Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Vita Barlaam et Joasaph
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint"> —
⋯
More
Original / primary: Perseus Grc2
34.312
34.312
Ταῦτα ὁρῶν ὁ βασιλεὺς Ἀβεννὴρ, ὀψὲ καὶ μόλις εἰς συναίσθησιν ἐλθών, τῶν ἑαυτοῦ κατεγίνωσκε ψευδωνύμων θεῶν τῆς ἀσθενείας καὶ κενῆς ἀπάτης. καὶ ἐκκλησιάσας αὖθις τοὺς πρώτους τῆς βουλῆς τὰ μελετώμενα αὐτῷ εἰς φῶς ἐξῆγε. πάντων δὲ
34.312
1
34.312
τὰ αὐτὰ βεβαιούντων ʽἐπεσκέψατο γὰρ αὐτοὺς ἀνατολὴ ἐξ ὕψους, ὁ Σωτὴρ τῆς δεήσεως ἀκούσας τοῦ θεράποντος αὐτοῦ Ἰωάσαφ̓, ἔδοξε τῷ βασιλεῖ δῆλα ταῦτα τῷ υἱῷ ποιῆσαι. γράφει οὖν τῇ ἑξῆς ἐπιστολὴν τῷ Ἰωάσαφ περιέχουσαν οὕτως· Βασιλεὺς Ἀβεννὴρ τῷ ποθεινοτάτῳ υἱῷ Ἰωάσαφ, χαίρειν. Λογισμοὶ πολλοί, εἰς τὴν ἐμὴν ὑπεισερχόμενοι ψυχήν, δεινῶς, φίλτατε, τυραννοῦσιν, υἱέ. τὰ γὰρ ἡμέτερα πάντα ἐκλείποντα ὁρῶν, ὃν τρόπον καπνὸς ἐκλείπει, τὰ τῆς σῆς δὲ θρησκείας λάμποντα ὑπὲρ ἥλιον, εἰς αἴσθησιν δὲ ἐλθών, ἀληθῆ τὰ παρὰ σοῦ μοὶ ἀεὶ λεγόμενα ἔγνωκα εἶναι, καὶ ὅτι σκότος ἡμᾶς βαθὺ τῶν ἁμαρτιῶν καὶ τῆς ἀσεβείας ἐκάλυπτεν, ὡς ἐντεῦθεν οὐδὲ πρὸς τὴν ἀλήθειαν διαβλέψαι καὶ τὸν ἁπάντων Δημιουργὸν
34.312
καταμαθεῖν ἠδυνάμεθα· ἀλλὰ καὶ φῶς οὕτω τηλαυγέστερον διὰ σοῦ ἀναδειχθὲν ἡμῖν, τοὺς ὀφθαλμοὺς μύσαντες, ἡμεῖς ὁρᾶν οὐκ ἠθελήσαμεν,
34.313
34.313
πολλὰ μέν σοι κακὰ ἐνδειξάμενοι, ἐλεεινῶς δὲ φεῦ καὶ τῶν Χριστιανῶν οὐκ ὀλίγους ἀνελόντες, οἵτινες, τῇ συνεργούσῃ αὐτοῖς ἀμάχῳ δυνάμει κραταιούμενοι, διὰ τέλους πρὸς τὴν ἡμετέραν ὠμότητα ὑπερέσχον. νυνὶ δέ, τὴν παχεῖαν ἐκείνην ἀχλὺν τῶν ἡμετέρων ὀμμάτων περιελόντες, αὐγήν τινα μικρὰν τῆς ἀληθείας ὁρῶμεν, καὶ τῶν προτέρων μεταμέλεια εἰσέρχεται κακῶν. ἀλλὰ καὶ ταύτην τὴν αὐγὴν νέφος ἄλλο δεινῆς ἀπογνώσεως ἐπιπολάζον σκοτίζειν πειρᾶται, τὸ πλῆθος προβαλλόμενον τῶν ἐμῶν κακῶν, καὶ ὅτι βδελυκτὸς ἤδη ἐγὼ τῷ Χριστῷ καὶ ἀπρόσδεκτός εἰμι, ὡς ἀποστάτης καὶ πολέμιος αὐτοῦ γεγονώς. τί οὖν πρὸς ταῦτα, τέκνον γλυκύτατον, λέγεις αὐτός, δῆλά μοι τάχιστα ποίησον, καὶ τί δεῖ ποιεῖν με τὸν σὸν πατέρα δίδαξον, καὶ πρὸς ἐπίγνωσιν χειραγώγησον τοῦ συμφέροντος. Ταύτην τὴν ἐπιστολὴν ὁ Ἰωάσαφ δεξάμενος, καὶ τὰ ἐμφερόμενα ἐπελθών, ἡδονῆς ὁμοῦ καὶ θαύματος τὴν ψυχὴν ἐπληροῦτο. εἰς τὸ ἑαυτοῦ δὲ ταμιεῖον εἰσελθὼν εὐθὺς καὶ ἐπὶ πρόσωπον πεσὼν ἐνώπιον τοῦ Δεσποτικοῦ χαρακτῆρος, δάκρυσι τὴν γῆν κατέβρεχεν, εὐχαριστῶν ὁμοῦ τῷ δεσπότῃ καὶ ἐξομολογούμενος, καὶ χείλη ἀγαλλιάσεως κινῶν πρὸς ὑμνῳδίαν·
34.313
1
34.313
Ὑψώσω σε, λέγων, ὁ Θεός μου καὶ βασιλεύς μου, καὶ εὐλογήσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· μέγας εἶ, Κύριε, καὶ αἰνετὸς σφόδρα, καὶ τῆς μεγαλωσύνης σου
34.313
2
34.313
οὐκ ἔστι πέρας. καὶ τίς λαλήσει τὰς δυναστείας σου, ἀκουστὰς ποιήσει πάσας τὰς αἰνέσεις σου,
34.313
3
34.313
τοῦ στρέψαντος τὴν πέτραν εἰς λίμνας ὑδάτων καὶ τὴν ἀκρότομον εἰς πηγὰς ὑδάτων;
34.314
34.314
ἰδοὺ γὰρ ἡ ἀκρότομος αὕτη καὶ πέτρας σκληροτέρα καρδία τοῦ ἐμοῦ πατρός, σοῦ θελήσαντος, ὡσεὶ κηρὸς
34.314
1
34.314
ἐμαλάχθη. δυνατὸν γάρ σοι καὶ ἐκ τῶν λίθων τούτων ἐγεῖραι τέκνα τῷ Ἀβραάμ. εὐχαριστῶ σοι, Δέσποτα φιλάνθρωπε, Θεὲ τοῦ ἐλέους, ὅτι ἐμακροθύμησας καὶ μακροθυμεῖς τοῖς παραπτώμασιν ἡμῶν, καὶ ἕως τοῦ νῦν ἀτιμωρήτους ἡμᾶς εἴασας εἶναι. ἡμεῖς μὲν γὰρ ἄξιοι ἦμεν πάλαι ἀπορριφθῆναι ἀπὸ τοῦ προσώπου σου καὶ παραδειγματισθῆναι ἐν τῷ βίῳ τούτῳ, ὡς οἱ
34.314
2
34.314
τὴν Πεντάπολιν οἰκοῦντες παράνομοι, πυρὶ καὶ θείῳ κατακαυθέντες· ἡ δὲ ἀνείκαστός σου μακροθυμία ἐφιλανθρωπεύσατο εἰς ἡμᾶς. εὐχαριστῶ σοι ὁ εὐτελὴς ἐγὼ καὶ ἀνάξιος, εἰ καὶ μὴ ὑπάρχω αὐτάρκης πρὸς δοξολογίαν τῆς σῆς ἀγαθότητος. καὶ δέομαι τῶν ἀμετρήτων σου οἰκτιρμῶν, Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ καὶ Λόγε τοῦ ἀοράτου Πατρός, ὁ πάντα λόγῳ παραγαγὼν καὶ θελήματι τῷ σῷ συνέχων, ὁ ῥυσάμενος ἡμᾶς τοὺς ἀναξίους δούλους σου τῆς τοῦ ἀρχεκάκου ἐχθροῦ
34.314
3
34.314
δουλείας, ὁ ταθεὶς ἐπὶ ξύλου καὶ δήσας τὸν ἰσχυρόν, καὶ τοῖς ὑπ’ ἐκείνου δεθεῖσιν αἰώνιον ἐπιβραβεύσας ἐλευθερίαν· αὐτὸς καὶ τὰ νῦν ἔκτεινόν σου τὴν ἀόρατον χεῖρα καὶ παντουργόν, καὶ εἰς τέλος ἐλευθέρωσον τὸν δοῦλόν σου καὶ πατέρα μου τῆς χαλεπῆς ἐκείνης αἰχμαλωσίας τοῦ διαβόλου· καὶ ὑπόδειξον αὐτῷ ἐναργέστατα, ὅτι σὺ εἶ ὁ ἀεὶ ζῶν Θεὸς ἀψευδὴς καὶ βασιλεὺς
34.314
μόνος αἰώνιος καὶ ἀθάνατος. ἴδε μου, Δέσποτα,
34.315
34.315
τὴν συντριβὴν τῆς καρδίας ἵλεῳ καὶ εὐμενεῖ ὄμματι· καὶ κατὰ τὴν ἀψευδῆ σου ἐπαγγελίαν γενοῦ μετ’ ἐμοῦ τοῦ γινώσκοντος καὶ ὁμολογοῦντός σε ποιητὴν καὶ προνοητὴν πάσης κτίσεως.
34.315
1
34.315
πηγασάτω ἐν ἐμοὶ τὸ σὸν ἁλλόμενον
34.315
2
34.315
ὕδωρ· καὶ δοθήτω μοι λόγος ἐν ἀνοίξει τοῦ στόματος, καὶ νοῦς καλῶς ἡδρασμένος ἐν σοὶ
34.315
3
34.315
τῷ ἀκρογωνιαίῳ λίθῳ, ἵνα δυνήσομαι ὁ ἀχρεῖος οἰκέτης σου καταγγεῖλαι τῷ ἐμῷ γεννήτορι, ὡς δεῖ, τὸ μυστήριον τῆς σῆς οἰκονομίας, καὶ ἀποστῆσαι αὐτὸν τῇ σῇ δυνάμει τῆς ματαίας πλάνης τῶν πονηρῶν δαιμόνων, καὶ προσαγαγεῖν
34.315
4
34.315
σοι τῷ Θεῷ καὶ δεσπότῃ, τῷ μὴ βουλομένῳ τὸν θάνατον ἡμῶν τῶν ἁμαρτωλῶν, ἀλλ’ ἀναμένοντι τὴν ἐπιστροφὴν καὶ τὴν μετάνοιαν, ὅτι δεδοξασμένος εἶ εἰς τοὺς αἰῶνας. ἀμήν. Οὕτως εὐξάμενος καὶ πληροφορίαν λαβὼν μὴ διαμαρτεῖν τοῦ ποθουμένου, τῇ εὐσπλαγχνίᾳ τοῦ Χριστοῦ θαρρήσας, ἐξάρας ἐκεῖθεν μετὰ τῆς βασιλικῆς δορυφορίας, τὰ βασίλεια καταλαμβάνει τοῦ ἰδίου πατρός. ὡς δὲ τῷ πατρὶ ἀνηγγέλη ἡ ἄφιξις τοῦ υἱοῦ, ἐξέρχεται εὐθὺς εἰς συνάντησιν αὐτῷ, περιπλέκεται, καταφιλεῖ, μεγίστην ποιεῖται χαρὰν καὶ δημοτελῆ ἑορτὴν ἐπὶ τῇ παρουσίᾳ τοῦ υἱοῦ αὐτοῦ. Τί δὲ τὸ μετὰ ταῦτα; συγκαθέζονται καταμόνας ἀλλήλοις. καὶ τί ἄν τις εἴποι ἅπερ διείλεκται τότε τῷ βασιλεῖ ὁ υἱὸς καὶ μεθ’ ὅσης τῆς φιλοσοφίας; Τί δὲ ἄλλο γε ἢ τὰ τῷ θείῳ Πνεύματι αὐτῷ
34.315
5
34.316
34.316
ὑπηχούμενα, δι’ οὗ οἱ ἁλιεῖς σαγηνεύουσι τῷ Χριστῷ τὸν κόσμον ὅλον, καὶ οἱ ἀγράμματοι τῶν
34.316
σοφῶν σοφώτεροι δείκνυνται. τῇ τούτου χάριτι καὶ αὐτὸς σοφισθεὶς ἐλάλει τῷ βασιλεῖ καὶ πατρί, φωτίζων αὐτὸν φῶς γνώσεως. καὶ πρότερον γάρ, πολλὰ κοπιάσας τοῦ ἑλκῦσαι τῆς δεισιδαίμονος πλάνης τὸν πατέρα, τί μὲν οὐ λέγων, τί δὲ οὐ ποιῶν, ὥστε τοῦτον ἐπαναγαγέσθαι, κενὴν ψάλλειν ἐῴκει, καὶ εἰς ὦτα λέγειν μὴ ἀκουόντων· ὅτε δὲ ἐπέβλεψεν ὁ Κύριος ἐπὶ τὴν ταπείνωσιν τοῦ δούλου αὐτοῦ Ἰωάσαφ, καί, τῆς δεήσεως αὐτοῦ ὑπακούσας, τὰς κεκλεισμένας πύλας τῆς καρδίας τοῦ πατρὸς αὐτοῦ διήνοιξε
34.316
1
34.316
ʽθέλημα γάρ, φησί, τῶν φοβουμένων αὐτὸν ποιήσει, καὶ τῆς δεήσεως αὐτῶν εἰσακούσεταἰ, ῥᾳδίως τὰ λεγόμενα συνίει ὁ βασιλεύς· ὥστε, καιροῦ εὐθέτου τυχόντα, τὸν υἱὸν τῇ τοῦ Χριστοῦ χάριτι κατὰ τῶν πονηρῶν ἆραι νίκην πνευμάτων τῶν κυριευσάντων τῆς ψυχῆς τοῦ πατρὸς αὐτοῦ, καὶ τῆς τούτων πλάνης τέλεον ἐλευθερῶσαι αὐτόν, τὸν σωτήριον δὲ τρανῶς γνωρίσαι λόγον καὶ τῷ ἐν οὐρανοῖς οἰκειῶσαι ζῶντι Θεῷ. Ἐξ ἀρχῆς γὰρ τὸν λόγον ἀναλαβών, ἀνήγγειλεν αὐτῷ ἃ οὐκ ᾔδει μεγάλα καὶ θαυμαστά, ἃ τοῖς ὠσὶ τῆς καρδίας οὐκ ἀκηκόει, πολλὰ μὲν αὐτῷ περὶ Θεοῦ φθεγξάμενος καὶ τὴν εὐσέβειαν
34.317
34.317
παραδεικνύς, ὡς οὐκ ἔστιν ἄλλος Θεὸς ἐν οὐρανῷ ἄνω, οὔτε ἐπὶ γῆς κάτω, εἰ μὴ ὁ ἐν Πατρὶ καὶ Υἱῷ καὶ Ἁγίῳ Πνεύματι γνωριζόμενος εἷς Θεός· πολλὰ δὲ μυστήρια γνωρίσας τῆς θεολογίας, ἐφ’ οἷς καὶ τὰ περὶ τῆς ἀοράτου τε καὶ ὁρατῆς διήγγειλε κτίσεως, ὅπως ἐκ μὴ ὄντων
34.317
1
34.317
τὰ πάντα παραγαγὼν ὁ Δημιουργός, κατ’ εἰκόνα καὶ ὁμοίωσιν αὐτοῦ πλάσας τὸν ἄνθρωπον καὶ
34.317
τοῦτον τῷ αὐτεξουσίῳ τιμήσας, τῶν ἐν παραδείσῳ καλῶν μετέχειν πεποίηκεν, ἀπέχεσθαι
34.317
2
34.317
τούτου μόνου κελεύσας ὅπερ ἦν τὸ ξύλον τῆς γνώσεως, ἠθετηκότα δὲ τὴν ἐντολὴν τοῦ παραδείσου ἐξώρισεν· ὅθεν, τῆς πρὸς αὐτὸν οἰκειότητος ὀλισθῆσαν, εἰς τὰς πολλὰς ταύτας περιπέπτωκε πλάνας τὸ ἀνθρώπινον γένος, δουλωθὲν ταῖς ἁμαρτίαις καὶ ὑποπεσὸν τῷ θανάτῳ διὰ τῆς τυραννίδος τοῦ διαβόλου· ὅς, ὑποχειρίους ἅπαξ τοὺς ἀνθρώπους λαβών, παντελῶς ἐπιλαθέσθαι πεποίηκε τοῦ Θεοῦ καὶ δεσπότου, καὶ αὐτῷ ἀνέπεισε λατρεύειν διὰ τῆς τῶν εἰδώλων
34.317
3
34.317
μυσαρᾶς προσκυνήσεως. σπλαγχνισθεὶς οὖν ὁ πλάσας ἡμᾶς Θεός, εὐδοκίᾳ τοῦ Πατρὸς καὶ συνεργίᾳ τοῦ Ἁγίου Πνεύματος, εὐδόκησεν ἐκ Παρθένου ἁγίας, τῆς Θεοτόκου Μαρίας, καθ̓ ἡμᾶς τεχθῆναι· καί, πάθεσιν ὁμιλήσας ὁ ἀπαθής, διὰ τρίτης τε ἡμέρας ἐκ νεκρῶν ἀναστάς, ἐλυτρώσατο ἡμᾶς τοῦ προτέρου ἐπιτιμίου καὶ κλέους τοῦ προτέρου ἠξίωσε. συνανήγαγε γὰρ ἡμᾶς εἰς οὐρανοὺς ἀνερχόμενος, ὅθεν ἐτύγχανε καταβεβηκώς·
34.318
34.318
ὃν καὶ αὖθις ἥξειν πιστεύομεν, ἵνα τὸ
34.318
1
34.318
πλάσμα τὸ ἑαυτοῦ ἀναστήσῃ. ἀποδώσει δὲ ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. ἐπὶ τούτοις τὴν ἐκδεχομένην τοὺς ἀξίους τῶν οὐρανῶν ἐμυσταγώγει βασιλείαν καὶ τὰ ἀπόρρητα ἀγαθά. τὴν ἀποκειμένην τοῖς φαύλοις προσετίθει βάσανον,
34.318
2
34.318
τὸ ἄσβεστον πῦρ, τὸ ἐξώτερον σκότος, τὸν ἀτελεύτητον σκώληκα, καὶ ὅσην ἄλλην οἱ τῆς ἁμαρτίας δοῦλοι κόλασιν ἑαυτοῖς ἐθησαύρισαν. Ταῦτα πάντα λόγοις πλείστοις, καὶ δαψιλῶς αὐτῷ ἐνυπάρχουσαν τὴν τοῦ Πνεύματος μαρτυροῦσι
34.318
3
34.318
χάριν, διεξελθών, εἶτα καὶ τὸ ἀνεξιχνίαστον πέλαγος τῆς τοῦ Θεοῦ διηγούμενος φιλανθρωπίας καὶ οἷός ἐστιν ἕτοιμος δέχεσθαι τὴν μετάνοιαν τῶν πρὸς αὐτὸν ἐπιστρεφόντων, καὶ ὡς οὐκ ἔστιν ἁμαρτία νικῶσα τὴν αὐτοῦ εὐσπλαγχνίαν, εἴπερ θελήσομεν μετανοῆσαι, ἐκ πολλῶν δὲ τοῦτο παραδειγμάτων καὶ γραφικῶν παραστήσας μαρτυριῶν, ὁ μὲν τέλος ἐπέθηκε τῷ λόγῳ.

Intertext edge

Open linked passage

Note