Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
BASILIAI
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/josephus-genesius-pg-109-111" aria-label="More works by Josephus Genesius PG 109"> —
⋯
More
Original / primary: Pg Scrape Grc
2.2.1
Ἀκηκοὼς δέ, ὥς φασιν, ὁ Θωμᾶς τὸν Μιχαὴλ βασιλεύσαντα, ταχέως κατ' αὐτοῦ νεωτερισμὸν πολυάνθρωπον ἐντυρεύεται. ἀνέκαθεν γὰρ ἀλλήλοις ἀντιπεπονθότως διΐσταντο· καὶ ὁ μὲν Μιχαὴλ παρὰ παντὸς τοῦ τῶν Ἀνατολικῶν στρατεύματος ἐτύγχανεν στυγητός, οὐχ ἧττον δὲ καὶ ἐπίμωμος ἀπό τε τῆς πατρίδος αὐτοῦ Ἀθιγγάνων πληθὺν ἐκτρεφούσης, ὡς ἔοικεν, καὶ διὰ τὸ τῆς γλώττης ἐλάττωμα καὶ τὸ μὴ ἱκανῶς ἔχειν τισὶν πρὸς ἀνδρείαν νομίζεσθαι, ὁ δὲ Θωμᾶς πᾶσι φιλοστοργούμενος διά τε τὸ ἀνδρειόφρον οὐκ ἔλαττον καὶ ἀστεῖον καὶ εὐπροσήγορον, καὶ τῶν βελτίστων οὐκ ἐλαττούμενος Λέοντος, εἰ καὶ σκυθίζων τῷ γένει, πρὸς δὲ καὶ γηραιὸς ὤν, τὸν πόδα πεπήρωτο. οὗτος οὖν κατασχὼν τοὺς τῶν δημοσίων φόρων πάντας ἀπαιτητὰς ἐγγράφως τὰς νενομισμένας ἀπεκληροῦτο εἰσπράξεις, ἐξ ὧν διανομὰς ἐν λαοῖς ποιησάμενος στρατηγεσίας κατὰ τοῦ Μιχαὴλ ἐγκρατῶς διατίθησιν. οὐδεὶς δὲ τῶν ἐξ ἀνατολῆς ὡρμημένων ἀπελιμπάνετο, οὐδὲ τῆς ἑσπέρας αὐτῆς, οὐ τῶν ἐξ ἐθνῶν ἐπηλύδων, οὐκ αὐτοχθόνων, οὐ γειτονούντων, οὐ τῆς δουλικῆς μοίρας ὅσον παρῆν μισοδέσποτον, οὐχ ὁλοκλήρων ἐθνῶν, κατὰ διαφόρους καιροὺς οἳ οὐκ αὐτῷ προσερρύησαν καὶ συνείποντο, οἱ μὲν κατὰ γῆν, οἱ δὲ κατὰ θάλασσαν, νέῳ Ζέρξῃ κἂν ἐν ὁμοπίστοις ἀναφανέντι, ὡς ἐντεῦθεν καὶ πάντα τὰ θέματα σὺν τοῖς στρατηγοῖς σπένδεσθαι τούτῳ συνέβαινεν, Ὀλβιανοῦ μόνου, τοῦ τῶν Ἀρμενιακῶν στρατηγοῦντος, τούτους περινοίαις ἐπιπειθεῖς ἄγοντος, καὶ Κατάκυλα τοῦ Ὀψικίου τῷ βασιλεῖ Μιχαήλ γε προσκει μένων. καὶ τοσοῦτον ἐπολυπλασίαζε τὸ πλῆθος κατὰ τῶν ὁμοφύλων, ὥστε καὶ τοὺς Σαρακηνοὺς ἐπ' ἀδείας λαβέσθαι καιροῦ πάσας νήσους καὶ χώρας καταληΐζεσθαι καὶ καθέξειν ὅλως αὐτάς, εἰ καὶ μετὰ ταῦτα τούτοις διὰ πολλῆς φήμης ἀνανταγώνιστος ὁ Θωμᾶς ἀνεδέδοκτο. διὸ καὶ πειρᾶται πρὸς αὐτοὺς κηρυκεύεσθαι τρόπῳ τοιῷδε, πανούργως ἐνδελεάσας, ὅπερ αὐτοῖς βουλητὸν ἠσμενίζετο, τῇ ἐκείνου παμπληθεῖ δυνάμει καταπλαγεῖσιν. διαπέμπεται οὖν πρὸς αὐτοὺς εἰρήνην ἀνακαλούμενος, πολλῷ δὲ μᾶλλον συνασπισμόν, τῆς βασιλικῆς ἀνθέξεσθαι ἀποπτώσεως. ποιεῖται τοίνυν σπονδὰς μετ' Ἀγαρηνῶν, εἰδήσει τοῦ αὐτῶν ἀρχηγοῦ ἀναδεῖται στέφος βασίλειον παρὰ τοῦ ἀρχιερέως Ἀντιοχείας Ἰώβ, εἶτα μετ' Ἀγαρηνῶν Ἰνδῶν Αἰγυπτίων Ἀσσυρί Μήδων Ἀβασίων Ζηχῶν Ἰβήρων Καβείρων Σκλάβων Οὔννων Βανδήλων Γετῶν καὶ ὅσοι τῆς Μάνεντος βδελυρίας μετεῖχον, Λαζῶν τε καὶ Ἀλανῶν Χάλδων τε καὶ Ἀρμενίων καὶ ἑτέρων παντοίων ἐθνῶν πολυθρύλλητον πανστρατιὰν στρατοπεδευσάμενος ἁπάσης τῆς ἀνατολῆς ἐκυρίευσεν, τελευταῖον μέρεσι τοῖς κατὰ Θρᾴκην προσεμπελάσας ἑλεπολεῖν τὸ Βυζάντιον ἐκβιάζεται ἱππεῦσιν εὐόπλοις καὶ πετροβολισταῖς τοῖς ὑπὸ χεῖρα πεζοῖς, ἔτι καὶ σφενδονισταῖς γε καὶ πελτασταῖς ἀμέτροις ἐπιρρωννύμενος, προσέτι μὴν καὶ πολιορκητικοῖς οὐκ ὀλίγοις τεχνάσμασι κρατυνόμενος. μεθ' ὧν πολλάκις τοῖς κατ' ἤπειρον τείχεσι προσβαλὼν ἄπρακτος ἀποκρούεται, τοῦ βασιλικοῦ παιδὸς Θεοφίλου αὐτοῖς ἐπιόντος καὶ διαγωνιζομένου τὰ μάλιστα, ἀλλὰ μὴν καὶ τοῦ πατρὸς Μιχαὴλ ἔσθ' ὅτε ὑπεξιόντος καὶ τοῖς ὑπεναντίοις ἐπιτιθεμένου αὐτόχειρος. ὅθεν ἀμηχανῶν ὁ Θωμᾶς καὶ ἐπὶ ναυμαχίαν προέρχεται, πολλὴν ὁλκάδων σωρείαν ἐπαγόμενος, κἀκεῖσε παραπλησίως ἐνδυστυχεῖ· αὗται γὰρ τῷ πολεμικῷ πυρὶ κατανάλωντο, τῆς περὶ τούτου παρὰ βραχὺ τὸ πρὶν διολομένης εἰδήσεως, τηνικαῦτα δὲ οὕτως ἀνευρεθείσης. Καλλίνικός τις τῶν ἐξ Αἰγύπτου, ἀνὴρ ἐχέφρων καὶ αὐτὸς μόνος εἰδήμων τότε, παρρησιασάμενος ἔφη τῷ βασιλεῖ κατὰ Θωμᾶ συμπονήσειν αὐτῷ παρὰ θάλασσαν, εἴπερ προέλοιτο. ὃς τεχνικῶς τόδε συνθεὶς τοῖς ναυάρχοις ἐπεχορήγησεν.
2.3.1
Ἐπὶ τρισὶ δὲ ὁ δείλαιος ἐνεωτερίσατο ἔτεσιν. οὗτινος νεωτερισμοῦ ἐπὶ βασιλείας Λέοντος τέρας τῶν ἀποφράδων ὧδε προδέδεικται. ὡράθη κομήτης κατ' οὐρανὸν ἐν σχήματι σεληνῶν δύο λαμπρῶς συνιουσῶν καὶ αὖθις διαιρεθεισῶν κατὰ διαφόρους συστάσεις, ἐξ ὧν ἐκτύπωμά τι ἀκέφαλον ἀνεπλάσθη ἀνδρός, δηλοῦν πως† τῶν μετὰ ταῦτα παρεισαγαγόντων κατὰ Χριστιανῶν τὸ ἀκέφαλον δόγμα τῆς στασιώδους αἱρέσεως, ἢ καὶ Θωμᾶν τὸν ἀλάστορα, ὡς ἔοικεν, κεφαλὴν καὶ ἀρχηγὸν ματαιάζοντα τῆς ἐξ ἑτέρων διαστάσεως κεκτημένων πως προεφήτευσεν†. ἠνδραγαθήκεσαν δὲ ἐν τούτῳ ὅ τε Ὀλβιανὸς καὶ Χριστοφόρος, τηνικαῦτα μάγιστρος γεγονώς, οὗ οἱ υἱοὶ Βαρσάκιός τε καὶ Νάσαρ πατρίκιοι, καὶ Κατάκυλας αὐτοῦ Μιχαὴλ βασιλέως ἐξάδελφος καὶ πατρίκιος, περὶ ὧν προδεδήλωται· δι' ὧν τοῦ στασιώτου τὰ φάρμακα διεσκέδαστο.
2.4.1
Καὶ οὕτως φασὶ τὰ κατὰ Θωμᾶν ἀκριβέστερον διεξιστορεῖσθαι. οὗτος γοῦν ὁ μουλτίων, ἐκ πατρίδος οἰκτρᾶς καὶ τύχης ἀφανοῦς γεγονώς, τῶν ἀναγκαίων εἰς τὸ ζῆν χάριν εἰς τὴν Κωνσταντίνου καὶ βασιλεύουσαν πόλιν εἰσῆλθεν, καὶ κολληθείς τινι τῶν πατρικίων (Βαρδάνης οὗτος ἦν ὁ λεχθείς) ἐγκλήματι μὲν μοιχείας παρὰ τούτου τοῦ ἀνδρὸς ἑάλω, ἣν ὑπέθετο καταπράξασθαι τούτῳ Νικηφόρος ὁ τηνικαῦτα τὸ βασιλεύειν λαχών, τῷ Βαρδάνῃ βασκαίνων διὰ τὴν προσοῦσαν καλοκἀγαθίαν αὐτῷ· φεύγων δὲ τὴν ἐπὶ τῇ μοιχείᾳ δίκην, ἣν καταπράξασθαι μὲν ἐπειράθη, οὐκ εἰς ἔργον δὲ προέβη, εἰς Συρίαν ἀπέδρα. καὶ πρῶτον μὲν τὴν εἰς Χριστὸν ἐξήρνηται πίστιν, καὶ χρόνον συχνὸν ἐν αὐτοῖς διατρίψας, ὡσεὶ εʹ καὶ κʹ παρελκυσθῆναι ἐνιαυτούς, ψευδῆ φήμην ἑαυτῷ περιποιεῖται, Κωνσταντῖνον εἶναι αὐτὸν εἰσηγούμενος τὸν Λέοντος καὶ Εἰρήνης. οὗτος δὲ ἄρα διὰ τὴν μοχθηρίαν τῶν τρόπων μετὰ τῶν ὀφθαλμῶν καὶ τῆς βασιλείας ἐστέρηται καὶ ἐξ ἀνθρώπων ἠφάνισται μετὰ βραχὺ τῆς ἐκπτώσεως, καὶ ὁ τοῦδε νεκρὸς ἔν τινι κατετέθη σορῷ τότε τῶν ἐν τῇ βασιλευούσῃ σεμνείων. ἀλλ' ὅ γε παλαμναῖος οὗτος ἀνὴρ μετὰ Σαρακηνῶν διαζῶν, ὑποσχέσεσι τούτους ἐπαίρει λαμπραῖς, ὡς ὑποτελῆ ποιήσειν αὐτοῖς τὴν Ῥωμαίων ἀρχήν, εἰ καὶ χρήματα ἱκανὰ καὶ στρατὸν ἀξιόχρεων δοῖεν πρὸς τὸ ἔργον αὐτῷ. καὶ δὴ τῶν αἰτουμένων τυχὼν ἐκστρατεύει κατὰ Ῥωμαίων εὐθύς, ποιεῖται δὲ καὶ διὰ τὸ μέγεθος τῶν ἐγχειρουμένων υἱὸν ἀνθρώπιόν τι μιξοβάρβαρον εὑρηκώς, μετὰ τῆς ψυχικῆς φαυλότητος καὶ ἀνοίας ἔτι δὲ καὶ δυσμορφίαν σώματος δυστυχοῦν καὶ τἆλλα† τῶν τούτου†· ὃ δὴ καὶ Κωνστάντιον ἐπιτρέπει καλεῖσθαι, ἀπόμοιράν τε τούτῳ Σαρακηνῶν στρατεύματος δοὺς σὺν αὐτῷ εἰς τὰ Ῥωμαίων εἰσβάλλει ἤθη. Λέων δὲ τότε καιροῦ τούτων ἦν βασιλεύς, ὁ Βάρδα μὲν τοῦ πατρικίου υἱός, ἐξ Ἀρμενίων δὲ κατάγων τὸ γένος· οὐ πολυωρίας δὲ ἀξιώσας τὸ ἐπιφυὲν Ῥωμαίοις κακόν, σχεδιάσας δὲ πλῆθος στρατεύματος βραχὺ καὶ καθηγεμόνα στρατιώτην μᾶλλον ἢ στρατηγὸν ἐπιστήσας κατὰ Θωμᾶ ἀποστέλλει. καὶ δὴ τῶν στρατευμάτων ἀμφοτέρων συμπεσόντων ἀλλήλοις κατά τι τῶν ἐν τῇ ἕῳ χωρίων, πταίει μὲν ὁ τοῦ βασιλέως στρατὸς καὶ εἰς φυγὴν τρέπεται· ἐπ' ἀδείας δὲ ὁ ἀποστάτης γενόμενος πάντα πρὸς ἀνίσχοντα ἥλιον ἐπιτρέχει καὶ πρὸς βίαν τὰ ἑαυτοῦ ποιεῖται φρονεῖν.
2.5.1
Οὐ πολὺ δὲ τὸ ἐν μέσῳ, καὶ Μιχαὴλ Λέοντα φονεύει καὶ τὴν βασιλείαν ἐκδέχεται. ὁ δέ γε στασιάρχης Θωμᾶς, ὡς μὴ ἀρκούσης αὐτῷ τῆς κατὰ γῆν ἐπικρατείας σχεδὸν ἁπάσης, ἤδη τὸ ναυτικὸν ἅπαν τὸ ὑπὸ Ῥωμαίους ὄν, πλὴν τοῦ βασιλικοῦ κληθέντος, ὑποποιεῖται, καὶ ναῦς πλείστας ναυπηγήσας ἑτέρας σίτου τε παραπομποὺς καὶ ἵππων, τὰς δὲ πολεμιστηρίους, ταύτας κατὰ Λέσβον κελεύει μένειν αὐτόν· ὁ δὲ ἅμα μυρίῳ δή τινι στρατῷ καταλαμβάνει τὸν μεταξὺ Σηστοῦ καὶ Ἀβύδου πορθμόν, κατὰ νώτου δὲ λιπὼν ἑαυτοῦ τὸν Ψευδοκωνστάντιον καὶ ποιηθέντα υἱὸν ἅμα μεγίστῃ δυναστείᾳ τῶν προκατειλημμένων αὐτῷ τὰ λοιπὰ καταδραμεῖν ἐπιτρέπει. δαιμόνων δὲ εἰσηγήσεσιν οὗτος καὶ μαντείαις ἠγμένος χρόνου ἡμέραν τοῖς συμπόταις προλέγει, καθ' ὃν τῇ βασιλευούσῃ προσέλθοι πόλει ἐν ἀρρήτῳ δόξῃ τινί· ἤδη δὲ τῆς κυρίας ἐνστάσης αὐτῆς τῷ ὑπὸ τὸν Ὀλβιανὸν περιπίπτει στρατῷ, οὗ πρὸς βραχὺ μὴ ἐνεγκὼν τὴν ὁρμὴν φεύγει τε καὶ εὐθέως ἁλίσκεται. καὶ τὴν κεφαλὴν αὐτοῦ ὁ γενναῖος Ὀλβιανὸς ἐκτεμὼν πέμπει τῷ βασιλεῖ Μιχαήλ· ὁ δὲ τῷ στασιώτῃ ταύτην καὶ ψευδωνύμῳ ἀποστέλλει πατρί. ἀλλ' οὗτος μὲν οὐδέν τι τῆς ἀπονοίας ἠφίετο, ἀλλ' ἅμα τῷ νηΐτῃ Λεσβόθεν ἥκοντι στόλῳ, καὶ αὐτὸς ναυσὶν ἱππαγωγοῖς κεχρημένος, νύκτα διασκοπήσας ἀσέληνον, ἐκ παράλου τοπίου τινός, ὃ δὴ πρὸς τῶν ἐγχωρίων καλεῖται Ὁρκόσιον, πολλαχοῦ περαιοῦται τῆς Θρᾴκης λαθών, εὑρὼν δὴ πάντας Θρᾷκας κατηκόους αὐτῷ, καίτοι τοῦ βασιλέως, ὅτε δὴ φήμῃ περιηγγέλη, ὡς διαβαίνει ναυσὶν ὁ ἀποστάτης τὸν κατὰ τὴν Ἄβυδον τῆς θαλάττης πορθμόν, ἐκστρατεύσαντός τε κατ' αὐτοῦ ὀλιγίστῳ στρατῷ καὶ ἐκ πασῶν πόλεων Θρᾳκικῶν ὡς συμμαχήσουσιν βασιλεῖ πίστεις λαβόντος· ὅμως ταύτας ἁπάσας παρ' οὐδὲν θεμένων αὐτῶν, πολὺς ὁ τύραννος ἐγεγόνει, καὶ τούτων προσρυέντων αὐτῷ. παραχρῆμα ὁ βασιλεὺς πρὸς τὴν πόλιν ὑπονοστεῖ, καὶ ὡς ἐνῆν τὰ κατ' αὐτὴν ἀσφαλέστατα διαθείς, πεζὸν ἅμα καὶ ναυτικὸν συναθροίζει στρατὸν ἐκ τῶν κατ' ἀνατολὴν ἤδη τοῦ ἀποστάτου ὑποχωρήσαντος πρός γε βραχὺν χρόνον τῆς τυραννίδος ἀπηλλαγμένων. ἐνίησι δὲ βασιλεὺς καὶ πῦρ πολεμιστήριον ταῖς ναυσί, καὶ τὴν σιδηρᾶν σχοῖνον ἀπ' ἀκροπόλεως μέχρι τοῦ Πέραθεν φρουρίου διέτεινεν, ὡς ἂν τὸ κατὰ τὴν πόλιν καλούμενον Κέρας μὴ ἐκ τοῦ στόλου τῶν ἀντιπάλων πημαίνοιτο. Γρηγόριον δέ, πάλαι μὲν χρηματίσαντα στρατηγόν, δι' αἰτίας δὲ βασιλεῖ γεγονότα καὶ διὰ τοῦτο εἰς Σκῦρον, μίαν τῶν Κυκλάδων νήσων, φυγαδευθέντα, λαβὼν ὁ ἀποστάτης, ἅτε δὴ προσχωρήσαντα αὐτῷ, χειροτονεῖ στρατεύματος ἡγεμόνα μυρίων ἀνδρῶν, καὶ τοῦτον πρόδρομον αὐτοῦ κατὰ τῆς βασιλευούσης προπέμπει, ἀλλὰ δὴ καὶ στόλον ναυτίλων ἀνδρῶν, ἵνα δὴ ἄμφω κατ αὐτὸν ἐν τῇ Κωνσταντίνου γένοιντο πόλει. καὶ δὴ γέγονεν τοῦτο ταχέως, συνελθόντες ἀλλήλοις ἀπό τε γῆς καὶ θαλάττης κατὰ τὰς Βαρβύσου τοῦ ποταμοῦ ἐκβολάς, οὐδὲ τῆς σιδηρέας ἐξαρκεσάσης σειρᾶς κωλῦσαι τὴν τῶν πολεμίων ἔφοδον πλοίων. μετ' οὐ πολὺ δὲ καὶ αὐτὸς σὺν πʹ χιλιάσιν ἐφίσταται τῇ πόλει, ἐπὶ δὲ τῷ προτέρως ποιηθέντι υἱῷ καὶ ἕτερον ἀναδείκνυσιν, Ἀναστάσιον ὄνομα, πάλαι μὲν εἰς τοὺς καλουμένους τελέσαντα μοναχούς, εἰς κοσμικῶν δὲ τρόπων φαυλότητι τάξιν ἐληλυθότα, αἰσχρὸν τὸ εἶδος, ὥστε δοκεῖν ἐξ οἰνοποσίας ἰνδογενὴς εἶναι, μοχθηρότερον τῇ ψυχῇ ὑπὸ ἐμπληξίας ἐσχάτης. μετὰ τούτου οὖν καὶ παντὸς τοῦ στρατοῦ προσβάλλει τῇ πόλει, ἅμα τῷ φανῆναι οἰόμενος ἀνοιγῆναι τὰς πύλας αὐτῷ. ἐπεὶ δὲ τῆς ἐλπίδος διαμαρτάνει, τῶν πολιτῶν μεθ' ὕβρεων ἀποπεμψάντων αὐτόν, σκηνοῦται κατὰ τῶν σεβασμίων Ἀναργύρων νεών, καὶ πάντας ἔσχεν ὑπηκόους τοὺς κατὰ τὸν Θρᾴκιον οἰκοῦντας Βοόσπορον. εἶτα πόλεμον μετὰ τῆς πόλεως συγκροτεῖ τοξεύμασιν ἀφάτοις καὶ τοῖς ἐκ τῶν πετροβόλων λίθοις ὀργάνων, μάλα δὴ κατὰ μέρος τῶν Βλαχερνῶν ἐλπίζων ταύτην ἑλεῖν. ὅθεν δὴ καὶ ὁ βασιλεὺς Μιχαὴλ ἀναβὰς ἐπὶ τῆς ὀροφῆς τοῦ τῆς Θεοτόκου ναοῦ τὸ πολεμικὸν σημεῖον πήγνυσι, κελεύει δὲ καὶ Θεόφιλον τὸν υἱὸν λαβεῖν γε τὸ νικοποιὸν τοῦ σταυροῦ ξύλον καὶ τὴν σεβαστὴν ἐσθῆτα τῆς θεομήτορος, καὶ περιελθεῖν τὸν τοῦ Βυζαντίου τείχους περίβολον μετὰ λιτανείας, συνάμα τῷ ἱερῷ κλήρῳ καὶ τοῖς ἄλλοις πολίταις, τῆς θείας ἐπικουρίας δεόμενον. παρατάττεται δὴ παντοίῳ πολέμου εἴδει ὁ ἀποστάτης καὶ μηχαναῖς· ἀλλ' ἐξ ὑπερδεξίου οἱ τοῦ βασιλέως ταῖς τε βολαῖς καὶ τοῖς ἀντιμηχανήμασι κεχρημένοι διωθοῦνται τοὺς ἐναντίους, ὥστε καὶ κλίμακας καὶ χελώνας κριούς τε καὶ πᾶν εἴ τι τοιοῦτον ὄργανον λιπόντας ὑπὸ τὰς ἰδίας διαδρᾶναι σκηνάς. ἀλλὰ καὶ ὁ ναυτικὸς τοῦ ἀποστάτου στρατὸς καὶ αὐτὸς τῷ ὑγρῷ κεχρημένος πυρί, κυκλοῖ τὴν πόλιν τούτῳ τε καὶ τοξεύμασιν ἀριθμοῦ πλείοσιν, πρὸς δὲ καὶ τετρασκελέσιν ἑλεπόλεσι καλουμέναις, πνεύσαντι ἐναντίῳ πνεύματι ἀποκρούεται, ἅτε δὴ καὶ χειμερίου τῆς ὥρας οὔσης.
2.6.1
Ἤδη δὲ τοῦ ἡλίου ταῖς ἀρκτῴοις οἰκήσεσιν ἐπιθέοντος διά τε τοῦ πεζικοῦ καὶ τοῦ ναυτικοῦ στρατοῦ προσβάλλει τῇ πόλει κατ' ἐκεῖνο μάλα τὸ μέρος, ὃ δὴ Κέρας τὸ σχῆμα καλεῖται, τετρασκελεῖς ἑλεπόλεις κατασκευάσας καὶ ἐκ τῶν πεμπομένων δι' αὐτῶν ἀπὸ τῶν νεῶν λίθων κατασείειν τὸ τεῖχος οἰόμενος. ὁ δέ γε βασιλεύς τισι τῶν ἐναντίων διὰ τοῦ τείχους εἰς λόγους ἦλθεν ἀμνηστίαν τῶν εἰργασμένων αὐτοῖς ἕξειν, εἰ μεταμεληθεῖεν, παρεγγυῶν· οὐ πείθει δὲ τούτους, ἀλλὰ στρατόν τινα καθοπλίσας ὀλίγιστον, ἀθρόον τῆς πόλεως ἔξεισι καὶ τοὺς ὑπαντήσαντας αὐτῷ κατὰ κράτος νικᾷ, καὶ κατὰ θάλατταν δὲ τοσοῦτον ὥστε τὰ πλοῖα πρὸς γῆν διοκείλαντας συνδεδεμένα πρὸς τοὺς ἐκ τῆς χέρσου μαχομένους ἀναφυγεῖν καὶ τὸν ἐκ θαλάττης ἀπαγορεύσασθαι πόλεμον, ἑκόντας τε πολλοὺς τῶν πολεμίων προσχωρῆσαι τῷ βασιλεῖ. ἐν οἷς καὶ Γρηγόριος, συνελκύσας ἑαυτῷ καί τινα μοῖραν βραχεῖαν στρατοῦ καὶ κατὰ νύκτα τινὰ λαβόμενος εὐκαιρίας, φεύγει πρὸς τὴν Θρᾴκην καὶ κατὰ νώτου γίνεται τοῦ τυράννου. ἀλλ' ὅ γε στασιάρχης ἅμα τοῦτο μαθεῖν στρατεύει κατὰ Γρηγορίου, καὶ τοῦτον καταλαβὼν ἀναιρεῖ, καὶ πάλιν εἰς τὴν πόλιν ἐλθὼν τῆς ἐξ ἀρχῆς ἔχεται προσεδρείας, γράμμασί τε πεπλασμένοις, ὡς κατά τε γῆν καὶ θάλασσαν εἴη νενικηκώς, τῷ κατά τε τὴν Ἑλλάδα καὶ τὰς νήσους ἁπάσας ναυτικῷ ἐξαπατήσας ἀναχθῆναι κελεύει καὶ τῷ βασιλεῖ διαμάχεσθαι. καὶ δῆτα πλοῖα σιταγωγὰ τοῖς πολεμιστηρίοις προσκαθοπλίσαντες πανθυμαδὸν ἀναπλέουσιν, προσορμίζονταί τε τῇ τῶν καλουμένων Βυρίδων ἀκτῇ, τῶν προτέρων οὐκ ἐλάττους οὖσαι τὸ πλῆθος· καὶ γὰρ εἰς νʹ καὶ τʹ ὁ τούτων ηὔξητο ἀριθμός. ἔμελλε δὲ ἄρα ἔκ τε νοτίου μέρους καὶ βορείου τῆς πόλεως αὐτῇ προσβαλεῖν ταῖς ναυσίν. βασιλεὺς δὲ προφθάσας ἀποστέλλει πυρφόρους ναῦς, αἳ δὴ ταῖς τῶν ἐναντίων ναυσὶ κατὰ τὸν εἰρημένον ἐπιθέμεναι χῶρον, ἃς μὲν ὁλοκαυτοῦσιν αὐτῶν, ἃς δὲ σκεδαννύουσιν, τὰς πλείους δὲ τούτων αὐτῶν συλλαμβάνουσιν ἀνδράσιν αὐτοῖς καὶ τῷ βασιλεῖ προσάγουσιν.
2.7.1
Ἀκηκοὼς δὲ Μορτάγων ὁ κύριος Βουλγαρίας ὅσα τε καὶ οἷα κατὰ τὴν βασιλίδα πόλιν συνηνέχθη γενέσθαι, διαπρεσβεύεται πρὸς βασιλέα καὶ συμμαχεῖν αἰτεῖται αὐτῷ· αἱ γὰρ ὑπὸ Λέοντος τοῦ βασιλέως πρὸς αὐτοὺς τριακοντούτεις σπονδαὶ ἤδη τὴν πρώτην δεκαετηρίδα συνεπλήρουν σχεδόν. ἀποδοχῆς δὲ μεγάλης ὁ βασιλεὺς τὴν γνώμην αὐτῶν ἀξίαν κρίνας ἀπολογεῖται μὴ χρῆναι τοὺς ἐπὶ τοσοῦτον χρόνον ὡμολογηκότας Χριστιανικῶν αἱμάτων ἀφέξεσθαι ἐπὶ τῷ τῶν στασιωτῶν πολέμῳ τὰ καλῶς δόξαντα καταλύειν· φιλοφρονησάμενος δὲ αὐτοὺς τῆς προθυμίας ἀξίως πρὸς τὴν ἑαυτῶν ἀποστέλλει. ἀλλ' οὗτοι μὲν κατ' οὐδὲν τῶν τοῦ βασιλέως φροντίσαντες λόγων κατά τε τοῦ τυράννου στρατεύουσι καὶ εἰς τὰ Ῥωμαίων εἰσβαλόντες ἤθη κατὰ τὸν Κηδούκτου καλούμενον στρατοπεδεύονται χῶρον. μαθὼν δὲ ὁ ἀποστάτης τὴν κατ' αὐτοῦ τῶν Βουλγάρων ἔφοδον, τοῦ καταλειφθέντος αὐτῷ ναυτικοῦ λόγον οὐδένα ποιεῖται, ὅθεν δὴ τοῦτο πᾶν τῷ βασιλεῖ προσχωρεῖ· ὅλος δὲ τοῦ πεζοῦ στρατοῦ γεγονὼς ἀπαίρει μὲν τοῦ προσεδρεύειν τῇ πόλει, κατὰ δὲ τὸ εἰρημένον χωρίον προσβαλὼν τοῖς Βουλγάροις κατὰ κράτος ἡττᾶται. καὶ πλεῖστοι μὲν τῶν αὐτοῦ κτείνονταί τε καὶ πυρπολοῦνται πρὸς τούτων· οἱ δὲ περιλειφθέντες ὡς εἶχον σθένους σκεδάννυνταί που. λείαν δὲ πολλὴν τῶν πολεμίων οἱ Βούλγαροι συμφορήσαντες πρὸς τὴν ἑαυτῶν ὑποστρέφουσιν.
2.8.1
Οὐκ ἀπολήγει δὲ καὶ οὕτως πράξας κακῶς τῆς ἀπονοίας ὁ τύραννος, ἀλλὰ τοὺς σκεδασθέντας συλλέξας καὶ πρὸς τὴν καλουμένην Διάβασιν, ἅτε δὴ πρὸς τὸ στρατοπεδεῦσαι πάντα οὖσαν ἐπιτηδείαν, διά τε τὴν τῶν ἵππων νομὴν καὶ πρὸς τὴν ἄλλην χρείαν τῶν ἀνθρώπων ἀφθονωτέραν τυγχάνουσαν, ἐκεῖσε σκηνοῦται τῷ τέλματι τοῦ χωρίου θαρρήσας, ἐκεῖθέν τε ὥσπερ ἐξ ἀκροπόλεως, ὄντως τύραννος ὤν, συχνὰς ποιεῖται καταδρομὰς καὶ τὰς πλησιαζούσας πυρπολεῖ κώμας. ὅπερ δὴ μαθὼν ὁ βασιλεὺς Μιχαήλ, ὡς εἶχεν δυνάμεως, εὐαρίθμητον σχεδιάζει στρατὸν καὶ κατὰ τοῦ τυράννου πρὸς τὸν εἰρημένον ἔρχεται χῶρον σὺν κόσμῳ στρατηγεσίας παντί, λόγοις καὶ ταῖς ἄλλαις ὑποσχέσεσι τοὺς συνόντας ἐπιρρωννύς. ὁ δὲ τύραννος πλήθει πολλῷ δὴ μάλα ὑπαντιάζει τῷ βασιλεῖ, σχηματίζεταί τε φυγήν, ὥστε τὸν τοῦ βασιλέως στρατοῦ διαλυθῆναι συνασπισμόν· διαμαρτάνει δὲ τοῦ σκοποῦ, μήτε τὴν τάξιν τοῦ βασιλικοῦ διαλύσας στρατοῦ, μήτε τοῖς ἑαυτοῦ συναφθῆναι οἷός τε γεγονώς, ἀλλὰ τῶν ἐναντίων μὴ ἐνεγκὼν τὴν ὁρμήν, ὡς εἶχε τάχους, χρῆται φυγῇ καὶ πρὸς τὴν Ἀρκαδιούπολιν σύν τισι τῶν ἑαυτοῦ διασῴζεται. ὁμολογήσαντας δὲ αὐτῷ τοὺς πλείστους τῶν στασιωτῶν ὁ βασιλεὺς εἰληφὼς ἐπέρχεται τῇ πόλει αὐτῇ, καθ' ἣν ὁ τύραννος διεσῴζετο, χάρακά τε περιβάλλει αὐτῇ καρτερὸν κύκλῳ. ὀλιγίστους δὲ ὁ ἀποστάτης ἔχων ἔνδον τῆς πόλεως ἱππότας, πολλάκις, ὅτε δὴ πεφυρμένους διήθρει τοὺς ἐναντίους, ἠφίει κατ' αὐτῶν τούτους· ἀλλ' οὖν γε καὶ ταύτῃ μᾶλλον ἐπάνθανον ἢ ἔδρων οἱ δείλαιοι. ὁ δέ γε βασιλεὺς ἑλέπολιν μὲν οὐ προσῆγε τῇ πόλει, φειδοῖ, μήτε τινὰ τοῦ λοιποῦ τῶν ὁμοδόξων ξίφεσιν ἀναιρεῖσθαι, μήτε μὴν δειχθῆναι τοῖς Σκύθαις ὡς δυνατὸν μηχαναῖς τὰς ὑπὸ Ῥωμαίους ἁλῶναι πόλεις· λιμῷ δὲ καὶ προσεδρείᾳ περιγενέσθαι τοῦ τυράννου διέγνω. καὶ δῆτα πολλοῦ χρόνου διαδραμόντος τοσοῦτον ἐνδεῖται τῶν πρὸς τὸ ζῆν ὁ τύραννος ἀναγκαίων, ὥστε πρῶτον μὲν πᾶσαν ἄχρηστον ἡλικίαν καὶ φύσιν ἐκκενοῖ τῆς πόλεως, εἶτα τῶν ἵππων αὐτῶν διὰ τὴν λιμὸν ἀποφθαρέντων, τῶν κρεῶν αὐτῶν, καὶ ταῦτα ὀδωδότων, γεύσασθαι πείθει· προῆλθον δὲ εἰς τὸ κώδιά τε καὶ τἆλλα σκύτη φαγεῖν. καὶ τέλος οἱ μὲν αὐτῶν διὰ τῶν πυλῶν λανθάνοντες, οἱ δὲ καὶ διὰ τῶν τειχῶν καθάπτοντες κάλους, ἄλλοι δὲ καὶ ἑαυτοὺς ῥιπτοῦντες κατὰ τὸ ἔδαφος καὶ τὰ μέλη συνθλώμενοι, ἀνωμολόγουν τῷ βασιλεῖ, καὶ συγγνώμης τυγχάνοντες καὶ ἀδείας Ἀναστασίῳ τῷ ψευδωνύμῳ τοῦ τυράννου συνήπτοντο υἱῷ, τοῦ Βύζης ἐπειλημμένῳ πολίσματος, ἐκ τούτου ἐν αὐτοῖς διαπολεμεῖν τῷ βασιλεῖ ᾑρημένῳ, ἵνα δὴ παράσχοι τῷ ἀποστάτῃ ἐν τῷ μάχεσθαι ῥᾳστώνην φυγῆς. εἰς δὲ λόγους ὁ βασιλεὺς τοῖς ἐν τῇ πόλει ἐλθὼν καὶ τῶν εἰς αὐτὸν ἁμαρτημάτων λήθην μεθ' ὅρκων ὑποσχόμενος ἕξειν, κατὰ τοῦ τυράννου συνίστανται καὶ συσχόντες αὐτὸν προσάγουσι βασιλεῖ· ὁ δὲ γηθομένῳ ποδὶ κατ' αὐχένα πατήσας αὐτὸν χειρῶν ἄμφω καὶ ποδῶν στερηθῆναι κελεύει, ἐπὶ κοντοῦ τε ἀναρτᾶσθαι πρὸς τούτῳ. ποινηλατούμενος δὲ ὁ δείλαιος οὕτως ἐβόα μέγα· ἐλέησόν με, ἀληθῶς βασιλεῦ. ἐρομένου δὲ τοῦ βασιλέως αὐτόν, εἴ τινες εἶεν κρυφίως συνεγνωκότες τῆς ἀπονοίας αὐτῷ, τάχα ἂν πολλῶν κατεῖπεν ψευδῶς τῶν βασιλικῶν φίλων· ἀλλ' Ἰωάννης ἀνὴρ ἐπίκλησιν Ἐξαβούλιος, ἐν πατρικίοις τελῶν, τὸν τύραννον ἐπέσχεν εἰπεῖν, φήσας τῷ βασιλεῖ, ὡς οὐ δέον κατὰ φίλων πιστεύειν ἐχθροῖς. ἀλλ' ὁ μὲν τύραννος οὕτως δυστυχῶς καταστρέφει τὸν βίον μηνὸς Ὀκτωβρίου μεσοῦντος ἤδη· εὐθὺς δὲ καὶ Ἀναστάσιον ἐκ Βύζης, ἐπειδὴ τὸν ἀποστάτην ἔμαθον ἀνῃρῆσθαι, πεδήσαντες χεῖρας καὶ πόδας πρὸς βασιλέα κομίζουσιν, ὅντινα δὴ τῇ αὐτῇ τοῦ ψευδωνύμου πατρὸς καταδικάζει ποινῇ.
2.9.1
Ἐπεὶ δέ τινες τῶν τοῦ τυράννου τὴν καλουμένην Πάνιον κατασχόντες πόλιν, ἄρτι μὲν τούτου ἀπεφθορότος, εἰς τὸ πολεμεῖν βασιλεῖ διέγνωσαν καταστῆναι, πρὸς ἣν ἐλθὼν ὁ βασιλεὺς Μιχαὴλ καὶ λόγους εἰρηνικοὺς προτεινόμενος οὐδαμῶς πείθει καταθέσθαι τὰ ὅπλα, γίνεται δή τι θεόθεν σημεῖον αὐτοῖς· σεισμὸς γὰρ σφοδρὸς τό τε τεῖχος κατέβαλεν καὶ τοῖς τοῦ βασιλέως τὴν εἰς πόλιν δέδωκεν πάροδον· ὃ τοῖς σεισμοσκόποις σημεῖον ἥττης, ὅθεν γεγένηται τοῦτο. ἀλλὰ δὴ καὶ Ἡράκλεια ἡ πάλαι Πέρινθος καλουμένη, τὰ τοῦ τυράννου λίαν νοσοῦσα, πρὸς τὴν διὰ τῶν τοῦ βασιλέως λόγων θεραπείαν ἀντέσχεν· ὅθεν δὴ τῆς ἐκ τοῦ θαλαττίου μέρους τοῦ τείχους ἐπιδρομῆς τῶν βασιλικῶν πειραθεῖσα στρατιωτῶν ἁλίσκεταί τε καὶ τῆς τυραννικῆς ἀπαλλάττεται νόσου ἀναιμωτὶ καθάπαξ ὑπὸ τῶν ἐναντίων ληφθεῖσα. ἐντεῦθεν δὴ βασιλεὺς πάντα κατήκοα λαβὼν ἑαυτοῦ πρὸς τὴν βασιλίδα πόλιν ὑπονοστεῖ, καὶ ἱππικὴν ἐπιτελέσας ἁμίλλησιν οὐδὲν ἀνήκεστον τοῖς στασιώταις ποιεῖται, πλὴν τοῦ διὰ μέσης τῆς ἱπποδρομίας εἰς τὰ ὀπίσω δεδεμένους τὰς χεῖρας ἰέναι, καί τινας εὐθὺς φυγαδεῦσαι αὐτῶν. καὶ οὕτω θριαμβεύει τὴν νίκην.
2.10.1
Ἐπὶ χρόνου δὲ ἐν ᾧ ἀποστασία προβεβήκει ἡ Θωμᾶ, ἀδεῶς ἀπὸ Ἱσπανίας Ἀγαρηνοὶ ἐδῄουν τὴν Ῥωμαΐτιδα γῆν σὺν δέκα περικαμπέσι ναυσί, κατὰ δέ τινας κʹ, τρόπῳ τοιῷδε. προσώχθισαν τῇ χώρᾳ αὐτῶν διὰ τὸ μὴ πιοτάτην ὑπάρχειν καὶ εὔφορον, καὶ πρὸς τὸν ἀρχηγὸν αὐτῶν εἶπον Ἀπόχαψ· ἆρον ἡμᾶς τῶν ἐντεῦθεν καὶ ἀπάγαγε εἰς εὔγειον τόπον, καὶ εὐζωῶμεν ἐκεῖσε. ὧν τοῖς λόγοις παρακληθεὶς γενναίων ἀνδρῶν καὶ εὐόπλων στόλον εὐτρέπισεν, ἐξ ὧν πασῶν νήσων ἐκράτησεν, ὥστε καὶ τῆς Κρήτης αὐτῆς· ταύτην γὰρ λαῷ εὐζώνῳ ἐπηρεάσας ἐξῃχμαλώτισεν καὶ πολλὴν λαφυραγωγίαν εἰσεποιήσατο, καὶ ἀκριβῶς ἀναμεμαθηκὼς τὸν χῶρον ἐπαλινόστησεν. τῷ δὲ ἐπιόντι καιρῷ μʹ ναῦς ὁ Ἀπόχαψ ἐπισκευασάμενος ἐν ταύτῃ κατῆρεν, καὶ τῷ ἀκρωτηρίῳ ταύτης προσέβαλεν καὶ προσωρμίσθη τῷ Χάρακι. διωρίσατο δὲ τῷ ὑπ' αὐτὸν λαῷ, ὅπως ἑκάστῳ τῶν πλοίων ἀνὰ εἴκοσι ἀνδρῶν καταλίποιεν, οἱ δὲ πάντες ἄλλοι εἰς τὸ τὴν νῆσον ληΐζεσθαι προσχωρήσειαν ἐπὶ ἡμέρας γε ιβʹ. ἀποκινήσαντος δὲ τοῦ λαοῦ πρὸς τὴν τοιαύτην ἐγχείρησιν, ταύταις ἐνέβαλε πῦρ καὶ ὁλικῶς ἐπυρπόλησεν. ἐφευρηκότες δὲ ταύτας ᾐθαλωμένας στασιάζειν κατὰ τοῦ ἀρχηγοῦ αὐτῶν τετολμήκασιν. καὶ ἀπολελόγητο πρὸς αὐτοὺς, ὅτι τῇ προτεραίᾳ κατεγογγύζετέ μου, ὦ ἄνδρες ὁμόφυλοι, μὴ μεταναστεύειν ὑμᾶς πρὸς εὐζωΐαν βεβουλημένου· καὶ διὰ τοῦτο ἤγαγον ὑμᾶς ἐνταυθοῖ, ἐν ᾧ γάλακτος καὶ μέλιτός ἐστιν ἀπορρώξ. οἱ δὲ ἀντεῖπον αὐτῷ· καὶ ποῦ δὴ τέκνα ἡμῶν καὶ γυναῖκας εὑρήσομεν; ὁ δὲ πρὸς αὐτούς· ἴστε, ὅτι αἰχμαλωσίαν ἑαυτοῖς πλείστην ἠνέγκατε· ἐκ ταύτης οὖν ὑμῖν γυναῖκας ἁρμόσασθε. καὶ οὗτος ὁ λόγος ἀρεστὸς ἐφάνη αὐτοῖς, καὶ τοῦ στασιασμοῦ κατευνάσθησαν, καὶ πυκνοῖς σκόλοψι χάρακα περιέθεντο πρὸς ὀχυρότητα ἑαυτῶν διαρκεῖν ἐν αὐτῷ· ἀφ' οὗ ὁ τόπος μέχρι τῆς δεῦρο Χάραξ προσονομάζεται. μοναστὴς δέ τις μετέπειτα προσφοιτήσας τῇ νήσῳ ἔφη αὐτοῖς, ὅτι εἴπερ ὅλως ἐθέλοιτε καταδυναστεῦσαι τῆς νήσου, ἀκολουθήσατέ μοι· καὶ ὅποι στοχασάμενος παραδείξω ὑμῖν ἐπιτηδειότητα κτίσεως, ἐκεῖσε πόλιν οἰκοδομήσατε, δι' ἧς τῆς νήσου ἐξουσιάσοιτε. καὶ ἀπήνεγκεν αὐτοὺς εἰς τόπον καλούμενον Χάνδακα, ἐν ᾧ ἡ πόλις τούτων καθίδρυται· καὶ ταύτην πέριξ ἐτάφρωσαν. ἧς ὁ Ἀπόχαψ καθηγεμόνευσεν, καὶ θʹ καὶ κʹ Κρήσσας πόλεις ἠνδραποδίσατο, μιᾶς μόνης μὴ ἁλωθείσης ἀλλ' ἢ λόγῳ, ἀπολιορκήτου μεινάσης ἕως ἄρτι, ὃ καὶ κεκλῆσθαι ταύτῃ συνέδραμεν, ἐχόντων τῶν οἰκητόρων αὐτῆς σὺν ἐλευθερίᾳ ποιεῖν τὰ Χριστιανῶν εἰθισμένα. ὧν τῆς ἐπιδρομῆς ὁ Θωμᾶς καὶ ἁλώσεως αἴτιος. Ἀπόχαψ δὲ [...], οὗ παῖς μὲν Σαΐπης ἐτύγχανεν, Σαΐπου δὲ Βάβδελ, ὃς ἐν Πελοποννήσῳ κατά τι θαλάσσης κλυδώνιον πρὸς γῆν σὺν νηῒ τῇ ἑαυτοῦ προσσπαρείς, ἐν ἡμέραις τοῦ μακαρίτου Λέοντος βασιλέως, τηνικαῦτα δὲ στρατηγοῦντος Κωνσταντίνου τοῦ συνετόφρονος, ἐκεκράτητο, ᾧ Τεσσαρακοντάπηχυς τὸ ἐπώνυμον· οὗτινος Βάβδελ ἐτέλει ὁ Ζερκουνῆς σύγγονος, ὁ πρὸ τοῦ νῦν ἀρχηγοῦ τῆς Κρήτης καθηγησάμενος.
2.11.1
Ἐν ταύτῃ δὲ τῇ νήσῳ Κύριλλος ὁ θαυμάσιος, ὁ Γορτύνης ἐπισκοπήσας τῆς πόλεως, ὑπὲρ Χριστοῦ ὡς ἱερεῖον ἄμωμον ἐσφαγίαστο. οὗ τὸ τίμιον αἷμα μέχρι τῆς δεῦρο κατά τινα χῶρον, καθώς τινές φασιν, ἀνεξάλειπτον συντετήρηται· καθ' ὃν οἱ εὐσεβεῖς φοιτῶντες καὶ τοῦτο σπόγ γῳ ἐναπομάττοντες δι' αὐτοῦ γε θεῖον μύρον ὑδρεύονται καὶ κατ' οὐδὲν ἀλλοιοῦσι τὸ χρῶμα τοῦ αἵματος. ἔτι δὲ καὶ ἡ τῶν τροφίμων σεβαστῶν παίδων αὐτῆς ἑβδομὰς μετὰ πολλῶν ἄλλων ταφῇ ἀφιέρωται, ἀναιρεθέντων ὑπὲρ τῆς εἰς Χριστὸν ἀδιστάκτου καὶ εἰλικρινοῦς πίστεως.
2.12.1
Καὶ δὴ ἔκτοτε κατακεκράτηντο ἂν παρ' Ἀγαρηνῶν αἱ νῆσοι, εἰ μὴ βασιλεὺς Μιχαὴλ ὁ ἐξ Ἀμορίου ἔσχεν φιλονεικότερον ἐλευθεριάσειν αὐτάς· καὶ δὴ πολυωρήσας ἐνδελεχῶς Κρατερῷ τῷ στρατηγέτῃ Κιβυρραιωτῶν ἐνετείλατο πάσας τὰς ὑπ' αὐτὸν ναῦς παρετοιμάσασθαι καὶ ἀπᾶραι εἰς Κρήτην καὶ σπουδῇ πάσῃ τοὺς ταύτης οἰκήτορας Σαρακηνοὺς ὀλοθρεῦσαι. ὃς ἐκεῖσε παραγενόμενος σὺν ναυσὶν οʹ κατ' αὐτῶν πόλεμον ἦρεν ἐξ ἀνατολῆς ἡλίου μέχρι τῆς δύσεως, καὶ τοσοῦτον αὐτῶν ἐκυρίευσεν, ὥστε πάντας καὶ ἀναιρήσειν βεβούλητο. ἀλλὰ κακοὶ ἀρχηγοὶ συνόντες αὐτῷ οὐκ εὐβούλως ἀνέστειλαν εἰρηκότες· ἡμεῖς γε πάντας ὑποπιέσαντες, οὐκέτι πάντως οὗτοι τολμήσειαν τοῦ λοιποῦ πρὸς ἡμᾶς ἀντιτάξασθαι. ἤδη νὺξ τελέθει, κατὰ τὸν ποιητήν· ἀγαθὸν καὶ νυκτὶ πιθέσθαι. δυσπεφόρηκε γὰρ ὁ λαός. ἄγωμεν εἰς τὰς ἡμετέρας σκηνὰς καὶ πρωΐας ἐπιλαμπούσης ἀφιξόμεθα καὶ κατάσχωμεν αὐτούς. καὶ δὴ τοῖς ῥήμασιν αὐτῶν φρεναπατηθεὶς πρὸς τὰς σκηνὰς αὐτῶν σὺν αὐτοῖς ἐπανέλυσεν. μηδαμῶς δὲ πεφροντικότες τῶν πρὸς σωτηρίαν ἀσφαλειῶν, ἀλλ' ὑπτιάσαντες δυστυχῶς πολλῷ τε κόπῳ κατευνασθέντες καὶ θανάτου ὕπνον ὑπνώσαντες, ἐπελθόντες νυκτὸς οἱ ἐχθροὶ σιδήρειον ὕπνον τούτοις ἐπήγαγον· οὐδ' εἷς τῶν ἐκεῖσε παρόντων τουρμαρχῶν ἢ ἀρχόντων πολεμικοῦ ἐπιβῆναι πλοίου δεδύνητο, μόνου τοῦ στρατηγοῦ αὐτοῦ ἐμπορικῷ ἐπιβάντος καὶ ἀποπλεύσαντος. περὶ οὗ μεμαθηκὼς ὁ τῶν Ἀγαρηνῶν ἀρχηγὸς δυσὶν ὁλκάσι λαὸν ἐπεβίβασεν καὶ αὐτοῦ κατεδίωξεν ὄπισθεν, καὶ πρὸς νῆσον τὴν Κῶ τοῦτον κατέσχεν (φεῦ συμφορᾶς) καὶ ἐν αὐτῇ ξύλῳ κρεμάννυσιν. ὅθεν ἀνέκαθεν καὶ μέχρι τῆς σήμερον ἡ τῆς Κρήτης νῆσος κεκράτηται παρὰ τῶν Ἀγαρηνῶν, ἐξ ἧς τοῖς Ῥωμαϊκοῖς ὅροις ἐπισυρρέουσιν.
2.13.1
Εἶτα εὑρίσκεταί τις πολύφρων ἀνήρ, ᾧτινι Ὠορυφᾶς τὸ ἐπώνυμον, καὶ προστάξει βασιλικῇ διὰ τῆς αὐτοῦ εἰσηγήσεως ἀθροίζεται ναυτικὸν στρατολόγημα γενναιότατον, οἷς ἀνὰ μʹ χρυσοῦ ἐπιδίδοται νομίσματα, καὶ οὐκ ἄλλως γένοιτο τόδε, εἰ μὴ ταῦτα κομίσοιντο, διηγόρευον. οἳ ὁλκάσιν εὐζώνως ἐπιβατεύσαντες καὶ ναύαρχον αὐτὸν κεκτημένοι τὴν ἐλευθερίαν πολλαῖς ἐχορήγησαν· οὓς τεσσαρακονταρίους τὸ ληφθὲν προσωνόμασεν.
2.14.1
Μιχαὴλ δὲ ὁ βασιλεὺς κατὰ τὴν ἀρχὴν τῆς αὐτοῦ βασιλείας παντελεῖ ἀγροικίᾳ ἢ τῇ σκηπτουχίᾳ καλλωπιζόμενος περὶ τῶν θείων εἰκόνων ἐδημηγόρησεν τὸ ἑκάστῳ δοκοῦν ἀπεργάζεσθαι· ἀλογιστεύων δὲ μετὰ ταῦτα πρὸς διπλόην ἀποτραπείς, Εὐφροσύνην, Κωνσταντίνου τὴν θυγατέρα τοῦ κατακριθέντος τυφλότητι, μονήρη βίον προσηκαμένην, πρὸς τὰ ἀνάκτορα εἰς γαμετὴν μετηγάγετο, καὶ τὸν εὐαγῆ Μεθόδιον ἀδίκως τιμωρησάμενος καθ' εἱρκτὴν ἐφυλάκισεν περὶ τὴν νῆσον Ἀνδρέου τοῦ ἀποστόλου, καθ' ἣν ὁ Ἀκρίτας ἐγγειτονῶν ἐμφανίζεται, οὗ ἀντικρὺ καταπρῆσαι τοῦτον οἰόμενος. Εὐθύμιον τὸν μητροπόλεως Σαρδιανῶν ἐξηγούμενον Θεόφιλος βουνεύροις χαλεπῶς ἐθανάτωσεν.
2.15.1
Ἐπεβίω μὲν Μιχαὴλ τῇ βασιλείᾳ ἔτη ηʹ πρὸς ἐννέα μησίν, ἀπεβίω δὲ τῷ δυσουρίας νοσήματι ἐμπεσὼν ἐκ νεφρίτιδος ἐπιθέσεως. 3. t ΠΕΡΙ ΘΕΟΦΙΛΟΥ ΥΙΟΥ ΜΙΧΑΗΛ 3. 1 Ὁ δὲ Θεόφιλος τὴν πατρῴαν ἀρχὴν κληρωσάμενος ἐν ἔτει ϛτληʹ, ἰνδικτιῶνος ηʹ, ποιεῖται κατὰ Μαγναύραν σελέντιον, πάντας ἐκεῖσε χωρεῖν ὁμοθυμαδὸν προτρεψάμενος, καὶ στὰς εἰς μέσον ἐδημηγόρησεν· ἐπειδήπερ ὁ ἐμὸς πατὴρ καὶ ὑμῶν βασιλεύς, ὦ ἱερὰ σύγκλητος, ὅρκοις με διεβεβαιώκει φρικτοῖς ἀποιχόμενος, τοῖς συνηγωνισμένοις αὐτῷ εἰς τὸ κατὰ Λέοντος νεανίευμα τῆς ἀγωνίας παρασχεῖν ἄξια, οὐ μεθήσειν τῆς ἐντολῆς οὐδαμῶς προτεθύμημαι. τούτων παρρησιασαμένων τῷ βασιλεῖ καὶ τῇ παρεστώσῃ συγκλήτῳ, διαρρήδην αὐτὸς ἐγκελεύεται τῷ ἐπάρχῳ· ὅπερ ὁ νόμος θεσπίζει ἐπὶ τοῖς ἀνθρωπίνου φόνου μὴ εὐλαβουμένοις, τοῦτο δρᾶν διανάστηθι, ἄλλως τε πρὸς αὐτὸν βασιλέα, ᾧ χρῖσις παρὰ θεοῦ τῆς βασιλείας ἐπιβραβεύεται. καὶ τὸ θεσπισθὲν ἑτοίμως ἐξείργασται.

Intertext edge

Open linked passage

Note