Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
BASILIAI
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/josephus-genesius-pg-109-111" aria-label="More works by Josephus Genesius PG 109"> —
⋯
More
Original / primary: Pg Scrape Grc
3.2.1
Ἐγκρατὴς δὲ τῶν σκήπτρων Θεόφιλος γεγονὼς ὅλως αὐτὸς κατ' Ἀγαρηνῶν ἐκστρατεύειν ἐπείγεται, πολυανδρίᾳ θαρρῶν καὶ ἀριστέων ἀνδρῶν ἐπισυλλογῇ. καὶ γὰρ εἶχεν μεθ' ἑαυτοῦ καὶ Μανουὴλ τὸν γεννάδαν τὸν ἐξ Ἀρμενίων, οὗ κλέος τῆς ἀνδρείας κατὰ πᾶσαν Συρίαν καὶ Ῥωμαϊκὴν ἐπικράτειαν, πολλῷ δὲ μεῖζον καὶ εὐσεβείας, καθὰ ἡ τῶν πραγμάτων παραδηλώσει ἀλήθεια, σὺν αὐτῷ καὶ τὸν ἐκ Περσίδος Θεόφοβον, ἄνδρα θεοσεβῆ καὶ πολλῆς ἐχόμενον ἀρρενωποῦ καὶ παλαιᾶς λογιότητος, ὡς πάλαι Μωυσῆς Ἰησοῦν τοῦ Ναυὴ καὶ Χάλεβ τοὺς γενναιόφρονας, κἂν τούτοις τῇ καθ' ἡμᾶς εὐσεβείᾳ οὐ θεοφιλῶς ἐπεκέχρητο· δι' ὧν ποτὲ μὲν τῶν ἐξ Ἄγαρ κατίσχυεν, ποτὲ δὲ τῶν δυστυχημάτων ἀντείχετο, ἀφράστοις θεοῦ προμηθεύσεσι τοῦ πάντα σοφῶς διϊθύνοντος. ὅθεν τῶν Ἀγαρηνῶν ποτε περιγεγονότων τοῦ βασιλέως, ἐπείπερ νίκη θεοῦ ἐν γούνασι κεῖται, καθάπερ ὁ ποιητὴς ἀπεφήνατο, μόλις παρ' αὐτῶν διασέσῳστο, εἰ καὶ πολλοὶ τῶν Περσῶν διά γε τὰς ἥττας τοῖς Ἀγαρηνοῖς προσετίθεντο, κἂν ἐπαλινόστουν τῷ ἄνακτι, αὐτὸς ὁπηνίκα πρὸς ἀντιπάλους ἐξῄει, οὐχ ἥκιστα τῷ στέργειν αὐτοὺς τὸν Θεόφοβον.
3.3.1
Τοιαύτη δὲ ἡ κατὰ τοῦτον ἀπὸ διαφόρων κατὰ διαδοχὴν διάφορος κατά τι πάντως ἀπομνημόνευσις, ὡς τοῖς ἱστοροῦσι πρὸς ἀκριβολογίαν ἐξείθιστο. ἐπειδὴ τὰ ἐγκόσμια πάντως κατὰ ῥοὴν καὶ ἀπορροὴν καθεστήκεσαν, καὶ διαφθοραὶ φύλων αἰτίαις τισὶ κατὰ διασπορὰς παρυφίστανται, ὅθεν καὶ τοῦ Περσικοῦ ἔθνους, πάλαι μὲν τὸν σκηνίτην βίον περιπεποιημένου καὶ δέρρεσι κατὰ περιστολὴν τὴν ἀπορίαν ἢ τὸ γενναῖον ἐπιδεικνυμένου, ἔτι δὲ ταῖς ἀνδραγαθίαις πολλῶν ἐθνῶν κυριεύσαντος, καὶ εἰς παροινίαν ἐξ εὐτυχίας ἀρθέντος, καὶ μετὰ τοῦτο τὰ μέγιστα δυστυχήσαντος καὶ διανεμηθέντος, οἷα τοῖς Ἰουδαίοις καὶ ἑτέροις συμβέβηκεν ἔθνεσιν. ἐξείθιστο δὲ τοῖς Πέρσαις τοὺς ἑαυτῶν βασιλέας ἐκ βασιλείου φυλῆς ὑπέχειν ἀνάρρησιν· ἀλλὰ πολέμοις ἐν ἐπαλλήλοις καὶ ταῖς τῶν ἐξ ὁμογενῶν ἄλλαις ἐπαγωγαῖς κατὰ τὴν πατρίδα παντελῶς τῆς βασιλικῆς σειρᾶς ἐκλιπούσης, ἐν ἀμηχανίᾳ τε περὶ τούτου διατιθεμένων καὶ δι' ἐρεύνης ἐμμεριμνώντων, παρά τινος ἐδηλοποιήθη αὐτοῖς τῶν ποτε ὑπηρετησαμένων τινὶ τῶν κατὰ βασιλικοῦ γένους συνάφειαν πολλαχῶς εἰς πρεσβείαν ἡκόντων Κωνσταντίνου τῇ πόλει, ἐκεῖσέ γε τὸν εἰς ζήτησιν εὑρηκέναι, εἰ καὶ μὴ ἐκ νομίμων γάμων, ἀλλ' ὅμως γεννηθέντα τοῦ πρέσβεως. ὅθεν παρεισδύντων αὐτῇ τῶν περὶ τούτου διατεταγμένων κρύφα καταστοχάσασθαι, καὶ ἀναγνωρισάντων τὸν νεανίαν (συγκατῴκει γὰρ τῇ τεκούσῃ ἐν ταῖς κατὰ τὴν Ὀξείαν διατριβαῖς, αἳ τοῦ Βοοσπόρου καὶ τοῦ Κέρως Βύζης, θυγατρὸς Βύζαντος, ἀντικρὺ τούτου καὶ ἄνωθεν καθεστήκασιν) οὐκ ἐκ τῶν ἐκτὸς μόνον κατὰ συμβεβηκὸς εἰκασμάτων, ἀλλὰ μὴν καὶ ἐξ αὐτῶν τῶν ἐπουσιωδῶν ἰνδαλμάτων καὶ φρενῶν καὶ ψυχῆς ἕξεώς τε καὶ καταστάσεως, τὸ κατ' εὐγένειαν βασιλικόν τε καὶ εὐπρεπὲς συνῳδὰ παριστώντων, καὶ τῆς κατὰ γειτονίαν ἐπιμαρτυρούσης τὸ ἀληθὲς ὁμιλίας, ἐπειδὴ τὰ κατ' αὐτὸν εὐθέως καὶ μέχρι τῶν δεσποτικῶν ἀκοῶν ἐληλύθει, εὐδόκησάν τε χάριν τῆς τοιαύτης γε σκήψεως τοῖς Ῥωμαίοις ἐπικηρυκεύεσθαι ἔθνος τὸ Περσικὸν ἀναγκαίως, καὶ ὑποτετάχθαι αὐτοῖς εἰς σπονδὰς ἧκον εἰρηνικῆς τελειότητος. ὧνπερ ἠκουτισμένων τοῖς ἐν Περσίδι ἔκ τε τῶν εἰς ἀποστολὴν προσηκόντων καὶ τῶν διὰ τὸν Θεόφοβον δῆθεν βασιλεῖ γε συναξιούντων, ἀσπαστὸν ἐλογίσαντο τῆς οἰκείας χώρας ἀπαναστεῦσαι καὶ προσχωρήσειν τῇ Ῥωμαΐδι, ὅπως τοῦ κατὰ γένος ἀρχηγοῦ ἐπιτεύξοιντο, καὶ μάλιστα, ὅτι καὶ ὁ Περσῶν ἀρχηγὸς Βάβεκ ἀποστάσει τῇ πρὸς τὸν ἀμεραμνουνῆ ἐπὶ εʹ ἔτεσι κεκορύφωτο, ὧν ἀναμεταξὺ μέγιστοι πόλεμοι συμβεβηκότες καὶ ἡττηθεὶς ὁ Βάβεκ εἰσῄει ἐν χιλιάσιν ἑπτὰ πρὸς τὴν Ῥωμαϊκὴν ἐπικράτειαν, κατὰ πόλιν Σινώπην ἀνερευνῶν τὸν Θεοφόβου πατέρα, παρὰ Πέρσαις πάνυ τιμώμενον, Ῥωμαίων ὄντα τοῖς καταλόγοις· ὃν ὁ Βάβεκ κατειληφὼς ἐγγύας τε παρὰ βασιλέως δεξάμενος τὸν ὑπ' αὐτόν γε λαὸν καὶ ἑαυτὸν τῷ βασιλεῖ ὑπήκοον τέθεικεν. ὁ δὲ βασιλεὺς Θεόφιλος τὸν μὲν εὐγενῆ νεανίαν Θεόφοβον καταγεραίρει πατρικιότητι καὶ τὴν ἑαυτοῦ ἀδελφὴν τούτῳ πρὸς γάμον ἐκδίδωσιν, τῷ τε Ῥωμαϊκῷ πολιτεύματι τοὺς Πέρσας συναριθμήσας ἀξιωμάτων τε βαθμοῖς καὶ στρατείας πρὸς ἀγχιστείαν τε Ῥωμαίων ἐν γάμοις ἁρμόζεται, εἰ καὶ τὸν Θεόφοβον ἀναιρεῖ μετὰ ταῦτα δολιωσάμενος.
3.4.1
Ὡς δέ τινες, καὶ ἄλλως τὰ κατὰ Θεόφοβον διϊστόρηται, ἃ τῶν λεχθέντων τελοῦσι παρόμοια, ἀπαράλλακτα δὲ οὐδαμῶς, κατὰ τὸ διάφορον τῶν ταῦτα διεξιόντων τῆς τε αὐτοψίας καὶ τῆς πρὸς ἑτέρους ἐν διηγήσει μετοχετεύσεως. ἐκ Περσῶν τοίνυν ἀπαναστὰς ὁ πατὴρ Θεοφόβου βασιλικοῦ αἵματος προηγμένος εἰσῄει τῷ Βυζαντίῳ πενόμενος, καὶ κατὰ μισθαρνίαν ἐξυπηρέτει τινὶ γυναικῶν, ᾗ τὸ καπηλεύειν εἰς ἐργασίαν παρῆν. ἐπὶ μακρὸν δὲ καθυπουργήσας αὐτῇ, ἔρωτι τούτου περικατάληπτος γίνεται καὶ πρὸς ἡδονὴν συμβιβάζονται· ἐξ οὗ συνειληφυῖα ἐγγάστριον ἄρρεν ἐκτέτοκεν. τῶν οὖν ἐκ Περσίδος κατὰ διαφόρους χώρας μεμερισμένων, τούτων τινὲς ἀστρονομίαν μετῄεσαν· αὕτη γὰρ τούτοις τῶν ἄλλων τεχνῶν καὶ ἐπιστημῶν προτετίμηται εἰς τὸ ἀκριβὲς ἐκπεπονημένη, καὶ ἄλλαι τυχὸν μαντικαί τε καὶ προγνωστικαὶ μέθοδοι· δι' ὧν ἴσως διεγνώκεσαν περιεῖναι Κωνσταντίνου τῇ πόλει Θεόφοβον. ἐνθένδε προσιόντες τῷ τηνικαῦτα διέποντι Θεοφίλῳ τὸ βασίλειον κράτος, συνεχῶς ἐδεδέηντο τοῦ ἐρεύνης τυχεῖν ἐν αὐτῇ φανερῶς μὴ διάγοντα, καὶ τούτοις εἰς βασιλέα φανερωθήσεσθαι. ὡς οὖν ἀσμένως τοῦτο διηκηκόει ὁ βασιλεύς, διὰ πάσης ἠκριβολογεῖτο τῆς πόλεως. τῆς δὲ περὶ τούτου φήμης πανταχόσε διαδεδραμηκυίας ἐπὶ παρεκτάσει πολλῶν ἡμερῶν, καὶ εἰς ἀμηχανίαν τοῦ ἐρευνωμένου συνεστηκότων, τῶν κατὰ γειτονίαν τις τῷ ῥηθέντι γυναίῳ συνών, ὅτῳ συνειληφέναι παρὰ τοῦ Πέρσου διετετράνωτο, καθ' ὁμιλίαν τε πολλαχῶς αὐτῷ συνελθεῖν τὰ πρὸς ὑπηρεσίαν διενεργοῦντι, πυθέσθαι τε καὶ σαφῶς διαγνῶναι, ὅτι περ ἐκ Περσῶν εἴη, βασιλικοῦ δὲ πέφυκεν αἵματος· καὶ τοῖς ἐρευνῶσι τὰ περὶ τούτου κατασημήνασθαι. τῶν δὲ τὸ μὲν γύναιον κατασχόντων, μεθ' οὗ ὁ Πέρσης τὴν ἀναστροφὴν ἐπεποίητο, καὶ ἐνδελεχέστερον ἀσφαλῶς διεξετασάντων τὴν τοῦ ἐρευνωμένου διαγωγήν, τὸν μὲν τῇ γυναικὶ συνελθόντα προτετελευτηκέναι διεμαρτύρατο, τὸν δὲ ἐκ τούτου προενηνεγμένον κατὰ συζυγίαν ἄρρενα παῖδα τούτοις ἐδείκνυεν ἐπὶ δυσὶ καὶ ιʹ καθ' ἡλικίαν χρονίζοντα ἔτεσιν. ὅνπερ κατ' ὄψιν ἰόντα μετὰ καὶ τῶν συνόντων αὐτοῖς κατειληφότες Περσῶν, ἐπείπερ αὐτὸν ἔκ τε τοῦ βασιλικοῦ ὁμοιώματος ἔκ τε τῆς κατὰ Κῦρον γρυπότητος συμβολαιωσάμενοι καὶ ἐξ ἄλλων τινῶν τῶν ἐφωμαρτηκότων αὐτῷ, τοῖς τούτου ποσὶ προσεκύνησαν καὶ ἀνῃρημένοι πρὸς βασιλέα ἠγάγοντο. ὅστις θεασάμενος αὐτόν, καὶ τὴν τεκοῦσαν προσηκάμενος, πεπυσμένος τε, ὁ πρὸς γάμον Πέρσης αὐτῇ συνιὼν τίς ἄρα ὑπάρχοι καὶ πόθεν ἐκτέθραπτο, ταύτης παρεδηλοῦτο, ὡς ἀπὸ Περσῶν εἴη τῆς γενεᾶς, εὐγενείας τε βασιλίδος ἐξέχεσθαι. τούτοις κατ' εὐθυμίαν ὁ αὐτοκράτωρ διατεθεὶς τὸν μὲν Θεόφοβον ἐν τοῖς βασιλείοις ἐσκήνωσεν ἀνατροφῆς τε προσηκούσης καὶ τῆς κατὰ μαθητείαν ἠξίου παιδεύσεως· ὁ δὲ φύσεως εὐκληρίᾳ, οὐχ ἧττον δὲ καὶ μεγαλοπρεπείᾳ συνδιαιτώμενος, εἰς ἄκρον ἧκεν ἐλλογίμου παιδεύσεως, ὡς ἐντεῦθεν παρὰ τῷ βασιλεῖ πλεῖστα στεργόμενος εὐμοιρῆσαι πατρικιότητα, δορυφορίας τε καὶ σεβασμιότητος περιδόξων, ἀλλὰ μὴν καὶ τῆς κατὰ θεραπείαν πολυτελοῦς καὶ ἱκανωτάτης [...] ἐφάψασθαι. διά τοι τοῦτο ὁ μὲν βασιλεὺς τοὺς Πέρσας ἐκ τούτου ὡς νεανικοὺς ἐν πολέμοις καὶ μεγαλόφρονας ἐπιστάμενος τοῖς στρατιωτικοῖς ἀναγράφεται κώδιξιν, καὶ τούτοις Περσικὸν σύλλογον ἐγκατέστησεν, καὶ αὐτοὺς ταῖς Ῥωμαϊκαῖς στρατοπεδαρχίαις συνηριθμῆσθαι προσέταξεν.
3.5.1
Οὗ κατὰ τῶν Ἰσμαηλιτῶν πολλαχῶς ἐφοδεύοντος, τοῦ Θεοφόβου αὐτῷ συμπαρόντος, ἐπὶ τοσοῦτον τῷ πρὸς αὐτὸν πόθῳ τοὺς Πέρσας θαρρύνεσθαι καὶ θυμηδίᾳ διακεχύσθαι, ὡς μόνους τὸν κατὰ τῶν Ἀγαρηνῶν αἴρεσθαι πόλεμον, τρέπειν τε τούτους ἐξ ἀηττήτου δυνάμεως· ἐφ' οἷς μεγαλοψυχήσας ὁ ἄναξ καὶ τῇ ἀληθείᾳ τῶν ἀποβάντων τεθαρρηκὼς ἡγεμονεύειν ἐν Πέρσαις τὸν Θεόφοβον προτεθύμητο. τοῦ οὖν βασιλέως κατά τινα πρόφασιν διεσπουδακυῖαν ἀναγκαίως πρὸς τὴν βασιλεύουσαν ἀναλύσαντος, τῷ δὲ Θεοφόβῳ τὰ τῶν Περσῶν ἐγκεχειρικότος διαθέσθαι στρατηγικῶς τὰ στρατεύματα, εἶτα πρὸς τὴν βασιλίδα τοῦτον ἐπανιέναι κελεύσαντος, εἰς ἀτοπίαν οἱ Πέρσαι προσκεχωρήκεσαν ἐκ στασιόφρονος διαθέσεως, καὶ μὴ ἑκόντα περιστοιχήσαντες ἐν μέρεσι παραλίοις τῆς Παφλαγονίας (ἥτις ἀπὸ Παφλαγόνος υἱοῦ τοῦ Φινέως τῆς τοιαύτης γῆς ἐγκρατήσαντος ἀγορεύεται) ἐν κατασχέσει τε Σινώπης τῆς πόλεως ἢ κατά τινας Ἀμάστριδος γεγονότες βασιλέα κηρύττουσιν, ὡς ἐκ τούτου καὶ τὰ Περσῶν καινίζεσθαι ἔθιμα. αὐτὸς δὲ δυσφόρως ἔχων πρὸς τὸ ἐγχείρημα, οἷα μὴ κατὰ γνώμην αὐτῷ πεπραγμένον, αἰτίαν αὐτοῖς προσέπλεκε τοῦ τολμήματος, δεινῶς ἀπολοφυρόμενος διὰ τοῦτο, καὶ ἐδυσώπει αὐτοὺς ἱκέτευέ τε καὶ ἐβιάζετο τὸ εὐμενὲς βασιλέως ἐξιλεοῦσθαι, καὶ ὥσπερ ἔχοι τὸ ἀληθές, μὴ αὐτῷ ἐπιγράφειν τοῦ τελεσθέντος αἰτίαν. οἳ ταῦτα διηκουτισμένοι ἀπογνώσει τε συσχεθέντες οὐκ ἔλαττον καὶ μανιώδει φορᾷ συνειλούμενοι, οὐδαμῶς τῷ συμβουλεύματι πείθονται, καὶ κατὰ τὸ ἀρέσκον αὐτοῖς εὐτρεπίζονται. τοῦ δὲ Θεοφόβου λαθραίως διαπεμψαμένου πρὸς βασιλέα, ἐγγράφοις τε ὅρκοις καὶ φρικωδεστάτοις ἐπισχυριζομένου, ὡς οὐ τῷ τολμηθέντι πάντως αὐτὸς κατῃτίατο, παρὰ δὲ τῆς τῶν Περσῶν εὐηθείας ἢ φιλευνοίας τοῦτο πεπρᾶχθαι, φιλανθρώπως ὁ βασιλεὺς εὐμενίζεται καὶ ἐπωμότοις αὐτῷ τε καὶ τοῖς σὺν αὐτῷ κατεγγυᾶται πιστώσεσιν ἄφεσιν· οἷς πεπληροφορημένοι καὶ τῶν ἐσφαλμένων προσδεξάμενοι λύτρωσιν τῆς Σινωπίδος πόλεως ἢ Ἀμάστριδος ἐξεδήμησαν. ὧν τὴν μὲν κλῆσιν ἐξειληφέναι Σινώπης ἀπό τινος τῶν Ἀμαζόνων, αὐτὴν δειμαμένης, τὴν δὲ τὸ πρὶν Κρῶμναν ὠνομασμένην ἔκ τινος Περσίδος Ἀμάστριδος, θυγατρὸς Ὀξυάρτου ἀδελφοῦ Δαρείου, ἥτις συνοικήσασα Διονυσίῳ τῷ Ἡρακλείας τυράννῳ, ὑπ' ἐκείνῳ οὖσαν τὴν πόλιν ἀπὸ τῆς συζύγου ὠνομακέναι.
3.6.1
Καὶ ὁ μὲν Θεόφοβος τῷ βασιλεῖ αὖθις ἱλεωθεὶς ἐν τοῖς βασιλείοις κατῴκιστο καὶ τῆς πάλαι προσούσης αὐτῷ παρὰ βασιλέως φιλοστοργίας καὶ εὐπαθείας ἀπέλαυεν. Περσῶν δὲ πληθύν, διὰ τὸ προϊέναι μέχρι μυριάδων γʹ, οὐ ταύτην ἐλευθεριάζειν συμφέρον εἶναι καὶ ἐπ' ἀδείας διάγειν τῷ βασιλεῖ κατεφαίνετο· ἐντεῦθεν τοῖς Ῥωμαϊκοῖς θέμασι χιλιάσιν ἐπὶ δυσὶν Περσικὸς ἀριθμὸς ἀπεστέλλετο ὑπὸ χεῖρα τελεῖν τῶν κατὰ στρατηγεσίαν καιροῖς τεταγμένων, ἐφ' ὧν καὶ τουρμάρχαι τούτων ἐπιστατεῖν διωρίζοντο. ἀμέλει καὶ ἕως τῶν ἐνταυθοῖ χρόνων τὴν προσηγορίαν Περσῶν αἱ τῶν θεμάτων τοῦρμαι κεκλήρωνται, ἐφ' οἷς διεσπάρησαν.
3.7.1
Τοιούτου δὴ πέρατος τὰ τῶν Περσῶν ὅλως τετύχηκε μετὰ τὴν στασιῶτιν κακόνοιαν οὕτω διανεμηθέντων καὶ σχεδὸν εἰς ἀφανισμὸν χωρησάντων. τοῦ οὖν βασιλέως θανατηφόρῳ νόσῳ περιπεσόντος ὑπεσμύχετό τις σκοπός, ἐκ ματαίας διαβολῆς χαιρεκάκων, μετὰ τὴν τελευτὴν αὐτοῦ ἐπιθέσεως παρὰ Θεοφόβου συνάμα Πέρσαις κατὰ τῶν αὐτοῦ κληρονόμων καὶ τῶν κατ' ἐπιτροπείαν ἐκριπισθῆναι. διὰ τοῦτο καὶ πρὸς ταῖς ἐσχάταις ἤδη πύλαις τοῦ θανάτου παρεστηκὼς καθειργνύει κευθμῶσιν ἐκπέμψας τοῦ Βουκολέοντος τὸν Θεόφοβον, καὶ νυκτὶ τὴν διὰ κεφαλικῆς τιμωρίας περιτίθησιν αὐτῷ ὑπεξέλευσιν, ἆθλον ἀπανθρωπίας ἐντάφιον ὁ δείλαιος ἐνστησάμενος. διὰ τὸ οὖν λαθραίαν γεγονέναι τὴν αὐτοῦ τελευτὴν διαβεβόηται παρὰ Πέρσαις ἄχρι τῶν ὧδε χρόνων θανάτου μὴ γεύσασθαι τὸν Θεόφοβον.
3.8.1
Εἰ καὶ ἄλλως τινὲς διειλήφασιν, ὅτι τοῦ Θεοφίλου κατά τινα περιπέτειαν δυστυχήσαντος ἐν πολέμῳ, εἰρήκει αὐτὸν ὁ Θεόφοβος συνθέσθαι μόνον μετὰ Περσῶν νυκτοπόλεμον καὶ συμμαχίᾳ θεοῦ τῶν ἐχθρῶν καταδυναστεῦσαι. ὡς οὖν ἐπέπυστο περὶ τούτου ὁ βασιλεύς, ἐσείσθη τὸν λογισμὸν καὶ τῷ πνεύματι ἐτετάρακτο, ὀνειροπολῶν, μή τι νεωτερίσασθαι βούλοιτο· οὕτω γὰρ αὐτὸν φιλοβάσκανοί τινες ἀνεχαίτισαν καὶ πρὸς ὑπόνοιαν ἄλογον ἐξεκύλισαν, φάσκοντες μὴ πεισθῆναι τῷ Θεοφόβῳ ἐφ' ὧν λυσιτελῶς ἐβεβούλητο, καθοσιώσει δῆθεν ἐνείροντες. ὃς ζήλῳ θείῳ πυρποληθεὶς καθὼς Ἡλιοὺ ὁ Θεσβίτης, θεοφιλῶς τοῦ βασιλέως κατεμβριθεύεται καὶ ἄλλος Φινεὲς ζηλωτὴς ἀναδείκνυται, τέμνων ὡς σειρομάστῃ τῷ λόγῳ τὴν αὐτοῦ ἄδικον ὑπόληψιν, καὶ τοῦτό φησιν ἐμφανῶς, ὡς τὴν ὀφειλὴν ὑφέξειν τοῦ Χριστιανικοῦ τροπαίου, ἣν μὴ θεὸς συγχωρήσειεν. ἐπὶ τούτοις τοῦ βασιλέως ἀμετρίᾳ θυμοῦ χαλεπήναντος (ἦν γὰρ ὑποκεκινημένος ὀργίλῃ τῇ ζέσει, οἷα τὸν νοῦν ταῖς σωματικαῖς καχεξίαις ἐμπαθαινόμενος) καὶ τῶν συκοφαντῶν ἐς τὸ ἀληθὲς ἐποικοδομούντων παρὰ φύσιν ληρήματα καὶ πτόησις οὐκ ὀλίγη περιεστοίχησε τὸν Θεόφοβον. καὶ συλλέξας μεθ' ἑαυτοῦ τινας ἐκκρίτους ἀποδιδράσκει πρὸς Ἄμαστριν πόλιν κἀκεῖσε χρονοτριβεῖ. διὸ στέλλεται πρὸς αὐτὸν ναύμαχος στόλος πρὸς βασιλέως, ὡς ἄν γε τὴν πόλιν κἀκεῖνον κατάσχωσιν· αὐτὸς δὲ φιλόθεος ὢν κατὰ θεόφοβον τρόπον φιλευσεβῶς ἐδεδίει πρὸς Χριστιανῶν αἱματεκχυσίας χωρεῖν, ὅθεν ὑπείκει τῷ θεομισεῖ βασιλεῖ ἐγγύησιν σταυρικὴν ἐπιπέμποντι, καὶ δυστυχῶς ἀνακέκληται τῶν συμπεφωνημένων ἀλλοιωθέντων. τομῆς γὰρ ἔργον κεφαλικῆς, ὡς μέν τινες, παραυτίκα ὑπὸ Ὠορυφᾶ τηνικαῦτα τῆς βασιλικῆς βίγλης ἐπικρατοῦντος καθίσταται· ὡς δὲ ἄλλοι, καθ' ἣν ὥραν ἀποβεβιώκει ὁ ἄναξ, τινὶ τῶν οἰκείων εὐνούχων διὰ νυκτὸς τῷ ἐν τοῖς τοῦ Πελαγίου τόπῳ ἀπαγαγόντι τοῦτον ἀποτυμπανισθῆναι προήγγελτο.
3.9.1
Προσπεσόντων δὲ ἀλλήλοις τῶν στρατοπέδων ἄλλοτε καὶ τῶν ἐξ Ἰσμαὴλ ὑπερσχόντων, τοῦ βασιλέως τε παρ' αὐτῶν κυκλωθέντος, τὰ πρὸς κατάληψιν διηπείλητο, καὶ δὴ παρὰ μικρὸν ἦν δορυάλωτος καὶ πᾶσιν ἐπίχαρτος γενησόμενος, εἰ μὴ τοὺς σὺν αὐτῷ Μανουὴλ ὡσεὶ τοιοῦτον φήσας ἐθαρσαλέωσεν· ἀνέρες ἐστὲ φίλοι, καὶ ἄλκιμον ἦτορ ἕλεσθε, τὰς μελίσσας αἰδούμενοι, αἳ τοῦ βασιλέως αὐτῶν θανάτου ἕως ἀνέχονται. μεθ' ὧν τὴν φάλαγγα διατεμὼν τῶν Ἀγαρηνῶν, πεπαλαγμένος λύθρῳ πολλῷ τε καὶ αἵματι, τοῦτον ἐξείλκυσεν. τρὶς γὰρ τοῦτο διαπραξάμενος τῆς ἐμπερισχέσεως αὐτῷ προσελθὼν ἐξελύτρου· ἐσκοτοδινία γὰρ ἐφεστηκότι τῷ Μανουὴλ εἰς ἀνάρρυσιν, κἂν παρόδου εὐρείας ἐτύγχανεν. διὸ τοῦτο μέχρι τρίτου συμβέβηκεν, κἂν τάχα τῷ χαλινῷ τοῦ βασιλικοῦ ἵππου ἐπιδεθέντος ἱμάντος καὶ προσαναρτηθέντος τινί γε τοῦ Μανουήλ, ὃν καθ' ἵππον ἀμπίσχετο· ἀλλ' οὐχ οὕτως ἐξῄει, ἕως τὸ τέταρτον αὐτῷ προσιέναι καὶ ξίφει θανεῖν ἀποφήνασθαι, εἰ οὐ τούτῳ συνέψοιτο καὶ μὴ πανωλεθρίαν ἐκ τούτου διωθοῖτο, ἕως ἐξήγαγεν. τούτου σωτὴρ μέγας ἐπεμφανίζεται, καὶ τῇ βασιλίδι παλιμ πετὲς μετατίθεται, καὶ τοῦτον τιμαῖς καὶ προσηκούσαις δωρεαῖς ἐπαμείβεται, τὸν εὔνουν ἀποδεχόμενος. ἡ δὲ τοῦ φθόνου πρὸ τούτου παράταξις κατ' αὐτοῦ παροπλίζεται διὰ τῶν τῆς ἀρετῆς ἐναντίων, καὶ ἐπιλοιδοροῦσι ψευδῶς καθοσίωσιν στρατηγεύοντι· ἧς ἐνηχηθεὶς οὗτος τὰ πρὸς ἀποστασίαν ἐπιτετόλμηται, καὶ φυγαδείᾳ πρὸς Ἀγαρηνοὺς μετοικίζεται, καὶ δόξαις περιφανέσι πρὸς αὐτῶν ποτνιᾶται καὶ ὑπαντήσεσι, καταλιπὼν βασιλέα μετάμελον τῆς πρὸς αὐτὸν ὑποπτεύσεως.
3.10.1
Χρόνου δὲ πολλοῦ παριππεύσαντος καὶ τῶν ἐξ Ἄγαρ ταῖς νίκαις κατορχουμένων ἡμῶν, οἷα σφετερισαμένων τὸν καθ' ἡμᾶς Ἀχιλλέα, πρὸς εἰρηνικὰς συμβάσεις ὁ βασιλεὺς τοὺς Ἰσμαηλίτας μνηστεύεται, ἐκπέμπων πρέσβυν τὸν μοναχὸν Ἰαννῆν, τότε τοῖς Ἀγαρηνοῖς καὶ ἡμῖν κατὰ πρεσβείαν φανέντα γε ἐπιτήδειον. ἐπεπράχει γὰρ τὰ πρὸς διαλλαγὴν ἀμφοτέρων ἁρμόδια, δώροις ἁδροῖς παρ' αὐτῶν τοῦ δέοντος μὴ ἐκστάς, ὡς ἐπιθαυμάζειν τὸν ἀμεραμνουνῆ πάνυ καὶ οἷς περὶ αὐτὸν ἐγινώσκετο, καὶ ἀξιοῦν αὐτὸν περὶ ὧν ἐθέλοι τυγχάνειν ἠξιωμένων· τοσοῦτον αὐτῷ τὰ τῆς ἀδωρίας εἴτε προσωπείῳ εἴτε ἀληθείᾳ ἐξήσκητο· καὶ διὰ ταύτην καὶ εὐπροσηγόροις προθέσεσιν ἐπὶ τῶν συμφερόντων ἀκούεσθαι, καὶ παρασχέσθαι πολλοὺς αἰχμαλώτων πρεσβεύοντι. ὀπτάνεται πολυτρόπως οὗτος τῷ Μανουὴλ καὶ σταυρικὸν ἐγκόλπιον τούτῳ δίδωσι κρύφα καὶ ἐν αὐτῷ διομόσας ἐπισχυρίζεται καὶ πρὸς τὸν βασιλέα παλινδρομεῖν ὑποτίθεται καὶ Συρίας ἀπάνεισιν.
3.11.1
Τοῦ δὲ ἀλλαγίου περατωθέντος καὶ τῆς ἀναμεταξὺ Ῥωμαίων τε καὶ Ἀγαρηνῶν εἰρήνης διαλυθείσης, ὁ βασιλεὺς γενναΐζειν κατὰ πολεμίων πολλὴν ἐπεποίητο μέριμναν, ὡς μηδ' ὅλως ἐλάττων γενέσθαι τῆς πατρικῆς γενναιότητος· καὶ κατὰ τῶν Ἰσμαηλιτῶν τὴν χώραν σὺν πλήθει πολλῷ προχωρεῖ καὶ αἰχμαλωσίαν παντοδαπῆ παρυφίστησιν, ὡς καὶ παρεμβαθῦναι τοῖς ἐσωτέροις μέρεσι ταύτης αὐτῇ τε τῇ πατρίδι προσεμπελάσαι τοῦ τότε κρατοῦντος ἀμεραμνουνῆ, ἥτις Σωζόπετρα προσηγόρευται, καὶ ταύτην πολιορκῆσαι πρὸς ὕβριν αὐτοῦ. ἀλλὰ τοῦτο μὲν οὐ κατὰ σκοπόν πως λυσιτελῆ διαβέβηκεν, τοσοῦτον ἐκ ταύτης τῆς ὠφελείας ἐπισυμβάν, ἡ μεγίστη ἀνθρώπων ἀπώλεια. διανίσταται γὰρ ἐντεῦθεν εὐθαρσῶς ὁ ἀμεραμνουνῆ, τὴν ὕβριν μὴ ἐνεγκὼν, ἣν ἐπὶ τῇ αὐτοῦ πατρίδι συμβεβηκυῖαν ἑώρα, καὶ θεσμοθετεῖ παντὶ τῷ τὸ φλάμμουρον περιφέροντι γραφῇ ἐνδηλοῦν τοῦ Ἀμορίου συζήτησιν, καὶ κατ' αὐτοῦ σὺν στρατιᾷ σοβαρᾷ δυνάμεως ἐμφορήτῳ ἐπέρχεται, ταύτῃ τοῦ βασιλέως ἀνθεστηκέναι μὴ ἐξισχύοντος, ἀλλὰ προσχωροῦντος τοῖς ὄπισθεν καὶ καταλαβόντος τὴν βασιλίδα τῶν πόλεων σὺν λαφυραγωγίᾳ πολυπληθεῖ, καὶ τὰ τῆς πόλεως Ἀμορίου κατὰ τὸ ἐνδεχόμενον διαμεριμνῆσαι ἔκ τε διοχυρώσεως καὶ ἄλλων τῶν ἐπαρκούντων εἰς διατήρησιν. ὃς τέως δοκιμὴν μὲν ποιεῖται, κἂν ματαιόβουλον, τὴν τοῦ ἀμεραμνουνῆ ἀναστεῖλαι ὀργὴν διὰ πρέσβεων δώροις τιμίοις καὶ ὑποσχέσεσι μεγαλοδωρεῶν ἐκδυσωπούντων αὐτόν· ἀλλ' οὐ πείθουσι ζηλοτυποῦντα τὴν ὁμοίαν ἐνδείξασθαι ἀνταπόδοσιν. ἐξουθένει γὰρ αὐτοὺς τῆς πρεσβείας, τῆς ἀποστολῆς διεκωμῴδει, τῆς δειλίας κατελοιδόρει, καὶ διὰ μέσου χρόνου καταλιμπάνει μετεωρίζεσθαι, καὶ τῇ πατρίδι τοῦ βασιλέως περιτίθησι πολέμιον χάρακα, πολυμερῶς ἑλέσθαι βουλόμενος. εἶχεν μὲν οὖν, εἶχεν αὕτη κἂν δυστυχῶς ὑπερμαχοῦντας ἐντὸς τοὺς ἐκ βασιλέως σταλέντας, περιφανεῖς φρονήσει τε καὶ ἀνδρείᾳ καὶ πολυπειρίᾳ διηχουμένους, κἂν δι' ἑνὸς τῶν κακούργων τῆς ὑπερμαχίας διέσφαλτο, τὴν προδοσίαν ἐπισκευάσαντος, ᾧ βοὸς ὑποκοριζόντως ὄνομα κατ' ἀλογιστίαν προσεκέκλητο, ἔκ τινος τηνικαῦτα στασιώτιδος ἀνὰ μέσον Χριστιανῶν τε καὶ Ἰουδαίων συμβεβηκυίας προφάσεως. αἱρεῖται τοιγαροῦν μετὰ πολλὰς ἐπιβριθεῖς προσβολὰς τὸ Ἀμόριον, τοῦ νέου Σεναχηρεὶμ παραχωρήσει θείᾳ ἢ εὐδοκίᾳ κατὰ τὴν τῶν κριμάτων θεοῦ ἄβυσσον εὐτυχήσαντος, οἵ τε πρέσβεις ἐφύβριστοι ἀποπέμπονται (κατείχοντο γὰρ παρὰ τῶν ἐχθρῶν μεσολαβούσης τῆς ἐγχειρήσεως), καὶ ἀπαγγέλλονται δι' αὐτῶν τῷ βασιλεῖ ὀνειδισμοὶ σφοδροὶ καὶ ἐξουδενώσεως προαγγέλματα. τίς δὲ λογισμὸς ἀκριβῶς ἀναγράψειε τὰ ἐκεῖσε πραχθέντα κατὰ τὴν ἅλωσιν; τίς λόγος ἀσφαλῶς διηγήσεται οἷα καὶ ὅσα συγκεκύρηκεν ἀνιαρὰ δυστυχήματα; πάντες ἀρχηγοὶ λαῶν ἄρδην αἰχμάλωτοι πρὸς Συρίαν ἀπήγοντο, μεθ' ὧν πατρίκιοί τε καὶ οἱ διαφόροις ἐν ἀξιώμασι καὶ αὐτοὶ τὴν ἴσην δυστυχίαν διεκαρτέρουν· τινὲς δὲ ἐξ αὐτῶν τῆς διὰ ξιφῶν τομῆς ὑπῆρξαν ἐγχείρημα καὶ πτῶμα θρήνων ἐπάξιον.
3.12.1
Ἀλλὰ τί τὰ τῆς πόλεώς μοι ἐκτραγῳδεῖν, ὡς ἄλλῳ τινὶ Ἱερεμίᾳ καὶ Βαροὺχ καὶ Ζαχαρίᾳ τὰ τῆς Ἱερουσαλήμ, ἡ προαίρεσις ἐγκελεύεται; ἵνα μὴ ἐπὶ πλεῖστον ἡ συμφορὰ μεγεθύνηται. καὶ περὶ αὐτῶν αὗθις ἀφίησι πρέσβεις ὁ βασιλεὺς πρὸς ἀμεραμνουνῆ, ἀναδοῦναι πάντας αὐτῷ αἰχμαλώτους τῆς πόλεως, ὧν ἀπογυμνῶσαι αὐτὴν πολλῶν βουλευομένων ἠπείθησεν, καὶ μάλιστα τοὺς πρὸς γένος αὐτῷ πλησιάζοντας ὑποστρατήγους αὐτοῦ, οἷς ἐπωχύρωτο, καὶ τοὺς ἐπὶ συμμαχίαν προσπεφοιτηκότας, καὶ μὴν τοὺς ἐπὶ τὴν θεραπείαν αὐτοῦ μεγιστᾶνας, ἐπὶ κεντηναρίοις διακοσίοις σὺν μιᾷ ἑκατοντάδι νομισμάτων πραγματευόμενος τὴν ἀνάρρυσιν· ἀλλ' οὐκ ἔπεισεν εἰπόντα κεντηνάρια χίλια παρὰ μικρὸν λόγῳ τοῦ συνειλεγμένου λαοῦ ἐν ἐξόδου μοίρᾳ καταναλῶσαι.
3.13.1
Λέγεται δὲ καὶ ὧδέ πως παρά τισιν, ὅτι μετὰ τὸ ἐκστρατεῦσαι Θεόφιλον σὺν Πέρσαις καὶ τὴν κατ' Ἀγαρηνῶν νίκην ἐργάσασθαι καὶ αὖθις ἐξιέναι μετὰ Περσῶν καὶ Σωζόπετραν πόλιν τὴν μαιευσαμένην τὸν ἀμεραμνουνῆ ἐκπορθῆσαι, ὡς ἐντεῦθεν κεχολῶσθαι τοῦτον συμβέβηκεν. διὸ στρατιὰν ἐξ Αἰγύπτου καὶ Παλαιστίνης συλλεξάμενος διάφορον, καὶ πρὸς τὸ Ταρσοῦ τῆς Κίλικος, ἥτις ὠνόμασται τῇ πτώσει Βελλεροφόντου ἐκεῖσε φοιτήσαντος καὶ κατὰ τὸν ταρσὸν πεπονθότος· ἢ Τερσὸς ἀπὸ τοῦ Ταῦρον τὸ ὄρος Τερσίαν κεκλῆσθαι τὸ πρίν, διὰ τὸ πρῶτον ἀνικμωθῆναι αὐτὸ κατακλυσμῷ ἐξυδατωθείσης γῆς· τέρσαι γὰρ τὸ ἀναξηράνθαι λέγεται. ὑπάρχει δὲ αὕτη παράδυτος, τῷ ἐμφανῆ εἶναι τὸν Ταῦρον καὶ τούτου τοῖς γηλόφοις εἴργεσθαι, ταύτης δὲ διὰ μέσου Κύδνον τὸν ποταμὸν ὁδεύοντα εὔφορον χρηματίζειν τὴν χώραν. καὶ μὴν ὑπὸ Ἐριχθονίου κτίσεως ἐτετεύχει, κατεσχέθη δὲ παρὰ Ὀρσάνου ἑνὸς τῶν Τιτάνων καὶ ἐπικτίσεως εἴληχεν. ἦν δὲ πάλαι Κύδνῳ τῷ ποταμῷ νῆσος, ἥτις ὑπ' αὐτοῦ περικλυζομένη εἰς τὴν νῦν θέσιν ἐλήλυθεν. εἶτα παρὰ Σεμιράμεως ἐπισκευῆς καὶ οἰκισμοῦ μείζονος εὐτύχησεν, αὐτῆς τε εἰκόνα ἐκεῖσέ φασιν ἀφωσιῶσθαι τῷ Ἡρακλεῖ, παρισταμένην Νίνῳ τῷ ταύτης ἀνδρί· μετὰ δὲ τοῦτο ἐρειπωθεῖσα ταῖς μετοικήσεσιν παρὰ Σαρδαναπάλου ἐκ βάθρων σὺν Ἀγχιάλῃ ἀνέκτισται, ἐφ' αἷς ἐπιγέγραπται· Νινευὴς βασιλεὺς, Ἀνακυνδαράξου παῖς, ἐν μιῇ ἡμέρᾳ Ταρσόν τε καὶ Ἀγχιάλην ἔδειμεν. τὸν δὲ ἴδιον υἱὸν ὁ ἀμεραμνουνῆ προεξέπεμψεν κατὰ τὸ πρὸς ἀνατολὴν σὺν τοῖς ἀνατολικωτάτοις τῶν ἀνδρικῶν Τούρκων, καὶ αὐτοῖς γειτνιάζουσιν, ἄχρι χιλιάδων ιʹ, μετὰ πάσης τῆς ἐξ Ἀρμενίων στρατιᾶς, τοῦ τε Βεσπαρακανίτου, καὶ αὐτοῦ τοῦ ἄρχοντος τῶν ἀρχόντων, καὶ Ἄμερ τηνικαῦτα τὴν Μελιτηνὴν διέποντος, οἳ κατὰ τὸν Δαζυμῶνα συνήχθησαν στρατοπεδευσάμενοι. οὕτως γὰρ τοῦ ἀμεραμνουνῆ οἱ ὑπὸ χεῖρα βουλὴν συντιθέασιν, τὸν μὲν αὐτοῦ υἱὸν μετὰ προσηκούσης προεξιέναι δυνάμεως· καὶ εἰ μὲν οὗτος νικήσειεν, ἔσται καὶ σοὶ νικητήριον· εἰ δέ γε τὸ ἐναντίον, κἂν τὸ σωτήριον.
3.14.1
Ταῦτα Θεόφιλος διακηκοὼς ἔκ τε τῶν ἀνατολῆς ἀγηγερμένων καὶ δύσεως καὶ Περσῶν ἐπαγείρει στρατόπεδον· ἦν δὲ ἀπὸ Συρίας ὁ Μανουὴλ νεωστὶ ἐξεληλυθὼς καὶ τῆς πρὸ τῆς φυγῆς στρατηγήσεως τότε τῶν σχολῶν προστασίας μεταποιούμενος· προϊόντος οὖν τοῦ στρατοπέδου κατὰ τὸν Ἀνζῆν, οὕτω χωρίον καλούμενον, προῃρέθη ὁ βασιλεὺς τὸ τῶν ἐναντίων θεάσασθαι στράτευμα· ὃν κατά τινα τῶν ὑπερκειμένων τόπων τοῦ Μανουὴλ προβιβάσαντος, στοχαστικῶς κατεῖδεν στρατὸν τὸν Σαρακηνικὸν τῶν Ῥωμαίων ἐλάττονα. πρὸς ὃν στοχασμὸν συντίθεται Μανουήλ, ἀλλ' ὅμως αὐτῷ ἀντειρήκει· ὦ δέσποτα, τὸν ἐπ' ἀμφοῖν ἐκ δοράτων καλαμῶνα στοχάσθητι, ἐξ οὗ γνώσῃ τὸ καρτερώτερον. συμβεβουλευκότες οὖν ὅ τε Θεόφιλος καὶ οἱ περὶ αὐτὸν μεγιστᾶνες, ὁ μὲν Μανουὴλ καὶ ὁ Θεόφοβος ὑπετίθοντο συνιστᾶν ἐν νυκτὶ πόλεμον, κατὰ τὴν ἡμέραν δὲ ἕτεροι· οἳ μᾶλλον καὶ προτετίμηνται. κατὰ γοῦν τὸ πρὸς αὔριον γεγονυίας προσβολῆς οἱ Ἰσμαηλῖται τροπῇ συνεσχέθησαν, ὅθεν οἱ Τοῦρκοι ἐπιμόνως τοξείᾳ χρησάμενοι τοὺς Ἰσμαηλίτας θαρσαλεότητος καὶ ἰσχύος ἐπλήρωσαν, τοὺς δὲ Ῥωμαίους πρὸς φυγαδείαν ἐτρέψαντο· καὶ μόνοι τῷ βασιλεῖ οἱ ἀρχηγοὶ τῶν ταγμάτων προσεκαρτέρησαν μετὰ Μανουὴλ καὶ Περσῶν, οὓς κύκλῳ περιστοιχήσαντες οἱ ἐξ Ἄγαρ βιαίως συνεῖχον, κἂν οἱ Τοῦρκοι τὸ τοξάζειν κεκώλυντο ὑετοῦ γε συμβάντος τῶν τε νευρῶν τῶν τόξων χαυνωθεισῶν τῇ ὑγρότητι. ἀμέλει τῶν Ῥωμαϊκῶν στρατευμάτων πημαινομένων ὁ Μανουὴλ διηκούτιστο τῇ Σαρακηνικῇ γλώττῃ πρὸς αὐτοὺς τῶν Περσῶν καθ' ὁμιλίαν οἱονεὶ σπενδομένων, καὶ τῷ Θεοφίλῳ φησίν· οἶμαι, ὦ βασιλεῦ, ὅτι ἡ Ῥωμαϊκὴ νῦν δυσφορία τῷ ἀμεραμνουνῆ τοὺς Πέρσας περιποιήσεται εἰς τὸ προδοῦναί σε αὐτῷ, τὸ πρὶν ἀποστάντας αὐτοῦ. οὐκοῦν καλῶς συμβουλευομένῳ μοι σύνθοιο. συναγερῶ ἐκ τοῦ καθ' ἡμᾶς στρατεύματος τὸ κατ' ἐκλογὴν σύστημα, δι' οὗ τὸ σὸν κράτος ἐκ τῶν πολεμίων ἐξοίσομαι. ὁ δὲ βασιλεύς· καὶ τούτου γινομένου, ὦ Μανουήλ, τῷ λαῷ τί συμβήσεται; ὦ βασιλεῦ, σοὶ μὲν θεόθεν παρέσται τὸ σῴζεσθαι, ὁ δέ γε λαὸς καὶ αὐτὸς ὑψόθεν, οἶμαι, προνοηθήσεται. τοῦ γοῦν βασιλέως μόγις τῶν πολεμίων ἐκστάντος, κατὰ δὲ τὸν Χιλιόκωμον παραγεναμένου, οἱ τῶν στρατηγετῶν τὸ συνειδὸς λιποταξίᾳ πιέζοντες ἐκεῖσε τῷ Θεοφίλῳ γονυπετοῦσι καὶ τὰς σπάθας αὐτῶν ἀποθέμενοι ἑαυτοὺς θανάτῳ ψηφίζονται· πρὸς οὓς ὁ βασιλεὺς φιλοικτιρμόνως διατεθεὶς ἐν ὀδυρμῷ δικαίῳ ἀπολελόγητο· ἐπεὶ ἐγώ, ὦ ἄνδρες, κἂν λιποταξίας ἐνεκλίνασθε, παρὰ θεοῦ τοῦ οἰκτίρμονος ἠλέημαι, καὶ ὑμᾶς οἰκτερῶ. ὁ οὖν πρωτοσύμβουλος τὸ κατὰ Ῥωμαίων μαθὼν ἀνδραγάθημα εὐθέως κατὰ τοῦ Ἀμορίου συντίθεται· ὁ δὲ βασιλεὺς πρός τε Νίκαιαν καὶ τὸ Δορύλαον διεκαρτέρει, τῇ αὐτοῦ πατρίδι τὸ μέλλον ἀπεκδεχόμενος· τὰ γὰρ δύο στρατόπεδα τοῦ τε ἀμεραμνουνῆ καὶ τοῦ υἱοῦ αὐτοῦ κατὰ τὸ Ἀμόριον ἥνωντο. ὡς δὲ τὸ περὶ ταύτης δυστύχημα διενώτιστο, ἐγκαρδίῳ φλογώσει κάτοχος γίνεται, ὥστε ταύτῃ τοῦ χιονώδους ὕδατος προσιόντος χλιαρὸν τοῦτο λογίζεσθαι· οὗ γ' ἐ τῆς πόσεως ἀφορμὴ τοῦ δυσεντεριάσαι αὐτῷ γέγονεν.
3.15.1
Ἀγαρηνὸν δέ τι γύναιον πνεύματι πύθωνος ἐγκατάληπτον, ὃ μετὰ λείας ποτὲ Ἀγαρηνῆς συλληφθὲν ἀναμαθὼν ὁ βασιλεὺς ἐκμαντεύεσθαι, μετακαλεσάμενος αὐτό, ἐκπυνθάνεται, ἡ βασιλεία τίνος ἐν πολλοῖς διαρκέσειεν ἔτεσιν, ἐξεῖπεν· ἡ τῶν Μαρτηνακίων. καὶ διὰ τοῦτο διερευνᾶτο κάκωσιν ἐπαγαγεῖν τῷ Μαρτηνακίῳ ὁ βασιλεύς (ἦν γὰρ αὐτῷ δραστηρίως τὰ τῆς βασιλείας ὡς οὐκ ἄλλῳ τινὶ τῶν πώποτε βασιλέων ἐξεταζόμενά τε καὶ πολυπραγμονούμενα) καὶ αὐτῶν τῶν ἀγχιστευόντων κατεπιτίθεσθαι. ἀλλὰ τῆς θείας προνοίας οὗτος ἀπέσφαλτο, κἂν ἐν λεκανομαντείᾳ τῇ διὰ τοῦ Ἰωάννου τὸν αὐτοῦ τῆς βασιλείας διάδοχον ἑωράκει Βασίλειον. κατὰ πληροφορίαν δὴ τῆς τοιαύτης προφάσεως ἐν αὐτῷ σημανθείσης, τῷ μονήρει βίῳ τὸν ἐκ τοῦ γένους ἄνδρα κατέκρινε Μαρτηνάκιον, τὸν αὐτοῦ οἶκον μεταποιήσας εἰς μοναχῶν φροντιστήριον. ἐντεῦθεν διαδιδράσκει τὴν ἐκ βασιλέως ἐπιτεινομένην ἐπήρειαν. πολλοῖς δὲ στόμασι τοῦ γυναίου διαλαλουμένου καὶ ἀποθειαζομένου ἐν ἅπασι, Κωνσταντῖνος Τριφύλλιος ὁ τὴν κλῆσιν ἐπευμοιρῶν καὶ ταῖς ἐκ βασιλέως κατὰ πρεσβείαν τιμαῖς ἁβρυνόμενος, προσφθέγγεται τῷ γυναίῳ ἐρεῖν καὶ αὐτῷ τὰ ἐσόμενα. τὸ δὲ διαπρυσίως τὸ μέλλον ἀποφοι βάζεται, ὅτι περ αὐτὸς σὺ καὶ τὰ σὰ τέκνα ἀποκαρήσεσθε ἱερωθησόμενοι κληρικῶν καταστήματι ἐπὶ αὐτοκράτορος Βασιλείου. ὃ καὶ πάντως ἐκβέβηκεν· προσοχθίσεως γὰρ βασιλικῆς αὐτῷ προστριψάσης τὰ τῆς προφητείας σὺν τῇ τοῦ βίου τελευτῇ πεπεράτωτο. παραπλησίως οὖν καὶ Νικήτᾳ υἱῷ τοῦ αὐτοῦ, ἐπὶ τοῦ εἰδικοῦ σεκρέτου καθηγουμένῳ, τοῦ βασιλέως ἐπιγογγύσαντος. οὐ μὴν ἀλλὰ καὶ Γεωργίῳ τῷ τὰς στρατιωτικὰς δέλτους πεπιστευμένῳ, ἐξ ὧν ἀπεκτάνθαι τῷ ξίφει ἐπὶ σφενδόνῃ τῇ κατὰ τοῦ ἱππικοῦ ἀγωνίσματος καὶ πᾶσαν αὐτοῦ ὕπαρξιν ταμείῳ τῷ βασιλικῷ ἀνειλῆφθαι. πρὸς τούτοις ἐπειπεῖν τὸ γύναιον τῷ Θεοφίλῳ ἀποβιοῦντι τὴν βασιλείαν τὸν αὐτοῦ υἱὸν κατὰ διαμοιβὴν σὺν τῇ τεκούσῃ προσδέξασθαι, τά τε παρ' αὐτοῦ χυδαιούμενα τῶν εἰκόνων σεβάσματα δόξης μεγαλοπρεποῦς εὐτυχῆσαι, αὐτόν τε τὸν πατριάρχην καθαιρέσει διϋβρισθῆναι. ὁ οὖν βασιλεὺς τοῖς προλεχθεῖσι καὶ ἐν τούτῳ πιστούμενος κατηγγυάσατο διορκώσει τήν τε αὐτοῦ γαμετὴν καὶ τὸν λογοθέτην Θεόκτιστον τοῦ μηδὲν ἑτεροιῶσαι τετολμηκέναι μετὰ τὴν αὐτοῦ τελευτὴν τῶν παρ' αὐτοῦ ἐκτεθεσπισμένων τὸ σύνολον, καὶ μήτε τὸν Ἰωάννην τοῦ πατριαρχικοῦ ἐξωθῆσαι ἱδρύματος.
3.16.1
Οὐκ ἠρεμεῖν δὲ ὁ βασιλεὺς ἐκεκρίκει ἐπὶ τῇ τοῦ Ἀμορίου καταστροφῇ χαλεπῶς ἀνιώμενος· διὸ καὶ στέλλει πρὸς τὸν ῥῆγα Φραγγίας τὸν πατρίκιον Θεοδόσιον τὸν ἐκ Βαβουτζίκων φυέντα καὶ αὐτοῦ ἀγχιστέα, τοῦ κατ' ἐπικουρίαν συνθέσθαι αὐτῷ πολυάνθρωπον στράτευμα, καί τινας ὑποστρατήγων αὐτοῦ χωρῶν τε καὶ πόλεών τινας Σαρακηνικῶν τῶν μεταξὺ Λιβύης καὶ Ἀσίας καταληΐσασθαι.
3.17.1
Τῇ δὲ προτεραίᾳ κατὰ Συρίαν διατρίβων ὁ Μανουὴλ ἔν τε λόγων πολυπείρων συνέσει καὶ πράξεων περὶ πολλοῦ ἐπεπόθητο τῷ τε ἀρχηγῷ τῶν Ἀγαρηνῶν καὶ τοῖς αὐτῷ παραδυναστεύουσιν, καὶ πλείστας ἀνδραγαθίας, καθ' ὅσον χρόνον ἐκεῖσε διῆγεν, κατὰ τῶν ἀντιμαχούντων αὐτοῖς πλησιοχώρων τε καὶ τῶν πόρρω διῳκισμένων εἰργάσατο, ὧν τὰ πλείω μετὰ τῶν κατὰ φυλακὴν αἰχμαλώτων Ῥωμαίων δι' ἑαυτοῦ συστρατεῦσαι αὐτῷ ἐξαιτηθέντων· ὥστε καὶ τὸ Χωρῶσαν κατασχεῖν καὶ ὑπὸ χεῖρα τῷ ἀμεραμνουνῆ καταπράξασθαι. ἀλλὰ δὴ καὶ κατὰ θηρῶν ἀτιθάσσων τὴν ἐκεῖσε χώραν αὐτούς τε τοὺς κατοικοῦντας διαλυμαινομένων ἠρίστευσεν, ὥστε θαυμαστὸν κατ' ἄμφω τοῖς Ἰσμαηλίταις νομίζεσθαι. διὰ ταῦτα φιλοῦσιν αὐτὸν ἐξαιρέτως καὶ μᾶλλον αὐτῷ προσῳκείωνται, ἐπειδὰν αὐτὸν οἰκονομικῶς ἀποστάντα, κἂν ἐν σχήματι τῆς καθ' ἡμᾶς εὐσεβείας, διέγνωσαν, καὶ αὐτῷ ἐγχειρίζουσι τὰ τῶν πολεμίων συστήματα ἐκστρατεύειν καθ' ὅσον ἔχει βουλήσεως καὶ δυνάμεως. ἐν μέσῳ δὲ χρόνων πολλὰς ἀριστείας καταπραξάμενος ἐξιέναι κατὰ Ῥωμαίων σὺν τῷ υἱῷ αὐτοῦ παρὰ τοῦ ἀμεραμνουνῆ κατηνάγκαστο, ἢ τοῦτο προσεπεποίητο. καὶ δὴ γεννάδας ὑπασπιστὰς σὺν χρήμασιν αὐτοῦ ἱκανοῖς ἐπεπόμφει πρὸς πολίχνην, ἣ Γέρων ἐκέκλητο, προσημηνάμενος λάθρα καὶ τοῖς ναέταις τῆς πόλεως τὴν δέουσαν ἐπιθεῖναι ὀχύρωσιν διὰ τὴν τῶν Σαρακηνῶν ἐσομένην ἔφοδον. τῶν οὖν ἑκατέρων μερῶν στρατοπεδευσάντων ἔξεισιν ὥσπερ ἀγωνιστὴς τολμητίας, καὶ τὸ δόρυ εἰς τοὐπίσω προτείνας τοῖς Χριστιανοῖς ὅλως συντέτακτο πρὸς τὴν ῥηθεῖσαν πολίχνην καταφυγών, τῷ τε υἱῷ τοῦ ἀμεραμνουνῆ χαριστήρια διεπέμπετο, οὗ πρὸς αὐτὸν χάριν εὐμενῶς διετέθησαν, καὶ τῇ πόλει χαρμονικῶς ἐπεδήμησεν, καὶ τῷ ἐν Βλαχέρναις τῆς Θεοτόκου εἰσῄει ναῷ, ὡς ἐν τούτῳ πλέον εἰδὼς τὸν Θεόφιλον ἀπονέμειν σέβας αἰδέσιμον· ὑφ' οὗ καὶ πληροφορίαν συμπαθείας ἐδέδεκτο καὶ ἐπὶ πλεῖστον πεφιλοτίμητο, σεβασμιωθεὶς μαγιστρότητι.
3.18.1
Τοῦ δὲ βασιλέως διαπρακτήσαντος ἐπὶ τῇ κατὰ Ἰσμαηλιτῶν Φραγγικῇ ἐκστρατείᾳ, διὰ τὸ τὸν ἐσταλμένον πρὸς αὐτοὺς Θεοδόσιον μεταξὺ ἀπαλλάξαι τὸν βίον, πᾶς τις ἠθύμει, μάλιστά τε πρὸς τελευτὴν ἤδη τοῦ βασιλέως ἀπονεύοντος, ἅτε φθινάδι νόσῳ καὶ γαστρὸς δυσεντερικῇ διαρροίᾳ περιπεσόντος. ὡς δὲ ταύτῃ τῇ ἀρρωστίᾳ συντέτηκτο καὶ πρὸς τὰς ἐσχατιὰς τοῦ θανάτου προσέκυπτεν, ἐπὶ κλίνης αἰρόμενος πρὸς τὴν Μαγναύραν ἀπῄει, κἀκεῖσε πάντας ἐκκλησιάσας δημηγορίαν οἰκτρὰν κατὰ τὸ εἰκὸς ἀποφθέγγεται, καθὼς ὁ λόγος ταύτην ὧδε μορφώσειεν· ἐμὲ θρηνησάτω ὁ ἐμὸς ἅπας λαός, ἐπολοφυρέτω με σύγκλητος καὶ σύμπαν τὸ πρὸς θεραπείαν οἰκεῖον ἄθροισμα διολολυξάτω, ὅτι περ κομῶν τῇ νεότητι σὺν εὐδαιμονίᾳ τοσαύτῃ ἄρτι τούτων ἐκτυχισθήσομαι, πολλῷ δὲ μᾶλλον γυναικὸς νεαζούσης καὶ παιδὸς ἀνήβου, ὧν τὴν στέρησιν πάντως καὶ πρὸ τελευτῆς ἀποκλαίομαι, οὐχ ἧττον δὲ τὴν αὐτῶν ἐρημίαν μετά γε τὴν ἐμαυτοῦ ἀποβίωσιν. διά τοι ταῦτα μέμνησθέ μου, παρακαλῶ, τῶν τοιούτων τελευταίων ῥημάτων καὶ τῆς ἡμετέρας πρὸς ὑμᾶς προμηθείας καὶ γαληνότητος· ὧν ἀντίδοτέ μοι τὴν μετὰ θάνατον εὔνοιαν πρὸς αὐτούς, ὥσπερ καὶ ἐπ' ἐμοὶ τὰ τῆς εὐγνώμονος καὶ ὀρθῆς διαθέσεως διανοούμενοι καὶ καταπραττόμενοι. οὐκέτι γὰρ ὑμᾶς θεάσομαι τοῦ λοιποῦ, οὐ τοιούτοις παρακαλέσομαι ῥήμασιν, οὐ τοσαύταις δυσωπήσομαι παραινέσεσιν, οὐχ ἱκετεύσω σὺν δάκρυσιν. τοιαῦτα προσειπόντος τοῦ βασιλέως πολὺς ὀδυρμὸς στεναγμός τε καὶ κωκυτὸς παρὰ πάντων ἀνεπέμπετο.
3.19.1
Συγκυκῶν δὲ Θεόφιλος τὸ τῆς εὐσεβείας ἄκλυστον πέλαγος τοὺς ἐν αὐτῷ πλέοντας ἀκυμάντως δεινῶς ἐκλυδώνιζεν· ἐν οἷς καὶ τὸν σύγκελλον Μιχαὴλ τῆς Ἱεροσολυμίτιδος ὁμηγύρεως συνάμα πολλοῖς ἀσκηταῖς φυλακαῖς ἐναπέκλεισεν, μεθ' ὧν Θεοφάνην τε καὶ Θεόδωρον τοὺς τῆς ὀρθοδοξίας συνασπιστὰς Σκυθικῶς ἐπιπροσωπείοις διεγράψατο κεντήμασιν. τοιαῦται δὴ καὶ τοσαῦται αἱ κατὰ τῆς εὐσεβείας αὐτοῦ θύελλαι διενέσκηπτον. οὐ μὴν ἀλλὰ καὶ χειμῶνες πολλοὶ κατ' ἀέρος, δυσφορίαι τε καὶ αὐχμηρίαι καὶ σιτοδεῖαι ἐκ δυσκρασίας, παλμοί τε καὶ ἀναβρασμοὶ γῆς καθ' ἡμέραν τῆς αὐτοῦ βασιλείας γεγόνασιν, καὶ φυγὴ καθόλου παρῆν εὐσεβῶν ἐν χειμῶνι τῆς αὐτοῦ ἀσεβείας, κατὰ τὸ λόγιον, καὶ οὐδενὶ παντὸς σαββάτου ἀνάπαυσις ἐξ ἀπανθρωπίας αὐτοῦ θυελλιζούσης Χριστιανῶν γαληναῖον κατάστημα. καὶ γὰρ ἐν τοῖς τοιούτοις αὐτοῦ κακοτεχνήμασι τὸν Ἰαννῆν πατριάρχην καθίστησι, συμμύστην καὶ λειτουργὸν τῆς κακίστης αἱρέσεως.
3.20.1
Ὅστις Θεόφιλος μετὰ πλειόνων ἐλαττωμάτων ὑπέροφρυς ἦν, κἂν ἔν τισι τῶν καλῶν εἴτε ἑκών, εἴτε ἄκων πεφιλοτίμητο πλεονεκτήμασι φύσεως. καὶ γὰρ τῶν τειχῶν Βυζαντίδος τῆς πόλεως χθαμαλῶν ὄντων καὶ τοῖς πολεμίοις ἐντεῦθεν ἐμπαρεχόντων τὸ εὐεπίβατον, οὗτος ὑψώσας ἀνενεώσατο, τούτοις καθεὶς γραφὴν τοῦ ἰδίου ὀνόματος. πρὸς ἔπαινον δὲ καὶ τοῦτο τὸ φιλότιμον ἐντεθείσθω, ὃ καὶ τοῖς βασιλεῦσιν ἴσως ἔστω ἀποδεκτὸν τὸ φιλοκερδὲς ἀποσειομένοις ἢ μᾶλλον κακοκερδές, κἂν ἐξ ὑπεροψίας εἰπεῖν οἰκειότερον. ποτὲ γὰρ πλοίου διερχομένου κατὰ τὴν ἅλα τοῦ Βουκολέοντος, περί γε τούτου ὁ βασιλεὺς ἐπυνθάνετο, τίνος ἂν εἴη. οἱ παρεστῶτες ἀπολελόγηντο· τῆς δεσποίνης. ὁ δὲ δυσφόρως διατεθεὶς ἐπὶ τούτῳ προσκαλεῖται ταύτην, καὶ παρ' αὐτῆς τὸ ἀληθὲς ἐγνωκώς· οἴμοι, ἔφη, φανερωθέν ναυκλήρῳ, ἐπείπερ τοῦτο τῆς ἐμῆς συμβίου καθέστηκεν, καὶ ἅμα τῷ λόγῳ παρεκελεύετο πυρποληθῆναι τὴν ναῦν σὺν τοῖς ἀγωγίμοις πολλοῖς καὶ τιμίοις κατὰ πραγματείαν ὑπάρχουσι, μὴ τούτων ὅλως φεισάμενος εἰς ἔπαινον βασιλικῆς τιμιότητος δημοκηδίᾳ μᾶλλον ἢ δημοβορίᾳ συνιστώσης ἐπίκτησιν.
3.21.1
Πολυπράγμων δὲ περὶ ζητημάτων τῶν ἀποκρύφων ἐτύγχανε λίαν Θεόφιλος· ὧν χάριν καὶ Μεθόδιον τὸν ὅσιον, ἅτε σοφὸν ὄντα καὶ περὶ τὰς λύσεις αὐτῶν ἱκανῶς ἔχοντα, τῆς φυλακῆς ἀνερρύσατο, συνδιάγειν αὐτῷ κατὰ τὸ παλάτιον αἱρησάμενος, κἂν διὰ τὸ ὀρθὸν δόγμα πως αὐτὸν ἐμυσάττετο.
3.22.1
Ὃς τὴν τῆς βασιλείας ἀρχὴν διαιτήσας ἐπὶ ιβʹ ἔτεσιν μησί τε τρισὶν κατὰ τὴν προρρηθεῖσαν νόσον τὸ κοινὸν ἀνέπλησεν ὄφλημα μηνὶ Ἰαννουαρίῳ κδʹ, ἀφρόνως τῆς ὀρθοδόξου πλεῖστα καταλαζονευσάμενος πίστεως. 4. t ΠΕΡΙ ΜΙΧΑΗΛ ΥΙΟΥ ΘΕΟΦΙΛΟΥ 4. 1 Τὰ δὲ πατρῷα σκῆπτρα ἐν ἔτει ϛτνʹ, ἰνδικτιῶνος εʹ, διϊθύνειν καταλιμπάνεται Μιχαὴλ σὺν μητρὶ Θεοδώρᾳ θεόφρονι, αὐτοῦ τε τὰ τῆς ἐπιτροπείας ὅ τε πατρίκιος Θεόκτιστος καὶ Μανουὴλ ὁ πρωτομάγιστρος ἠξίωται, ᾧ καὶ διὰ μερίμνης ἐνῆν τὸ φιλοδεσποτεῖν καὶ λόγοις πρὸς τοῦτο καὶ πράξεσι διατίθεσθαι. οὐκοῦν ἔξεισι κατὰ τὸν ἱππόδρομον, καὶ πάντα τὸν ὑπασπιστὴν λαὸν συναγείρας καὶ οἷς πληροφορίαν ἐκέκτητο στρατιώταις τὰ πρὸς εὐπείθειαν αὐτῷ συντηρῆσαι, προοίμιον οὕτως τοῦ λόγου προδιατίθησιν· οἴδατε πάντες, ὦ ἄνδρες, ὁποῖα τὰ πρὸς ὑμᾶς τῆς ἀγάπης γνωρίσματα, ἔν τε κηδεμονίαις ἔν τε προστασίαις φιλόφροσι, συνάμα ταύταις καὶ εὐεργεσίαις μηδ' ὅλως ἐξισταμένων ἡμῶν. καὶ διὰ τοῦτο χρεὼν ὑμᾶς ἡμῖν ἀποδοῦναι τὰς ἀντιχάριτας, ἔν τε λόγων πειθοῖ καὶ τῶν ἔργων· καὶ ὅπερ ἂν ἡμῖν αἱρετὸν διακέκριται, τοῦτο ἑλέσθαι σπουδάζοιτε, καὶ ὃ ἐὰν ἀρέσκον, κατὰ σπουδὴν καὶ προαίρεσιν τὸ εὐπειθὲς αὐτῷ μέχρι καὶ κινδύνου παντὸς ἐπιδείξασθε. τούτοις οὖν αὐτοὺς παραινέσας, παραχρῆμα ἅπαντες τὰ τῆς ἀρεσκείας αὐτῷ καὶ ὑπακοῆς δι' ὅρκων συχνῶν παρετίθεντο· ἠλπίκεσαν γὰρ κατὰ νοῦν ὄρεξιν ἔχειν τῆς βασιλείας τὸν Μανουὴλ καὶ διὰ τοῦτο τοιαῦτα κατεπᾴδειν αὐτῶν, εἰ καὶ τὰ ὑπεναντία τούτοις παρ' αὐτοῦ διηγόρευτο. ἐκεκράγει γὰρ διαρρήδην· Μιχαήλ τε καὶ Θεοδώρας τὰ ἔτη πρὸς πλεῖστον ὁδεύσειεν. ὡς δὲ ταύτης τῆς ἀναρρήσεως διενήχηντο, ἐπλήσθη σαν ἀθυμίας καὶ πολυειδοῦς ἐνεφορήθησαν θλίψεως, ἀλλ' ὅμως τὸ προσταγὲν ἐξεπλήρουν· καὶ τὰ τῆς αὐτοκρατορίας διετετράνωτο.

Intertext edge

Open linked passage

Note