Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Search
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
John of Damascus PG 94-96
Vita Barlaam et Joasaph
Joas 242.1
Share
Study
Versions & appearance
Versions · Aa
Share
Study
Data
Pg Scrape Grc
242.1
χῃιι 242 Εἶπε δὲ ὁ Ἰωάσαφ πρὸς τὸν Βαρλαάμ· Προσηκόντως καὶ αὕτη τὰ κατ' ἐμὲ παρίστησιν ἡ διήγησις· ὅθεν σοι καὶ περὶ ἐμοῦ ταῦτα λελέχθαι δοκῶ. ἀλλὰ τίς ἡ πεῖρα δι' ἧς γνῶναι ζητεῖς τὸ σταθερὸν τῆς ἐμῆς διανοίας; Καὶ ὁ γέρων ἔφη· Ἐγὼ μὲν καὶ πεπείρακα ἤδη καὶ ἔγνωκα ὁποίας ὑπάρχεις ἐχέφρονος καὶ σταθερᾶς διανοίας καὶ ψυχῆς τῷ ὄντι εὐθυτάτης. ἀλλὰ τὸ τέλος τῆς κατὰ σὲ πράξεως βεβαιώσει ταῦτα. τούτου χάριν κάμπτω τὰ γόνατά μου πρὸς τὸν ἐν Τριάδι δοξαζόμενον Θεὸν ἡμῶν, τὸν πάντων δημιουργὸν ὁρατῶν τε καὶ ἀοράτων, τὸν ὄντως ὄντα καὶ ἀεὶ ὄντα, μήτε ἀρχὴν ἐσχηκότα πώποτε τῆς ἐνδόξου ὑπάρξεως αὐτοῦ, μήτ' ἔχοντα τέλος, τὸν φοβερὸν καὶ παντοδύναμον, ἀγαθόν τε καὶ εὔσπλαγχνον, ἵνα φωτίσῃ τοὺς ὀφθαλμοὺς τῆς καρδίας σου, καὶ δῴη σοι πνεῦμα σοφίας καὶ ἀποκαλύψεως ἐν ἐπιγνώσει αὐτοῦ, εἰς τὸ εἰδέναι σε τίς ἐστιν ἡ ἐλπὶς τῆς κλήσεως αὐτοῦ, καὶ τίς ὁ πλοῦτος τῆς δόξης τῆς κληρονομίας αὐτοῦ ἐν τοῖς ἁγίοις, καὶ τί τὸ ὑπερβάλλον μέγεθος τῆς δυνάμεως αὐτοῦ εἰς ἡμᾶς τοὺς πιστεύοντας, ἵνα μηκέτι ξένος ἔσῃ καὶ πάροικος, ἀλλὰ συμπολίτης τῶν ἁγίων καὶ οἰκεῖος Θεοῦ, ἐπῳκοδομημένος ἐπὶ τῷ θεμελίῳ τῶν ἀποστόλων καὶ προφητῶν, ὄντος ἀκρογωνιαίου αὐτοῦ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ἐν ᾧ πᾶσα οἰκοδομὴ συναρμολογουμένη αὔξει εἰς ναὸν ἅγιον ἐν Κυρίῳ.

Intertext edge

Open linked passage

Note