ἐπὶ τοῖς συμβαίνουσιν, ἀλλὰ μᾶλλον ἐπιθυμεῖν ἐπὶ ταῖς
5.11.75
πολλαῖς θλίψεσι. Διὰ τοῦτο γὰρ, φησὶν, ἔθλιψά σε καὶ ἐλιμαγχόνησά σε, ἵνα
5.11.76
ψωμισθῇς τὸ μάννα τῆς γνώσεως, καὶ ἐπ' ἐσχάτων εὖ σε ποιήσω. Ὁ τῶν ἀνθρώπων
5.11.77
βίος ὁμοιούμενος πελάγει, κυματώσεις καὶ στροφὰς παντοίας προσδέχεται, κατά τε
5.11.78
εὐπραγίας καὶ κακοπραγίας. Ἵδρυται γὰρ οὐδὲν τῶν γηγενῶν, ἀλλὰ ὧδε κἀκεῖσε
5.11.79
διαφέρεται, οἷα σκάφος θαλαττεῦον ὑπ' ἐναντίων πραγμάτων.
5.12.1
– Περὶ εὐθηνίας καὶ εὐπορίας· καὶ ὅτι ἐν ταῖς εὐπορίαις φιλεῖ τὰ
5.12.2
ἁμαρτήματα γίνεσθαι.
5.12.3
Ἔφαγεν Ἰακὼβ, καὶ ἐνεπλήσθη, καὶ ἀπελάκτισεν ὁ ἠγαπημένος. Φαγὼν καὶ
5.12.4
ἐμπλησθεὶς, πρόσεχε σεαυτῷ, μὴ ἐπιλάθῃ Κυρίου τοῦ Θεοῦ σου. Μὴ φαγὼν, καὶ
5.12.5
ἐμπλησθεὶς, καὶ οἰκίας καλὰς οἰκοδομήσας, καὶ κατοικήσας ἐν αὐταῖς, καὶ τῶν
5.12.6
προβάτων σου, καὶ τῶν βοῶν σου πληθυνθέντων, ἀργυρίου καὶ χρυσίου
5.12.7
πληθυνθέντων σοι, μὴ ὑψωθῇς ἐν τῇ καρδίᾳ σου. Φαγὼν καὶ πιὼν πρόσεχε σεαυτῷ,
5.12.8
μὴ πλανηθῇ ἡ καρδίᾳ σου, μὴ ἀπατηθῇς ἐν χορτασίᾳ κοιλίας. Ἐμεγαλύνθησαν καὶ
5.12.9
ἐπλούτησαν· ἐλιπάνθησαν, ἐστεατώθησαν, καὶ παρέβησαν λόγους μου εἰς πονηρόν.
5.12.10
Τοῦτο ἀνόμημα Σοδόμων, ὅτι ἐν ὑπερηφανίᾳ καὶ πλησμονῇ ἄρτων, καὶ ἐν εὐθηνίᾳ
5.12.11
οἴνου ἐσπατάλων αὕτη καὶ αἱ θυγατέρες αὐτῆς, καὶ χειρὸς πτωχοῦ, καὶ πένητος οὐκ
5.12.12
ἀντελαμβάνοντο, καὶ ἐποίησαν ἀνόμημα ἐνώπιόν μου. Πρόσεχε μὴ ἀποπλανηθῇς,
5.12.13
καὶ ταπεινωθῇς ἐν εὐφροσύνῃ σου. Αἱ εὐθηνίαι τοῦ βίου ἀντὶ πειρατηρίων γίνονται
5.12.14
τοῖς πολλοῖς. Φιλοῦσι τὰ ἁμαρτήματα ἐκ πλήθους ὄχλων, καὶ εὐθηνίας τῶν
5.12.15
ἀναγκαίων τίκτεσθαι.
5.13.1
– Περὶ ἐπιβουλῆς, καὶ τῶν ἐπιβουλευόντων τοῖς πλησίον.
5.13.2
Λάκκον ὤρυξεν, καὶ ἀνέσκαψεν αὐτὸν, καὶ ἐμπεσεῖται εἰς βόθρον. Ἐν παγίδι
5.13.3
ταύτῃ ᾖ ἔκρυψαν, συνελήφθη ὁ ποῦς αὐτῶν. Ὤρυξαν πρὸ προσώπου μου βόθρον, καὶ
5.13.4
ἐνέπεσαν εἰς αὐτόν. Πεσοῦνται ἐν ἀμφιβλήστρῳ αὐτῶν οἱ ἁμαρτωλοί. Ὁ ὀρύσσων
5.13.5
βόθρον τῷ πλησίῳ, ἐμπεσεῖται εἰς αὐτόν. Ὁ δὲ κυλίων λίθον, ἐφ' ἑαυτὸν κυλιεῖ. Ὃς
5.13.6
παρασκευάζεται ἐπὶ πρόσωπον τοῦ ἑαυτοῦ φίλου δίκτυον, περιβάλλει τοῖς ἑαυτοῦ
5.13.7
ποσίν. Ὁ ὀρύσσων βόθρον, εἰς αὐτὸν ἐμπεσεῖται, καὶ καθαιροῦντα φραγμὸν, δήξεται
5.13.8
αὐτὸν ὄφις· ἐξαιρῶν λίθους διαπονηθήσεται ἐν αὐτοῖς. Ὁ ὀρύσσων βόθρον εἰς αὐτὸν
5.13.9
ἐμπεσεῖται, καὶ ὁ ἱστῶν παγίδα, ἐν αὐτῇ ἁλώσεται. Ὁ ποιῶν πονηρὰ, εἰς αὐτὰ
5.13.10
κυλισθήσεται, καὶ οὐ μὴ ἐπιγνῷ πόθεν ἥκει. Διὰ τί μαθητής; διὰ τί καὶ ἐπίβουλος, τῷ
5.13.11
ἰδίῳ διδασκάλῳ ἐπιβουλεύων, καὶ τὸν Ἰούδαν ἐκεῖνον μιμούμενος, τοῦ ἰδίου
5.13.12
διδασκάλου προδότην γενόμενον;
5.14.1
– Περὶ ἐχθρῶν καὶ πτώσεως αὐτῶν· καὶ ὅτι οὐ δεῖ χαίρειν ἐπὶ τῇ
5.14.2
κακοπραγίᾳ τῶν ἐχθρῶν.
5.14.3
Ἐὰν πέσῃ ὁ ἐχθρός σου, μὴ ἐπιχαρῇς αὐτῷ, ἐν δὲ τῷ ὑποσκελίσματι αὐτοῦ μὴ
5.14.4
ἐπαίρου. Ὅτι ὄψεται Κύριος, καὶ οὐκ ἀρέσει αὐτῷ, καὶ ἀποστρέψει τὸν θυμὸν αὐτοῦ
5.14.5
ἀπ' αὐτοῦ. Μὴ ἐπίχαιρε ἐπὶ κακοποιοῖς. Ἐὰν πεινᾷ ὁ ἐχθρός σου, ψώμιζε αὐτὸν, καὶ
5.14.6
ἐὰν διψᾷ, πότιζε αὐτόν. Τοῦτο γὰρ ποιῶν, ἄνθρακας πυρὸς σωρεύσεις ἐπὶ τὴν
5.14.7
κεφαλὴν αὐτοῦ, καὶ Κύριος ἀνταποδώσει σοι ἀγαθά. Μὴ ἐπίχαιρέ μοι, ἡ ἐχθρά μου,
5.14.8
ὅτι πέπτωκα· καὶ γὰρ ἀναστήσομαι. Μὴ ἐπίχαιρε ἐπὶ τοῖς υἱοῖς Ἰούδα ἐν ἡμέρᾳ
5.14.9
ἀπωλείας αὐτῶν, καὶ μὴ μεγαλοῤῥημονήσῃς ἐν ἡμέρᾳ θλίψεως. Τάδε λέγει Κύριος·
5.14.10
Ἀνθ' ὧν ἐπεκρότησας τῇ χειρί σου, καὶ ἐπεψόφησας τῷ ποδί σου, καὶ ἐπέχαρας ἐκ
5.14.11
ψυχῆς σου ἐπὶ τὴν γῆν τοῦ Ἰσραὴλ, διὰ τοῦτο ἰδοὺ ἐγὼ ἐκτενῶ τὴν χεῖρά μου ἐπὶ σὲ,
5.14.12
καὶ δώσω σε εἰς διαρπαγὴν ἐν τοῖς ἔθνεσι, καὶ ἐξολοθρεύσω σε ἐκ τῶν λαῶν, καὶ
5.14.13
ἀπολέσω σε ἀπωλείᾳ. Τάδε λέγει Κύριος· Ἀνθ' ὧν ἐπεχάρητε ἐπὶ τὰ ἅγιά μου, ὅτι
5.14.14
ἐβεβηλώθη, καὶ ἐπὶ τὸν οἶκον Ἰούδα ὅτι ἐπορεύθησαν ἐν αἰχμαλωσίᾳ· διὰ τοῦτο ἐγὼ
5.14.15
δίδωμι ὑμᾶς τοῖς υἱοῖς Κέδεμ εἰς κληρονομίαν, καὶ κατασκηνώσουσιν ἐν σοὶ σὺν τῇ
5.14.16
ἀπαρτίᾳ αὐτῶν, καὶ δώσουσιν ἐν σοὶ τὰ σκηνώματα αὐτῶν. Αὐτοὶ φάγονται τοὺς
5.14.17
καρπούς σου, καὶ αὐτοὶ πίονται τὴν πιότητά σου. Καὶ δώσω τὴν πόλιν τοῦ
5.14.18
Ἀμὼν εἰς νομὰς καμήλων, καὶ τοὺς υἱοὺς Ἀμὼν εἰς νομέας προβάτων. Νουθετεῖσθαι
5.14.19
δεῖ τῇ τῶν πλησίων πληγῇ, καὶ διὰ τῶν ἀλλοτρίων κακῶν τὰ οἰκεῖα εὖ τίθεσθαι.
5.14.20
Φύλασσε σαυτὸν, πτῶμα δ' ἄλλου μὴ γέλα. Μὴ γελάσῃς πτῶμα τοῦ πέλας. Διάβαινε
5.14.21
δὲ ἀσφαλὴς, ὅση σοι δύναμις, ἀλλὰ καὶ δίδου χεῖρα χαμαὶ κειμένῳ. Χρηστοὺς εἶναι
5.14.22
χρὴ τοῖς προεμπεσοῦσι, καὶ τῷ ἐλέῳ κτᾶσθαι τὸν ἔλεον. Ἐν ταῖς ἀλλοτρίαις
5.14.23
συμφοραῖς τὰ οἰκεῖα εὖ τίθεσθαι χρὴ, καὶ δανείζειν Θεῷ τὸν ἔλεον ἐλέους
5.14.24
χρῄζοντας, καὶ μὴ καταφρονεῖν τῶν ἀνθρώπων, ἀνθρώπους ὄντας. Ὅταν ἴδῃς τὸν
5.14.25
ἐχθρὸν ἐμπεσόντα εἰς τὰς χεῖρας τὰς σὰς, μὴ νόμιζε τιμωρίας, ἀλλὰ σωτηρίας
5.14.26
ἐκεῖνον εἶναι τὸν καιρόν. Διὰ τοῦτο τότε μάλιστα φείδεσθαι δεῖ τῶν ἐχθρῶν, ὅταν
5.14.27
αὐτῶν γενώμεθα κύριοι. Πολλοὶ βασιλεῖς ἐπὶ τὴν ἀρχὴν ἐλθόντες, τοὺς πάλαι
5.14.28
λελυπηκότας λαβόντες, ἄξιον αὐτῶν εἶναι ἐνόμισαν δίκην μὴ ἀπαιτῆσαι τῶν
5.14.29
πεπλημμελημένων, καὶ τῆς ἐξουσίας ἡ περιουσία καταλλαγῆς ὑπόθεσις γέγονεν.
5.14.30
Οὐδὲν ἀσφαλέστερον τοῦ φείδεσθαι τῶν ἐχθρῶν· οὐδὲν σφαλερώτερον τοῦ
5.14.31
βούλεσθαι διεκδικεῖν ἑαυτὸν καὶ ἀμύνεσθαι. Πολλῷ μεῖζον καὶ κερδαλεώτερον τὸ
5.14.32
φείσασθαι τοῦ διαφθεῖραι. Ὁ μὲν γὰρ διαφθείρας τὸν ἐχθρὸν, καὶ καταγνώσεται
5.14.33
πολλάκις ἑαυτοῦ, καὶ πονηρὸν ἕξει συνειδὸς, καθ' ἑκάστην ἡμέραν καὶ ὥραν ὑπὸ τῆς
5.14.34
ἁμαρτίας ἐκείνης διωκόμενος. Ὁ δὲ φεισάμενος, μικρὸν καρτερήσας χρόνον,
5.14.35
γάννυται μετὰ ταῦτα καὶ τρυφᾷ, χρηστὰς καὶ ἀμείνους κτησάμενος ἐλπίδας, καὶ τὰς
5.14.36
ἀμοιβὰς τῆς ἀνεξικακίας παρὰ τοῦ Θεοῦ προσδοκᾷ. Καὶ εἴ ποτε παραπέσῃ τινὶ δεινῷ,
5.14.37
μετὰ πολλῆς παῤῥησίας ἀπαιτήσει τὸν Θεὸν τὴν ἀντίδοσιν. Περιφανὴς καὶ
5.14.38
ἀξιοζήλωτος ἀγαθότης ἐστὶν, δηλαδὴ τὸ ὀρέγειν ἔλεον τοῖς μισοῦσιν ἡμᾶς
5.14.39
αἱρουμένοις, καὶ τὴν χεῖρα φέρειν ἐπίκουρον· βούλεσθαι δὲ καὶ σώζειν αὐτοὺς, οὐκ
5.14.40
ἐμβαίνοντας μᾶλλον, καὶ οἷον κειμένοις ἐποχουμένους, καὶ τῆς ἐνούσης αὐτοῖς
5.14.41
ἀθλιότητος καταμειδιῶντας ἀφιλοικτιρμόνως, δρῶντας δὲ μᾶλλον ἐκεῖνα, τὰ δι' ὧν
5.14.42
ἔξω γένοιντο παγίδος, ποιουμένους δὲ καὶ λιτὰς ὑπὲρ αὐτῶν πρὸς τὸν τῶν ὅλων
5.14.43
ἐξουσιάζοντα. Τὰς συμφορὰς ἐλεεῖν, οὐ μισεῖν προσῆκεν. Οὐ χρὴ ἐπὶ παντὶ πτώματι
5.14.44
καὶ πάσῃ ἁμαρτίᾳ ἀνθρώπου ἐπαίρεσθαι, οὐδὲ ἐπιχαίρειν ποτὲ τῷ ὑποσχετλιασθέντι,
5.14.45
κἀνεὶ δοκῇ ὁ τοιοῦτος ἐχθρὸς φόνιος εἶναι· μᾶλλον δὲ συμπάσχειν καὶ συναλγεῖν,
5.14.46
καὶ εὐχὴν ὑπὲρ αὐτοῦ πρὸς τὸν Θεὸν ποιεῖσθαι, δεδιότα, καὶ πεφρικότα, καὶ
5.14.47
διαλογιζόμενον, μήποτε ὁ μὲνὑποσκελισθεὶς, τροπαιοφόρος ἀναδειχθῇ, ὁ δὲ
5.14.48
νομίσας ἵστασθαι, ἐξαίσιον ὕστερον πτῶμα καταῤῥαγῇ παρὰ τὴν προσδοκίαν, καὶ
5.14.49
ἐναποθάνῃ τῷ πτώματι. Διὰ τοῦτο τότε μάλιστα δεῖ φείδεσθαι τῶν ἐχθρῶν, ὅταν
5.14.50
αὐτῶν γενώμεθα κύριοι. Κἄν πού τινα σπανίως συμβῇ ἀποκλῖναι τῆς ἀρετῆς, καὶ τῷ
5.14.51
διαβόλῳ παραπεσεῖν, μὴ θέλε τοῦτον δικάζειν, καὶ κατακρίνειν. Φοβοῦ δὲ μᾶλλον,
5.14.52
μὴ καὶ συμπτωματισθῇς. Χαίρειν ἐπὶ ταῖς τῶν ἐχθρῶν ἀτυχίαις, εἰ καὶ δίκαιόν ποτε,
5.14.53
ἀλλ' οὐκ ἀνθρώπινον.
5.15.1
– Περὶ εὐεργεσίας, ἢ προσφορᾶς ἐξ ἀδίκων γινομένης.
5.15.2
Εἶπεν Δαβὶδ τῷ Ὀρνᾶ· Δός μοι τόπον τῆς ἄλω, καὶ οἰκοδομήσω ἐν αὐτῇ
5.15.3
θυσιαστήριον τῷ Κυρίῳ· ἀργυρίου δός μοι αὐτὸν, καὶ παύσεται ἡ πληγὴ ἐκ τοῦ λαοῦ.
5.15.4
Καὶ εἶπεν Ὀρνᾶ πρὸς Δαβίδ· Λάβε σεαυτῷ, καὶ ποιησάτω ὁ κύριός μου ὁ βασιλεὺς τὸ
5.15.5
ἀγαθὸν ἐνώπιον αὐτοῦ. Καὶ εἶπεν ὁ βασιλεύς· Οὐχί· ἀλλ' ἢ ἀγοράσω ἀργυρίου ἀξίου,
5.15.6
ὅτι οὐ μὴ λάβω τὰ σὰ τῷ Κυρίῳ ἀνενεγκεῖν ὁλοκαύτωσιν δωρεὰν Κυρίῳ τῷ Θεῷ. Καὶ
5.15.7
ἔδωκε Δαβὶδ τῷ Ὀρνᾶ περὶ τόπου αὐτοῦ σίκλους χρυσίου ὁλκῆς ἑξακοσίους.
5.15.8
Θυσιάζων ἐξ ἀδίκων θυσία μεμωκημένη, καὶ οὐκ εἰς εὐδοκίαν δωρήματα ἀνόμων.
5.15.9
Θύων υἱὸν ἔναντι πατρὸς αὐτοῦ, οὕτως ὁ προσάγων θυσίαν ἐκ χρημάτων πενήτων.
5.15.10
Εἷς οἰκοδομῶν, καὶ εἷς καθαιρῶν· τίς ὠφέλεια πλέων ἢ κόπος; εἷς εὐχόμενος, καὶ εἷς
5.15.11
καταρώμενος· τίνος φωνῆς εἰσακούσεται ὁ Δεσπότης; Ὁ τὰ ἑτέρου λαμβάνων, καὶ
5.15.12
ἑτέρῳ διδοὺς οὐκ ἠλέησεν, ἀλλὰ καὶ ἠδίκησεν ἀδικίαν τὴν ἐσχάτην. Εἰ μὲν γὰρ
5.15.13
ἐλεεῖς ἐξ ὧν ἀδικεῖς, ἐλέησον οὓς ἀδικεῖς. Εὐσεβὴς γὰρ ἐκεῖνος, οὐχ ὁ πολλοὺς
5.15.14
ἐλεῶν, ἀλλ' ὁ μηδὲν ἀδικῶν. Ἔτι [φ. εἴ τι] δὲ καὶ πάλιν ἐλεεῖν βούλῃ, ἐλέησον ἀπὸ
5.15.15
σῶν καρπῶν δικαιοσύνης. Εἰ σπείρεις πτωχοῖς, τὰ σεαυτοῦ σπεῖρον. Τὰ γὰρ ἀλλότρια
5.15.16
ζιζανίων πικρότερα· γεωργεῖς γὰρ ἀγρὸν, ὃν θερίσαι οὐ δύνασαι.
5.16.1
– Περὶ ἐργολαβῶν, καὶ ἐντολέων, εἰς ἀλλοτρίας δίκας ἑαυτοὺς
5.16.2
ἐμβαλλόντων .
5.16.3
Ὥσπερ ὁ κρατῶν κέρκου κυνὸς, οὕτως ὁ προεστὼς ἀλλοτρίας κρίσεως.
5.16.4
Βουλὴ τῶν πονηρῶν ἄνομα βούλεται, καταφθεῖραι ταπεινοὺς ἐν λόγοις ἀδίκοις, καὶ
5.16.5
διασκεδάσαι λόγους πενήτων ἐν κρίσει. Ὁ διώκων ἐργολάβειαν, ἐμπεσεῖται εἰς
5.16.6
κρίσιν. Περὶ πράγματος οὗ οὐκ ἔστι σοι χρεία, μὴ ἐρέθιζε.
5.17.1
– Περὶ ἐπισκόπων χρηστῶν, καὶ φυλαττόντων τὰς ἐντολὰς τοῦ Θεοῦ.
5.17.2
Πᾶς ἄνθρωπος, ᾧ ἂν ᾖ μῶμος ἐν αὐτῷ, οὐ προσελεύσεται προσφέρειν. Ἄνθρωπος
5.17.3
τυφλὸς, ἢ χωλὸς, ἢ κολοβόριν, ἢ ἀπότμητος, ἢ ᾧ ἂν ᾖ σύντριμμα χειρὸς ἢ
5.17.4
ποδὸς, ἢ κυρτὸς, ἢ ἔφηλος τοὺς ὀφθαλμοὺς, ἢ πτιλλὸς, ἢ ᾧ ἂν ᾖ ἐν αὐτῷ ψώρα
5.17.5
ἀγρία, ἢ λειχὴν, ἢ μονόρχις, οὐ προσεγγιεῖ τοῦ προσενεγκεῖν θυσίας Κυρίῳ, ὅτι
5.17.6
μῶμος ἐν αὐτῷ. Ἀπὸ τῶν δώρων τῶν ἁγίων φάγεται, πλὴν πρὸς τὸ καταπέτασμα οὐ
5.17.7
προσελεύσεται, καὶ πρὸς τὸ θυσιαστήριόν μου οὐκ ἐγγίζει. Γυναῖκα πόρνην καὶ
5.17.8
βεβηλωμένην οὐ λήψονται, ὅτι ἅγιοι εἰσίν. Οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην,
5.17.9
καὶ οἱ ὅσιοί σου ἀγαλλιάσει ἀγαλλιάσονται. Γνωστῶς ἐπιγνώσῃ ψυχὰς ποιμνίου σου,
5.17.10
καὶ ἐπιστήσεις καρδίαν σου σαῖς ἀγέλαις. Ποιμαίνετε τὰ πρόβατα τῆς σφαγῆς, ἃ οἱ
5.17.11
κτησάμενοι κατέσφαζον, καὶ οὐ μετεμελοῦντο, καὶ οἱ πωλοῦντες αὐτὰ ἔλεγον·
5.17.12
Εὐλογητὸς Κύριος, καὶ πεπλουτήκαμεν, καὶ οἱ ποιμένες αὐτῶν οὐκ ἔπασχον οὐδὲν
5.17.13
ἐπ' αὐτοῖς. Υἱὲ ἀνθρώπου, σκοπὸν δέδωκά σε τῷ οἴκῳ Ἰσραὴλ, καὶ ἀκοῦσαι ἐκ τοῦ
5.17.14
στόματός μου λόγον, καὶ διαστεῖλαι αὐτοῖς παρ' ἐμοῦ. Ἐν τῷ λέγειν με τῷ ἀνόμῳ,
5.17.15
ἀποστρέψαι ἀπὸ τῶν ὁδῶν αὐτοῦ τοῦ ζῇν αὐτόν· ἐὰν ὁ ἄνομος ἐκεῖνος τῇ ἀδικίᾳ
5.17.16
αὐτοῦ ἀποθάνηται, τὸ αἷμα αὐτοῦ ἐκ τῆς χειρός σου ἐκζητήσω. Καὶ σὺ ἐὰν διαστείλῃ
5.17.17
τῷ ἀνόμῳ, καὶ μὴ ἀποστρέψῃ ἀπὸ τῆς ἀνομίας αὐτοῦ, ἐν τῇ ἀδικίᾳ αὐτοῦ
5.17.18
ἀποθανεῖται, καὶ σὺ τὴν ψυχήν σου ῥύσῃ. Καὶ ἐν τῷ ἀποστρέφειν δίκαιον, καὶ
5.17.19
ποιήσει παράπτωμα, ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται, διότι οὐ μὴ μνησθῶσιν αἱ
5.17.20
δικαιοσύναι αὐτοῦ, καὶ τὸ αἷμα ἐκ τῆς χειρός σου ἐκζητήσω. Ἐὰν δὲ διαστείλῃ τῷ
5.17.21
δικαίῳ τοῦ μὴ ἁμαρτάνειν, σὺ τὴν σεαυτοῦ ψυχὴν ῥύσῃ. Οἶνον οὐ μὴ πίωσι πᾶς
5.17.22
ἱερεὺς ἐν τῷ εἰσπορεύεσθαι αὐτὸν εἰς τὴν αὐλὴν ἐσωτέραν. Ἐκ πάντων τῶν
5.17.23
ἀπαρχῶν ὑμῶν τοῖς ἱερεῦσιν ἔσται. Οἱ φυλάξαντες ὁσίως τὰ ὅσια, ὁσιωθήσονται, καὶ
5.17.24
οἱ διδαχθέντες αὐτὰ, εὑρήσουσιν ἀπολογίαν. Μὴ ζήτει παρὰ κυρίου κηδεμονίαν,
5.17.25
μηδὲ παρὰ βασιλέως καθέδραν δόξης. Ἐν ὅλῃ ψυχῇ σου εὐλαβοῦ τὸν Κύριον, καὶ
5.17.26
τοὺς ἱερεῖς αὐτοῦ θαύμαζε, Ἐν ὅλῃ δυνάμει σου δόξαζε τὸν ποιήσαντά σε, καὶ τοὺς
5.17.27
λειτουργοὺς αὐτοῦ μὴ ἐγκαταλίπῃς. Φοβοῦ τὸν Κύριον, καὶ δόξασον ἱερέα, καὶ δὸς
5.17.28
τὴν μερίδα αὐτῶν, καθὼς ἐνετείλατό σοι. Ἡγούμενόν σε κατέστησαν; μὴ ἐπαίρου.
5.17.29
Γίνου ἐν αὐτοῖς ὡς εἷς ἐξ αὐτῶν. Φρόντισον αὐτῶν, καὶ οὕτως κάθισον, καὶ πᾶσαν
5.17.30
τὴν χρείαν σου ποιήσας ἀνάπεσον, ἵνα εὐφρανθῇς δι' αὐτοὺς, καὶ εὐδοκίας χάριν
5.17.31
λάβῃς τὸν στέφανον. Ἐλθὼν ὁ Ἰησοῦς εἰς τὰ μέρη Καισαρείας τῆς Φιλίππου, καὶ τὰ
5.17.32
λοιπά. Εἶπεν ὁ Κύριος τῷ Πέτρῳ· Σίμων Ἰωνᾶ, ἀγαπᾷς με; Ἐγένετο φιλονείκεια ἐν
5.17.33
τοῖς μαθηταῖς, τίς αὐτῶν δοκεῖ εἶναι μείζων. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτοῖς· Οἱ βασιλεῖς
5.17.34
τῶν ἐθνῶν κατακυριεύουσιν αὐτῶν, καὶοἱ ἐξουσιάζοντες αὐτῶν εὐεργέται
5.17.35
καλοῦνται. Ὑμεῖς δὲ οὐχ οὕτως· ἀλλὰ ὁ μείζων ἐν ὑμῖν γενέσθω ὡς ὁ νεώτερος, καὶ
5.17.36
ὁ ἡγούμενος ὡς ὁ διακονῶν. Τίς γὰρ μείζων, ὁ ἀνακείμενος, ἢ ὁ διακονῶν; οὐχὶ ὁ
5.17.37
ἀνακείμενος· Ἐγὼ δέ εἰμι ἐν μέσῳ ὑμῶν ὡς ὁ διακονῶν. Μακάριοι οἱ δοῦλοι ἐκεῖνοι,
5.17.38
οὓς ἐλθὼν ὁ κύριος εὑρήσει γρηγοροῦντας. Ἀμὴν λέγω ὑμῖν, ὅτι περιζώσεται, καὶ
5.17.39
ἀνακλινεῖ αὐτοὺς, καὶ παρελθὼν διακονήσει αὐτοῖς. Εἶπε δὲ Κύριος· Τίς ἄρα ἐστὶν ὁ
5.17.40
πιστὸς οἰκονόμος καὶ φρόνιμος, ὃν καταστήσει ὁ κύριος ἐπὶ τῆς θεραπείας αὐτοῦ τοῦ
5.17.41
δοῦναι ἐν καιρῷ τὸ σιτομέτριον; Μακάριος ὁ δοῦλος ἐκεῖνος ὃν ἐλθὼν ὁ κύριος,
5.17.42
αὐτὸν εὑρήσει ποιοῦντα οὕτως. Ἀληθῶς λέγω ὑμῖν, ὅτι ἐπὶ πᾶσι τοῖς ὑπάρχουσιν
5.17.43
αὐτοῦ καταστήσει αὐτόν. Διαμαρτύρομαι ὑμῖν ἐν τῇ σήμερον ἡμέρᾳ, ὅτι καθαρός εἰμι
5.17.44
ἀπὸ τοῦ αἵματος πάντων ὑμῶν. Οὐ γὰρ ὑπεστειλάμην τοῦ μὴ ἀναγγεῖλαι ὑμῖν πᾶσαν
5.17.45
τὴν βουλὴν τοῦ Θεοῦ. Προσέχετε οὖν ἑαυτοῖς, καὶ παντὶ τῷ ποιμνίῳ, ἐν ᾧ ὑμᾶς τὸ
5.17.46
Πνεῦμα τὸ ἅγιον ἔθετο ἐπισκόπους ποιμαίνειν τὴν Ἐκκλησίαν τοῦ Θεοῦ, ἣν
5.17.47
περιεποιήσατο διὰ τοῦ ἰδίου αἵματος. Καὶ τανῦν παρατίθημι ὑμᾶς, ἀδελφοὶ, τῷ Θεῷ,
5.17.48
καὶ τῷ λόγῳ τῆς χάριτος αὐτοῦ, τῷ δυναμένῳ καὶ δοῦναι ὑμῖν κληρονομίαν ἐν τοῖς
5.17.49
ἡγιασμένοις. Οὕτως λαλοῦμεν, οὐχ ὡς ἀνθρώποις ἀρέσκοντες, ἀλλὰ τῷ Θεῷ τῷ
5.17.50
δοκιμάζοντι τὰς καρδίας ἡμῶν. Οὔτε γάρ ποτε ἐν λόγῳ κολακείας ἐγενήθημεν,
5.17.51
καθὼς οἴδατε, οὔτε ἐν προφάσει πλεονεξίας, Θεὸς μάρτυς, οὔτε ζητοῦντες ἐξ
5.17.52
ἀνθρώπων δόξαν, οὔτε ἀφ' ὑμῶν, οὔτε ἀπὸ ἄλλων, δυνάμενοι ἐν βάρει εἶναι, ὡς
5.17.53
Χριστοῦ ἀπόστολοι· ἀλλ' ἐγενήθημεν ἐν μέσῳ ὑμῶν ὡς ἐὰν τροφὸς θάλπῃ τὰ ἑαυτῆς
5.17.54
τέκνα. Εἴ τις ἐπισκοπῆς ὀρέγεται, καλοῦ ἔργου ἐπιθυμεῖ. Δεῖ οὖν τὸν ἐπίσκοπον
5.17.55
ἀνεπίληπτον εἶναι, μιᾶς γυναικὸς ἄνδρα, νηφάλιον, κόσμιον, φιλόξενον,
5.17.56
διδακτικὸν, μὴ πάροινον, μὴ πλήκτην, ἀλλ' ἐπιεικῆ μᾶλλον, ἀφιλάργυρον, τοῦ ἰδίου
5.17.57
οἴκου καλῶς προϊστάμενον, τέκνα ἔχοντα ἐν ὑποταγῇ πολλῇ μετὰ πάσης
5.17.58
σεμνότητος. Εἰ δέ τις τοῦ ἰδίου οἴκου προστῆναι οὐκ οἶδεν, πῶς Ἐκκλησίας Θεοῦ
5.17.59
ἐπιμελήσεται; Οὐ νεόφυτον, ἵνα μὴ τυφωθεὶς, εἰς κρίμα ἐμπέσῃ τοῦ διαβόλου. Δεῖ δὲ
5.17.60
καὶ μαρτυρίαν καλὴν ἔχειν αὐτὸν ἀπὸ τῶν ἔξωθεν, ἵνα μὴ εἰς ὀνειδισμὸν ἐμπέσῃ καὶ
5.17.61
παγίδα τοῦ διαβόλου. Χεῖρας ταχέως μηδενὶ ἐπιτίθει, μηδὲ κοινώνει ἁμαρτίαις
5.17.62
ἀλλοτρίαις. Ἑαυτὸν ἁγνὸν τήρει. Δεῖ τὸν ἐπίσκοπον ἀνέγκλητον εἶναι, ὡς Χριστοῦ
5.17.63
ἀπόστολον καὶ οἰκονόμον· μὴ αὐθάδη, μὴ ὀργίλον, μὴ πάροινον, μὴ πλήκτην, μὴ
5.17.64
αἰσχροκερδῆ, ἀλλὰφιλόξενον, φιλάγαθον σώφρονα, δίκαιον, ὅσιον,
5.17.65
ἐγκρατῆ. Μηδείς σου περιφρονείτω τῆς νεότητος. Ὑπομίμνησκε αὐτοὺς ἀρχαῖς καὶ
5.17.66
ἐξουσίαις ὑποτάττεσθαι, πειθαρχεῖν, πρὸς πᾶν ἔργον ἀγαθὸν ἑτοίμους εἶναι.
5.17.67
Ἐπισκοποῦντες, μὴ ἀναγκαστῶς, ἀλλ' ἑκουσίως, μηδὲ αἰσχροκερδῶς, ἀλλὰ
5.17.68
προθύμως κατὰ Θεόν· μηδὲ ὡς κατακυριεύοντες τῶν κλήρων, ἀλλὰ τύπος γινόμενοι
5.17.69
τοῦ ποιμνίου. Τὸν προεστῶτα μὴ ἐπαιρέτω τὸ ἀξίωμα, ἵνα μὴ ἐκπέσῃ τοῦ
5.17.70
μακαρισμοῦ τῆς ταπεινοφροσύνης, ἢ καὶ αὐτὸς τυφλωθεὶς εἰς κρίμα ἐμπέσῃ τοῦ
5.17.71
διαβόλου. Ἀλλ' ἐκεῖνο πεπείσθω, ὅτι ἡ τῶν πλειόνων ἐπιμέλεια πλειόνων ἐστὶν
5.17.72
ὑπηρεσία. Ὡς οὖν ὁ πολλοῖς μὲν ὑπηρετῶν τετραυματισμένοις, καὶ ἀποξύων μὲν
5.17.73
τοὺς ἰχῶρας ἑκάστου τραύματος, προσάγων δὲ τὰ βοηθήματα κατὰ τὴν ἰδιότητα τῆς
5.17.74
ὑποκειμένης κακώσεως, οὐχὶ ἐπάρσεως ἀφορμὴν τὴν ὑπηρεσίαν λαμβάνει, ἀλλὰ
5.17.75
μᾶλλον ταπεινώσεως καὶ ἀγωνίας· καὶ πολὺ πλέον οὗτος ὁ τὰ ἀσθενήματα ἰᾶσθαι
5.17.76
τῆς ἀδελφότητος πιστευθεὶς, ὡς πάντων ὑπηρέτης, καὶ ὑπὲρ πάντων λόγον ἔχων
5.17.77
δοῦναι, διανοεῖσθαι καὶ ἀγωνιᾷν ὀφείλει. Τούτῳ γὰρ τῷ τρόπῳ κατορθωθήσεται ὁ
5.17.78
σκοπὸς τοῦ Κυρίου εἰπόντος· Εἴ τις θέλει ἐν ὑμῖν εἶναι πρῶτος, ἔστω πάντων
5.17.79
ἔσχατος, καὶ πάντων διάκονος. Ὁ τὴν κοινὴν φροντίδα πεπιστευμένος, ὡς ὀφείλων
5.17.80
λόγον δοῦναι περὶ ἑκάστου τῶν ἐμπεπιστευμένων, οὕτω διακείσθω. Μανθάνειν
5.17.81
ἀνεπαισχύντως, καὶ διδάσκειν ἀνεπιφθόνως, καὶ εἴ τι παρ' ἑτέρου δεδίδακται, μὴ
5.17.82
ἐπικρύπτειν, ὥσπερ αἱ φαῦλαι τῶν γυναικῶν, αἱ τὰ νόθα ὑποβαλλόμεναι· ἀλλὰ
5.17.83
κηρύσσειν εὐγνωμόνως τὸν Πατέρα τοῦ Λόγου. Ἀνθρώπῳ, χαλεποῦ ὄντος τοῦ
5.17.84
εἰδέναι ἄρχεσθαι, κινδυνεύει μᾶλλον χαλεπώτερον εἶναι τὸ εἰδέναι ἄρχειν
5.17.85
ἀνθρώπων· καὶ μάλιστα ἀρχὴν ταύτην τὴν ἡμετέραν, τὴν ἐν νόμῳ θείῳ καὶ πρὸς
5.17.86
Θεὸν ἄγουσαν, ἧς ὅσον τὸ ὕψος καὶ τὸ ἀξίωμα, τοσοῦτον καὶ ὁ κίνδυνος. Αὕτη μοι
5.17.87
φαίνεται τῷ ὄντι τέχνη τις εἶναι τεχνῶν, καὶ ἐπιστήμη ἐπιστημῶν, ἄνθρωπον ἄγειν
5.17.88
τὸ πολυτροπώτατον ζῶον καὶ ποικιλώτατον. Ὥσπερ τοῖς σώμασιν, οὐ τὴν αὐτὴν
5.17.89
φαρμακείαν καὶ τροφὴν προσφέρονται ἅπαντες, ἄλλοι δὲ ἄλλην, ἢ εὐεκτοῦντες, ἢ
5.17.90
κάμνοντες, οὕτω καὶ τὰς ψυχὰς διαφόρῳ λόγῳ καὶ ἀγωγῇ θεραπευτέον. Μάρτυρες
5.17.91
δὲ τῆς θεραπείας, ὧν καὶ τὰ πάθη. Τοὺς μὲν ἄγει λόγος, οἱ δὲ ῥυθμίζονται
5.17.92
παραδείγματι. Οἱ μὲν δέονται κέντρου, οἱ δὲ χαλινοῦ. Καὶ οἱ μὲν γάρ εἰσι νωθεῖς καὶ
5.17.93
δυσκίνητοι πρὸς τὸ καλὸν, οὓς τῇ πληγῇ τοῦ λόγου διεγερτέον, οἱ δὲ θερμότεροι τοῦ
5.17.94
μετρίου τῷπνεύματι καὶ δυσκάθεκτοι ταῖς ὁρμαῖς, καθάπερ πῶλοι γενναῖοι
5.17.95
ἔξω τῆς νύσσης θέοντες. Τοὺς μὲν ἔπαινος ὤνησεν, τοὺς δὲ ψόγος· ἀμφότερα μετὰ
5.17.96
τοῦ καιροῦ καὶ τοῦ λόγου. Τοὺς μὲν παράκλησις κατορθοῖ, τοὺς δὲ ἐπιτίμησις· καὶ
5.17.97
αὖθις, τοὺς μὲν ἐν τῷ κοινῷ διελεγχομένους, τοὺς δὲ κρύβδην. Φιλοῦσι γὰρ οἱ μὲν
5.17.98
καταφρονεῖν τῶν ἰδίων νουθετημάτων, πλήθους καταγνώσει σωφρονιζόμενοι· οἱ δὲ
5.17.99
πρὸς ἐλευθερίαν τῶν ἐλέγχων ἀναισχυντεῖν, τῷ τῆς ἐπιτιμήσεως μυστηρίῳ
5.17.100
παιδαγωγούμενοι, καὶ ἀντιδιδόντες τῆς συμπαθείας τὴν εὐπάθειαν. Τῶν μὲν
5.17.101
παρατηρεῖν ἐπιμελῶς ἀναγκαῖον, μέχρι καὶ τῶν σμικροτάτων, ὅσον τὸ οἴεσθαι
5.17.102
λανθάνειν· τῶν δὲ ἔστιν ἃ καὶ παρορᾷν ἄμεινον, ὥστε ὁρῶντας μὴ ὁρᾷν, καὶ
5.17.103
ἀκούοντας μὴ ἀκούειν· μήτε τῇ χρηστότητι μαλακίζειν, μήτε τραχύνειν τῇ
5.17.104
χαλεπότητι. Οὗτος ὅρος πάσης πνευματικῆς προστασίας, πανταχοῦ τὸ καθ' ἑαυτὸν
5.17.105
παρορᾷν πρὸς τὸ τῶν ἄλλων συμφέρον. Παίδων φείδεσθαι πατρικὸς νόμος. Τροφὴ
5.17.106
καὶ τοῦ τρέφοντός ἐστιν ἡ δίδαξις. Ἐπιτιμῆσαι γαληνῶς, ἐπαινέσαι παιδευτικῶς, καὶ
5.17.107
μηδέτερον τῇ ἀμετρίᾳ λυμαίνεσθαι, ἀλλὰ ποιῆσαι καὶ τὴν ἐπιτίμησιν πατρικὴν, καὶ
5.17.108
τὸν ἔπαινον ἀρχικόν· μήτε τὸ ἁπαλὸν ἔκλυτον, μήτε στύφον τὸ αὐστηρόν· ἀλλὰ τὸ
5.17.109
μὲν ἐπιείκειαν, τὸ δὲ φρόνησιν, καὶ φιλοσοφίαν ἀμφότερα. Ὅσον τὸ ὕψος καὶ τὸ
5.17.110
ἀξίωμα, τοσοῦτον καὶ ὁ κίνδυνος. Οἱ ἱερεῖς, ἐνδύσασθε δικαιοσύνην. Μὴ
5.17.111
διασπείρωμεν τὰ πρόβατα τῆς νομικῆς, καὶ διαφθείρωμεν, ὑπὲρ ὧν ἔθηκε τὴν ψυχὴν
5.17.112
ὁ ποιμὴν ὁ καλὸς, ὁ γινώσκων τὰ ἴδια, καὶ γινωσκόμενος ὑπὸ τῶν ἰδίων, καὶ καλῶν
5.17.113
κατ' ὄνομα, καὶ εἰσάγων αὐτὰ, καὶ ἐξάγων ἀπό τε ἀπιστίας εἰς πίστιν, καὶ ἀπὸ τῆς
5.17.114
ζωῆς ταύτης εἰς τὴν ἐκεῖθεν ἀνάπαυσιν· φοβηθῶμεν μὴ ἀφ' ἡμῶν ἄρξηται τὸ κρίμα
5.17.115
καὶ τὴν ἀπειλήν· μὴ λάβωμεν ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα, αὐτοί τε οὐκ
5.17.116
εἰσιόντες, καὶ τοὺς εἰσελθεῖν δυναμένους κωλύοντες. Τὰ πρόβατα, μὴ ποιμαίνετε
5.17.117
τοὺς ποιμένας, μηδὲ ὑπὲρ τοὺς ἑαυτῶν ὅρους ἐπαίρεσθε. Ἀρκεῖ γὰρ ὑμῖν ἂν καλῶς
5.17.118
ποιμαίνησθε. Μὴ κρίνετε τοὺς κριτὰς, μηδὲ νομοθετῆτε τοῖς νομοθέταις. Οὐ γάρ
5.17.119
ἐστιν ὁ Θεὸς ἀκαταστασίας καὶ ἀταξίας, ἀλλ' εἰρήνης καὶ τάξεως. Καὶ ὀφθαλμὸς
5.17.120
παιδευτοῦ σιωπῶσα διδασκαλία. Ὅσον κρείττων ἡ ψυχὴ τοῦ σώματος, τοσούτῳ
5.17.121
τιμιώτερος τῶν τὰ σώματα θεραπευόντων ὁ τὰς ψυχὰς ἐξιώμενος. Τοσοῦτον
5.17.122
ἀνώτερον βασιλείας ἕστηκεν ἱερωσύνη, ὅσον πνεύματος καὶ σαρκὸς τὸ μέσον.
5.17.123
95. 1545 Οὐ γὰρ ἔστι τὰ τῶν ἱερέων κρύπτεσθαι ἐλαττώματα, ἀλλὰ καὶ τὰ σμικρότατα
5.17.124
ταχέως κατάδηλα γίνεται. Οὐ χρὴ τὴν σύνεσιν ἡλικίᾳ κρίνειν, οὐδὲ τὸν πρεσβύτην
5.17.125
ἀπὸ τῆς πολιᾶς δοκιμάζειν, οὐδὲ τὸν νέον πάντως ἀπείργειν τῆς τοιαύτης διακονίας,
5.17.126
ἀλλὰ τὸν νεόφυτον. Πολὺ δὲ ἀμφοτέρων τὸ μέσον.

Intertext edge

Open linked passage

Note