Vita Barlaam et Joasaph
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/john-of-damascus-saint" aria-label="More works by John of Damascus, Saint">
—
⋯
Original / primary: Perseus Grc2
39.349
39.349
Οὕτως οὖν ἀλλήλοις συνόντες Βαρλααμ τε καὶ
39.350
39.350
Ἰωάσαφ, καὶ τὴν καλὴν ἅμιλλαν ἁμιλλώμενοι, ἐκτὸς πάσης μερίμνης καὶ πάσης βιωτικῆς ὄντες ταραχῆς, ἀνεπιθόλωτόν τε τὸν νοῦν κεκτημένοι καὶ ἀμιγῆ πάσης συγχύσεως, μετὰ τοὺς πολλοὺς δὲ αὐτῶν ὑπὲρ εὐσεβείας καμάτους, ἐν μιᾷ τῶν ἡμερῶν προσκαλεσάμενος τὸν πνευματικὸν υἱόν,
39.350
1
39.350
ὃν διὰ τοῦ Εὐαγγελίου ἐγέννησε, λόγου ἥπτετο καὶ ὁμιλίας πνευματικῆς, Πάλαι, λέγων, ὦ φίλτατε Ἰωάσαφ, ἐν ταύτῃ σε τῇ ἐρήμῳ κατοικεῖν ἔδει· καὶ τοῦτό μοι ὁ Χριστὸς προσευχομένῳ περὶ σοῦ ἐπηγγείλατο πρὸ τῆς τοῦ βίου τελευτῆς ὄψεσθαι. εἶδον οὖν ὡς ἐπεθύμουν· εἶδόν σε ἀπορραγέντα μὲν κόσμου καὶ τῶν ἐν κόσμῳ, συναφθέντα δὲ τῷ Χριστῷ ἀδιστάκτῳ τῇ γνώμῃ, καὶ
39.350
2
39.350
εἰς μέτρον ἐλθόντα τελειότητος τοῦ πληρώματος αὐτοῦ. νῦν οὖν ἐπειδή μοι ὁ τῆς ἀναλύσεως καιρὸς ἐπὶ θύραις, καὶ ἡ σύντροφος καὶ ἡλικιῶτις
39.350
ἐπιθυμία τοῦ συνεῖναι τῷ Χριστῷ διὰ παντὸς ἤδη πληροῦται, σὲ μὲν δεῖ καλῦψαί μου τὸ σῶμα τῇ γῇ καὶ τὸν χοῦν ἀποδοῦναι τῷ χοΐ, μεῖναι δὲ τοῦ λοιποῦ ἐν τῷδε τῷ τόπῳ τῆς πνευματικῆς ἐχόμενον πολιτείας καὶ τῆς ἐμῆς μνείαν ποιούμενον μετριότητος. δέδοικα γὰρ μή ποτε ἡ ζοφερὰ τῶν δαιμόνων πληθὺς τῇ ψυχῇ μου ἐμποδὼν καταστῇ διὰ τὸ πλῆθος τῶν ἐμῶν ἀγνοημάτων. Σὺ οὖν, τέκνον, μὴ ὀλιγωρήσῃς τὸ ἐπίπονον τῆς
39.350
3
39.350
ἀσκήσεως, μηδὲ δειλιάσῃς τὸ μῆκος τοῦ χρόνου καὶ τὰς ἐπιβουλὰς τῶν δαιμόνων· ἀλλὰ τούτων μὲν τῆς ἀσθενείας, τῇ τοῦ Χριστοῦ ῥωννύμενος χάριτι, τολμηρῶς καταγέλα, πρὸς δὲ τὴν σκληρότητα τῶν πόνων καὶ τὸ τοῦ χρόνου διάστημα
39.351
39.351
οὕτως ἔσο, ὡς καθ’ ἡμέραν τὴν ἐντεῦθεν ἀνάλυσιν προσδοκῶν, καὶ ὡς ἀρχὴν εἶναί σοι τῆς ἀσκήσεως τὴν αὐτὴν ἡμέραν καὶ τέλος. οὕτως ἀεὶ τῶν μὲν ὀπίσω ἐπιλανθανόμενος, πρὸς τοῖς δὲ ἔμπροσθεν ἐπεκτεινόμενος, κατασκοπῶν δίωκε τὸ βραβεῖον τῆς ἄνω κλήσεως τοῦ Θεοῦ ἐν Χριστῷ Ἰησοῦ,
39.351
1
39.351
καθάπερ ὁ θεῖος Ἀπόστολος παρακελεύεται, Μὴ ἐκκακῶμεν, λέγων· ἀλλ’ εἰ καὶ ὁ ἔξω ἡμῶν ἄνθρωπος διαφθείρεται, ἀλλ’ ὁ ἔσω ἀνακαινοῦται ἡμέρᾳ καὶ ἡμέρᾳ· τὸ γὰρ παραυτίκα ἐλαφρὸν τῆς θλίψεως ἡμῶν καθ’ ὑπερβολὴν εἰς ὑπερβολὴν αἰώνιον βάρος δόξης κατεργάζεται ἡμῖν, μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα·
39.351
2
39.351
τὰ γὰρ βλεπόμενα πρόσκαιρα, τὰ δὲ μὴ βλεπόμενα αἰώνια. Ταῦτα λογιζόμενος, ἀγαπητέ, ἀνδρίζου καὶ
39.351
3
39.351
ἴσχυε, καὶ ὡς καλὸς στρατιώτης σπούδαζε τῷ στρατολογήσαντι ἀρέσαι. κἂν λογισμούς σοι
39.351
ὀλιγωρίας ὁ πονηρὸς φέρῃ καὶ τὸν τόνον ὑποχαλᾶν τῆς προθέσεως σπεύδῃ, μὴ φοβοῦ αὐτοῦ τὰς ἐπιβουλάς,
39.351
4
39.351
τὸ Δεσποτικὸν ἐννοῶν πρόσταγμα, Ἐν τῷ κόσμῳ θλῖψιν ἕξετε, λέγοντος· ἀλλὰ θαρσεῖτε·
39.351
5
39.351
ἐγὼ νενίκηκα τὸν κόσμον. διὸ χαῖρε ἐν Κυρίῳ πάντοτε, ὅτι ἐξελέξατό σε καὶ διεχώρισεν ἐκ τοῦ κόσμου, καὶ ἔθετο ὡς ἐν προσώπῳ αὐτοῦ. αὐτὸς δέ, ὁ καλέσας σε κλήσει ἁγίᾳ, ἐγγύς ἐστιν
39.351
6
39.351
ἀεί. μηδὲν μερίμνα· ἀλλ’ ἐν παντὶ τῇ προσευχῇ καὶ τῇ δεήσει μετὰ εὐχαριστίας τὰ αἰτήματά
39.352
39.352
σου γνωριζέσθω πρὸς τὸν Θεόν. αὐτὸς γὰρ
39.352
1
39.352
εἴρηκεν· Οὐ μή σε ἀνῶ, οὐδ’ οὐ μή σε ἐγκαταλίπω. οὕτως μὲν οὖν ἐν τῇ σκληρότητι τῆς ἀγωγῆς καὶ τῇ ὀλιγωρίᾳ τῆς ἀσκήσεως τοιούτους κτώμενος λογισμούς, εὐφραίνου, μεμνημένος Κυρίου τοῦ
39.352
2
39.352
Θεοῦ ἡμῶν· Ἐμνήσθην γάρ, φησί, τοῦ Θεοῦ, καὶ εὐφράνθην. Ὅταν δὲ πάλιν ὁ ἐξ ἐναντίας ἄλλον σοι τρόπον ἐπινοῇ πολέμων, ὑψηλόφρονας προβάλλων λογισμούς, καὶ τὴν δόξαν ὑποδεικνύων τῆς τοῦ κόσμου βασιλείας ἧς κατέλιπες, καὶ τὰ λοιπὰ τὰ ἐν τῷ κόσμῳ, τὸν σωτήριον προβαλοῦ λόγον,
39.352
3
39.352
ὡς θυρεόν, τὸν φάσκοντα· Ὅταν ποιήσητε πάντα
39.352
4
39.352
τὰ διαταχθέντα ὑμῖν, λέγετε, ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν, ὅτι ὃ ὀφείλομεν ποιῆσαι πεποιήκαμεν. ἀλλὰ καὶ τίς ἐξ ἡμῶν δύναται τὴν ὀφειλὴν ἐκτῖσαι
39.352
5
39.352
ἣν ὀφείλομεν τῷ Δεσπότῃ, ὑπὲρ ὧν δι’ ἡμᾶς ἐπτώχευσε πλούσιος ὤν, ἵνα ἡμεῖς τῇ ἐκείνου πτωχείᾳ πλουτήσωμεν, καὶ ἔπαθεν ὁ ἀπαθὴς ἵνα τῶν παθῶν ἡμᾶς ἐλευθερώσῃ; ποία γὰρ χάρις δούλῳ ὅμοια τῷ Δεσπότῃ παθεῖν; ἡμεῖς δὲ πολλὰ τῶν αὐτοῦ ὑστερούμεθα παθημάτων.
39.353
39.353
ταῦτα ἐννόει,
39.353
1
39.353
λογισμοὺς καθαίρων καὶ πᾶν ὕψωμα ἐπαιρόμενον κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, καὶ αἰχμαλωτίζων πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ·
39.353
2
39.353
καί ἡ εἰρήνη τοῦ Θεοῦ, ἡ ὑπερέχουσα πάντα νοῦν, φρουρήσει τὴν καρδίαν καὶ τὰ νοήματά σου ἐν Χριστῷ Ἰησοῦ. Τούτων ὑπὸ τοῦ μακαρίου Βαρλαὰμ λεχθέντων, ἡ ῥοὴ τῶν δακρύων τοῦ Ἰωάσαφ μέτρον οὐκ εἶχεν, ἀλλ̓, ὡς ἐκ πηγῆς πολυχεύμονος βρύουσα, ὅλον αὐτὸν καὶ τὴν γῆν ἐν ᾗ ἐκάθητο κατέβρεχεν. ὀδυρόμενος δὲ τὸν χωρισμόν, ἠξίου μάλα θερμῶς συνοδοιπόρος αὐτῷ τῆς τελευταίας πορείας γενέσθαι, καὶ μηκέτι παραμεῖναι τῷ βίῳ μετὰ τὴν ἐκείνου ἐκδημίαν, Διὰ τί, λέγων, τὸ σεαυτοῦ ζητεῖς μόνον, ὦ Πάτερ, καὶ μὴ καὶ τὸ τοῦ πλησίου; πῶς δὲ τὴν τελείαν ἐν τούτῳ
39.353
3
39.353
πληροῖς ἀγάπην κατὰ τὸν εἰπόντα, Ἀγαπήσεις τὸν πλησίον σου ὡς σεαυτόν, πρὸς ἀνάπαυσιν μὲν καὶ ζωὴν αὐτὸς ἀπαίρων, εἰς θλῖψιν δὲ καὶ ταλαιπωρίαν ἐμὲ καταλιμπάνων, καί, πρὶν καλῶς ἐγγυμνασθῆναι τοῖς ἄθλοις τῆς ἀσκήσεως καὶ τῶν πολεμίων μαθεῖν τὰς πολυτρόπους ἐφόδους, πρὸς μονομαχίαν με τῆς αὐτῶν παρατάξεως προβαλλόμενος; ἱνατί γένηται ἄλλο, εἰ μὴ βληθῆναί με ταῖς κακοτρόποις αὐτῶν μηχαναῖς, καὶ ἀποθανεῖν οἴμοι τὸν ψυχικὸν ὄντως καὶ αἰώνιον θάνατον; ὅπερ τοῖς ἀπείροις καὶ δειλοῖς συμβαίνειν πέφυκε μοναχοῖς. ἀλλὰ δεήθητι τοῦ Κυρίου,
39.354
39.354
δυσωπῶ, συνέκδημον κἀμὲ τοῦ βίου λαβεῖν. ναὶ πρὸς αὐτῆς τῆς ἐλπίδος ἧς ἔχεις ἀπολαβεῖν τοῦ καμάτου τὸν μισθόν, δεήθητι
39.354
μηδεμίαν ἡμέραν μετὰ τὸν σὸν χωρισμὸν παροικεῖν τῷ βίῳ, καὶ εἰς τὸ πέλαγος ταύτης πλανᾶσθαι τῆς ἐρήμου. Ταῦτα τοῦ Ἰωάσαφ σὺν δάκρυσι λέγοντος, ὁ γέρων πράως ἀνακόπτων καὶ ὁμαλῶς, Οὐκ ὀφείλομεν, τέκνον, ἔφη, τοῖς ἀνεφίκτοις κρίμασι τοῦ Θεοῦ ἀνθίστασθαι. ἐγὼ γὰρ πολλὰ δεηθεὶς περὶ τούτου, καὶ τὸν ἀβίαστον Δεσπότην βιασάμενος τοῦ μὴ χωρισθῆναι ἡμᾶς ἀπ’ ἀλλήλων, ἐδιδάχθην παρὰ τῆς αὐτοῦ ἀγαθότητος ὡς οὐκ ἔστι συμφέρον σὲ νῦν τὸ ἄχθος τῆς σαρκὸς ἀποθέσθαι· ἀλλὰ παραμεῖναι δεῖ τῇ ἀσκήσει, ἕως λαμπρότερον ἑαυτῷ τὸν στέφανον πλέξῃς. οὐ γὰρ ἀρκούντως ἀκμὴν ἠγωνίσω πρὸς τὴν ἡτοιμασμένην σοι μισθαποδοσίαν· ἀλλὰ δεῖ σε
39.354
1
39.354
κοπιάσαι μικρὸν ἵνα χαίρων εἰσέλθῃς εἰς τὴν χαρὰν τοῦ Κυρίου σου. ἐγὼ γὰρ ἐγγύς που τῶν ἑκατὸν λοιπόν εἰμι χρόνων, διατελέσας ἐν τῇ ἐρήμῳ ταύτῃ ἐνιαυτοὺς ἤδη πέντε καὶ ἑβδομήκοντα· σοὶ δέ, εἰ καὶ τοσοῦτον οὐκ ἐκταθήσεται ὁ χρόνος, ἀλλὰ πλησίον που γενέσθαι δεῖ, καθὼς κελεύει ὁ Κύριος, ἵν’ ἐφάμιλλος ἀναδειχθῇς, καὶ
39.354
2
39.354
μηδὲν ὅλως ὑστερούμενος τῶν βαστασάντων τὸ βάρος τῆς ἡμέρας καὶ τὸν καύσωνα. δέχου τοίνυν, ὦ φιλότης, τὰ τῷ Θεῷ δεδογμένα ἀσμένως. ἃ γὰρ αὐτὸς βεβούλευται, τίς ἱκανὸς ἀνθρώπων διασκεδάσαι; καὶ καρτέρει τῇ ἐκείνου φυλαττόμενος χάριτι.
39.355
39.355
Νῆφε δὲ ἀεὶ πρὸς τοὺς ἐναντίους λογισμούς, καὶ τὴν καθαρότητα τοῦ νοὸς ὥσπερ τινὰ θησαυρὸν πολύτιμον ἄσυλον διατήρει, πρὸς ὑψηλοτέραν ἐργασίαν καὶ θεωρίαν ἐμβιβάζων ἑαυτὸν
39.355
ἡμέραν καθ’ ἡμέραν, ἵνα πληρωθῇ ἐπὶ σοὶ ὃ τοῖς
39.355
1
39.355
φίλοις αὐτοῦ ὁ Σωτὴρ ἐπηγγείλατο, Ἐάν τις ἀγαπᾷ με, λέγων, τὸν λόγον μου τηρήσει, καὶ ὁ Πατήρ μου ἀγαπήσει αὐτόν, καὶ πρὸς αὐτὸν ἐλευσόμεθα, καὶ μονὴν παρ’ αὐτῷ ποιήσομεν. Ταῦτα εἰπὼν ὁ γέρων, καὶ πολλῷ πλείονα τῆς ἡγιασμένης αὐτοῦ ψυχῆς καὶ θεολόγου γλώττης ἐπάξια, τὴν ἀνιωμένην τοῦ Ἰωάσαφ ψυχὴν παρεμυθεῖτο. εἶτα πρός τινας ἐκπέμπει αὐτὸν ἀδελφούς, ἐκ πολλοῦ διαστήματος τὴν οἴκησιν ἔχοντας, τοῦ ἀγαγεῖν τὰ πρὸς τὴν ἱερὰν θυσίαν ἁρμόδια. καὶ δὴ ἀναζωσάμενος ὁ Ἰωάσαφ λίαν τάχιστα τὴν διακονίαν πληροῖ· ἐδεδίει γὰρ μή πως ἀπόντος αὐτοῦ τὴν ὀφειλὴν ὁ Βαρλαὰμ τῆς φύσεως ἀποδῷ, καί, τὸ πνεῦμα παραθεὶς τῷ Κυρίῳ, ζημίαν αὐτῷ τὴν χαλεπὴν ἐπενέγκοι, μὴ ῥημάτων, μὴ προσφθεγμάτων ἐξοδίων, μὴ εὐχῶν, μὴ εὐλογιῶν τῶν ἐκείνου τυγχάνοντι. Οὕτω δὲ ἀνδρικώτατα διελθόντος αὐτοῦ τὴν μακρὰν ὁδὸν ἐκείνην καὶ τὰ τῆς ἱερᾶς θυσίας ἐνεγκόντος, προσφέρει τῷ Θεῷ τὴν ἀναίμακτον θυσίαν ὁ θειότατος Βαρλαάμ. καὶ κοινωνήσας αὐτός,
39.356
39.356
μεταδοὺς δὲ καὶ τῷ Ἰωάσαφ τῶν ἀχράντων τοῦ Χριστοῦ μυστηρίων, ἠγαλλιάσατο τῷ Πνεύματι. καὶ τῆς συνήθους μεταλαβόντες τροφῆς, ψυχωφελέσι λόγοις τὴν ψυχὴν αὖθις ἔτρεφε τοῦ Ἰωάσαφ, Οὐκ ἔτι, λέγων, ἡμᾶς, ὦ φίλτατε υἱέ, συναγάγῃ ἐν τῷ βίῳ τούτῳ εἰς ἓν ἑστία καὶ τράπεζα· πορεύομαι γὰρ ἤδη τὴν τελευταίαν ὁδὸν τῶν πατέρων μου. χρὴ οὖν σε τὸ πρὸς ἐμὲ φίλτρον διὰ τῆς φυλακῆς τῶν τοῦ Θεοῦ ἐντολῶν, καὶ τῆς ἐν τῷδε τῷ τόπῳ μέχρι τέλους καρτερίας, ἐπιδείξασθαι, πολιτευόμενος καθὼς ἔμαθες καὶ ἐδιδάχθης, καὶ μεμνημένος διὰ παντὸς τῆς ταπεινῆς καὶ ῥᾳθύμου μου ψυχῆς. χαρᾷ οὖν χαῖρε, καὶ τῇ ἐν Χριστῷ ἀγαλλιάσει εὐφραίνου, ὅτι τῶν ἐπιγείων καὶ φθαρτῶν ἀντηλλάξω τὰ αἰώνιά τε καὶ ἄφθαρτα,
39.357
39.357
καὶ ὅτι ἐγγίζει ὁ μισθὸς τῶν ἔργων σου, καὶ ὁ μισθαποδότης ἤδη πάρεστιν, ὃς ἥξει
39.357
1
39.357
τὸν ἀμπελῶνα ἰδεῖν ὃν ἐγεώργησας καὶ πλουσίως σοι τὸν μισθὸν τῆς γεωργίας παρέξει. Πιστὸς γὰρ ὁ λόγος καὶ πάσης ἀποδοχῆς ἄξιος, καθὼς ὁ θεσπέσιος βοᾷ Παῦλος· Εἰ γὰρ συναπεθάνομεν, καὶ συζήσομεν· εἰ ὑπομένομεν, καὶ συμβασιλεύσομεν βασιλείαν τὴν αἰώνιον καὶ ἀτελεύτητον, τῷ
39.357
2
39.357
φωτὶ καταλαμπόμενοι τῷ ἀπροσίτῳ, καὶ τῆς ἐλλάμψεως καταξιούμενοι τῆς μακαρίας ὄντως καὶ ζωαρχικῆς Τριάδος. Τοιαῦτα μὲν ὁ Βαρλαὰμ ἕως ἑσπέρας καὶ παῤ ὅλην τὴν νύκτα τῷ Ἰωάσαφ ὡμίλει, ἀκατασχέτοις δάκρυσιν ὀδυρομένῳ καὶ τὸν χωρισμὸν μὴ φέροντι. ἄρτι δὲ τῆς ἡμέρας διαφαυούσης, τὴν πρὸς αὐτὸν ὁμιλίαν διαπεράνας, ἦρεν εἰς οὐρανὸν χεῖράς τε καὶ ὄμματα, καὶ εὐχαριστίαν ἀναπέμψας τῷ Θεῷ, ἔφη. Κύριε, ὁ Θεός μου, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, εὐχαριστῶ σοι, ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου καὶ ἐν τῇ ὀρθοδόξῳ σου ὁμολογίᾳ καὶ ἐν ὁδῷ τῶν ἐντολῶν σου ἠξίωσας τὸν δρόμον τελέσαι με τῆς ἐνθάδε παροικίας μου. καὶ νῦν, φιλάγαθε Δέσποτα καὶ πανοικτίρμον, δέξαι με
39.357
3
39.357
εἰς τὰς αἰωνίους σου σκηνάς, καὶ μὴ μνησθῇς ὅσα σοι ἥμαρτον ἐν γνώσει τε καὶ ἀγνοίᾳ. φύλαξον δὲ καὶ τὸν πιστόν σου δοῦλον τοῦτον, οὗπερ προστῆναί
39.357
με τὸν ἀχρεῖόν σου ἠξίωσας οἰκέτην·
39.358
39.358
ῥῦσαι αὐτὸν ἀπὸ πάσης ματαιότητος καὶ ἐπηρείας τοῦ ἀντικειμένου, καὶ ὑψηλότερον αὐτὸν ποίησον τῶν πολυπλόκων παγίδων, ὧν εἰς σκάνδαλον ἥπλωσεν ὁ πονηρὸς πάντων τῶν θελόντων σωθῆναι. ἀφάνισον, παντοδύναμε, πᾶσαν τὴν δύναμιν τοῦ ἀπατεῶνος ἀπὸ προσώπου τοῦ δούλου σου, καὶ δὸς αὐτῷ ἐξουσίαν πατεῖν τὴν ὀλεθροτόκον κάραν τοῦ πολεμίου τῶν ἡμετέρων ψυχῶν. κατάπεμψον ἐξ ὕψους τὴν χάριν τοῦ Ἁγίου σου Πνεύματος. καὶ ἐνίσχυσον αὐτὸν πρὸς τὰς ἀοράτους παρατάξεις, ἵνα τὸν τῆς νίκης ἀξιωθῇ παρὰ σοῦ στέφανον δέξασθαι, καὶ δοξασθῇ ἐν αὐτῷ τὸ ὄνομά σου, τοῦ Πατρός, καὶ τοῦ Υἱοῦ, καὶ τοῦ Ἁγίου Πνεύματος, ὅτι σοὶ πρέπει δόξα καὶ αἴνεσις εἰς τοὺς αἰῶνας. ἀμήν. Ταῦτα εὐξάμενος, καὶ τὸν Ἰωάσαφ πατρικῶς
39.358
1
39.358
περιπτυξάμενος, καὶ ἀσπασμὸν αὐτῷ δοὺς ἐν
39.358
2
39.358
φιλήματι ἁγίῳ, τῷ τύπῳ τε τοῦ σταυροῦ ἑαυτὸν
39.358
3
39.358
ἐπισφραγισάμενος, καὶ τοὺς πόδας ἐξάρας, καὶ
39.358
4
39.358
λίαν περιχαρὴς γενόμενος, ὥσπερ τινῶν ἐπιδημησάντων
39.358
5
39.358
φίλων, πρὸς τὴν μακαρίαν ἀπῆλθε πορείαν, πρὸς τὴν ἐκεῖθεν διελθὼν γεροδοσίαν, πρεσβύτης ὢν καὶ πλήρης ἡμερῶν τῶν τοῦ πνεύματος.