Vita Barlaam et Joasaph
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Perseus Grc2
25.220
25.220
Ταῦτα τοῦ πατρὸς ἀπειλησαμένου καὶ μετ̓ ὀργῆς ὑποχωρήσαντος, εἰς τὸν ἑαυτοῦ κοιτῶνα ὁ υἱὸς εἰσελθών, καὶ πρὸς τὸν οἰκεῖον ἀγωνοθέτην
25.220
1
25.220
τοὺς ὀφθαλμοὺς ἀνατείνας, Κύριε, ὁ Θεός μου, ἐκ βάθους ἀνέκραξε τῆς καρδίας, γλυκεῖα ἐλπὶς καὶ ἀψευδὴς ἐπαγγελία, ἡ κραταιὰ καταφυγὴ τῶν σοὶ προσανακειμένων, ἴδε μου τὴν συντριβὴν τῆς
25.220
2
25.220
καρδίας ἱλέῳ καὶ εὐμενεῖ ὄμματι, καὶ μὴ ἐγκαταλίπῃς με, μηδὲ ἀποστῇς ἀπ’ ἐμοῦ· ἀλλά, κατὰ τὴν ἀψευδῆ σου ὑπόσχεσιν, γενοῦ μετ’ ἐμοῦ τοῦ ἀναξίου καὶ εὐτελοῦς· σὲ γὰρ γινώσκω καὶ ὁμολογῶ ποιητὴν καὶ προνοητὴν πάσης κτίσεως. αὐτὸς οὖν με ἐνίσχυσον ἐν ταύτῃ τῇ καλῇ ὁμολογίᾳ
25.220
3
25.220
μέχρι τελευταίας διαμεῖναι ἀναπνοῆς· ἐπίβλεψον ἐπ’ ἐμὲ καὶ ἐλέησόν με, καὶ παράστηθι ἐκ πάσης διατηρῶν με σατανικῆς ἐνεργείας ἀλώβητον·
25.221
25.221
ἐπίβλεψον, βασιλεῦ· διαπέφλεκται γὰρ ἰσχυρῶς ἡ ψυχή μου τῷ σῷ πόθῳ, καὶ ἐκκέκαυται
25.221
1
25.221
ὡς ἐν δίψῃ καύματος ἐν ἀνύδρῳ, σὲ ἐπιποθοῦσα
25.221
2
25.221
τὴν πηγὴν τῆς ἀθανασίας. μὴ παραδῴης
25.221
3
25.221
τοῖς θηρίοις ψυχὴν ἐξομολογουμένην σοι· τῆς ψυχῆς τοῦ πτωχοῦ σου μὴ ἐπιλάθῃ εἰς τέλος· ἀλλὰ παράσχου μοι τῷ ἁμαρτωλῷ παρ’ ὅλην μου τὴν ζωὴν ὑπὲρ τοῦ σοῦ ὀνόματος καὶ τῆς σῆς
25.221
ὁμολογίας πάντα παθεῖν, καὶ ὅλον ἐμαυτόν σοι καταθῦσαι· σοῦ γὰρ ἐνδυναμοῦντος καὶ οἱ ἀσθενεῖς ὑπερισχύσουσιν, ὅτι μόνος εἶ σύμμαχος ἀήττητος καὶ Θεὸς ἐλεήμων, ὃν εὐλογεῖ πᾶσα κτίσις τὸν δεδοξασμένον εἰς τοὺς αἰῶνας. ἀμήν. Οὕτως εὐξάμενος θείας ᾔσθετο παρακλήσεως τῇ αὐτοῦ ἐπιφοιτησάσης καρδίᾳ, καὶ θάρσους ἐμπλησθεὶς εὐχόμενος ὅλην διετέλεσε τὴν νύκτα. ὁ δὲ βασιλεὺς Ἀραχῇ τῷ φίλῳ κοινολογησάμενος τὰ περὶ τοῦ παιδός, καὶ τὴν ἀπότομον αὐτοῦ παρρησίαν ἀμετάθετόν τε δηλώσας γνώμην, βουλὴν τίθεται φίλιον ὁ Ἀραχὴς ὅτι μάλιστα καὶ θεραπευτικὴν πρὸς αὐτὸν ποιήσασθαι τὴν ὁμιλίαν, ταῖς κολακείαις ἐλπίζων ἴσως ἐφελκύσασθαι. ἔρχεται τοιγαροῦν τῇ ἐπαύριον πρὸς τὸν υἱόν· καὶ καθίσας ἐγγύτερον τοῦτον προσεκαλέσατο. εἶτα περιπλακεὶς κατεφίλει, πράως ὑπερχόμενος καὶ ἠπίως, Ὦ τέκνον ποθεινότατον, εἰρηκώς, καὶ φιλούμενον, τίμησον τὴν τοῦ σοῦ πατρὸς πολιάν, καί, τῆς ἐμῆς ἀκούσας δεήσεως, προσελθὼν θυσίαν τοῖς θεοῖς προσάγαγε.
25.222
25.222
οὕτω γὰρ ἐκείνους τε εὐμενεῖς ἕξεις, καὶ μακρότητα ἡμερῶν, δόξης τε πάσης καὶ βασιλείας ἀνεπηρεάστου καὶ παντοίων ἀγαθῶν μετουσίαν παῤ αὐτῶν ἀπολήψῃ, ἐμοί τε τῷ πατρὶ ἔσῃ κεχαρισμένος διὰ βίου παντός, καὶ πᾶσιν ἀνθρώποις τίμιός τε καὶ ἐπαινετός. μέγα γὰρ εἰς ἐπαίνου λόγον τῷ πατρὶ ὑπακούειν, καὶ μάλιστα ἐπ̓ ἀγαθῷ καὶ τῇ εἰς θεοὺς εὐνοίᾳ. τί δέ, τέκνον, ὑπέλαβες; πότερον ὡς ἑκὼν τῆς ἀγαθῆς ἐκκλίνας ὁδοῦ τὴν ἐναντίαν ἰέναι προέκρινα, ἢ ἀγνοίᾳ καὶ ἀπειρίᾳ τοῦ ἀγαθοῦ τοῖς ὀλεθρίοις ἐμαυτὸν ἐξέδωκα; ἀλλ̓, εἰ μὲν ἑκόντα με νομίζεις τοῦ συμφέροντος προτιμᾶν τὰ κακὰ καὶ τῆς ζωῆς προκρίνειν τὸν θάνατον, πάνυ μοι δοκεῖς, τέκνον, τῆς ὀρθῆς ἀποσφαλῆναι κρίσεως. ἦ οὐχ ὁρᾷς ὅσῃ κακουχίᾳ καὶ ταλαιπωρίᾳ πολλάκις ἐμαυτὸν ἐκδίδωμι ἐν ταῖς κατὰ τῶν ἐχθρῶν ἐκστρατείαις, ἢ ἄλλαις τισὶ τοῦ κοινοῦ προστασίαις ἀσχολούμενος, ὡς καὶ πείνης τε καὶ δίψης, πεζοπορίας τε καὶ χαμαικοιτίας, οὕτω δεῆσαν, μὴ φείσασθαι; πλούτου δὲ καὶ χρημάτων τοσαύτη μοι πρόσεστιν ὑπεροψία τε καὶ καταφρόνησις, ὡς ἀφθόνως ἔσθ’ ὅτε τὰ ταμιεῖα πάντα τοῦ ἐμοῦ παλατίου κατακενῶσαι εἰς τὸ ἀνοικοδομῆσαι τοὺς τῶν θεῶν μεγίστους ναοὺς καὶ παντοίῳ τούτους καταλαμπρῦναι κόσμῳ ἢ τοῖς στρατοπέδοις ἀφθόνως διανεῖμαι τοὺς θησαυροὺς τῶν χρημάτων. τοιαύτης οὖν μετέχων τῶν ἀπολαυστικῶν ὑπεροψίας καὶ τῆς ἐν τοῖς δεινοῖς καρτερίας, εἰ τὴν τῶν Γαλιλαίων ἐγίνωσκον θρησκείαν κρείττονα τῆς ἐν χερσὶν ὑπάρχειν, πόσης ἂν οὐκ ἔκρινα τὸ πρᾶγμα σπουδῆς ἄξιον,
25.223
25.223
πάντων μὲν ὑπεριδεῖν καὶ τὴν ἐμαυτοῦ περιποιήσασθαι σωτηρίαν; εἰ δὲ ἄγνοιάν μοι καὶ ἀπειρίαν τοῦ καλοῦ καταγινώσκεις, σύνες ὅσας πολλάκις νύκτας ἀΰπνους διετέλεσα, ζητήματός τινος προτεθέντος, ἔσθ’ ὅτε καὶ οὐ πολὺ ἀναγκαίου, μὴ παρέχων ὅλως ἐμαυτῷ ἀνάπαυσιν, πρὶν ἢ τοῦ ζητουμένου σαφῆ καὶ εὐπρεπεστάτην εὕροιμι τὴν λύσιν. Εἰ οὖν τῶν προσκαίρων τούτων πραγμάτων οὐδὲ τὸ σμικρότατον ἔχω εὐκαταφρόνητον, ἄχρις οὗ πάντα συμφερόντως καὶ ἐπὶ λυσιτελείᾳ τῶν ἁπάντων ἐπιτελεσθείη, καὶ οὐδενὶ ἑτέρῳ ἀκριβέστερον ἡ τῶν ἀπορρήτων διάγνωσις ἐν πάσῃ, ὡς οἶμαι, τῇ ὑφηλίῳ διερευνᾶσθαι ὡς ἐμοὶ παρὰ πάντων μεμαρτύρηται, πῶς τὰ θεῖα, καὶ ἃ σέβεσθαι καὶ θεολογεῖν θέμις, εὐκαταφρόνητα ἂν ἐλογισάμην, καὶ μὴ πάσῃ σπουδῇ, πάσῃ δυνάμει, ὅλῃ τῇ ψυχῇ καὶ ὅλῳ τῷ νοΐ, εἰς τὴν τούτων ἀπησχόλησα ἐμαυτὸν ζήτησιν, τοῦ εὑρεῖν τἀληθῆ καὶ πρεπωδέστατα; καί γε ἐζήτησα ἐμπόνως, πολλὰς μὲν νύκτας ἴσα ταῖς ἡμέραις ἐν τούτοις ἀναλώσας, πολλοὺς δὲ σοφοὺς καὶ ἐπιστήμονας εἰς τήνδε τὴν βουλὴν συγκαλέσας, πολλοῖς δὲ καὶ τῶν λεγομένων Χριστιανῶν ὁμιλήσας. καὶ τῇ ἀόκνῳ συζητήσει καὶ διαπύρῳ ἐρεύνῃ εὑρέθη μοι ἡ τῆς ἀληθείας ὁδός, παρὰ σοφῶν τῇ τε λογιότητι καὶ συνέσει τετιμημένων μαρτυρηθεῖσα ὡς οὐκ ἔστιν ἄλλη πίστις εἰ μὴ ἣν σήμερον πορευόμεθα,
25.224
25.224
τοῖς μεγίστοις θεοῖς λατρεύοντες καὶ τῆς γλυκείας βιοτῆς καὶ ἐνηδόνου ἀντεχόμενοι, τῆς πᾶσιν ἀνθρώποις παῤ αὐτῶν δεδωρημένης, ἥτις τερπνότητος ὅτι πλείστης καὶ θυμηδίας πεπλήρωται, ἣν οἱ τῶν Γαλιλαίων ἔξαρχοι καὶ μυσταγωγοὶ ἀφρόνως ἀπώσαντο, ὡς καὶ τὸ γλυκὺ τοῦτο φῶς καὶ τὰ τερπνὰ πάντα, ἅπερ εἰς ἀπόλαυσιν ἐχαρίσαντο ἡμῖν οἱ θεοί, ἐλπίδι τινὸς ἑτέρας ἀδήλου ζωῆς ἑτοίμως
25.224
1
25.224
προΐεσθαι, μὴ εἰδότες τί λέγουσιν ἢ περὶ τίνων διαβεβαιοῦνται. Σὺ δέ, φίλτατε υἱέ, τῷ σῷ πείσθητι πατρὶ δι᾽ ἀκριβοῦς καὶ ἀληθεστάτης ἐρεύνης τὸ ὄντως καλὸν εὑρηκότι. ἰδοὺ γὰρ ἀποδέδεικται ὡς οὔτε ἑκών, οὔτε μὴν ἀγνοίας τρόπῳ, διήμαρτον τοῦ
25.224
ἀγαθοῦ, ἀλλ’ εὗρον καὶ προσελαβόμην· ἐπιποθῶ δὲ καὶ σὲ μὴ ἀνοήτως πλανᾶσθαι, ἀλλ’ ἐμοὶ ἀκολουθῆσαι. αἰδέσθητι οὖν τὸν πατέρα σου. ἢ οὐκ οἶδας ὁποῖόν ἐστι καλὸν τῷ πατρὶ πείθεσθαι καὶ αὐτῷ ἐν πᾶσι χαρίζεσθαι; ὡς ἔμπαλιν ὀλέθριον καὶ ἐπάρατον τὸ πατέρα παραπικραίνειν καὶ τὰς αὐτοῦ παρ’ οὐδὲν τιθέναι
25.225
25.225
ἐντολάς; ὅσοι γὰρ τοῦτο ἐποίησαν, κακοὶ κακῶς ἀπώλοντο· οἷς σύ, τέκνον, μὴ συναριθμηθείης· ἀλλά, τὰ τῷ τεκόντι κεχαρισμένα ποιῶν, πάντων ἐπιτύχοις τῶν ἀγαθῶν, καὶ κληρονόμος γένοιο τῆς εὐλογίας τῆς ἐμῆς καὶ βασιλείας. Ὁ δὲ μεγαλόφρων καὶ εὐγενὴς ὡς ἀληθῶς νεανίας τῆς τοῦ πατρὸς περιττολογίας καὶ ἀνοήτου ἀντιβολῆς ἀκούσας, καὶ γνοὺς τὰς τοῦ
25.225
1
25.225
σκολιοῦ δράκοντος μηχανάς, ὡς ἐκ τῶν δεξιῶν αὐτοῦ τοῖς ποσὶν ἡτοίμασε παγίδα, κατακάμψαι τὴν θεοειδῆ ψυχὴν τεχναζόμενος καὶ πρὸς τὸ προκείμενον ἐμποδίσαι βραβεῖον, τὸ δεσποτικὸν
25.225
2
25.225
πρὸ ὀφθαλμῶν ἔθετο πρόσταγμα, Οὐκ ἦλθον βαλεῖν εἰρήνην, εἰπόντος, ἀλλὰ μάχην καὶ μάχαιραν· ἦλθον γὰρ διχάσαι υἱὸν κατὰ τοῦ πατρὸς αὐτοῦ καὶ θυγατέρα κατὰ τῆς μητρὸς αὐτῆς, καὶ τὰ ἑξῆς. καί, ὅτι Ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμέ, οὐκ ἔστι μου ἄξιος, καί, Ὅστις με ἀρνήσεται ἔμπροσθεν τῶν ἀνθρώπων, ἀρνήσομαι αὐτὸν κἀγὼ ἔμπροσθεν τοῦ Πατρός μου τοῦ ἐν οὐρανοῖς. ταῦτα λογισάμενος, καὶ τῷ θείῳ φόβῳ τὴν ψυχὴν πεδήσας,
25.226
25.226
τῷ πόθῳ τε καὶ ἔρωτι
25.226
1
25.226
ἐνισχύσας, τὸ Σολομόντειον ἐκεῖνο ῥῆμα πάνυ κατὰ καιρὸν ἐξελάβετο, Καιρός, φάσκον, τοῦ φιλῆσαι καὶ καιρὸς τοῦ μισῆσαι, καιρὸς πολέμου
25.226
καὶ καιρὸς εἰρήνης. καὶ πρῶτα μέν, κατὰ νοῦν
25.226
2
25.226
εὐξάμενος, Ἐλέησόν με, Κύριε, εἶπεν, ὁ Θεός, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου, καὶ ἐν τῇ σκιᾷ τῶν πτερύγων σου ἐλπιῶ ἕως οὗ παρέλθῃ ἡ ἀνομία. κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον, τὸν Θεὸν τὸν εὐεργετήσαντά με, καὶ τὰ ἑξῆς τοῦ ψαλμοῦ.
25.226
3
25.226
Εἶτά φησι πρὸς τὸν βασιλέα· Τὸ μὲν θεραπεύειν πατέρα καὶ τοῖς αὐτοῦ ὑπείκειν προστάγμασιν, εὐνοίᾳ τε καὶ φιλίᾳ καθυπηρετεῖν, ὁ κοινὸς ἡμᾶς διδάσκει Δεσπότης, φυσικὴν ἡμῖν τὴν τοιαύτην ἐγκατασπείρας στοργήν. ὅταν δὲ ἡ τῶν γονέων σχέσις καὶ φιλία πρὸς αὐτὸν φέρῃ τὸν κίνδυνον τὴν ψυχὴν καὶ τοῦ Δημιουργοῦ πόρρω
25.226
4
25.226
ποιῇ, ἐκκόπτειν ταύτην παντάπασι προστετάγμεθα, καὶ μηδόλως εἴκειν τοῖς χωρίζουσιν ἡμᾶς τοῦ Θεοῦ, ἀλλὰ μισεῖν τούτους καὶ ἀποστρέφεσθαι, κἂν πατὴρ ὁ τὰ ἀπευκταῖα ἐπιτάττων εἴη,
25.227
25.227
κἂν μήτηρ, κἂν βασιλεύς, κἂν τῆς ζωῆς αὐτῆς κύριος. διὰ ταῦτα τῆς πατρικῆς μὲν σχέσεως ἕνεκα τὸν Θεὸν ζημιωθῆναι τῶν ἀδυνάτων μοί ἐστι. διὸ μήτε σεαυτῷ κόπους πάρεχε, μήτε ἐμοί·
25.227
1
25.227
ἀλλ’ ἢ πείσθητι καὶ τῷ ζῶντι ἄμφω καὶ ἀληθινῷ λατρεύσωμεν Θεῷ· ἃ γὰρ νῦν σέβῃ εἴδωλα εἰσί,
25.227
2
25.227
χειρῶν ἀνθρωπίνων ἔργα, πνοῆς ἔρημα καὶ κωφά, μηδὲν ὅλως ἢ μόνην ἀπώλειαν καὶ τιμωρίαν αἰώνιον τοῖς αὐτὰ σεβομένοις προξενοῦντα. Εἰ δὲ μὴ τοῦτο βούλοιο, ποίει εἰς ἐμὲ ὅπερ σοι
25.227
3
25.227
δοκεῖ· δοῦλος γάρ εἰμι τοῦ Χριστοῦ, καὶ οὔτε θωπείαις, οὔτε κολάσεσι τῆς αὐτοῦ ἀποστήσομαι ἀγάπης, καθὰ δὴ καὶ τῇ προτεραίᾳ εἶπόν σοι, μέσον ἐμβαλὼν τὸ τοῦ Δεσπότου μου ὄνομα καὶ
25.227
ἀσφαλέστατα τὸν λόγον ἐμπεδωσάμενος. ὅτι δὲ μήτε ἑκὼν ἔφησας κακουργεῖν, μήτε μὴν ἀγνοίᾳ διαμαρτάνειν τοῦ ἀγαθοῦ, ἀλλὰ πολλῇ καὶ ἐμπόνῳ συζητήσει τοῦτο ἔγνως ὄντως εἶναι καλόν, τὸ εἰδώλοις λατρεύειν καὶ ταῖς ἡδοναῖς τῶν παθῶν προσηλοῦσθαι, κακουργεῖν μέν σε ἐθελοντὶ οὐκ ἔχω λέγειν. ὅτι δὲ πολλή σοι περικέχυται ἀγνωσίας
25.227
4
25.227
ἀχλὺς καὶ ὡς ἐν σκότει ψηλαφητῷ πορευόμενος οὐδόλως ὁρᾷς φωτὸς κἂν μικράν τινα μαρμαρυγήν, ὅθεν τὴν εὐθεῖαν ἀπολέσας κρημνοῖς καὶ φάραγξι δεινοῖς περιπεπλάνησαι, τοῦτο κἀγὼ βεβαίως ἐπίσταμαι καὶ σέ, πάτερ, γινώσκειν βούλομαι.
25.228
25.228
διὸ σκότος ἀντὶ φωτὸς κατέχων καὶ θανάτου ὥσπερ ζωῆς ἀντεχόμενος, οἴει συμφερόντως βεβουλεῦσθαι καὶ λυσιτελῶς ἐντεθυμῆσθαι· ἀλλ’ οὐκ ἔστι ταῦτα, οὐκ ἔστιν. οὔτε γὰρ ἅπερ
25.228
1
25.228
σέβῃ θεοί εἰσιν, ἀλλὰ στῆλαι δαιμόνων, πᾶσαν αὐτῶν τὴν μυσαρὰν ἐνέργειαν ἔνδον ἔχουσαι· οὔτε ἥνπερ γλυκεῖαν ἀποκαλεῖς καὶ ἐνήδονον βιοτήν, τερπνότητός τε καὶ θυμηδίας δοκεῖς πεπληρῶσθαι, τῆς τοιαύτης ἔχει φύσεως, ἀλλὰ βδελυκτή ἐστιν αὕτη, κατά γε τὸν τῆς ἀληθείας λόγον, καὶ
25.228
2
25.228
ἀποτρόπαιος. πρὸς καιρὸν γὰρ γλυκαίνει καὶ λεαίνει τὸν φάρυγγα, ὕστερον δὲ πικροτέρας χολῆς ποιεῖται τὰς ἀναδόσεις, ὡς ὁ ἐμὸς ἔφη διδάσκαλος,
25.228
3
25.228
καὶ ἠκονημένη μᾶλλον μαχαίρας διστόμου. Καὶ πῶς ἄν σοι τὰ ταύτης κακὰ διηγησαίμην;
25.228
4
25.228
ἐξαριθμήσομαι αὐτά, καὶ ὑπὲρ ἄμμον πληθυνθήσονται. ἄγκιστρον γάρ ἐστι τοῦ διαβόλου, ὡς δέλεαρ τὴν βδελυρὰν περικειμένη ἡδονήν, δι’ οὗ
25.228
5
25.228
τοὺς ἀπατωμένους, εἰς τὸν τοῦ ᾅδου καθέλκει πυθμένα. τὰ δὲ παρὰ τοῦ ἐμοῦ Δεσπότου ἐπηγγελμένα
25.228
ἀγαθά, ἅπερ σὺ ἀδήλου ζωῆς ἐλπίδα ὠνόμασας, ἀψευδῆ εἰσι καὶ ἀναλλοίωτα, τέλος οὐκ οἶδε, φθορᾷ οὐχ ὑπόκειται· λόγος οὐκ ἔστιν ὁ παραστῆσαι τὸ μέγεθος τῆς δόξης ἐκείνης καὶ τερπνότητος ἰσχύων, τῆς χαρᾶς τῆς ἀνεκλαλήτου, τῆς διηνεκοῦς εὐφροσύνης.
25.229
25.229
πάντες μὲν γάρ, καθάπερ αὐτὸς ὁρᾷς, ἀποθνήσκομεν, καὶ οὐκ ἔστιν
25.229
1
25.229
ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον· μέλλομεν δὲ πάντες ἀνίστασθαι, ἡνίκα ἐλεύσεται Κύριος Ἰησοῦς Χριστός, ὁ Υἱὸς τοῦ Θεοῦ, ἐν
25.229
2
25.229
δόξῃ ἀνεκλαλήτῳ καὶ δυνάμει φοβερᾷ, ὁ μόνος
25.229
3
25.229
Βασιλεὺς τῶν βασιλευόντων καὶ Κύριος τῶν κυριευόντων,
25.229
4
25.229
ᾧ πᾶν γόνυ κάμψει ἐπουρανίων καὶ ἐπιγείων καὶ καταχθονίων· καὶ τοσαύτην ἐμποιήσει
25.229
5
25.229
τότε τὴν ἔκστασιν, ὡς καὶ αὐτὰς ἐκπλαγῆναι τὰς
25.229
6
25.229
οὐρανίους δυνάμεις· καὶ παραστήσονται αὐτῷ
25.229
7
25.229
τρόμῳ χίλιαι χιλιάδες καὶ μύριαι μυριάδες ἀγγέλων καὶ ἀρχαγγέλων, καὶ πάντα ἔσται φόβου
25.229
8
25.229
καὶ τρόμου μεστά. σαλπιεῖ γὰρ εἷς τῶν ἀρχαγγέλων
25.229
9
25.229
ἐν σάλπιγγι Θεοῦ, καὶ εὐθὺς ὁ οὐρανὸς μὲν εἰλιγήσεται ὡς βιβλίον, ἡ γῆ δὲ ἀναρρηγνυμένη ἀναπέμψει τὰ τεθνεῶτα σώματα τῶν πώποτε
25.229
10
25.229
γενομένων ἀνθρώπων, ἐξ οὗ γέγονεν ὁ πρῶτος ἄνθρωπος Ἀδὰμ μέχρι τῆς ἡμέρας ἐκείνης. καὶ
25.229
11
25.229
τότε πάντες οἱ ἀπ’ αἰῶνος θανόντες ἐν ῥιπῇ ὀφθαλμοῦ ζῶντες παραστήσονται τῷ βήματι τοῦ ἀθανάτου
25.230
25.230
Δεσπότου, καὶ ἕκαστος λόγον δώσει ὑπὲρ ὧν
25.230
1
25.230
ἔπραξε. τότε οἱ δίκαιοι λάμψουσιν ὡς ἥλιος, οἱ πιστεύσαντες εἰς Πατέρα καὶ Υἱὸν καὶ Ἅγιον Πνεῦμα, καὶ ἐν ἔργοις ἀγαθοῖς τελέσαντες τὸν παρόντα βίον. πῶς δέ σοι διηγήσομαι τὴν μέλλουσαν αὐτοὺς τότε διαδέχεσθαι δόξαν; κἂν γὰρ
25.230
τῷ ἡλιακῷ παραβάλλω φωτὶ τὴν λαμπρότητα αὐτῶν καὶ τὸ κάλλος, κἂν ἀστραπῇ τῇ φανοτάτῃ,
25.230
2
25.230
οὐδὲν τῆς λαμπρότητος ἐκείνης ἄξιον ἐρῶ. ὀφθαλμὸς
25.230
3
25.230
γὰρ οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ἃ ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτὸν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν, ἐν
25.230
4
25.230
τῷ φωτὶ τῷ ἀπροσίτῳ, ἐν τῇ δόξῃ τῇ ἀπορρήτῳ καὶ ἀτελευτήτῳ. Καὶ οἱ μὲν δίκαιοι τοιούτων τεύξονται τῶν ἀγαθῶν τοιαύτης δὲ τῆς μακαριότητος· οἱ δὲ τὸν ὄντως ὄντα Θεὸν ἀρνησάμενοι, καὶ τὸν πλάστην καὶ δημιουργὸν ἀγνοήσαντες, δαίμοσι δὲ μιαροῖς λατρεύσαντες, καὶ εἰδώλοις κωφοῖς τὸ σέβας ἀπονείμαντες,
25.231
25.231
τὰς ἡδονάς τε τοῦ ματαίου βίου
25.231
1
25.231
τούτου ποθήσαντες, καὶ δίκην χοίρων τῷ βορβόρῳ τῶν παθῶν κυλισθέντες, καὶ πάσης κακίας ὁρμητήριον τὰς ἑαυτῶν ψυχὰς ποιησάμενοι,
25.231
2
25.231
σταθήσονται γυμνοὶ καὶ τετραχηλισμένοι, κατῃσχυμένοι καὶ κατηφεῖς, ἐλεεινοὶ καὶ τῷ σχήματι καὶ τῷ πράγματι, ὄνειδος προκείμενοι πάσῃ τῇ κτίσει. πάντα δὲ αὐτῶν τὰ ἐν λόγῳ, τὰ ἐν ἔργῳ, τὰ ἐν διανοίᾳ, πρὸ προσώπου αὐτῶν ἐλεύσονται. εἶτα, μετὰ τὴν αἰσχύνην ἐκείνην τὴν χαλεπωτάτην καὶ τὸ ὄνειδος ἐκεῖνο τὸ
25.231
3
25.231
ἀφόρητον, καταδικασθήσονται εἰς τὸ πῦρ τῆς γεέννης τὸ ἄσβεστον καὶ ἀφεγγές, εἰς τὸ σκότος τὸ ἐξώτερον, τὸν βρυγμὸν τῶν ὀδόντων καὶ σκώληκα τὸν ἰοβόλον. αὕτη ἡ μερὶς αὐτῶν, οὗτος ὁ κλῆρος, οἷς εἰς αἰῶνας συνέσονται τοὺς ἀτελευτήτους τιμωρούμενοι, ἀνθ’ ὧν, τὰ ἐν ἐπαγγελίαις ἀγαθὰ παρωσάμενοι, διὰ πρόσκαιρον ἁμαρτίας ἡδονὴν κόλασιν αἰώνιον ἐξελέξαντο. ὑπὲρ δὴ
25.231
τούτων, ὥστε τῆς ἀρρήτου μὲν χαρᾶς ἐκείνης ἐπιτυχεῖν καὶ τῆς ἀπορρήτου δόξης ἀπολαύειν, τοῖς ἀγγέλοις δὲ ἀντιλάμπειν, καὶ τῷ ἀγαθῷ καὶ
25.231
4
25.231
γλυκυτάτῳ Δεσπότῃ μετὰ παρρησίας παρίστασθαι, τὰς πικροτάτας δὲ τιμωρίας καὶ ἀτελευτήτους καὶ τὴν ὀδυνηρὰν ἐκείνην ἐκφυγεῖν αἰσχύνην,
25.232
25.232
πόσα οὐκ ἄξιον προέσθαι καὶ χρήματα καὶ σώματα, μᾶλλον δὲ καὶ αὐτὰς τὰς ψυχάς; τίς οὕτως ἀγεννής, τίς οὕτως ἀσύνετος, ὡς μὴ μυρίους ὑποστῆναι προσκαίρους θανάτους, ἵνα τοῦ αἰωνίου ἀπαλλαγῇ καὶ ἀτελευτήτου θανάτου, τὴν ζωὴν δὲ κληρονομήσῃ τὴν μακαρίαν τε καὶ ἀνώλεθρον, καὶ τῷ φωτὶ περιλαμφθῇ τῆς μακαρίας καὶ ζωαρχικῆς Τριάδος;