BASILIAI
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/josephus-genesius-pg-109-111" aria-label="More works by Josephus Genesius PG 109">
—
⋯
Original / primary: Pg Scrape Grc
4.2.1
Καὶ τὰ τῆς ὀρθοδοξίας ἀνακαλύπτεται, καιροῦ λαβόμενα εὐαγοῦς καὶ θεοφιλείας ἀνδρῶν εὐπροθέτων, τῆς στυγητῆς αἱρέσεως τῶν εἰκονομάχων διασυρείσης ἀπὸ βασιλείας Λέοντος τοῦ Ἀμαληκίτου μέχρι χρόνων λʹ. εἴχοντο δὲ τοῦ εὐθέος σκοποῦ ὅ τε Θεόκτιστος, ἄλλως τε καὶ αὐτὸς Μανουήλ, εἰ καὶ διὰ μέσου τινὸς παρεμπεσόντος διώκλασεν. ἀλλὰ περιπίπτει τινὶ ἀρρωστίᾳ, δι' ἧσπερ ἀπέγνωστο· καθ' ἣν θεὸς παραδοξοποιῶν ὡς ἐπὶ τοῦ Ἐζεκίου δηλαδὴ καταφαίνεται. συνείχετο τοίνυν τῇ νόσῳ καὶ χαλεπῶς ἐτετρύχωτο καὶ ἐγκατόχῳ κάρῳ νενέκρωτο, ὡς ἐντεῦθεν ἐδόκει πᾶσι τεθνάναι, εἰ καὶ βραχύ τι πνεῦμα ἐν αὐτῷ ἐσπινθήριζεν ἀμυδρά τε φωνὴ διαστηματικῶς ἐξ αὐτοῦ διηκούετο. πρὸς ταῦτα τί γίνεται, καὶ τί τὸ περὶ ἡμᾶς τοῦ θεοῦ μηχανούργημα; διανίστησι μοναχοὺς τῶν Στουδίου, ἄνδρας τῷ ὄντι θεῷ γνωστούς, ἐπισκεψαμένους κατὰ τὴν ὑστεραίαν αὐτόν. ἐξήκουστο γάρ, ὅτι περ ἀπεβίω, καὶ συνεπεφοιτήκεσαν, ὅπως ἐπικηδείους αὐτῷ ὕμνους προσοίσειαν· ὃ τέως ἐπεποιήκεσαν ὀλιγοδρανέοντι κατὰ ποίησιν. καὶ προσελθόντες τῇ κλίνῃ τῶν μοναζόντων τινές, περὶ ὧν ἤδη ἀνωτέρω μνείαν πεποιήμεθα, τεθαρρηκότες θεῷ καὶ τῇ τῆς ἀρετῆς τελειότητι ἀναθαρροῦσι τὸν ὡς νεκρὸν ἢ μετ' ὀλίγον ἐσόμενον, λέγοντες τοῦτον ἀναρρωσθήσεσθαι. τοῦ δὲ ἐκ βάθους ἐστενωμένης ψυχῆς μικρόν τι ἀνενεγκόντος καὶ διαπορήσαντος εἰ τοῦτο ἔσται αὐτῷ κατ' ἐλπίδα, ἐπεβόησαν ὡς εἴπερ ἐν ὑποσχέσει ἐστί σοι πρὸς θεὸν τὰς θείας εἰκόνας κατὰ τὸ ἀρχαῖον ἀνανεώσασθαι, τὴν ζωὴν εὐαγγελιζόμεθα βεβαιούμενοι. ἀπῄεσαν, καὶ τὸ εὐαγγελισθὲν συντόμως ἐπεπραγμάτευτο, καὶ παραδόξως ὡς ἐξ ᾅδου ἀνέδυ τοῦ θανάτου ἀπαλλαγείς. ὡς οὖν ἑαυτὸν διέγνωκεν παρ' ἐλπίδα τῆς ἀσθενείας ἀπορραΐσαντα, πρὸς βασίλισσαν Θεοδώραν ὀρθοδόξως διαγωνίζεται, φράζων αὐτῇ τὰς σεβαστὰς ἀνακαινίζειν εἰκόνας κατὰ τὸ πρότερον, καθὼς περὶ τούτου τάχα καὶ ταύτῃ συνήρεσκεν θεοφιλείας γνησίας ἐξεχομένῃ, συνεπιλαμ βανομένης, ὥς φασι, καὶ πατρικίας τῆς ταύτης μητρὸς καὶ τῶν αὐταδέλφων αὐτῆς πατρικίων. ἀλλ' ἀντέπιπτεν αὕτη τούτοις καὶ τῷ Μανουὴλ ἐπὶ μᾶλλον, εἴτε διὰ τὴν τοῦ τηλικούτου μετάθεσιν πράγματος, εἴτε διὰ φιλανδρίαν ἴσως παράλογον, προτιμωμένην τοῦ θεοῦ τὰ ἀνθρώπινα. εἰρήκει γὰρ πρὸς Μανουὴλ, ὡς ὁ ἐμὸς ἀνήρ γε καὶ βασιλεὺς μακαρίτης σοφίας ἀρκούντως ἐξείχετο, καὶ οὐδὲν τῶν δεόντων αὐτῷ ἐλελήθει· καὶ πῶς τῶν ἐκείνου διαταγμάτων ἀμνημονήσαντες εἰς ἑτέραν διαγωγὴν ἐκτραπείημεν; ταῦτα εἰπούσης κατηπείλησε σωφρόνως ὁ Μανουήλ, ὡς εἴπερ τῶν εἰκόνων μὴ φροντίσειας ἀναμορφῆς τε καὶ προσκυνήσεως, ἑτέρως τὰ τῆς εὐνοίας ἢ αὐτῆς τῆς βασιλείας, θεοῦ εὐδοκοῦντος, διατεθήσεται. τούτοις τῷ φαινομένῳ καταπεσοῦσα ἡ βασιλίς, τῷ δὲ νοουμένῳ καὶ μάλα χαρεῖσα, τὸ δοκοῦν αὐτοῖς ἐπαφίησι καὶ σὺν αὐτοῖς διανίσταται· καὶ τοὺς ὀρθοδόξους τοῖς τοῦ κανικλείου ἐνδιαιτήμασιν ἀγείρεσθαι διεθεσμοθέτησεν, κἀκεῖσε πρὸς ἀλλήλους γυμνάζειν τὰ περὶ ὀρθοδοξίας προβλήματά τε καὶ δόγματα.
4.3.1
Καὶ ταχέως μετὰ προσηκούσης τῆς διασκέψεως αἵ τε θεῖαι εἰκόνες ἀνεμορφοῦντο καὶ τὰ τῆς ἐκκλησίας πρὸς τὸ ὀρθοτομοῦν μετεκλίνετο, τῶν ἐν αὐτῇ ἱερέων, πρὸς δὲ καὶ ἀρχιερέων, τῶν μὲν μεταστοιχειουμένων τῆς δυσσεβείας, τῶν δὲ ἀνθεστηκότων τῷ εὐσεβεῖ δόγματι καὶ δικαίως ἐξωθουμένων, καὶ πρό γε πάντων Ἰαννοῦ τοῦ δυσσεβοῦς πατριάρχου τοῦ ἀρχιερατικοῦ θρόνου καθαιρουμένου. τοιγαροῦν ἀποστέλλουσι πρὸς αὐτὸν ἄνδρας ἀξιολόγους τῶν ἐπὶ τῆς φυλακῆς βασιλέως, τοῦ πατριαρχείου καταγαγεῖν· οἷς οὐκ ἐνεδίδου πρὸς κάθοδον. οἱ δὲ καὶ βουλόμενοι τοῦτον καταβιβάσαι ὅμως οὐ πείθουσι, παρ' αὐτοῦ κακοτρόπως μεταπεισθέντες τοῦτον τέως ἐᾶσαι· διὸ περί γε τούτου τοῖς ἀποστείλασιν ἀπαγγέλλουσι, καὶ κατ' αὐτοῦ πλείονα τὴν ὁρμὴν διεξάπτουσιν. εἰσῄει οὖν πρὸς αὐτὸν ὁ πατρίκιος Βάρδας, πευσόμενος, ὅτου χάριν τοῦ πατριαρχείου οὐκ ἀπανίσταται· καὶ τὴν ἀπολογίαν ἐμεθοδεύκει, δεικνὺς τὴν ἑαυτοῦ γαστέρα δι' ὀβελίσκων κατάστικτον αὐτῷ, ἐπειπών, ὅτι παρὰ τῶν ἐκπεμφθέντων ὡς ἐθνικῶν ἐπεπόνθει τοιαύτην ἀναιτίως ποινήν, δι' ἧς χαλεπῶς ἄγαν ἔχων, εἰ οἷόν τε, τὸ παρὸν συγχωρηθείην τῆς καταβάσεως· ἐπεπόνθειν δὲ μάλιστα παρὰ Κωνσταντίνου τοῦ ἐξ Ἀρμενίων καὶ τῷ τῶν ἐξκουβίτων ἐμπρέποντος τάγματι. τοῦτον δέ φησιν, ὦ ἀκροαταί, ὁ βδελυκτὸς καὶ παμβέβηλος, τὸν κεχρηματικότα ἀπόγονον Ἀρμενίων, ἐξ ἀρχηγῶν καὶ συναυταδέλφων σταλέντα πρὸς βασιλέα Θεόφιλον ἐπικηρυκεύσεως ὅμηρον, ὃς οὐ μετὰ μακρὸν χρόνον διά τε τὴν αὐτοῦ ψυχῆς τε καὶ σώματος εὐκοσμίαν καὶ τὴν ἄλλην περὶ τὰ βέλτιστα φιλόκαλον πρόθεσιν δρουγγάριος τοῦ ἀριθμοῦ ἤτοι τῆς βασιλικῆς βίγλης καθίσταται, ἐντεῦθεν πατρίκιός τε καὶ λογοθέτης τοῦ δρόμου γεραίρεται. τοῦ οὖν δραματουργήματος κατὰ κακόφρονα γνώμην ἀπελεγχθέντος, εἰς θυμὸν μᾶλλον ἐξῆγεν τὸν ἐταστὴν ἔμφρονα, δι' οὗ καὶ τῆς ἐκκλησιαστικῆς ἐπικρατείας ἐνδίκως ἐκπέπτωκεν, τῷ κατηγορηθέντι μᾶλλον, κἂν μὴ ἐθέλων, δωρησάμενος ἀπαρέγγραπτον ἔπαινον. καὶ εὐσεβὴς ἀντεισάγεται πατριάρχης Μεθόδιος, ἐν ἑαυτῷ πλεῖστα τὰ ὑπὲρ εὐσεβείας στίγματα καὶ τὴν δι' εἱρκτῆς σαπρώσης τῶν τριχῶν ψίλωσιν οἷά τινα γέρα προκομιζόμενος. τούτῳ τὰς ἀρχιερατικὰς ἀγκύρας ἐπέδοσαν σὺν ἀποδοχῇ πάσῃ θεοφόρων ἁπάντων ἀνδρῶν, τῶν τε τῇ βασιλίδι περινοστούντων καὶ τῶν πανταχόθεν πρὸς ταύτην ἐληλυθότων. καὶ γὰρ κατὰ διωρισμένην ἡμέραν τῆς αὐτῶν συνελεύσεως, καθ' ἣν ἡ τοῦ θεοῦ ἐκκλησία τὴν ἑαυτῆς εὐπρέπειαν ἀμφεβάλλετο, κατίασιν ἐκ τοῦ περιωνύμου ὄρους Ὀλύμπου Ἄθω τε καὶ τῆς Ἴδης, ἀλλὰ μὴν καὶ τοῦ κατὰ Κυμινᾶν συμπληρώματος, περιφανῶς τὴν ὀρθοδοξίαν κηρύσσοντες, βασιλικαῖς τε διαμοιβαῖς καὶ σεβασμίοις αἰσίοις ἱκανωθέντες πρὸς τὰς ἰδίας σκηνὰς ὑπεχώρησαν· ὧν ἔκτοτε καὶ μέχρι τῆς δεῦρο οἱ τῆς ὀρθοδοξίας λιμένες Χριστοῦ δυνάμει φρουρούμενοι διατηροῦσιν ἀχείμονες.
4.4.1
Ταῦτα μὲν ἐν πρώτοις Μιχαήλ τε καὶ Θεοδώρας, τῶν εὐσεβῶν βασιλέων, τὰ κατορθώματα. ὁ δὲ Ἰαννῆς τινι μοναστηρίῳ ἐγκαθειρχθεὶς καὶ ἐν μέρει τοῦ κατ' ἐκεῖνο ναοῦ κατιδὼν τοῦ σωτῆρος Χριστοῦ τοῦ θεοῦ ἡμῶν σαρκικὸν χαρακτῆρα, οὐ μὴν ἀλλὰ καὶ τῆς θεομήτορος καὶ τῶν στρατιαρχῶν, διωρίσατο τῷ ἑαυτοῦ ὑπηρέτῃ διανιόντι τῶν σεβασμίων εἰκόνων ἀνορύξαι τὰ ὄμματα, φάσκων ἀμηχανεῖν πρὸς ταῦτα τὴν ὁρατικὴν προτείνασθαι αἴσθησιν, εἰκονιστὴς ἐκ νεότητος ὁ τρισκατάρατος καθεστὼς καὶ μονῆς τῶν ἀθλοφόρων Σεργίου καὶ Βάκχου τῆς βασιλεῦσιν ἀφωρισμένης προβάθμιος. ὡς οὖν ἐπύθετο ταῦτα ἡ θεοσεβεστάτη δέσποινα Θεοδώρα, ζήλῳ τῆς πρὸς Χριστὸν ἀγαπήσεως διακαῶς ἐκεκίνητο καὶ τοὺς αὐτοῦ μισητοὺς ὀφθαλμοὺς ἐκμοχλεύειν προτεθύμητο, κἂν δεήσεσι παρά τινων ἐκεκώλυτο· ὅθεν τινὰς τῶν δορυφόρων ἐκπέμψασα πρὸς αὐτὸν ςʹ λώροις ἐμάστιξεν.
4.5.1
Οἱ οὖν αἱρετικοὶ τοῖς προσαχθεῖσι προπετῶς διαπληκτιζόμενοι, χρήμασιν ἱκανοῖς φρεναπατήσαντες κόρην πρὸς τὰ δημόσια ἐπὶ τῆς ἐκκλησίας κατηγορῆσαι τοῦ πατριάρχου, σὺν τῷ ἐξ αὐτῆς τεχθέντι υἱῷ Μητροφάνει, τῷ κατὰ καιρούς τινας προέδρῳ τῶν Σμυρναίων πόλεως χρηματίσαντι, κρυψιγαμίας ἔγκλημα θριαμβεύουσιν. ἐντεῦθεν πλεῖστος παρὰ τῶν κακοδόξων ἐπισυνίσταται τάραχος ἐπισχετλιαζόντων ἡμῖν καὶ ἀμέτρως ἐπεγγελώντων. οὗ χάριν τῷ πατριαρχείῳ προσίασιν ὁ πρῶτα φέρων Μανουὴλ ἐν μαγίστροις, καὶ ὁ πατρίκιος καὶ ἐπὶ τοῦ κανικλείου καὶ λογοθέτης τοῦ δρόμου Θεόκτιστος, σὺν ἑτέροις συγκλητικοῖς, κατηφιῶντες ἐπὶ τοῖς ἀνέδην ἐνωτισμένοις. οὓς ὁ ἀρχιερεὺς ἐπιδὼν καὶ τῆς κατὰ βάθος ἀνίας τῶν συνεληλυθότων εὐσεβῶν ἐπαισθόμενος, μηδαμῶς τε πρὸς ὀρθοδόξους ἑαυτὸν θέλων πέτρα σκανδάλου τίθεσθαι καὶ λίθος προσκόμματος, τὰ κρύφια αἴσχη ἀπογυμνοῖ ὁ αἰδέσιμος πάντων ἐπ' ὄψεσι, καὶ εὕρητο παρὰ τὸ εἰκὸς μαρασμῷ τῆς φύσεως ἐσκληκώς, οὗ ματαίως εὐθύνετο, καὶ τὸ αἴτιον ἐρεῖν διανίστατο, ὅτι περ ἐν Ῥώμῃ διάγων, ἀποσταλεὶς πρὸς τὸν ἀρχιερέα ταύτης διὰ τὰς ἐπὶ Νικηφόρῳ τῷ πατριάρχῃ αἰτιαθείσας ἐπαγωγάς, πλεῖστα ἐπισινιάσαι με γαργαλισμοῖς τὸν σατανᾶν, ἱκανῶς τε περὶ τούτου Πέτρῳ τῷ ἀποστόλῳ ἐπεντυχεῖν, ἀλλοτριῶσαι τῆς ἐνσωματού σης κινήσεως. καὶ δὴ ἐμοῦ νύκτωρ ἐν τῷ ἀποστολείῳ εὐναζομένου, ἐπιστάντα τὸν κορυφαῖον δεξιᾷ τῇ χειρὶ τὰ αἰδοῖα καταπιέσαι καὶ ἐπιφθέγξασθαι, μὴ τοῦ λοιποῦ πτοεῖσθαι τὴν φιλήδονον ἔφεσιν, μήτε τὴν ἐκ ταύτης εἰς τὸ ἑξῆς ὑφορᾶσθαι ζωπύρησιν. ἐγὼ δὲ διϋπνισθεὶς μετὰ σφοδρᾶς ἀλγηδόνος περιῆλθον ἐν σαρκικῇ τοιαύτῃ, καθὼς ὁρᾶτε, νεκρότητι. τοιαῦτα τοῦ πατριάρχου ταπεινοφρόνως εἰπόντος πανάληθες, τῆς κατηφείας οἱ συμπαρόντες διΐσταντο. ἐξ ὧν Μανουὴλ πρὸς ἀνέτασιν τῆς γυναικὸς ἀγωνίζεται διασαφῆσαι τὸ ἀκριβές, τὸ ξίφος ἐπανατείνων καὶ παρὰ τίνος ὑποβεβλῆσθαι αὐτὴν ἀνετάζων. ἡ δὲ τοῖς κατ' ἀπειλὴν λόγοις ἔκ τῆς ξιφήρους ἐκτάσεως τὴν ἀλήθειαν παρεδήλου περὶ τῶν πρὸς τοῦτο συσκευασθέντων καὶ ποσὸν ὅσον χρήματος καταβαλομένων καὶ τὸ εἴς τι ἀγγείδιον τοῦτο εἶναι ἀπόθετον καὶ ὑποκεκρύφθαι κατά τι κιβώτιον σίτου ὑπάρχον κατάπλεον. καὶ καθὼς ἀνωμολόγητο ταύτῃ, οὕτως τὰ τῆς εὑρέσεως ἐμφανῶς ἐγνωρίζετο, καὶ οἱ αἱρετικοὶ τηνικαῦτα ἄχλυσιν αἰσχύνης ἠμαύρωντο· οἷς ὁ θεοφιλὴς πατριάρχης τῶν εἰς αὐτὸν ἐπταισμένων παρέσχε συμπάθειαν, τοῦ οζʹ συγχωροῦντος Χριστοῦ τῷ νόμῳ πειθόμενος. διὸ καὶ παρὰ τῶν ἐπιστατούντων τοῦ τοιούτου ἐλέγχου κατὰ τῶν ἐλεγχθέντων ἔκτοτε διώρισται αὐτοῖς πρὸς ἀντέκτισιν, κἂν ὠφελείας ἀντεχομένην, ὅπως κατὰ τὸ τῆς ὀρθοδοξοποιοῦ ἡμέρας γενέθλιον ἀπὸ τοῦ ἐν Βλαχέρναις τῆς Θεοτόκου τιμωμένου ναοῦ τῆς λιτανείας μετὰ λαμπάδων προάγοιεν. καὶ τὸ τοιοῦτον ἰδίωμα χρόνῳ πολλῷ μέχρι διήρκεσεν, διακαρτερούντων δῆλον ὅτι τῶν ἀλλοδόξων ἐν τῇ κατὰ τὸν μέγαν ναὸν ἐπισυναγωγῇ καὶ τὸν ἴδιον ἀναθεματισμὸν διενηχουμένων ἐπὶ θριάμβῳ τῆς παντομισοῦς αὐτῶν ἀποστάσεως.
4.6.1
Κατ' ἐκεῖνο δὲ καιροῦ ἡ τῶν Ζηλίκων αἵρεσις ἀνεφάνη σὺν τῷ ἀρχηγῷ αὐτῶν Ζήλικι, ὄντι τῶν βασιλικῶν ἐν πρώτοις ὑπογραφέων· ὃς ἐν εὐσήμῳ ἡμέρᾳ καὶ βασιλείῳ προόδῳ ἐν τῇ μεγίστῃ ἐκκλησίᾳ θεοῦ τὰ τῆς αἱρέσεως κατάδηλα τεκτηνάμενος μετὰ τῶν ὁμοφρόνων ἐμφωτίοις ἐσθῆσιν ἠμφίαστο, χρισθεὶς τῷ μύρῳ τῆς τελειότητος.
4.7.1
Ἐν δὲ τῷ μεταξὺ χρόνῳ καλῶς τὰ τῆς πολιτείας ἐκεκυβέρνητο παρά τε βασιλέως Μιχαὴλ Θεοδώρας τῆς τούτου μητρός, μεσιτευόντων τῶν προδηλωθέντων ἀνδρῶν. ὁ δὲ ἀρχηγὸς Βουλγαρίας, οἷς τὸ γένος ἐξ Ἀβάρων τε καὶ Χαζάρων, ἀπὸ Βουλγάρου κυρίου ὄνομα, ὃς παρὰ Ῥωμαίων ἐν κατοικήσει Δορυστόλου καὶ τῆς Μυσίας γεγένητο, ἐπαχθῆ προΐησι ῥήματα ἐπιδρομὴν Ῥωμαίοις ἐπαπειλῶν. ἡ δὲ βασίλισσα τούτῳ ἀνδρειοφρόνως μετὰ τοῦ ἑαυτῆς στρατοπέδου ἄχρι Βουλγαρικῆς γῆς αὖθις ἐπαναστεύειν ἐμεγαλαύχησεν· καὶ εἰ μὲν γυναῖκα ἡττήσειας, οὐδέν σοι τὸ νῖκος πρὸς καύχημα· εἰ δὲ καὶ ὑπὸ ταύτης ἐκνικηθείης, πᾶσιν τὸ σὸν ἥττημα καταγέλαστον. ταῦτα ὁ Σκύθης συνεὶς ἠρεμεῖν κατὰ τὴν ἰδίαν χώραν διέγνωκεν.
4.8.1
Οὐ πολὺς δὲ χρόνος προεβεβήκει, καὶ ἡ τῶν λεχθέντων ἀνδρῶν πρὸς ἀλλήλους ὁμόνοια διαφθείρεται, καὶ ἐξάπτεταί τις ἔρις χαιρέκακος παρὰ Θεοκτίστου πρὸς Μανουήλ, εἰς ἀποικίαν αὐτὸν διωθήσασα. τῷ παλατίῳ γὰρ μετ' αὐτοῦ γε συνῴκιστο, καὶ ἄμφω τὰ τοῦ κοινοῦ διεπραγματεύοντο· καὶ καθοσίωσιν ὑποσμύχουσαν διεσυκοφάντει, ἀλλ' ἐν παραβύστῳ τῇ περισκέψει· ἧς ἐντέχνως καταστοχασάμενος ὁ Μανουὴλ οἴκαδε χωρεῖν καθ' ἑαυτὸν τίθεται, κἀκεῖθεν τοῖς βασιλείοις ἐπιδημεῖν καὶ συμπράττειν τὰ δέοντα. κατῴκει δὲ τοῖς κατὰ τὴν κιστέρναν χώροις τοῦ Ἄσπαρος, ἣν ἐκεῖνος ἱδρύσατο, δι' οὗ καὶ τὴν προσηγορίαν αὕτη ἀπείληφεν· καὶ ἐπὶ μακρὸν χρόνον βιώσας ἐνδόξως ἀποβεβιώκει, ἀποκαταστήσας τὸν ἑαυτοῦ οἶκον μονασταῖς καταγώγιον, ἐν ᾧ καὶ κεκήδευτο.
4.9.1
Μετὰ δὲ τὴν ἐκ τοῦ παλατίου αὐτοῦ ἀποικίαν φθόνῳ τῷ πρὸς τὸν Θεόκτιστον διεγείρεται Βάρδας αὐτὸν ἀφαντῶσαι, καὶ τρόπῳ τοιούτῳ τεχνάζεται. παρεντίθησι βασιλεῖ Μιχαὴλ τὴν μητέρα φρονεῖν ἑαυτῇ γάμον ἢ ἐν μιᾷ τῶν αὐτῆς θυγατέρων ἐπισκευάσασθαι, δι' οὗ τὴν αὐτοῦ βασιλείαν ποιήσειεν ἔκδοτον, τοῦτόν τε καθαιρήσειν αὐτῆς καὶ ἀπομματῶσαι. ὡς δὲ τοῖς τοιούτοις λόγοις ἐκεκλυδώνιστο Μιχαήλ, ἐπεῖπεν τὸν Θεόκτιστον τούτων αἴτιον ἔσεσθαι. καὶ ἐμμεριμνῶσιν ἀμφότεροι περὶ τῆς κατ' αὐτοῦ ἐπιθέσεως, δολοφονῆσαι ἢ μᾶλλον ὑπερορίσαι τοῦτον, εἴ γε δυνήσονται· καὶ ἐπὶ ταύτῃ τῇ συσκευῇ προσλαμβάνουσιν ὑποστρατήγους τινὰς τῆς οἰκείας περιῃρημένους ἀρχῆς, ὅπως αὐτοῖς συνεργήσαιεν, ἀλλὰ μὴν καὶ Θεοδώρας τὴν σύγγονον, ἐφ' ᾗ Καλὴ Μαρία τὸ εὔφημον, ὡς ἂν καὶ αὕτη τὰ κατὰ δολοφονίαν τοῦ Θεοκτίστου συμπράξῃ τῷ βασιλεῖ κρυφίως, ἐξ ὑπερτέρου τετρημένου οἰκίσκου διόπτειραν καταστήσαντες, ἐντεῦθεν κατασημῆναι τῷ βασιλεῖ, ὁπόταν τὸν Βάρδαν ἴδοι τῷ Θεοκτίστῳ ἐπιτιθέμενον. ὡς οὖν ταῦτα περὶ τούτου διεσκοπήκει ὁ Βάρδας, ταῖς πρὸς τὸν Λαυσιακὸν καθέδραις προσεποιεῖτο διαναπαύεσθαι τοῖς πραιποσίτοις συνεδριάζων· καὶ δὴ τὰ λογοθέτου τοῦ δρόμου πραγματικῶς Θεοκτίστου διευθετοῦντος, πάνυ τετηρημένως ἔσχεν ὁ Βάρδας ἐκ βασιλέως ἀπανιόντα ἢ πρὸς τοῦτον ἐπανιόντα ἐνεδρεύειν ὡς λέων ἐν ἀποκρύφῳ ἀθρόως τε προσπηδῆσαι κατακολουθῆσαί τε καὶ ἐνστῆναι ἢ καὶ μᾶλλον ὑποσκελίσαι καταπρηνῆ. συνεῖχε μὲν αὐτόν, συνεῖχε πολὺς ὁ ἀγών, καὶ ἐπιθέσθαι πολλάκις διώρμητο, καὶ τῆς ὁρμῆς ἀνεκόπτετο· ἀλλ' ὅμως, εἰ καὶ βραδέως, τῆς καθέδρας ἀνίσταται καὶ καταδραμὼν φθάνει, καὶ ἵνα λεχθείη ποιητικῶς, κόψ' ὄπιθεν κώληπα τυχών, ὑπέλυσε δὲ γυῖα, καταπρηνίξας αὐτόν. καὶ εὐθέως ἐπιδίδοται σὺν κουλεῷ σπάθη ἐπώμιος, ἣν πρὸς ἀποτροπὴν ἐναντίων ἐγύμνωσεν. τῆς ἕδρας οἱ ἀποστράτηγοι διανίστανται θαρσαλέως ἐπαμυνοῦντες τῷ ἐγχειρήματι. καὶ τῇ σκοπῷ γυναικὶ κατασημαίνεται βασιλεῖ πρὸς ἐξέλευσιν τὴν διὰ χαλκηλάτων πυλῶν Τιβερίου τοῦ ἄνακτος· καὶ στὰς ἐκεῖσε τὸν Θεόκτιστον βασιλικῇ ψήφῳ προστέταχεν αἴρεσθαι. καὶ ἑλκύεται χαμαὶ δι' ὑπασπιστῶν μέχρι τῶν ἔξω περὶ τὰ Σκῦλα, κἀκεῖσε συνέχεται πρός τινος βασιλικῆς ἀποφάσεως τελέσων ἐνέργημα. ὡς δὲ περὶ τούτου ἡ δέσποινα διεμεμαθήκει, ἐξῄει πρὸς τὸν Λαυσιακὸν αὐτοσχέδιος, ἐπιζητοῦσα τὸν ταύτης θεράποντα καὶ ἀποκτονέναι μὴ συγχωροῦσα· ἀλλ' ἀπρακτί, κἂν τότε τολμηρὸν ἐπεβόα. ἔπειτα δὲ φωνῇ βριαρᾷ καταπτοηθεῖσα, θρηνωδῶς θαλαμεύεται· τῶν ἀποστρατήγων γάρ τις, ἐκ Μελισσηνῶν κατάγων τὸ γένος, αὐτῇ ἐπεφθέγξατο παλινδρομεῖν οἴκαδε, τὴν τοιαύτην ἡμέραν κρουόντων ἀποκαλῶν.
4.10.1
Ὡς οὖν ἐπὶ πολὺ κατὰ τὰ Σκῦλα ὁ Θεόκτιστος ἐκεκράτητο, τὸν ἐξ Ἀρμενίων Κωνσταντῖνον, οὗ προμεμνήμεθα, δυσωπεῖ ἀντιλαβέσθαι αὐτοῦ. οὗτος δὲ χρηστότητος τρόποις φερόμενος τὰς πρὸς τὸν Ἰουστινιανοῦ τρίκλινον φερούσας πύλας συνέπτυξεν, τὴν δι' αὐτῶν ἀπείργων φορὰν στρατιωτικὴν τέως ἀκρατῶς ἐρχομένην, ἕως ἂν τὰ πρὸς ἐξορίαν αὐτοῦ διορίσειαν, καὶ μὴ κεχράνθαι Χριστιανικῷ τινὰς αἵματι. τοῦτο γὰρ καὶ Βάρδᾳ πολυμερῶς ἐπεφρόντιστο, εἴ γε ῥᾳδίως τὰ πραττόμενα διεξάγοιτο. ἀλλὰ τὸν βασιλέα παρορμῶσί τινες συμβουλεύοντες, ὡς εἴπερ μὴ διὰ τάχους ἀναιρεθείη Θεόκτιστος, ἐπανάστασις ἔσται παρὰ δεσποίνης δυσφόρητος. τοὺς ἐκ Ταυρικῆς καθ' ἑταιρείαν Σκύθας ὁ βασιλεὺς ῥαγδαίῳ προστάγματι διαρρώννυσιν ἐπελθεῖν κατ' αὐτοῦ καὶ συντόμως διαχειρίσασθαι. οἱ δὲ ἐπῄεσαν ὁμοθυμαδόν· ὡς δὲ τὰς πύλας εὗρον συνεπτυγμένας, ἐπείπερ ὁ Κωνσταντῖνος ἐντὸς ἐφεστήκει, κακῷ μετρίῳ τὸ ἄμετρον τῶν κακῶν ἐξιώμενος ὑπεξίσταται, εἰ καὶ γενναῖος τήν τε φρόνησιν καὶ τὴν ψυχὴν καθεστήκει· καὶ ὅσον ἐνῆν αὐτῷ σθένους ἔν τε λόγοις καὶ ἔργοις, κατευνάζειν ἐπεχείρει τοὺς ἐπιόντας κατὰ Θεοκτίστου, κατὰ τὸ μᾶλλον ἱκετευόμενος. ὡς δὲ τὰ τῆς σωτηρίας Θεοκτίστου ἐν τῇ δυνάμει τοῦ βοηθοῦ διητόνει, τῆς ἀνάγκης κορυφουμένης, ἐπείπερ δύναμις ἀνάγκης ἐγγύθι ναίει καὶ τὸ τῆς ἀνάγκης ἔστ' ἀδήριτον σθένος κατὰ τὰ λόγια, ἐξίσταται τῶν πυλῶν, καὶ τοῖς εἴσω ῥύδην προσκεχωρήκεσαν. καί τις αὐτῶν ὑπεισέρχεται τῇ καθέδρᾳ, καθ' ἣν ὁ Θεόκτιστος ὑποκέκρυπται, καὶ ἐκεῖσε τὴν διὰ ξίφους τελευταίαν τομὴν αὐτῷ ἐγγαστρίζεται. ἐντεῦθεν εἰπεῖν τῷ Βάρδᾳ τὸν Μανουὴλ σιβυλλαίνοντα· σπάθην γυμνώσας, Βάρδα, τοῖς ἀνακτόροις, σαυτῷ γυμνώσεις εἰς τομὴν τοῦ σαρκίου.
4.11.1
Καὶ μετὰ βραχὺ τὰ κατὰ τὴν δέσποιναν ἐκταράττεται· διὸ σὺν ταῖς ἑαυτῆς θυγατράσι τῆς πρὸς τὸν υἱὸν ὁμοτιμίας ἐκπεπτωκυῖα τοῦ παλατίου ἐξοστρακίζεται καὶ τῇ τῶν Γαστρίων προσονομαζομένῃ μονῇ κατοικίζεται, καὶ τῷ μοναχικῷ μεταμείβονται σχήματι. ὅτε δὲ αὕτη προέγνω τὰ κατ' αὐτὴν συμβησόμενα, προσκαλεσαμένη τὴν σύγκλητον καὶ τὸ ἐν τῷ ταμείῳ χρῆμα κατεμφανίσασα τὸ τούτου ποσὸν διωρίζετο α κεντηναρίων πρὸς τοῖς ἐνενήκοντα διὰ χαράγματος τοῦ χρυσοῦ, ὡσαύτως καὶ ἀργυρίου ὡσεὶ κεντηναρίων τριῶν· ὧν τὸ μὲν κατὰ διαθήκας παρῆκεν ὁ ταύτης ἀνήρ, τὸ δὲ κατὰ προσθήκην [ὃ] αὐτὴ συνέλεξεν. ἐπὶ τῇ καταβάσει δὲ δυσχεραίνουσα τῷ υἱῷ προσενείρει τὸ ἐξ ἀπαιδευσίας πολυανάλωτον, ἔτι δὲ καὶ ἐκ τούτου τὸν ἄφυκτον ὄλεθρον.
4.12.1
Αἱ δὲ αὐτοκρατορικαὶ ἡνίαι μόνῳ τῷ Μιχαὴλ προσανήρτηνται, καὶ ἐξ ἑτοίμου ὁ Βάρδας, οἷα πρὸς γένους τῷ βασιλεῖ ὤν, προσῳκείωτο, οὐχ ἧττον δὲ καὶ ἐκ τοῦ τοιούτου τολμήματος. διὰ ταῦτα καὶ τὴν τοῦ καίσαρος δόξαν προσπορίσασθαι ἑαυτῷ κατεφαίνετο εὔλογον, ἀλλὰ καὶ πρὸς τὴν αὐτοῦ ἀσφάλειαν προσεχέστερον, εἰ καὶ ταύτης διήμαρτεν· οὕτως γὰρ αὐτῷ Φιλόθεός τις τῶν αὐτοῦ λίαν γνωστὸς καὶ τὴν τοῦ πρωτοσπαθαρίου ὑπέχων τιμὴν ἐβεβούλευτο. ὁ δὲ Βάρδας τὴν καίσαρος εὔκλειαν εἰληφὼς πολλοῖς ἐδεδραστηρίωτο κατορθώμασιν, ὡς ἐντεῦθεν αὐτῷ τὰ τῆς καισαρείας ἐπαύξοιτο κἀκεῖθεν, ὥς φασι, τῆς βασιλείας ἐπαναβήσοιτο.
4.13.1
Τῶν δὲ δυσσεβῶν Ἰσμαηλιτῶν ἐπηρεαζόντων Ῥωμαίους, ἐξηγουμένου αὐτῶν κατὰ Μελιτηνὴν τοῦ Ἄμερ, οὐκ ἐκλελύσθαι τοσοῦτον ὁ βασιλεὺς ἐβεβούλητο, ἀνδρικῆς ἐμπράκτου μεταποιούμενος καταστάσεως. διὸ καὶ εἰς τὰ Σαμόσατα πολεμικῶς προβιβάζεται, πόλιν Ἰσμαηλίτιδα. καθ' ἣν προσεδρεύσας ἐπὶ ἡμέραις τρισὶν μέχρι τε τῆς κυρίας ἐλθὼν παρ' αὐτῇ τὰ κατὰ λειτουργίαν Χριστιανῶν ἀνατίθησι, μετασχεῖν μέλλων τῆς ἀναιμάκτου πληρότητος. καὶ κατ' αὐτήν γε τὴν ὥραν ἐξαίφνης τὰς πύλας οἱ Ἀγαρηνοὶ ἀνεῴξαντες ἐξεληλύθεσαν καὶ εὐχερῶς εἰς τροπὴν τὸν ἄνακτα διεκρούσαντο καὶ τοσοῦτον ἀπήλασαν, ὡς καὶ τὰς σκηνὰς αὐτοῦ καὶ πᾶν ἄλλο τι τῶν πρὸς χρείαν σκευῶν σφετερίσασθαι, τοῦ βασιλέως μόλις ἀνασωθέντος.
4.14.1
Εἶτα χρόνων δύο παριππευσάντων Ἄμερ σὺν μυριάσι τρισὶ αὐθαδῶς ἐκστρατεύεται. καὶ Μιχαὴλ ἐν πρώτοις Θρᾷκας καὶ Μακεδόνας σὺν λοιποῖς θεμάτων στρατεύμασι μέχρι τετράδος δεκαδικῆς χιλιάδος συλλεξάμενος διεξῄει, καὶ καταλαβών τινα χῶρον, ᾧ ἐπώνυμον Δαζυμών, ἐκεῖσε σκηνοῦται εἴς τι λιβάδιον κατωνομασμένον Κελλάριον. ὁ δὲ Ἄμερ στρατηγικῶς παρεκβατικώτερον διελθὼν τῆς ἀπαγούσης ὁδοῦ πρὸς τὴν Ζέλισαν, ἀπῄει πρὸς τὸ Χωνάριον, ἐν τούτῳ τε πόλεμον πρὸς Ῥωμαίους ἀράμενος, αὐτίκα πρὸς αὐτοῦ τροποῦται ὁ βασιλεὺς φυγαδείας ἐπιλαβόμενος μιλίων ἕως ἕξ. ἐντεῦθεν τοῦ δρόμου τῶν βασιλικῶν ἵππων ἀτονησάντων καὶ τοῦ συμφυγαδευομένου λαοῦ, καὶ μάλιστα διὰ τὸ παρεῖναι δυσφόρητον καύσετον ἐκ τῆς καιρικῆς διαθέσεως, λυσιτελείας ἡγοῦνται σκοπὸν ἀναβεβηκέναι πρός τι ὄρος πέτραις τραχέσιν ἀντίτυ πον καὶ παρόδῳ δύσβατον, ὃ Ἀνζῆς κατωνόμασται. τοῦτο δήπερ ὁ βασιλεὺς κατασχὼν ἐναυλίζεται· ὁ δὲ Ἄμερ γυρώσας αὐτὸν παρεντίθεται. καὶ διὰ τοῦτο μάχης σφοδρᾶς ἐκ τοῦ σύνεγγυς ἀμφοτέρων συγκροτηθείσης ἡ τῶν ἐναντίων ἰσχὺς τῆς βασιλικῆς ἂν περιγέγονεν σοβαρευομένη πανωλεθρίαν (τοσοῦτον γὰρ ἐκρατύνετο), εἰ μὴ ἔκ τε τοῦ τόπου καὶ τῆς τῶν συμπαρόντων τῷ βασιλεῖ ἀνδρειόφρονος συλλογῆς, πολλῷ δὲ μᾶλλον ἐκ τῆς ἄνω συμμαχίας ἀντέπιπτεν. ὅθεν οὗτος συνεγνωκὼς τὴν ἀπειλουμένην ἀπώλειαν τῷ μαγίστρῳ Μανουὴλ τὰ περὶ σωτηρίας κεκοινολόγητο, τοιαῦτα εἰπών· τί δρῶμεν, ὦ Μανουὴλ μάγιστρε; ἀπολλύμεθα γάρ. καὶ οὗτος ἀντέφη αὐτῷ· τὰ μὲν φοινικίζοντα πέδιλα, δέσποτα, ἃ τὴν βασιλικὴν περιφάνειαν δηλοῦσιν, ἀπαμφιάσθητι, μελαμβαφῆ δὲ περίβαλε, ὡσαύτως καὶ τὴν λοιπὴν βασιλικὴν πανοπλίαν. ἐγὼ δὲ λογάδας ἀνδρῶν φʹ γενναίους συλλάβοιμι· καὶ δι' αὐτῶν γε πρὸς ἓν μέρος τῶν πολεμίων χωρήσομεν καὶ ῥᾳδίως διελευσόμεθα. καὶ ὁ βασιλεὺς ἀντειρήκει· ὁ δὲ λαὸς ἐκ τούτου τί πείσεται; καὶ ὁ Μανουὴλ ἀπεκρίνατο, ὅτι ἡ μὲν βασιλεία σου πάντως ἐξ ἀναγκαίου διασωθήτω, ὥστε μὴ κατασχεθῆναί σε τοῖς πολεμίοις· τοῦτο γὰρ εἴ γε συμβήσεται, ἐλεεινὸν ἔσται Χριστιανοῖς. περὶ δὲ τοῦ λαοῦ ὅπερ τὸ θεῖον κράτος κελεύσειεν εὐσεβῶς διακαρτερήσομεν. φʹ οὖν ἄνδρας γενναίους ἀφορίσας ὁ Μανουὴλ παρεγένετο εἴς τι μέρος Σαρακηνικοῦ τάγματος, καὶ τὸ σταυρὸς νενίκηκεν ἀνακεκραγὼς αὐτὸς μετὰ τῶν κατ' ἐκλογὴν αὐτῷ προσβαλὼν ἀνδρείως διέκοψεν καὶ ἐξέθορεν· ὁ δὲ βασιλεὺς δειλίᾳ κατασχεθεὶς ὑπεστράφη. ὁ δὲ μάγιστρος βραχύ τι διαδραμὼν καὶ τὸν βασιλέα μὴ ἐκβεβηκότα πυθόμενος αὖθις ἀπῄει πρὸς ἕτερον μέρος, καὶ αὐτὸ διασχίσας εἰσέδυ, ἔνθα ὁ ἄναξ διέτριβεν. βραδείας δὲ ὥρας γενομένης ἐπὶ ταῖς τοιαύταις παρεμβολαῖς καὶ πολλῶν ἐν ταύταις ἀναιρεθέντων Σαρακηνῶν, ἔτι δὲ καὶ διὰ τὸ σπανίζειν τὸν τόπον ὕδατος, ἀλλὰ μὴν καὶ νομῆς, ὑπεχώρησεν ὁ Ἄμερ μετὰ τοῦ ἰδίου στρατεύματος, καὶ παραγενόμενος εἴς τι λιβάδιον, ὅπερ Δώρα κατονομάζεται, εὐθέως προσανεπαύσατο. ἀδείας οὖν ἐντεῦθεν ὁ ἄναξ λαβόμενος τὰς τῶν ἐχθρῶν μιαιφόνους χεῖρας διέδρασεν ὅλην ἡμέραν τῇ φυγῇ προστιθέμενος, καὶ τοιούτῳ τρόπῳ διεσέσῳστο.
4.15.1
Ἐτῶν δὲ δύο διαβεβηκότων πάλιν ὁ αὐτὸς Ἄμερ τοῖς Ῥωμαϊκοῖς ὁρίοις ἐφάλλεται, ἐπὶ μʹ χιλιάσι μεγαλειούμενος, ἐξ ὧν τὸ τῶν Ἀρμενιακῶν θέμα παντάπασι διωλόθρευσε, παρεμβαθύνας μέχρι τῆς πρὸς θάλασσαν Ἀμινσοῦ. καὶ τὴν πολυάνθρωπον τεθεαμένος αἰχμαλωσίαν καὶ λαφυραγωγίαν πολλήν, ὧν γέγονεν ἐγκρατής, ὅλος καθέστηκεν ἐμμανής, τῇ θαλάσσῃ περισχεθεὶς τῆς ἀπλήστου φορᾶς, καὶ τῷ ἰδίῳ λαῷ ὀξέως διενετείλατο κοπείσαις ῥάβδοις τύψαι τὴν θάλασσαν, καθὼς ὁ Ζέρξης κατὰ τὸ πρὸς Ἑλλήσποντον ζεῦγμα σιδήροις ταύτην ἐμάστιξεν, ἐπειπών· ἵνα τί αὐτὴν εὕρομεν ἐνθάδε; καὶ ἵνα τί μὴ περαιτέρω λεηλατοῦντες τοὺς ἐγχωρίους προέβημεν; περὶ δὲ τῆς πλείστης αἰχμαλωσίας πεπυσμένος ὁ βασιλεὺς δυσφορήτως εἶχεν καὶ ἠνιᾶτο, καὶ τοῖς ὑποχειρίοις ἐντραπεζούμενος τοιαῦτά φησιν· οἴμοι, οἴμοι, οὐχ εὕρηταί τις ἀνθρώπων, ὃς πρὸς τὴν βασιλείαν ἡμῶν καὶ πρὸς Χριστιανοὺς ἀγάπην εἰλικρινῆ διασώσειεν, ὡς ἐνθένδε προθυμοποιηθεὶς ἀπέλθοι καὶ τῷ ἀσεβεῖ πολεμήσειεν Ἄμερ. οὕτως τοῦ βασιλέως διατεθέντος ἀνέστη Πετρωνᾶς, ὁ Θεοδώρας καὶ Βάρδα αὐτάδελφος, καὶ πρὸς τὸν βασιλέα φησίν, ὅτι ὑπηκόους μὲν πολλοὺς τῇ σῇ μεγαλοδόξῳ βασιλείᾳ δέδωκεν ὁ θεός, οἵτινες πλεῖστά σε στέργουσι, δέσποτα, προτεθύμηνται δὲ καὶ ὑπὲρ τῆς σῆς ἀγάπης τεθνάναι· πλὴν τοῖς πολέμοις ποτὲ μὲν εὐτυχίαι, ποτὲ δὲ δυστυχίαι συμβαίνουσι· τὴν δὲ νίκην ἀνενδοίαστον οὐδεὶς ἀνθρώπων ἐπίσταται, εἰ μὴ μόνῳ αὕτη θεῷ προδιέγνωσται. διὸ πρὸς ταῦτα ὁ βασιλεὺς ἀπεκρίνατο· λοιπόν, ὦ Πετρωνᾶ, προαιρῇ ἀπιέναι καὶ προσβαλεῖν τῷ ἐχθρῷ καὶ τῶν Χριστιανῶν καὶ τῆς ἐμῆς βασιλείας προκινδυνεῦσαι; ὑπολαβὼν δὲ αὐτῷ φησιν, ὅτι περ ἐν ἑτοιμότητι, βασιλεῦ, χρηματίζω τὴν ἐνοῦσάν μοι αἵματος δράκα ὑπὲρ τῆς σῆς βασιλείας καὶ τῶν ὁμοπίστων ἀποκενῶσαι. τούτοις δὴ τοῖς προθύμοις λόγοις ὁ ἄναξ ἐγγυηθεὶς προχειρίζεται τοῦτον ἡγεῖσθαι τοῦ τάγματος τῶν σχολῶν· ὃς τῷ λόγῳ τῆς προβολῆς σπουδαίως διατεθεὶς τὸ ἔργον ἐπήγαγεν, εὐθυβολήσας πρὸς τὸν πολέμιον σὺν ἐπιλέκτοις καὶ οὐ πλήθει τοσούτῳ μεστούμενος. ὃ οὐκ ἐλελήθει τῷ Ἄμερ· φυγὰς γάρ τις Ῥωμαίων πρὸς αὐτὸν ἄπεισι καὶ φησίν· γνωστὸν ἔστω σοι, Ἄμερ, Πετρωνᾶς ἐκεῖνος ὁ πρὸς γένους τοῦ βασιλέως τὸ αἰδέσιμον ἔχων ἐπηύχησε περιθέσθαι σοι πόλεμον· ὅθεν αὐτὸν ἁπάσης τῆς στρατιᾶς ἡγεμονεύειν προσέταξεν. παρ' ᾧ συνήθροισται πᾶς ὁ τῶν θεμάτων στρατὸς καὶ ἐξώπλισται, τὴν κατὰ σοῦ μάχην πραγματευόμενος. τότε Ἄμερ τοῖς ὑπ' αὐτὸν ταξιάρχαις τὸ ἀκουσθὲν παρεγύμνου, τί δρᾶν χρὴ πρὸς τοῦτο διερευνώμενος. οἱ δὲ πρὸς αὐτὸν ὁμοφρόνως εἶπον· τὸ παρ' ἡμῶν γεγονός, ὦ Ἄμερ, κατὰ τῆς ἐπικρατείας Ῥωμαίων ἀνδραγάθημα οὐδεὶς τῶν πρὸ ἡμῶν ἐξειργάσατο. οὐ χρείαν ἔχει πλείονος ἐργασίας, ἀλλ' ἢ παρεῖναι ὁδὸν τὴν πρὸς τὴν χώραν ἡμῶν, δι' ἧς ἀφιξόμεθα. καὶ εἰ μὲν ὁ Πετρωνᾶς διώκων ἡμᾶς καταλάβοι, τηνικαῦτα τούτῳ παραταξόμεθα· εἰ δὲ τοῦτο μὴ συναντήσοι, ἐν τοῖς ἰδίοις πάντως ἀπελευσόμεθα. αὐτὸς δὲ ὁ Ἄμερ ὡς εἴ τις ἄλλος οἰηματίας τελῶν καὶ ὑπέροπλος ἔφη· οὐδαμῶς τὸ παρ' ὑμῶν βουλευθὲν διαπράξομαι, ὡς ἂν μὴ ἐκεῖνος ἐμοὶ δειλίαν καὶ δρασμὸν ἐπιγράψοιτο· διὸ ἄπειμι πρὸς ἀντιπαράταξιν αὐτοῦ. διοδεύσας δὲ ἀπὸ Ἀμινσοῦ ὡσεὶ μίλια ρʹ τῷ Ἀβυσιανῷ καταντᾷ, κατὰ συνορίαν τελοῦντι τῆς τε Παφλαγονίας καὶ τοῦ Ἀρμενιακῶν θέματος, εἰς τὸν χῶρον, ὃς κατωνόμασται Πόρσοντα, ἐν ᾧ ὄρος καθέστηκεν, καθ' ὃ ὁ Ἄμερ ἐσκήνωσεν, ἤτοι τοῦ ὄρους ἐκεῖθεν, καὶ ὁ Πετρωνᾶς ἔνθεν. νυκτὸς δὲ καταλαβούσης στρατηγοὺς ἐκπέμπει τῶν εὐδοκίμων, ἐπαναβεβηκέναι τοῦ ὄρους καὶ ἐγκρατῆσαι αὐτοῦ, ἵνα μὴ τούτου ἐν κατασχέσει γένωνται οἱ πολέμιοι. ταὐτὸ δὴ τοῦτο καὶ ὁ Ἄμερ εἰργάσατο. πρὸς τῇ ἀναβάσει δὲ τοῦ ὄρους συνηντηκότων ἀλλήλοις ὑπερίσχυσεν ὁ θεὸς τὸν λαὸν αὐτοῦ καὶ τοὺς ἀναβεβηκότας εὐθαρσῶς κατεβίβασεν· ἐφ' ὃ καὶ ὁ Πετρωνᾶς μετὰ τοῦ ὑπ' αὐτὸν παντὸς λαοῦ ἀναβέβηκεν. συμβολῆς δὲ γενομένης τῶν ἑκατέρων μερῶν, ὁ ἐπιβλέπων θεὸς ἐπὶ ταπεινὸν καὶ πρᾶον καὶ τοὺς αὐτοῦ τρέμοντα λόγους, ὁ τοῖς ὑπερηφάνοις ἀντιτασσόμενος, τὸν μὲν ἐκραταίωσε, τὸν δὲ ἐσάθρωσεν· καὶ παραυτίκα ὁ Ἄμερ μαχαίρᾳ πεποινηλάτητο, οὗπερ ἀναιρεθέντος ὁ ὑπ' αὐτὸν ἅπας λαὸς διεσκέδαστο καὶ ξίφους ἐγχείρημα γέγονεν, καὶ σχεδὸν ἅπας ἀπώλετο, δίχα τοῦ τούτου υἱοῦ μετὰ ἑκατοντάδος ἀνδρῶν διαπεραιωσαμένου Ἅλυν τὸν ποταμόν· οὗ κατὰ συνάντησιν καθεστὼς ἐν τῷ Χαρσιανοῦ θέματι μεράρχης ὁ Μαχαιρᾶς οὕτω καλούμενος κατέσχεν αὐτὸν καὶ τοὺς σὺν αὐτῷ, ὥστε παρὰ μικρόν, τοῦ θεοῦ θαυματουργήσαντος ὑψηλῷ ἐν βραχίονι, μὴ περιλειφθῆναί τινα ἐξ αὐτῶν καὶ περὶ τῶν συμβεβηκότων ἀπαγγεῖλαι τοῖς κατὰ τὴν πόλιν αὐτῶν περιοῦσι Σαρακηνοῖς. περὶ τούτου διαγγελθέντος τῷ βασιλεῖ κατὰ τὴν πολιτείαν χαρμονὴ δαψιλὴς διακέχυται, καὶ ὁ Πετρωνᾶς τῇ τῶν μαγίστρων εὐκλείᾳ σεμνύνεται. ὡς δέ τινες, ὅτι καὶ Βάρδας σὺν τῷ ὁμαίμονι τοὺς ἐχθροὺς τροπωσάμενος τὴν τοῦ καίσαρος τότε κληροῦται ἀνάρρησιν, ἐν ἡμέραις τοῦ Πάσχα, ἰνδικτιῶνος ιʹ.
4.16.1
Ὁ οὖν καθηγεμὼν Βουλγάρων περὶ τούτου ἐπεγνωκὼς καὶ τῷ τοιούτῳ κατατροπωθεὶς εὐτυχήματι πρὸς εἰρηναίαν κατάστασιν ὑποκλίνεται, εἰ καὶ πρὶν ἐθρασύνετο, ἀλλὰ μὴν καὶ λιμῷ οἱ περὶ αὐτὸν πιεζόμενοι, ὅθεν καὶ τὸ Ὁμηρικὸν καθ' ἑαυτούς, ὡς εἰκός, διενενόηντο λόγιον· πάντες μὲν στυγεροὶ θάνατοι δειλοῖσι βροτοῖσι, λιμῷ δ' οἴκτιστον θανέειν καὶ πότμον ἐπισπεῖν, καὶ τοσοῦτον, ὥστε καὶ τοῦ Χριστιανῶν εὐπειθῶς καταξιωθῆναι βαπτίσματος ἅπαντας, τὸν δὲ αὐτῶν ἀρχηγὸν αἱρετίσασθαι Μιχαὴλ ὠνομάσθαι ἐπὶ τῷ βασιλέως ὀνόματι, ἐκπεμφθέντων ἐκεῖσε ἀρχιερέων τινῶν ἐλλογίμων τὰ τῆς Χριστιανικῆς πίστεως ἐγκρατύνασθαι.
4.17.1
Περὶ πολλοῦ δὲ τῷ καίσαρι Βάρδᾳ ἡ σοφία πεφιλοτίμητο, κἂν τῶν πολλῶν πρὸς ἐπίδειξιν ἐμεμέλητο. συναθροίζει σοφοὺς κατὰ τὴν Μαγναύραν, ὧν τοὺς μὲν φιλοσοφίας γεωμετρίας, τοὺς δὲ ἑτέρους ἀστρονομίας, ἄλλους γραμματικῆς ἀντιποιουμένους ἐγκαταστήσας προῖκα διδάσκειν τοὺς προσιόντας. καὶ τοσοῦτον αὐτῷ τὰ τῆς ἐπιμελείας ἐν τούτῳ διείργαστο, ὡς Λέοντα τὸν πάνυ φιλόσοφον κατὰ τὴν φιλοσοφίαν ἐντάξαι διδάσκαλον, καὶ τὸν αὐτοῦ φοιτητὴν ἐν γεωμετρίᾳ Θεόδωρον, καὶ ἐν ἀστρονομίᾳ Θεοδήγιον, ἔν τε γραμματικῇ Κομητᾶν, καὶ τούτους ταῖς βασιλικαῖς δωρεαῖς ἐπαρκεῖν· ἐφ' οἷς ἐκ φιλοπονίας ἐπιχωριάζων συχνῶς καὶ τῶν μαθητιώντων ἑκάστου τὸ ἐπιτήδειον ἐννοῶν χρησταῖς ἐλπίσιν ὑπέτρεφεν, αὐτῶν τε τοὺς καθηγουμένους ἐμμελεστέρους πρὸς τούτους ταῖς εὐεργεσίαις πεποίητο, ὥστε τοῦ λόγου τὰ σπέρματα ἔκτοτε καὶ μέχρι τῆς δεῦρο διαυξηθέντα ἐπὶ πλέον τελεσφορεῖν εἰς ἐκείνου μνήμην ἀνάγραπτον. πρὸς ἐπὶ τούτοις τῷ ἀδωροδοκήτῳ, κἂν ἐπιπλάστως, ἐκέχρητο. ἐπεφιλοχρηματήκει γὰρ ἀφειδῶς πολλῶν κτημάτων καὶ μὴν τιμαλφῶν ἐφιέμενος, ὧν τὴν κτῆσιν ἐξ ἀναγκαίου προσελαμβάνετο· ἐπεφιλοτίμητο γὰρ προπομπαῖς εἰς ἄκρον καὶ σεβασμιότησι, τὸ αὔθαδες καὶ ἀλαζονικὸν ἐπισπώμενος, εἰ καὶ μετὰ σκηνικευομένης φρονήσεως καὶ ἀρχικῆς καταστάσεως ἥττων ἦν τῶν ἐξ ἀληθείας βελτιωμάτων. ἐξ ὧν ἀσχέτως ἐβασιλεία, Μιχαὴλ ἐπαυχενίζων τοῦ βασιλέως, ὡς παρορᾶσθαι μὲν πολλάκις ἐκ [τε] τῶν συγκλητικῶν ἐξεγένετο, τάχα δὲ καὶ διὰ τὸ ἁλίσκεσθαι φιλοθεάμονι καὶ φιλιπποδρόμῳ προθέσει τὸν ἄνακτα δι' ἀπροσεξίαν τῶν ἀμεινόνων ἢ τυχὸν καὶ ἡλικίᾳ τῇ νεαζούσῃ παραρριπίζεσθαι.
4.18.1
Οὐ μὴν δὲ Βάρδας μόνης τῆς βασιλείας ἐρῶν ἐτυρβάζετο, ἀλλὰ καὶ τῶν τῆς ἐκκλησίας ἐγκρατεῖν οὐκ ἐπαύετο, ὥστε καθελεῖν τοῦ ἀρχιερατικοῦ θρόνου τὸν σεμνὸν Ἰγνάτιον διασκέψασθαι, τῷ ἀπεῖρχθαί ποτε κοινωνίας αὐτὸν κατά τι τῶν ἀπευκταίων ἐλάττωμα, ὃ πρὸς ὑπόνοιαν παρενέσκηπτεν, εἰ καὶ παρ' αὐτοῦ πολλάκις ἐν ταύτῃ δεχθεὶς νουθετητικαῖς τε συμβουλαῖς μὴ πεισθεὶς ἑαυτὸν δοκιμάζειν καθὰ τῷ Παύλῳ νενομοθέτηται, ἀνευλαβῶς τῷ ἁγιάζοντι πρόσεισι καὶ πολλάκις· διὸ ἐν μιᾷ τῆς ἀδιαφόρου τόλμης ἀπορραπίζεται, καὶ ἀπειλεῖ κατ' αὐτοῦ μεθ' ὕβρεων χαλεπῶν τῆς ἀρχιερωσύνης αὐτὸν καθαιρήσειν, προσεπιθησόμενος αἰκισμούς. ὃς μετ' ὀλίγον τὸν τοιοῦτον ἄνδρα τῆς ἀρετῆς ματαιώσας τοῖς κατ' αὐτοῦ σκευασθεῖσι τῆς ἐκκλησίας καθίστησιν ἔκβλητον, τὸν μετὰ τὴν τετραετῆ τοῦ θρόνου κατάσχεσιν καὶ τελευτὴν τοῦ τρισμάκαρος Μεθοδίου κατ' ἐκλογὴν προκριθέντα, σὺν εὐλαβείᾳ τῇ μεγίστῃ τῶν ἐκ πατρὸς ὀρθοδόξων συστάσεων, τῶν μεγά λων τῇ ἀρετῇ Βασιλείου καὶ Γρηγορίου, τῶν υἱῶν Λέοντος βασιλέως, κἂν τῇ τοῦ πατρὸς ἐπιψόγῳ αἱρέσει σμικρυνομένων, ὡς ἐντεῦθεν λοιπὸν κληροῦσθαι τὸ μέγιστον τῶν μεγάλων ἐπαναβέβηκεν. ἀντεισάγει δὲ Φώτιον πατριάρχην, κατά τι μὲν τῶν βελτιόνων ὑπερτεροῦντα, κατά τι δὲ χθαμαλούμενον. ἐφ' ὧν καθόδῳ καὶ τῇ ἀνόδῳ πολλῶν προσκληθέντων τῆς γερουσίου βουλῆς καὶ ταύταις ἐπισφραγισαμένων, Κωνσταντῖνος μόνος ὁ εἰρημένος οὐ κατατίθεται, ἐξειπὼν μὴ ἐξεῖναί τινι τῶν λαϊκοῖς καταλόγοις συνειλεγμένων περὶ τοιούτων ἐγγράφεσθαι. οὐ μέχρι τούτου τὰ κατ' αὐτόν· ἀλλὰ πολλαῖς τιμωρίαις ἐμμεθοδεύεται παρὰ μικρὸν τῆς ζωῆς ἀπηλλάχθαι, καὶ τοσοῦτον, ὥστε χαμαιριφῆ σταυροειδῶς διηπλῶσθαι τὼ χεῖρε καὶ τὼ πόδε κατάδεσμον καὶ ἀλγηδόσιν ἐντεῦθεν κακύνεσθαι. οὐ μέχρι δὲ τούτου τὰ τῶν αἰκισμῶν διεκόπτετο, ἀλλ' ἐπὶ τὸ χεῖρον προέκοπτεν. ἐκδίδοται παρὰ καίσαρος Θεοδώρῳ τῷ Μωρῷ κατὰ κλῆσιν, τῷ ὠμοτάτῳ, πρὸς δὲ καὶ Γοργονίτῃ Ἰωάννῃ καὶ Νικολάῳ τῷ Σκουτέλλωπι, καὶ ἐν τῷ τῶν ἀποστόλων περιβοήτῳ ναῷ, ἐν ἡρῴῳ τῶν βασιλέων, ἐφ' ὅτῳ ἐγκέκλειστο λιμῷ καὶ δίψει τρυχόμενος καὶ πολλῷ πλέον ταῖς κατὰ σῶμα κακώσεσιν· οἵτινες λάρνακι Κωνσταντίνου τοῦ Κοπρωνύμου περισκελίσαντες κατὰ γύμνωσιν εἴασαν. χειμῶνος δὲ ἦν ὥρα, καὶ μάλα τῶν ἐπαχθῶν· τῷ λίθῳ ἐπαυχένιος ἡ ὀξύτης, καὶ δι' ὅλου κατὰ τὴν ἁφὴν λίαν ψυχρὸς ἔκ τε καιροῦ καὶ τῆς ἑαυτοῦ φύσεως. ἐνθένδε ὁ ἀθλητὴς τῶν κρυφίων σαρκῶν ἀποβολὴν ἐποιεῖτο σαπρίας καὶ αἵματος. καὶ ἡ ὀδύνη ὁποία, ἴστε πάντως τινές, οἳ δυσεντερίας καὶ μᾶλλον ἐκ ψύχους πεπείρασθε. κρύους γὰρ καὶ φλέγματος δήξει τοῦ ἐντέρου πημαινομένου εὐθὺς μὲν περιοδυνᾶται καὶ διατείνεται ὁ τούτων αἰσθόμενος, εἶτα σφοδρῶς ὠχριᾷ καὶ τῇ πυκνώσει τοῦ περιέχοντος ὀδυνηρῶς φρικιᾷ θρομβουμένου τοῦ αἵματος κατ' ἐπιφάνειαν, ἐξ οὗ ἡ διαφόρησις οἴχεται· ἀλλὰ μὴν καὶ κατὰ βάθος τοῦ ἐγκαρδίου πνεύματος πυκνουμένου τῇ συμπιλήσει τοῦ ἔξω παχυνομένου, εἶτα τῷ τραυματιῶντι μέρει πλέον δριμύσσεται, συνελαυνομένης ἐκεῖσε πάσης τῆς χαλεπότητος. οὕτως ἐγκαρτερῶν τοῖς δεινοῖς ὁ πανόλβιος, εἰ καὶ εὐνουχίᾳ καὶ γήρει πολυειδῶς μεμαλάκιστο, οὐκ ἐφθέγξατο πρὸς τὸν κύριον πονηρὸν ὑπὲρ ὧν ἐπεπόνθει, οὐκ ἐκείνοις ἐνδόσιμον, οὐκ ἀμφίβολον, οὐ κατὰ τοὺς ἑταίρους τοῦ ἐξ Ἰθάκης συνέκρινεν· βέλτερον ἀπολέσθαι ἕνα χρόνον ἠὲ βιῶναι, ἢ δηθὰ στρεύγεσθαι ἐν αἰνῇ δηϊοτῆτι, ἤτοι τῇ πρὸς τὸν καίσαρα. οὐκ ἦν γὰρ αὐτῷ ἐπ' ἔλαττον ἡ πάλη πρὸς σάρκα καὶ αἷμα τῆς πρὸς τὰς ἀρχὰς καὶ τὰς ἐξουσίας τοῦ σκότους τοῦ αἰῶνος τούτου, ἢ μᾶλλον εἰπεῖν κατὰ τὸ μέγιστον ἴσος ὁ ἀγὼν ἐπ' ἀμφότερα. τοιγαροῦν τινα διανίστησι τῶν συνόντων τῷ μακαρίῳ κατὰ φρουράν, οὐ πρὸς πήμανσιν, ἀλλὰ παρηγορίαν, ὡς δι' αὐτὸν κινδυνεύοντι. Κωνσταντῖνος ἦν ὁ Ἀρμένιος, οὗ πολλάκις κατὰ μνείαν κατέστην. οὗτος πάνυ κρύφα βαστάζων τι ἀγγείδιον ἐξ ὑέλου ἔμπλεον οἴνου, πρὸς ἐπὶ τούτῳ καὶ ἄρτον, ἔστιν ὅτε καὶ μῆλα, τῶν κακοποιῶν ἀνδρῶν τὴν ὑποχώρησιν πρὸς μικρὸν ἐμεθόδευεν, καὶ τῷ ὁσίῳ εἰσῄει καὶ τοῦ λάρνακος αὐτὸν κατεβίβαζεν, καὶ παρεῖχεν τὸν ἔλεον, ἀποκουφίζων κἂν ἐπ' ὀλίγον τῆς συμφορᾶς, μέχρι τῆς ἐκείνων ἐλεύσεως. ᾧ πολλὴν τὴν εὐχαριστίαν ἠμείβετο μετὰ τὴν τῶν κακῶν λύτρωσιν· οὐ γὰρ ὡς καίσαρος ὤν, εἰ καὶ τῶν οἰκείων, τοῖς αὐτοῦ κακοῖς ἐνεδίδου, εἰδὼς ἀπονέμειν θεῷ τὰ θεοῦ καὶ τὰ καίσαρος καίσαρι, ὥστε μὴ παροξῦναι τὸν ὕψιστον.
4.19.1
Τὰ δὲ πρὸς ἱπποδρομίαν τῷ βασιλεῖ Μιχαὴλ διεσπούδαστο ἐν τοῖς κατὰ Προποντίδα παλατίοις περιφανέσιν, ἔνθα ναὸς τοῦ μεγαλομάρτυρος Μάμαντος ἥδρασται· ἐκεῖσε τὰς ἁμίλλας συνεχεῖς ἐποιεῖτο, αὐτὸς ἱππάζων ἐφ' ἅρματος, τῶν εἰωθότων πάντων κατὰ τὴν βασιλίδα πόλιν περὶ τὸν ἀγῶνα συντιθεμένων· καθ' ὃν τῆς θεομήτορος τιμία εἰκὼν ἐπὶ τῆς βασιλικῆς ἱδρύσεως ἵστατο, ἐξ ἧς τοὺς νικητικοὺς ἐπάθλους ὁ βασιλεὺς ἀνεδέχετο. καὶ τοσοῦτον αὐτῷ τὰ τῆς ἱπποδρομι κῆς ἔριδος ἐπεφιλοτέχναστο, ὥστε ποτὲ συνηνιοχοῦντα Κωνσταντίνῳ τῷ δηλωθέντι ἐκ περιτροπῆς ἀκουσίου τοῦτον ἀνασκευάσθαι καὶ παρὰ μικρὸν διολέσθαι τῇ περιπτώσει τοῦ ἅρματος. ὅθεν προσεπετίθεντο τὰ τῆς εὐτελείας αὐτῷ, καὶ πολλῷ πλέον τὰ τῆς ἐξουδενώσεως ἐκ τοῦ ψευδοφανοῦς πατριάρχου καὶ συνεπαγομένου αὐτῷ αἰσχίστου κλήρου, καὶ τῷ ἀληθεῖ πατριάρχῃ κακὴν ἅμιλλαν διαμιλλωμένων καὶ δυσωνύμοις ἐνθρονιζομένων κακῶς μητροπόλεσι καὶ μεταποιούντων ἐναγέσι θυσίαις τὰ ἅγια, ἐντεῦθεν καὶ βεβηλοῦσθαι αὐτὸν παρὰ παντός γε Χριστιανικοῦ [γε] πληρώματος καὶ κατεύχεσθαι τῆς βασιλείας διάρρηξιν, ἥτις οὐκ ἐπὶ χρόνον μακρὸν ἀποβέβηκεν, προηγησαμένης τῆς καίσαρος ἀναιρέσεως, ὥς φασι, συνεγνωκότος αὐτὴν Μιχαὴλ βασιλέως ἐξ ἀστατούσης τῆς διαθέσεως· καθ' ἣν καὶ τὴν ἐσχάτην δίκην αὐτὸς ἐκληρώσατο, ὡς ὧδε λεχθήσεται.
4.20.1
Εὐτρεπισμὸν ναυστολίας κατὰ Κρήτης ἄμφω συντίθενται καὶ πάντα στρατὸν συγκινοῦσι κατ' ἤπειρόν τε καὶ θάλασσαν καὶ αὐτοὶ ἐφικέσθαι προῄρηντο. ὡς δὲ τοῖς πρὸς τὸ ὄνομα Κήποις προσκεχωρήκεσαν, εὐθέως τὰ κατὰ Βάρδα τοῦ καίσαρος χώραν λαμβάνει. ἐνταῦθα γὰρ προμεμηχανούργητο ταῦτα ἔκ τε θεοῦ καὶ βασιλικῆς ἐπινεύσεως, ὡς καὶ αὐτῷ τῷ Βάρδᾳ γνωσθῆναι, περὶ οὗ ἡ ἐπίθεσις. μιᾷ γὰρ τῶν ἡμερῶν πρὸ τῆς ἐξελεύσεως Βάρδας προσφοιτήσας κατὰ τὸν ἑαυτοῦ οἶκον καὶ τοὺς γνωστοὺς μετακαλεσάμενος τὴν ἐσχάτην αὐτοῖς ἀνετίθει δεξίωσιν, καὶ συμποσιάσας τοῖς οἰκειοτάτοις τῶν φίλων λεγᾶτα παρέσχετο, τὴν ἰδίαν καταστροφὴν τεκμηράμενος. ἄπεισι πρὸς μονὴν λοιπὸν γείτονα, ἥπερ Ὁδηγοὶ κατωνόμασται. ὡς δὲ παρεστήκει τοῖς τοῦ ἱλαστηρίου προθύροις λαμπαδουχῶν ἀφιερῶν τε προπεμπτηρίους φωνάς, τηνικαῦτα ἡ τούτου χλαμὺς τῶν ὤμων ἀποσπασθεῖσα ἐμφανῶς συγκεχάλακεν· ἧς ἐν ἐπαισθήσει γενόμενος ἀπωλοφύρετο δάκρυσι πρὸς τὴν θεοτόκον διαπρύσιον βοὴν εὐκτικῶς ἀναπέμπων τῆς τῶν ἐλπιζομένων λυτρώσεως.
4.21.1
Οὐ μόνον δὲ ἐν τούτοις αὐτῷ τὰ τῆς προδηλώσεως, ἀλλὰ καὶ ἕτερόν τι συμβόλαιον προηγήσατο. ἔδοξεν ὄναρ ὁρᾶν γε τῷ καίσαρι· τὸ δὲ τοιοῦτον διεμόρφωτο, ὡς ἐν ἑορτασίμῳ ἡμέρᾳ ὅ τε βασιλεὺς καὶ ὁ καῖσαρ ἐπῄει τῷ Σοφίας θεοῦ ἱερῷ μετὰ τῆς συνήθους λαμπρότητος. ὡς δὲ προσπεφοιτήκεσαν οἷα θυρίσι, ταύταις εἰκονισμένοι λαμπροφοροῦντες τούτοις ἀνεφάνησαν ἄγγελοι, καὶ πρὸς τοῖς ἔσω διώπτετό τις ὑπεράνω γηραιὸς θρονιζόμενος· τίς οὗτος; Πέτρος ὁ ἀποστόλων προβάθμιος, αὐτῷ τε γονυπετῶν δάκρυσιν ὁ Ἰγνάτιος ὑπὲρ ὧν λωβηθεὶς ὑπομεμενήκει. ὁ δὲ τῷ πάθει συνδιατεθεὶς αὐτῷ ἔφη τὴν ἐκδίκησιν ἐκ χειρὸς κυρίου ἀποίσασθαι, καὶ ἅμα τῷ λόγῳ ἑνὶ δύο τινῶν παρ' αὐτῷ ἱσταμένων ὡσεὶ πραιποσίτων χρυσοενδύτων βραχεῖαν ἐπιδίδωσι μάχαιραν, καὶ προσετετάχει ἐννεύσας τὸν μὲν βασιλέα τοῖς δεξιοῖς ἀφορίσαι, τὸν δὲ θεόργιστον καίσαρα, οὕτως εἰπών, τοῖς ἀριστεροῖς, καὶ διὰ ταύτης μεληδὸν τιμωρήσασθαι. οὗ δῆθεν ἐξιεμένου καὶ περὶ τοῦ Μιχαὴλ διειρήκει τὴν τομὴν ἀπεκδέχεσθαι, ἀποκαλῶν αὐτὸν ἀσεβότεκνον.
4.22.1
Καὶ ἄλλο τι σημεῖον ἐπὶ τῷ θανάτῳ παρηκολουθήκει τοῦ καίσαρος. ἐξαπεστάλη κατὰ Κήπους διάγοντι παρὰ Θεοδώρας τῆς αὐτοῦ ἀδελφῆς ἐσθὴς τοῦ προσήκοντος μήκους ἐλλείπουσα, ᾗτινι πέρδιξ χρυσόπαστος καθιστόρητο· ἣν προσδεξάμενος ἐπυνθάνετο· αὕτη τί κεκολόβωται; καὶ ὁ ἐν ταύτῃ πέρδιξ τί δηλῶν ἀναγέγραπται; ἀμφοτέρων τὴν λύσιν διεζωγράφει, διὰ μὲν τοῦ πέρδικος τὸ πρὸς αὐτὸν δολερόν, ὡς ἔοικεν, τῆς στειλάσης διὰ τὴν ἐπὶ τῷ ἀναιρεθέντι Θεοκτίστῳ ἀντέκτισιν, διὰ δὲ τοῦ ἐλλιποῦς τὸ ἐλλιπὲς τῶν ἑαυτοῦ ἡμερῶν αἰνιττόμενος. ὅθεν καὶ Ἀντιγόνῳ τῷ πατρικίῳ καὶ καθηγεμονεύοντι τῶν σχολῶν, τῷ υἱῷ αὐτοῦ, προσετετάχει τὸν ὑπ' αὐτὸν λαὸν ἅπαντα συντελεῖν καὶ τῇ βασιλίδι κατευθῦναι τὴν ἄφιξιν. ὁ δὲ πρὸς τὴν τοιαύτην δυσανασχετεῖ βούλησιν. καὶ πλέον τὰ κατὰ Μιχαὴλ βασιλέως ἐπεφανέρωτο παρὰ καίσαρι. πρὸ δέ τινος χρόνου σεισμοῦ γεγονότος τῶν πώποτε μνημονευομένων φρικωδεστέρου, ἐπεπτώκει τὸ ἄγαλμα, ὃ κατὰ τὴν ἁγίαν Ἄνναν, ᾗ ἐπώνυμον τὸ Δεύτερον, κατὰ κίονα διεστήλωτο· ὅπερ διαγγελθὲν παρὰ καίσαρος Λέοντι φιλοσόφῳ σαφῶς διηρμήνευτο, τὸν ἐκ πρώτου ἄνακτος δεύτερον ἐκπεσεῖσθαι διὰ θανάτου, τῷ τε καίσαρι Βάρδᾳ τὸν διαδεξόμενον δακτυλοδεικτεῖσθαι Βασίλειον· ὃν ἔκτοτε οὗτος βασκάνως ἐπέβλεπεν.
4.23.1
Καὶ ταῦτα κατὰ προφητείαν συνωμαρτήκεσαν καίσαρι. ἐπὶ Κήπους γὰρ ἐφεστηκότων αὐτῶν ὁ μὲν βασιλεὺς τὰ τῆς βασιλείας ἐνήργει πρακτέα, ὁ δὲ καῖσαρ τὰ τῆς φιλαρχίας πλέον ἐπετηδεύετο, καὶ πολὺς ἦν, ὑπεραίρων τοῦ βασιλέως καὶ ἑτέρων τῶν κατὰ θεραπείαν ᾠκειωμένων αὐτῷ. ὡς δὲ πρὸς τοῦτο δυσφορήτως διέκειντο, ἐμηχανῶντο κατ' αὐτοῦ βουλὴν δολεράν, ὅπως μιαιφονήσειαν· ἀλλὰ τὴν ἑταιρειῶτιν τούτου πληθὺν ἐδεδοίκεσαν, ἵνα μὴ παρ' αὐτῆς καταδυναστεύοιντο. πρὸς ἁμιλλητήριον δρόμον ἵππων συμφύρονται σὺν Ἀντιγόνῳ τῷ τούτου υἱῷ καὶ αὐτὸν πόρρω τῆς βασιλικῆς σκηνῆς διορίζουσι, καὶ καίσαρος τοὺς πρωταγωνιστὰς ἐπὶ τούτῳ συνέλκουσιν, ὡς ἂν ἐνησχολημένων αὐτῶν ἀφυλάκτως τῷ καίσαρι ἐπίθωνταί τινες καὶ διαχειρίσωνται. Συμβατίου δὲ γαμβροῦ ἐπὶ θυγατρὶ καίσαρος τιμῆς τε πατρικίων ἠξιωμένου καὶ τὰ τοῦ δρόμου διέπειν διειληχότος, εἰσιόντος τῷ βασιλεῖ συμπαρόντι καίσαρι τάς τε δημοσίους ἀνεγνωκότος ἀναφοράς, ἀπιόντος δὲ κατὰ πρόσθεν τύπῳ σταυρικῷ σχηματισαμένου, ἅτε καθηγουμένου τῆς συσκευῆς, οἱ ἐν παραβύστῳ σκηνῆς ἐνεδρεύοντες ξιφηφόροι ἐπῄεσαν, καὶ προσενώπιον βασιλέως ἀνηλεῶς ἀποκτέννοντες κατακερματίζουσι καίσαρα, μηνὶ Ἀπριλίῳ καʹ, ἰνδικτιῶνος ιδʹ· μεθ' ὧν Χάλδος τις παρεύρητο, ᾧ Τζιφιναρίτης ἐπώνυμον. τῆς οὖν στασιώτιδος ἐπηρείας ἀθρόως ἐπισυστάσης τοῦ τε βασιλέως ἐνθροηθέντος καὶ τῷ πτώματι ἀκουσίως ἐγκρημνισθέντος ὁ ἐπὶ τῆς βασιλικῆς βίγλης ὑπερασπίζων ἦν βασιλεῖ Κωνσταντῖνος δρουγγάριος, τὸ μὴ συμπεφονεῦσθαι αὐτόν, οἷα πιστὸς ὑπερασπιστὴς καὶ μέχρι ψυχῆς τὸ εὔνουν ἐπιδεικνύμενος. καὶ τάχα ἂν ἀμφότεροι διεφθάρησαν, εἰ μὴ αὐτὸς ἐκεῖνος εὐφημίαις ἐπιδημίοις καὶ αὐταῖς παλάμαις ἐπήμυνε θαρσοποιήσας τὸν ἄνακτα καὶ τῶν μιαιφόνων ἐξήνεγκεν, καλοκἀγαθίᾳ γνώμης καὶ εὐτολμίᾳ φραττόμενος. ὡς οὖν οἱ μιαιφόνοι τὸ λείψανον πολλοῖς τμήμασι διενείμαντο, τὰ τούτου αἰδοῖα κοντῷ διαρτήσαντες ἐθριάμβευον· οὕτως γὰρ καὶ μετὰ θάνατον αἰκίζειν ἐξέμηναν. ὑπὲρ καίσαρος δὲ οὐκ ὀλίγος ὄχλος ἐπέτρεχεν· καὶ προσεκεχωρήκει ἂν πόλεμος κατ' ἀλλήλων, εἰ μὴ παρὰ τοῦ αὐτοῦ Κωνσταντίνου πάσῃ δυνάμει ἀνέσταλτο. δι' οὗ τινα τῶν κακῶν ἀνεχαίτιστο, τὰ πλείω δὲ ἐκυμαίνετο μεῖζον ἢ τὸ Ἰκάριον πέλαγος Εὔρου δεινοῦ ἐπιπνέοντος· οὐδείς τε τῶν κατὰ πολεμίων ἐπιχειρήσεων ἢ καθ' ἑαυτὸν ἕκαστος ἔμφροντις ἦν, τοῦ μὲν ὑπὲρ βασιλέως γε νήφοντος, τοῦ δὲ ὑπὲρ καίσαρος, ἑτέρου δὲ ὑπὲρ Βασιλείου τοῦ μεγαλόφρονος, διὰ τὸ πεφιλοστοργῆσθαι λίαν παρὰ τοῦ αὐτοκράτορος. καὶ εὐθέως περὶ τὴν βασιλεύουσαν ἀναζεύγνυσιν.
4.24.1
Ὑπῆρχε δὲ ὁ Βασίλειος ἐκ γένους μὲν πρεσβυτέρου Πάρθου Ἀρσάκου αὐχῶν, τοῦ περιθεμένου τὴν Ἀσσυρίων ἀρχὴν ἑαυτῷ ἐκ ψυχικῆς καὶ σωματικῆς καρτερότητος, καθεξῆς δὲ καὶ Τηριδάτου τοῦ βασιλέως τῆς αὐτῆς σειρᾶς ἐξημμένου· ἀλλὰ μὴν καὶ Φιλίππου καὶ Ἀλεξάνδρου τῶν ἀρίστων ἡγεμόνων ἐξείχετο. ὃς Μακεδόνων τῆς γῆς ἐκφυεὶς γεννητόρων ἦν κατὰ γενεὰν οὐκ ἀσήμων, τραφείς τε νεανικῶς, ὡς εἴ τις Ἀχιλλεὺς Χείρωνι τῷ Κενταύρῳ, παρ' αὐτῶν τοῖς ἀνδρικοῖς ἐγεγύμναστο φρονήμασί τε καὶ πράγμασι, καὶ πᾶσι μὲν κατ' ἄμφω ἐξάκουστος διετέλει καὶ φίλιος. καὶ δὴ παραδόξως διὰ τῶν Χρυσέων πυλῶν εἰσῄει τῇ βασιλευούσῃ τῶν πόλεων, κατὰ μονήν γε τὴν ἔναγχος προσαναπαυσόμενος, ἥτις νῦν μὲν ἱερὸν Διομήδους τοῦ μάρτυρος, Ἡλίου δὲ τὸ πρὶν κεχρημάτικεν. εἰσῄει δὲ τὴν τεκοῦσαν ἐκβιασάμενος· καὶ δὴ ἂν ἐκεκράτητο παρ' αὐτῆς, εἰ μὴ τὸ θεαθὲν αὐτῇ ὄναρ τινὸς ἔτυχεν ἐπικρίσεως παρὰ τῶν ἐν τούτοις ἐσπουδακότων. ἑωράκει γὰρ φυτὸν μέγιστον ἐκφυῆναι, καθώς ποτε ἡ Μανδάνη, καὶ ἄνθεσιν ἐγκομᾶν κατὰ τὸν οἶκον αὐτῆς, χρυσῷ τε τὸ γῆθεν μέγα στέλεχος καὶ τὰ πρέμνα διηρέφθαι καὶ φύλλα, καὶ ἐντεῦθεν ἀπομεμαντεῦσθαι σὺν ὅρκῳ ταύτῃ τῷ ἐξ αὐτῆς τὴν τῆς βασιλείας ἐπίτευξιν καὶ ταύτης μεγαλειότητα καὶ τὴν ἐπὶ μῆκος διάτασιν συγγόνοις τε καὶ ἀπογόνοις ἐκβήσεσθαι, καὶ αὐτάρκη πλοῦτον τῇ κατ' αὐτὸν χώρᾳ μεθήσειν, ἐξ ἧς ἐγεγέννητο· σὺν τούτοις καὶ προεισηγη θῆναι αὐτῇ παρά τινος ῥῆσιν εὐάγγελον, ὡς τοῦ παιδὸς κατὰ παιγνίαν τῶν ὁμηλίκων ἔν τινι λίμνῃ ἀετὸν ἐπιπτῆσαι τῇ κεφαλῇ, σκέπειν τε ταύτην πτερύσσοντα· καί ποτε γηραιὸν ἄνδρα, οὗ διὰ στόματος πῦρ ἐξαπέπνει, τὸν Ἡλιού τε ἑαυτὸν ταύτῃ παραδηλοῦντα, τὴν βασιλείαν προσήκασθαι τὸ τεκνίον ἐμήνυεν.
4.25.1
Σχολάζοντος δὲ τοῦ Βασιλείου κατὰ τὴν εἰρημένην μονήν, τινὶ μοναχῷ, ἢ ὡς ἔνιοι, αὐτῷ τῷ ταύτης καθηγουμένῳ, καθ' ὕπνον ὁ μάρτυς ἐπιφανεὶς ἐξιέναι κελεύει περὶ πυλῶνα καὶ τὸν ἐκεῖσε προσμεμενηκότα εἰσαγαγεῖν, βασιλέα ἐσόμενον, ὃν περιποιήσασθαι δέον ἐπί τε σκέπῃ καὶ τοῖς ἐνδύμασιν, οἷα τήνδε μονὴν ἀνοικοδομῇ συστησόμενον. τῷ δὲ ἐξιόντι καὶ τὸν νεανίαν τεθεαμένῳ κατεσκληκότα ῥυπῶντά τε καὶ ἀπρονόητον ἐξ ἐνδεοῦς περιστάσεως, ὑφωρᾶτό τι κατὰ φαντασίαν εἴδωλον ἐμπαρεῖναι, οὗ τῆς κομιδῆς κατημέλησεν. διὰ τοῦτο αὖθις ὁ μάρτυς τῷ αὐτῷ διωρᾶτο κατεμβριμώμενος ἐξιέναι καὶ τὸν βασιλέα Βασίλειον πάντως εἰσενεγκεῖν καὶ κηδεμονίας δεούσης καταξιῶσαι. τοῦ δὲ νεανίου κατὰ τὴν λεχθεῖσαν κλῆσιν ἀποκριναμένου καὶ πρὸς αὐτὴν τὰ τῆς εἰσόδου διήνυστο, δι' ἧς ἐν τῇ καταλήψει τῆς βασιλείας ἐπιμνησθῆναι ταύτης εἰσπράττεσθαι. ὃ καὶ παρεφυλάξατο· μετὰ γὰρ τὴν τῆς ἁλουργίδος ἀμφίασιν πολλά τε καὶ πάνυ λαμπρὰ ἀναθήματα τῷ σεβαστῷ μάρτυρι προσενήνοχεν, ἔτι μὴν τὴν μονὴν καὶ κτήμασιν ἱκανοῖς κατελάμπρυνεν καὶ οἰκοδομίαις ἐνεοποίησεν.
4.26.1
Τότε δέ τινι προσκεκόλληται τῶν πρὸς γένους βασιλικοῦ μεγιστάνων διὰ τοῦ προστατοῦντος τῶν μοναχῶν, φιλίως κατὰ τὴν αὐτὴν μονὴν προσφοιτῶντι, ᾧ τῆς ἐπάνδρου καὶ νεανικῆς συλλογῆς ἐπεφρόντιστο, προσευρηκότι καὶ ἄλλους τοὺς καθ' ἡλικίαν αὐτῷ, ἀλλ' ἐλάττονας (πολὺ γὰρ τὸ μεῖζον ἐν τούτοις Βασίλειος ἐπεκέκτητο), καὶ τούτοις ἐμεγαλαύχει σοβαρευόμενος. Θεοφιλίσκος οὗτος ἐξήκουστο· πρὸς ὃν παρὰ βασιλέως ἀνθαμίλλησις ἐκεκίνητο εὐθεάτων καὶ ἀνδρείων νεανιῶν ἕνεκα. καὶ παρὰ μὲν καίσαρος Ἀντίγονος ὁ τούτου φίλτατος ἐκπέμπεται πρὸς αὐτὸν δεξιωθησόμενος, σὺν αὐτῷ δὲ καὶ ὁ ἐπὶ συχνῷ ῥηθεὶς Κωνσταντῖνος. ἐμπεφορημένῳ δὲ τῆς εὐωχίας αὐτῷ καὶ τὰ πρὸς χαρμοσύνην διεγείρεται φιλοπαίγμονα, προσκαλεσαμένῳ τῶν οἴκοι διατριβόντων τοὺς εἰς πάλην ἐπιτηδείους, καὶ δὴ κατ' αὐτὴν ἀγὼν διανίσταται. καὶ δὴ πάντες παλαιστρικοὶ βασιλέως καὶ καίσαρος ἡττῶσι τοὺς ἄλλους, ἄνευθε Βασιλείου μὴ τῇ παλαίστρᾳ παρόντος. προσκέκληται διὸ καὶ αὐτὸς καὶ πρὸς μονομαχίαν τοῦ κρείττονος ἄγεται· καθ' ὃν τὰ πρὸς φιλίαν ἐξ ἀγχιστείας ὁ Κωνσταντῖνος καλῶς διακείμενος προστάττει τὸ ἔδαφος ἀχύρῳ περιρραντίζεσθαι, ἵνα μή πως διολισθαίνοι Βασίλειος. συνῆλθον οὖν, συνῆλθον κατὰ παλαίστραν ἀμφότεροι· ὧν ὁ μὲν μετεωρίζειν πειρᾶται Βασίλειον, ὁ δὲ μὴ ἐνεγκὼν τὴν Βασιλείου ἀντίβασιν μετεωρίζεται παραυτὰ γενναιότατα καὶ περιστρέφεται ταχίστῳ κινήματι, καὶ τῇ κατὰ πόδρεζαν προσπλοκῇ, ὡς ὁ ἐγχώριος λόγος, πρὸς γῆν καταφέρεται, ὑποστὰς πτῶσιν ἀλάθητον, ὡς καὶ παραψυχὴν τοῖς πᾶσιν εἶναι λογίζεσθαι, εἰ καὶ μετὰ πολὺν χρόνον ὕδασι πολλοῖς καταρραντισθεὶς μόλις ἀνέσφηλεν. ὡς οὖν ὁ Ἀντίγονος μετὰ τῶν σὺν αὐτῷ ἐπανῆκεν πρὸς καίσαρα, φησὶ περὶ τῶν δεδραμένων αὐτῷ· δι' οὗ καὶ ὁ βασιλεὺς Μιχαὴλ τούτων ἐγεγόνει κατήκοος, καὶ ἀνακαλεῖται τοῦτον σὺν ἑτέροις ἥλιξι δύο. ὡς δὲ τούτους τεθέατο, ἠγάσθη τῆς ὄψεως, ἐπῄνεσε τὴν ἡλικιῶτιν, καὶ τῶν δύο πολλῷ πλέον ἐτεθαμβήκει Βασίλειον, καὶ διαφόροις βαθμοῖς καταλέγει καὶ πρὸς μείζονας εὐποιΐας ἀρραβωνίζεται. οὓς γὰρ ὁ θεὸς εἰς βασιλέας διέγνωκεν, τούτους προώρισεν καὶ τὰ πρὸς αὐτὴν πάντως προδιατίθησι σύμβολα. οὓς ἡ βασίλισσα Θεοδώρα θεασαμένη τῶν μὲν δύο ἐμεμελήκει κατὰ μηδέν, τοῦ δὲ ἑνὸς ἐν φροντίδι ὅλως καθίστατο, ἀπὸ βάθους ψυχῆς κεκραγυῖα, ὡς εἴθε, ὦ τέκνον, τοῦτον σήμερον μὴ ἑωράκειν, ἄνδρα τοιοῦτον τῆς ἡμετέρας βασιλείας ὑπερτερήσοντα, καθὼς ὁ ἐμὸς ἐν λήξει μακάρων ἀνὴρ περιὼν ἀπεφοίβασεν. πρωτοστάτην οὖν αὐτοῦ τῶν ἱπποκόμων καθίστησι τὸν Βασίλειον, καὶ ἵππον αὐτῷ δυσήνιον ἐπιδίδωσι διοχήσασθαι, ὃν ἐπεφιλήκει τὰ μάλιστα. οὗτος αὐτοῦ ἐφαλλόμενος, ὡς εἴ τις ἄλλος Βουκεφάλου Ἀλέξανδρος, ὡς Βελλεροφόντης Πηγάσῳ γενναίως ἱππάζεται, θάμβος λιπὼν ἁπάσαις ἐν ὄψεσιν ἐγκατάπληκτον. ἐντεῦθεν καὶ κρεῖττον αὐτῷ τῆς δεσποτικῆς ἀγάπης τὰ πρακτέα διηύξητο, ὡς καὶ τῇ τῶν πατρικίων εὐκλείᾳ συντόμως προσεμπελάσαι, γαμετῇ τε συναρμοσθῆναι κοσμιωτάτῃ τῶν εὐγενίδων ἐξ Ἴγγερος, υἱόν τε θετὸν ἐπὶ πᾶσι βασιλέως ὀνομασθῆναι, εἶτα μάγιστρον, καὶ παρὰ τῷ κοιτῶνι τῶν προσυπνούντων φυλάκων προτιμηθῆναι κατά τινας, καὶ μετὰ βραχὺ τὴν βασίλειον εὐδοξίαν κληρώσασθαι.
4.27.1
Ὡς οὖν περί τινα χρόνον παρῆν ὁ ἄναξ τοῖς περὶ τὸν καλλίνικον Μάμαντα μάρτυρα βασιλείοις, ἐπεφύη τούτῳ σκοπὸς κἂν γελοῖος, ὃν τῶν πρὸς αὐτὸν οὐ πᾶσιν ἐγνώρισεν. ἐγκελεύεται δυσὶ τῶν οἰκείων, οἷς τὰ κατὰ ψυχὴν ἐπεθάρρει περὶ τοῦ προκειμένου γε δράματος, καὶ κατὰ τὴν βασιλίδα πόλιν προχωρεῖ, πρὸς ἕω τε τὴν ῥητὴν ἑορτῆς διαγελῶσαν Πεντηκοστὴν ἡμέραν τινὶ κοιτώνων ἐγκλείσας Βασίλειον τοῖς σὺν αὐτῷ προστάττει ἐν νεύματι ἀπογυμνοῦν τοῦτον τὼ χεῖρέ τε διατεῖναι. τούτου δὲ γινομένου κατὰ τὸ προσταχθέν, ὁ Βασίλειος καταπλήττεται, ἀλλ' ὅμως νεανικὸς ὢν τῆς ἐκπλήξεως ἀνακτᾶται, ἑαυτοῦ τε καὶ τοῦ βασιλέως καθίσταται, καὶ μαστίζεται παρ' αὐτοῦ διπλοῖς ἐν φραγελλίοις λʹ, μνήμην ἔχειν τοῦτον ἀνάγραπτον τῆς πρὸς αὐτὸν φιλοστόργου προθέσεως. καὶ τῷ μεγίστῳ ναῷ ἐπελθὼν πρωΐας αὐτῆς στεφηφόρον ἄνακτα λαοῖς ἀναδείκνυσι, μηνὶ Μαΐῳ κϛʹ, ἰνδικτιῶνος ιδʹ, καὶ τῆς κατὰ δευτερείαν αὐτῷ βασιλείας τὰ πρόσφορα δίδωσιν. ᾧ καὶ πολὺ φίλτρον ἐπιδιδούς, καὶ τὰ ἴσα, πρὸς δὲ καὶ τὰ καθ' ὑπεροχὴν ἐμπαρέχεται.
4.28.1
Τοσοῦτον τὰ τῆς πληροφορίας ὁλικῶς διεξήπλωτο, καὶ φθόνος ἐκ τούτου δαψιλὴς παρὰ πολλῶν ἐξεκέχυτο, οἳ καὶ τὰ πρὸς διάλυσιν τῆς αὐτῶν ὁμονοούσης ἀγάπης ἐντεχνιτεύουσι, τρόπῳ παντὶ τὰ κατ' αὐτῶν ἀλλήλων ἐκμηχανώμενοι, εἰρηναῖον οἶκον κυρίου κλεῖσαι τῇ ἔριδι, ποτὲ μὲν λογίοις δολίοις, ποτὲ δὲ γραφαῖς δολοῦντες τὰς αὐτῶν φρένας κακόφρονες. συμπείθουσι γὰρ ἐκ τούτων βιαίως τὸν Μιχαὴλ παρὰ Βασιλείου ἀναίρεσιν πείσεσθαι, ταὐτὸ δὴ τοῦτο αὐτὸν ὑποστήσεσθαι παρὰ Μιχαὴλ ἐξ ἀστάτου φρονήματος, οἰνοφλυγίαν καλοῦντες καὶ ματαιόφρονα. καὶ καθώς φασί τινες, βουλὴν ἔσχεν ὁ Μιχαὴλ ἀναγκαίως ἀναιρήσειν Βασίλειον· μάλιστα δὲ κατὰ κυνηγέσιον σὺν αὐτῷ ἐξελθόντι ἐπαφεῖναι λόγχην τινὶ διετάξατο. ὡς δ' ἕτεροι, οὐχ οὕτως, ἀλλὰ τὰ πρὸς αὐτὸν εὐνοϊκῶς διακεῖσθαι, κἂν παρά τινων ἐσεσάλευτο. ὅθεν οἱ τὰ συνοίσοντα φρονοῦντες τῷ Βασιλείῳ πρὸς φόνον ἐκίνουν τοῦ αὐτοκράτορος· ὡς δ' οὐκ ἔπειθον τῆς πρὸς αὐτὸν εὐνοίας μηδ' ὅλως ἐκτετραμμένον ἢ καὶ πρὸς μιαιφονίαν ἰλιγγιῶντα, αὐτόχειρες γίνονται τῆς σφαγῆς, ἵνα μὴ σὺν αὐτῷ διαπόλοιντο.
4.29.1
Τοῦ δὲ μιαιφονήματος τῆς οἰκείας εὐχρηστίας ἀντεχόμενος, καὶ τὴν βασιλείαν ὡς ᾔδει θεόθεν δοθεῖσαν αὐτῷ, καὶ οὐχ ὡς τὸ πρότερον, τὰς πρὸς θεὸν εὐχαριστίας ἀποδιδοὺς προσεγκαινίζει τῶν ἀρχιστρατήγων τῶν ἀΰλων ταγμάτων ναὸν καινουργήσας, μεγέθει τε καὶ κάλλει καὶ πολυτελείᾳ τῶν συντεθέντων λίαν ὡραῖον καὶ ἀξιάγαστον· οὗ τελεσιουργηθέντος σὺν πόθῳ καὶ πίστει τοῦ αὐτοκράτορος, καὶ τῶν ἐν αὐτῷ ἱερῶς ἀφορισθέντων συντελεσμάτων, πνευματικῆς τε θυμηδίας συναθροισθείσης, ἐν ταύτῃ τὸ αὐτοκρατορικὸν στέμμα χειρῶν ἀρχιερέως ἐκδέχεται, ἄλλην ἀρχὴν καθιστῶν ἑαυτῷ βασιλείας, ἣν συμμαχίᾳ τῶν ἀρχαγγέλων κεκλήρωτο, υἱέσι τε τρισὶν ἑαυτοῦ, Κωνσταντίνῳ Λέοντι καὶ Ἀλεξάνδρῳ, τὴν ὁμοίαν στεφοδοξίαν μετὰ καὶ τῆς βασιλικῆς ἐντίθησι, τὸν δὲ Στέφανον ἱερώσας τῷ πατριαρχικῷ θρόνῳ πρὸς τὸ μέλλον ἀφώρισεν. καὶ περὶ μὲν τὸν πρῶτον μετά τινα χρόνον διηλλαχότα τὸν βίον δυστυχεῖ παρ' ἐλπίδα· τούτῳ γὰρ μᾶλλον προσε τετήκει τῶν ἄλλων θαρρῶν κατὰ τὴν τῆς βασιλείας διαδοχήν, κἂν τοῦ ἐφετοῦ οὐκ εὐστόχησεν. Λέοντι γὰρ τῷ περιωνύμῳ καὶ πανευκλεεῖ βασιλεῖ τὸ τῆς βασιλείας συνετετήρητο μόνιμον τῷ μετ' αὐτὸν ὁμαίμονι Ἀλεξάνδρῳ διαδόχῳ γενησομένῳ κατὰ πατρικὴν θεσμοθέτησιν. φθείρουσι δὲ κἀν τούτῳ τὰ φυσικὰ σπλάγχνα οἱ πονηροί, τῆς πατρῴου φιλοστοργίας κατά τι παραθραυσθείσης ἐπὶ τῷ Λέοντι μικρὸν ὅσον. καὶ τὰ τῆς πονηρίας νεῦρα διακοπέντα, ἐπείπερ αὐτῇ οὐδὲν τῶν ἰσχυρῶν παρυφίσταται, καὶ οἱ συκοφάνται κακῶς ἀπελήλανται, καὶ Λέων τῆς βασιλείας ἐγκάτοχος γίνεται καὶ τὰ πατρόθεν διωρισμένα ἀποπληροῖ καλοκἀγαθίᾳ καὶ ἀγχινοίᾳ νευρούμενος. ἀλλὰ ταῦτα μὲν ὕστερον μετὰ τὴν τελευτὴν τοῦ γεννήτορος.
4.30.1
Ἐπεὶ δὲ διὰ μέσου χρόνου τινὸς τὰ τῶν πολέμων ἔργα κατωλιγώρουν, οἷά περ σκανδάλων παρεμπεσόντων τῷ πολιτεύματι, ὧν προμεμνήμεθα, δι' ὧν ἡ Ἰσμαηλῖτις ὀφρὺς ἐκορύσσετο καὶ μεγίστην ἐπεποίητο τὴν ἐπίθεσιν, ὥστε μέχρι τῶν Μαλαγηνῶν ἐλάσαι στρατὸν κἀκεῖθεν τὴν βασιλέως ἱππότιν συναγωγὴν ἀνιμήσασθαι, εἰς ἑαυτῶν μὲν στρατηγίαν ἀείμνηστον, ἡμῶν δὲ καταστρατηγίαν σιωπῆς ἄξιον. ὡς δὲ περὶ τούτων τῷ θεοστεφεῖ ἄνακτι διέγνωστο, διοκλάζειν αὐτῷ οὐ παρῆν ἐπὶ τηλικούτῳ τῷ ἀτοπήματι, ἀλλὰ σπουδαίως ἐπαναιρεῖσθαι ὄντως ἐκδίκησιν τῶν οὕτως ἐνηνεγμένων. Ἀνδρέαν γάρ τινα στοχασάμενος, ἄνδρα πολύφρονα καὶ πολυπειρίας μεταδιώκοντα, οὐχ ἧττον δὲ καὶ ἀνδρείας, κἂν ἐπεκέκρυπτο, καθὼς ἡ τῶν πραγμάτων ἀλήθεια παρεδήλωσεν, (οὗτος Σκυθῶν ἑσπερίων ἐξώρμητο) ὑποστράτηγον τοῦτον τοῦ κατὰ τὸ Ὀψίκιον προτίθησι θέματος. ὃς τὸν ὑπ' αὐτὸν στρατὸν στρατηγικῶς διαθεὶς καὶ τοῖς πολεμίοις παρεμβαλὼν μεγίστην ἀπηνέγκατο νίκην καὶ καταβεβλήκει τέως τὴν τούτων ἀλαζονείαν, καὶ διὰ τοῦτο καὶ ταῖς συχναῖς αὐτοῦ εὐανδρίαις μετά γε πατρικιότητα τῆς τῶν σχολῶν εὐμοιρεῖ κυριότητος. καὶ πολλῷ κρεῖττον κατὰ τῶν ἐχθρῶν διανίστατο καὶ κατ' αὐτῶν ἄγαν ἠρίστευσε, καὶ μετὰ τοῦτο ἐπείληπτο μαγιστρότητος.
4.31.1
Οὐ μετὰ πολὺν χρόνον καὶ τὰ ἐκ τῆς Τεφρικῆς κακὰ καθ' ἡμῶν ἐβρενθύετο, χώραν λαβόντων τῶν ἐκεῖσε κακούργων τῆς πρὸς ἡμᾶς ἐπιθέσεως ἀπησχολημένους Ἀγαρηνῶν ἐν πολέμοις ἐπί τε γῆς καὶ θαλάσσης. ἀλλ' ὅμως περιγίνεται τῶν ἀλαζόνων αὐτοκράτωρ ὑπερμαχήσει θείᾳ καὶ στρατηγετῶν ἐμπειρίᾳ κατευοδούμενος· μεθ' οὓς καὶ κατὰ Γερμανικείας ἐκστρατεύσας καὶ Σαμοσάτων, ἐκπρεπεῖς πόλεις Σαρακηνῶν καὶ χώρας, ἀλλὰ μὴν καὶ Μελιτηνὴν στενώσας ἐξ ἐπιδρομῆς συνεχοῦς, κατ' αὐτῶν ἵστησι τρόπαια, καὶ μετὰ νίκης εὐσήμου πρὸς τὴν βασιλίδα πόλιν ἐπάνεισιν.
4.32.1
Οὐδὲ τὰ κατὰ τὴν ἅλα διὰ Ἀφρικῶν καθ' ἡμῶν στρατεύματα ναύμαχα δι' ἠρεμίας ἐτύγχανεν, δι' ὧν Ἑσπέρα πᾶσα καταδεδούλωτο, ἐν πόλεσι τῆς τε Σικελίας, ἔτι μὴν καὶ Λογγιβαρδίας πολυαριθμήτοις ἐπὶ νʹ τε καὶ ρʹ, τοῦ Γαλλεριανοῦ χωρίς. ὧν τὴν ἀνάρρυσιν ὁ αὐτοκράτωρ Βασίλειος ἀπειργάσατο Νάσαρ καὶ Προκοπίου κατ' ἐκεῖνο καιροῦ στρατηγίας ἀντεχομένων. καὶ τὸ μὲν ὄνομα Ἰταλία ἐφεῦρεν ἀπὸ Ἰταλοῦ τοῦ Σικελοῦ γενετῆρος, τοῦ μὲν πατρὸς τῆς Ἰταλίας χώρας, τοῦ δὲ υἱοῦ Σικανίας ἢ Τρινακρίας ἐγκρατῶν γεγονότων. Ἰταλία δὲ καὶ οὕτως, ἀπό τινος περαιωσαμένης βοός, ἣν ἀθρόαν ἰδόντες ἐγχώριοι ἐκ γῆς ἑτέρας τὸν ἀπόπλουν πρὸς αὐτοὺς ποιουμένην διωκομένην τε παρὰ τῶν κτητόρων αὐτῆς ἐβόησαν· ἰταλός, ἰταλός, ὃ τῇ ἑαυτῶν διαλέκτῳ ἑρμηνεύεται βοῦς, ἢ ἀπό τινος λῃστοῦ Ἰταλοῦ δι' Ἡρακλέους ἐκεῖσε ἀναιρεθέντος τὴν κλῆσιν ἠγάγετο. Λογγιβαρβία δὲ ἀπό τινος Λογγιβάρβου τοῦ πρώτως κατασχόντος τὴν χώραν, ἐφ' ὅτῳ καὶ μέγα ἐξήνθιστο γένειον· λόγγη γὰρ παρὰ Λογγιβάρβοις τὸ μέγα, βάρβα δὲ τὸ γένειον.
4.33.1
Τὰ δὲ κατὰ Συράκουσαν διεμεσολάβει χρόνων τινῶν δυστυχήματα· ἐπεπολιόρκητο γὰρ παρὰ τῶν Ἰσμαηλιτῶν. καθ' ἣν ἐξεπεπόμφει ὁ αὐτοκράτωρ Ἀδριανὸν ἄνδρα γενναῖον σὺν ναυτικῷ πολυάνδρῳ πρὸς τὴν αὐτῆς ἀπολύτρωσιν. ὃς κατιὼν μέχρι Πελοποννήσου Ἱέρακι οὕτω κατονομαζομένῳ λιμένι προσλιμενεύεται, παρεμποδισθεὶς ἐκεῖσε δυσπλοίᾳ χαλεπωτάτῃ ἐπὶ ἡμέρας νʹ· καὶ κατὰ τοῦτον αὐτοῦ δυσφορίᾳ πιεζομένου διὰ τὴν ἐξ ἀνέμων ἐγκάθειρξιν, προσεδεδημήκει τις τῶν χρησίμων ἀγγελίαν ἐπικομιζόμενος δυσαχθῆ, ὡς κατὰ εʹ ὥραν τὴν πρὸς τὸ χθὲς τὰς Συρακούσας ἡλῶσθαι. αἷς ὄνομα ἀπό τινων κτισασῶν ταύτας Ἀρχίου θυγατρῶν Σύρας καὶ Κόσσης, ἢ ἀπό τινος ἐκεῖσε λίμνης, ἢ ἀπὸ τῆς πρὶν μὲν κρήνης Συρακοῦς νῦν δὲ Ἀρεθούσης. τοῦ δὲ τὸ ἀληθὲς πολυπραγμονοῦντος καὶ ὁπόθεν ἐπίστασθαι τοῦτο διερευνῶντος, αὐτὸς ἀπεκρίνατο, ὅτι περ ἐν χώρῳ, ὃς Ἕλος ὠνόμασται, ἀγρὸς πάρεστί μοι ὡς ἀπὸ μιλίων ηʹ πρὸς διάστημα. καὶ κατὰ τὴν παριοῦσαν ἑσπέραν καθ' ὅν μοι περιπολεύοντι προσίασί τινες ποιμαινόντων καὶ ἔφασκον, ὡς ἐκ τῶν ἐπιχωριαζόντων δαιμόνων διακηκοέναι φραζόντων γενέσθαι τὴν Συράκουσαν δοριάλωτον, ἐν ταύτῃ τε παρεῖναι αὐτούς, ὅθεν καὶ διατρανοῦσθαι ἀλήθειαν. αὐτὸς δὲ πρὸς τοῦτο μὴ κατανεύων εἰς ἀπιστίαν ἐχώρει, τὴν αὐτηκοΐαν σφετεριζόμενος. καθ' ἣν ἐν καταλήψει γενόμενος τοῦ ἀγροῦ πρώτην καθ' ὥραν καὶ ποιμέσι συγκατειλήφει τὸν ὡρισμένον χῶρον, ἐφ' ᾧ τὰ ἀέρια τὴν διατριβὴν ἐπεποίηντο. ὧν τὴν διαγωγὴν πυνθανομένῳ τινὶ τῶν ποιμένων προσαπεκρίναντο κατὰ πόλιν Συράκουσαν εἶναι τοῦ περιλειφθέντος Χριστιανικοῦ αἵματος ἐμφορεῖσθαι· τὸν δὲ περὶ τῶν τοιούτων εἰδέναι διερευνώμενον τὸ πραχθὲν γινώσκειν, τό τε ὄνομα καὶ τὸν ἀρχικὸν βαθμὸν ἐξεπίστασθαι. οἷς ὁ Ἀδριανὸς μὴ πιστεύων ἔτι ὑπελογίζετο ἕωλα. καὶ μετὰ ιεʹ ἐπιοῦσαν ἡμέραν τὰ παρ' αὐτῶν ὡς ψευδῆ νομιζόμενα παρὰ τῶν ἐκεῖθεν μόλις ἐληλυθότων ἀληθῆ κατεφαίνετο. τῶν οὖν ἐγχωρίων πνευμάτων ἡ τοιαύτη πρόγνωσις, ἢ μᾶλλον εἰπεῖν ἡ ἐπὶ τῶν πραττομένων γνῶσις, τοῖς κατὰ τὴν αὐτὴν χώραν ἄχρι βασιλείας τοῦ εὐσεβεστάτου, ὥς φασι, Λέοντος προσμεμένηκεν. τότε δὴ στρατὸν τὸν ὑπ' αὐτὸν ναύμαχον συναγείρας τῇ Κωνσταντινουπόλει ἐπιδημεῖ, καὶ ἱκέτης ἔν τινι ἱερῷ παραγίνεται ἐξαιτῶν συγκεχωρῆσθαι τοῦ σφάλματος. ἀλλὰ τῶν δεόντων ὀλιγωρήσας, καὶ οὐχὶ δυσπλοίᾳ πλέον, ὡς ἔφασκεν, συγγνώμης οὐκ ἔτυχεν.
4.34.1
Ἐν δὲ τῷ αὐτῷ ἐφεστηκότι καιρῷ οἱ ἀπὸ Καρχηδόνος Ἄφροι Σαρακηνοὶ σὺν ὁλκάσι παμμεγέθεσιν ξʹ, αἷς χώρησις ςʹ ἀνδρῶν διηρί θμητο, καταστρατεύουσι καὶ διϊκνοῦνται Κεφαληνίας μέχρι καὶ Ζακύνθου, ἥτις πρὸς ἄνεμον Ζέφυρον κατὰ τὸν καλούμενον Ἰχθὺν ἀπονένευκεν, ἐκ δὲ Ζακύνθου τοῦ Μέροπος τῆς προσηγορίας τετύχηκε. περὶ ὧν ὁ βασιλεὺς διαγνοὺς τὸν πατρίκιον Νάσαρ ἐκπέμπει σὺν ναυστολίᾳ, ἄνδρα πολύπειρον, ταύτης καθηγησόμενον. τοῦ δὲ κατὰ Μεθώνην τὴν πρὶν Πήδασον καλουμένην ἐπιδημήσαντος οἱ πλεῖστοι στρατιωτῶν τῶν πλοίων ἀπέδρασαν καταλελοιπότες αὐτόν. ὃ διαγινώσκεται ταχέως τῷ βασιλεῖ, καὶ σὺν κατεπείξει σφοδρᾷ παρ' αὐτοῦ τις ἀποσταλεὶς διατέτακται περὶ τὸν τόπον ἀνασκολοπισμὸν ἱδρύσασθαι ξυλουργήματος καὶ τοὺς δραπέτας ἐν αὐτοῖς ἀνασκολοπίσαι, οὕτως τὴν πρόσταξιν κατὰ τὸ ἐμφανὲς μηχανώμενος· κρυφίως γὰρ ἐν νυκτὶ τῶν ἀπὸ τῆς φυλακῆς Ἀγαρηνοὺς λʹ προσλαβόμενος δρουγγαρίῳ τῷ κατὰ τὴν αὐτοῦ φρουρὰν προεστῶτι ἐκδέδωκεν, διασφαλισάμενος μηδενὶ ἔκφορον ποιήσασθαι τὸ συντεθησόμενον, ἵνα μὴ ποινῇ ἀφορήτῳ καθυποβάλοιτο· ἐκεκέλευστο γὰρ αὐτῷ τῶν λʹ Ἰσμαηλιτῶν πυρὶ καὶ πίσσῃ τὰς γενειάδας, ἀλλὰ μὴν καὶ τὰς κατὰ κεφαλὴν τρίχας ἐναποφλέξαι, τάς τε ὄψεις αὐτῶν ἀσβόλῃ ἐμπεριχρῖσαι καὶ πέδαις διπλαῖς τοὺς πόδας ἐπιπιέζεσθαι, καί τινι ὥρᾳ διωρισμένης ἡμέρας μεμαστιγῶσθαι αὐτοὺς ὡς λιποτάκτας πλευσίμους ἐν φραγελλίοις δεινοῖς κατὰ τὸν ἱππόδρομον, καὶ διασυρμοὺς δραπετῶν κατηγόροις ἐν λόγοις ὑφισταμένους διελεύσεσθαι γυμνητεύοντας καὶ ὀχουμένους ἐπ' ὄνων ἕως πυλῶν χρυσωνύμων βασιλίδος τῆς πόλεως, παραφυλάξασθαι δὲ μηδένα τῶν συνόντων αὐτοῖς ἐμπελάσαντα ὁμιλῆσαι. τούτων ταύτῃ προχωρησάντων κατὰ Μεθώνην προΐησιν ἀνεσκολοπίσθαι τούτους ὡς δραπέτας πολέμων ἀνάλκιδας, καὶ μή τινα τῶν ἐγχωρίων ἀρχηγετῶν εἴτε λαοῦ τῆς κοινότητος, ἀλλὰ μήτε αὐτὸν προηγέτην στρατοῦ τῶν ὁμοίων τῆς ἐχεμυθίας ἀπολιμπάνεσθαι· καὶ δεσμῶται πάντες ἀνήρτηντο σκόλοψιν. ἐνθένδε θρῆνος οὐχ ὁ τυχὼν τῷ πατρικίῳ Νάσαρ καὶ ὑπ' αὐτὸν ἄρχουσιν ἐπεγίνετο, μέμψιν ἑαυτοῖς ἐπιτρίβουσι τῆς περὶ τούτους λιποταξίας, τοῦ ἐκ βασιλέως διαβεβαιουμένου αὐτοῖς τάς τε συνεύνους καὶ παῖδας δραπετευσάντων, ἔτι μὴν καὶ γεννήτορας, τὸν αὐτοκράτορα πάντας ἄρδην ξίφει διολοθρεῦσαι· ὡς ἐκ τοῦδε τοῦ καλλίστου σκευάσματος δι' εὐαριθμήτων κατακρίτων Ἀγαρηνῶν τὸν οἰκεῖον λαὸν ἀνασώσασθαι. περιδεεῖς οὖν γεγονότες ὅ τε ναύαρχος αὐτῶν Νάσαρ καὶ οἱ ὑπ' αὐτὸν ἀρχηγοὶ ὅ τε σύμπας λαός, τὸ τοιοῦτον μήποτε καὶ αὐτοὶ ὑποστήσονται, ἀναγκαίως τοῖς πολεμίοις ἀντικαθίστανται, νίκῃ τῇ πρὶν μεγαλειουμένοις βαρβαρικώτατα καὶ Ζάκυνθον προσεδρεύουσιν. οὐκοῦν ἐπιτίθεται τούτοις Νάσαρ παρεμβαλὼν καὶ πανωλεθρίαν θείᾳ ἰσχύϊ καὶ βασιλέως ἐντεύξει κατ' αὐτῶν τίθεται. τοῦ δὲ καθ' ἡμᾶς πλοΐμου στρατοῦ τῶν Ἀγαρηνῶν κατισχύοντος ἔναρθρός τις βοὴ κοιλάδος ἠφίετο τοῖς πρόσω φοιτᾶν ἐγκελευομένη. ὅθεν οὗτοι Σικελίαν πᾶσαν καὶ Ἀφρικήν, πρὸς δὲ καὶ Λογγιβαρβίαν διαδραμόντες, πολεμικῷ πυρὶ καὶ παντοδαπεῖ ξίφει τοὺς ἐν τοῖς πλοίοις Ἀγαρηνοὺς καταφλέξαντές τε καὶ δηϊωσάμενοι, καὶ ἑτέρας τὰς πρὸς ἐμπορίαν κατέσχον, ὧν ἀριθμὸν συνθέσθαι πάντως οὐ ῥᾴδιον, ἐπιφορτιζομένων εἴδη παντοῖα, πρὸς ἐπὶ τούτοις καὶ δαψιλέστατον ἔλαιον, καὶ τοσοῦτον ὡς ἐν ἐκείναις ταῖς ἡμέραις τὴν κατὰ λίτραν ὁλκὴν ὀβολοῦ πρίασθαι καὶ κατὰ θαυμασιότητα πᾶσι τὰ τότε πραχθέντα φημίζεσθαι, καὶ μάλιστά γε ἐκ τῶν κατὰ τὴν Τεφρικὴν συνηλύδων, τοῦ τε Παύλου Σαμοσατέως, σὺν αὐτῷ Κούβρηκός τε καὶ Μοντανοῦ, καὶ ἄλλων αἱρεσιαρχῶν διαφόρων, κατοφρυωσάντων τὸ πρότερον, καὶ καταδυναστευθέντων τὸ ὕστερον θεοῦ βραχίονι κραταιῷ καὶ ἱκετηρίαις σὺν φροντίσμασιν ἐπαλλήλοις τοῦ αὐτοκράτορος. ὃς ἅπαξ καὶ δὶς κατ' αὐτῶν ἐπιών, καὶ τὸ μὲν πρῶτον ἁπάσας χώρας ἐν αἰχμαλωσίαις καὶ πυρπολήσεσιν ἐρειπώσας, κατὰ Τεφρικῆς ἀγωνίζεται, τινὶ χρόνῳ ἐνδιαρκέσας. ἧς ἀπρακτήσας ἐπάνεισι πρὸς τὴν βασιλεύουσαν, καὶ τῷ ναῷ τῶν ἀρχιστρατήγων εἰσδύς, ὃς παρ' αὐτοῦ κατεσκεύαστο, αὐτοὺς ἱκετεύει ἐν συντριβῇ καρδίας καὶ στεναγμοῖς, μὴ πρὶν θεάσασθαι θάνατον, πρὶν ἂν διὰ ζωῆς σχοίη τὸν κατὰ Τεφρικὴν ὄλεθρον· καὶ αὖθις κατ' αὐτῶν ἔξεισι σὺν πολυπληθέσι στρατεύμασιν, ἐρημίαν πολλὴν αὐτοῖς ἐπαγόμενος. αὐτῆς δὲ διειργασμένης ἐν τῷ μεταξὺ οὐρανόθεν βρόμος τῶν φρικωδεστάτων προσπίπτει αὐτοῖς, ὡς ἐκ τούτου τὰς τῆς Τεφρικῆς ἱδρύσεις ἐκδεδινῆσθαι, καὶ τοῦ τοιούτου γε δείματος τοὺς ταύτης οἰκήτορας χάριν αὐτῶν θεόθεν τελεσθέντος καθυπειλῆφθαι. διὰ τοῦτο οἱ μὲν αὐτῶν τῷ βασιλεῖ προσεχώρουν ἐλέους δεόμενοι, οἱ δὲ πρὸς τὰ ἔνδον Συρίας μεταναστεύοντο, ὡς παρὰ μικρὸν ἐξ ἀμφοῖν τὴν πόλιν αὐτῶν ἐρήμην λαοῦ γεγονέναι, ἥτις κεκράτητο τοῦ ταύτης προστατοῦντος καταπτοηθέντος Χρυσόχειρος.
4.35.1
Οὗτος γὰρ ὁ ἀλαζὼν σὺν Καρβαίᾳ καὶ Καλλίστῳ πλεῖστα κακὰ Χριστιανοῖς τεκτηνάμενος, ὡς καὶ ὁ τούτου πατήρ, καὶ μέχρι Νικομηδείας καὶ Νικαίας αὐτῆς διελθών, ἀλλὰ μὴν καὶ εἰς τὸ τῶν Θρᾳκησίων θέμα διαδραμών, μέχρις Ἰωάννου τοῦ Θεολόγου τῆς ἐπαρχίας κατήντησεν, οὗτινος τῷ ναῷ οἱ σὺν αὐτῷ ἐντυχόντες εἰσήγαγον τά τε ἄλογα αὐτῶν καὶ λοιπὴν ἀποσκευήν, δυσμενῶς ἐνυβρίζοντες. πρὸς οὖν τὸν Χρυσόχειρα γράφει ὁ βασιλεὺς εἰρήνην συνθέσθαι, οἷα τὸν τρόπον εἰρηνικὸς ὑπάρχων καὶ εὔσπλαγχνος ὄντως, κατὰ λόγιον τὸ φάσκον· γίνεσθε πρὸς ἀλλήλους χρηστοὶ καὶ εὔσπλαγχνοι, χαριζόμενοι ἑαυτοῖς, καθὼς καὶ ὁ Χριστὸς ἡμῖν ἑαυτὸν ἐχαρίσατο, καὶ αὐταρκεσθῆναι ἐφ' οἷς ἐπεπόνητο, εἰληφέναι τε παρ' αὐτοῦ χρυσόν τε καὶ ἄργυρον καὶ ἐσθῆτας, καὶ αἰχμαλωτίζειν καὶ κατασφάττειν Χριστιανοὺς ἀνακόψαι. ἀλλ' ὁ θρασύφρων καὶ ἄπιστος τοῖς εἰρηναίοις λόγοις οὐ πείθεται· διὸ καὶ ἀντιγράφει τῷ βασιλεῖ, ὡς εἴπερ ἐθέλοις, ὦ βασιλεῦ, μεθ' ἡμῶν εἰρήνην ἐπιτελέσαι, ἀπόστηθι τῆς κατ' ἀνατολὴν ἐξουσίας σου, τῆς δὲ πρὸς δύσιν ἀντέχου, καὶ εἰρηνεύσομεν μετὰ σοῦ· εἰ δὲ μή, σπεύσομεν ὅλως, ἵνα σε καὶ τῆς βασιλείας ἐξοστρακίσωμεν. τῆς οὖν ἀπονοίας αὐτοῦ ὁ βασιλεὺς διαισθόμενος ἐφιλοσόφησεν σιωπήν, μηδὲν ἔτι αὐτῷ ἀντιγεγραφώς.
4.36.1
Δυσὶ δὲ χρόνοις παρελκυσθεῖσιν ὁ Χρυσόχειρ ἐξῆλθεν σὺν τοῖς ἰδίοις στρατεύμασι μέχρις Ἀγκύρας τῆς πόλεως καὶ αὐτῶν τῶν Κομμάτων, λαφυραγωγίαν ἑαυτῷ πολλὴν προσηκάμενος, καὶ ἐπάνεισιν. ὁ δὲ καθηγεμὼν τῶν σχολῶν διαστηματίζων μίλιον ἓν τὴν παραδρομὴν ἐσκευάζετο· ἐδεδοίκει γὰρ πλησιοφανῆ τὴν παραδρομὴν παραδείκνυσθαι. ὁ δὲ Χρυσόχειρ κατηντηκὼς τῷ τοῦ Χαρσιανοῦ θέματι εἰς Ἀγράνας ἐσκήνωται, εἰς τὸ Σίβορον δὲ ὁ δομέστικος· καὶ τοῖς στρατηγέταις τῶν τε Ἀρμενιακῶν καὶ τοῦ Χαρσιανοῦ προστέταχε διειπών· ἄρατε τοὺς ὑπὸ χεῖρα τελοῦντας ὑμῶν ἄρχοντας καὶ καλλίππους τινὰς καὶ δαπάνας ὡς ἡμερῶν ιβʹ, καὶ παρατρέχοιτε τὸν Χρυσόχειρα μέχρι τοῦ Βαθυρύακος· καὶ εἰ μὲν διαιρήσας λαὸν εὔπληκτον παραπέμψοι τῷ τῶν Ἀρμενιακῶν ἢ τῷ τοῦ Χαρσιανοῦ θέματι, κατάδηλον ἡμῖν τοῦτο ποιήσατε· ὅτε δὲ ἀποκινήσοι τοῦ Βαθυρύακος, ὑποστραφέντες ἥκετε πρὸς ἡμᾶς. ἀπελθὼν τοίνυν ἑσπέρας ὁ Χρυσόχειρ ἐσκήνωσεν κάτω, οἱ δὲ στρατηλάται εἰς τὸν ζυγὸν προσανέβησαν καὶ ηὐλίσθησαν εἴς τινα τόπον κατονομαζόμενον Ζωγολόηνον· οὗτος γάρ ἐστιν ἐκ πετρώδους συμπήξεως δυσανάβατος, ἐν ᾧ ὕλη πολύδενδρος πέφυκεν. τῶν οὖν εἰρημένων στρατηλατῶν ἐκεῖσε διαναπαυσαμένων φιλονεικία τις ἀνέκυψεν ἀνδρικὴ τῶν ἀρχόντων ἀλλήλοις ἀντεριζόντων, τίνες ἂν εἶεν κρείττους, πότερον οἱ ἀπὸ τοῦ τῶν Ἀρμενιακῶν θέματος ἢ τοῦ Χαρσιανοῦ ὡρμημένοι. τῶν οὖν Χαρσιανιτῶν φιλονεικούντων τὰ πρεσβεῖα ἑαυτοῖς τῆς ἀνδρείας ἐπιδοῦναι ἢ τοῖς ἑτέροις, οἱ Ἀρμενιακοὶ εἶπον πρὸς αὐτούς· τί φιλονεικεῖν ἔτι περὶ ἀνδρείας ἐκ λόγων βουλόμεθα; πρακτικῶς τοῖς πολεμίοις παρεμβάλωμεν ἄμφω· καὶ τότε φανερωθείη ἕκαστος ἡμῶν, ὁποῖος ἑτέρου καθέστηκεν ἀνδρειότερος. οἱ δὲ στρατηγέται διακηκοότες περὶ τῆς ἁμίλλης αὐτῶν, δι' αὐτῶν δὲ καὶ τῆς τοῦ λαοῦ προθυμίας συνευδοκούσης αὐτοῖς, ἤγαγον καὶ εἰρήκεσαν· προθυμεῖσθε, ὦ ἄνδρες ἀνθάμιλλοι, ἵνα τοῖς πολεμίοις, θεοῦ συνεργοῦντος, προσβάλωμεν; πρὸς οὓς γενναιοφρόνως ἐξεῖπον· ναί. καὶ διὰ τοῦτο ὅρκῳ μεγίστῳ τῆς βασιλικῆς κεφαλῆς περιδεσμοῦμεν ὑμᾶς, ὅπως συμπλακῶμεν αὐτοῖς. ὁ γὰρ τόπος ἐν ᾧ ἐρηρείσμεθα, τῶν ἐχυρωτάτων· ἐξ οὗ εἴπερ τι κατ' αὐτῶν γενναῖον καταπραξαίμεθα, τοῦτο ἡμῖν ἐστιν εἰς τρόπαιον· εἰ δὲ μή, κατ' οὐδὲν παρ' αὐτῶν πημανθείημεν. τότε δή, τότε οἱ δύο στρατηγέται διεῖλον ἄνδρας μέχρι ἕκτης ἑκατοντάδος, τοὺς δὲ λοιποὺς παρῆκαν ἐν ταῖς σκηναῖς τῶν ἀρχηγῶν αὐτῶν σὺν φλαμμούλοις, καὶ τούτοις διησφαλίσαντο ἐπειπόντες· ἡμεῖς μὲν τῷ φοσσάτῳ παρεμπελάσομεν ἐπιτρέχοντες, καὶ ὅταν τὴν ἄφιξιν πρὸς ἡμᾶς ἀπευθύνωσι, παρεμβαλοῦμεν αὐτοῖς· καὶ εἰ μὲν ὁρμήσουσι κατέναντι ἡμῶν, ἐξέλθετε ἄντικρυς καὶ μεγάλως κεκράξατε, πλείστου λαοῦ βοὴν ἐνσημαίνοντες, ὅπως ἐκ ταύτης εἰκάσειαν τὸν τῶν σχολῶν ἐξηγούμενον μετὰ τῶν θεμάτων ἐφεστηκέναι. τῇ οὖν ὑφηγήσει ταύτῃ κεκινηκότων τῶν στρατηγῶν καὶ παρεμπεπτωκότων ἐκ τοῦ σύνεγγυς τοῖς ἐχθροῖς πρὸ τοῦ τὴν ἡμέραν τρανῶς ἐπιλάμψαι τοῖς τῶν τυμπάνων κρούμασιν ἐπεκίνησαν· ἀλλ' οἱ μὲν αὐτῶν μετὰ τοῦ Χρυσόχειρος [...], οἱ δὲ τὰ φορτία τοῖς ὑποζυγίοις ἐκούφιζον. τούτων οὕτως μεριζομένων οἱ στρατηγέται σὺν τοῖς ὑπ' αὐτοὺς ἄρχουσιν ἐπέ θεντο κατ' αὐτῶν, καὶ φωνῇ βριαρᾷ· σταυρὸς νενίκηκεν οἷον πολεμικῶς ἐτυμπάνισαν. οὗτοι δὲ τῇ ἀθρόᾳ προσβολῇ καταπτήξαντες ἀμετα στρεπτὶ τῆς φυγῆς εἴχοντο, μηδὲ ὁρᾶν καὶ πολυπραγμονεῖν ἀνεχόμενοι, τίνες διῶκται τούτων ὑπάρχοιεν, ἀπὸ τοῦ Βαθυρύακος διωκόμενοι ἐπὶ μιλίοις λʹ ἕως τοῦ κατωνομασμένου Κωνσταντίνου βουνοῦ, χαλεπῶς συγκοπτόμενοι.
4.37.1
Καὶ ὁ Χρυσόχειρ ὀλίγους τινὰς μεθ' ἑαυτοῦ προσλαβόμενος φυγαδείαν ἠσπάσατο. ἐπιφθάνει τοίνυν αὐτὸν ὁ Πουλλάδης, ᾧ τοῦτο παρῆν ὄνομα περιβόητον, πῖλον ἐνδεδυμένος· προεκεκράτητο δὲ κατὰ Τεφρικὴν καὶ κατὰ χαριεντισμὸν τῷ Χρυσόχειρι προσῳκείωτο. ὡς οὖν ἑωράκει τοῦτον, ἐπέγνω καὶ ἐκεκράγει διαπρυσίως· ὧδε οἱ στρατηγέται, ὧδε ὁ τῶν σχολῶν ἐξηγούμενος ἴτω. ἄπεισιν ὁ Χρυσόχειρ, καὶ πρὸς τὸν Πουλλάδην ἐφώνησεν· ἄθλιε ὦ Πουλλάδη, τί σοι φαῦλον ἐνεδειξάμην; μᾶλλον μέντοι γε πλεῖστά σοι χρηστὰ εἰργασάμην. ἄπελθε, καὶ μή μοι πρόσκομμα εἴης. ὁ δὲ ἀντέφη αὐτῷ· ἐγὼ γινώσκω, Χρυσόχειρ, ὅτι πλεῖστα καλά μοι πεποίηκας, καὶ εὐελπιστῶ τῷ σωτῆρί μου θεῷ κατ' αὐτήν γε τὴν ἡμέραν ἀποδοῦναί σοι τὰ χαριστήρια. ἱππάζων δὲ ὁ Χρυσόχειρ εὑρίσκει τάφρον πρὸς τοῖς ἐνωπίοις αὐτοῦ, ἣν ὁ ἵππος αὐτοῦ ὑπερπηδᾶν τούτου διώκλαζεν. ὅθεν ὁ μὲν Χρυσόχειρ τοῦ λοιποῦ ὁρᾶν τὸν Πουλλάδην οὐδ' ὅλως ἐφρόντιζεν, ἑώρα δὲ μᾶλλον κατέναντι αὐτοῦ, ἵνα μὴ τῷ τῆς τάφρου περιπέσειεν πτώματι· καὶ λαθραίως αὐτὸν ὁ Πουλλάδης κατὰ τὴν μασχάλην τιτρώσκει κοντῷ· οὗ τῇ πληγῇ ταραχθέντος ὁ ἵππος παρέσφηλέν τε καὶ αὐτὸν ἀπεκρήμνισεν. καταβὰς οὖν ὁ τῶν πρὸς θεραπείαν αὐτοῦ οἰκειότατος, ᾧ Διακονίτζης τὸ φημιζόμενον, (ὃν Λέων ὁ ἀοίδιμος βασιλεὺς ἀλλοιωθέντα τὴν πρὸς τὸ κρεῖττον ἀλλοίωσιν ἐκ τῆς μυσαρᾶς θρησκείας τῶν Παυλιανιστῶν, προεχειρίσατο μηνσουράτωρα, ὅπερ φωνῇ Ῥωμαίων οὕτω προσαγορεύεται) καὶ τούτου τὴν κεφαλὴν βαστάξας ἠξίωσε κομιδῆς ταύτην ἐνθεὶς τοῖς αὐτοῦ γόνασιν· ὃν εὑρηκότες οἱ στρατηλάται κατέσχον καὶ διατεμόντες αὐτὴν σπουδαίως τῷ θεοστέπτῳ ἄνακτι Βασιλείῳ ὡς δῶρον ἀνέπεμψαν.
4.38.1
Περὶ δὲ τὰς κοινωφελεῖς πράξεις τοιούτως ὑπῆρχεν μεριμνηματικώτατος ὁ βασιλεὺς μετά γε πλείστων τῶν παρ' αὐτοῦ διαπεπραγμένων, ὥστε κατὰ τὸν ἐγκρατείας καιρὸν ἐπὶ ἑβδομάσιν αὐτῆς, μετὰ τὴν συγκλητικὴν τῶν βασιλείων ἀπαναχώρησιν, εἰσίεσθαι τῷ σεκρέτῳ, ἔνθα αἱ εἰσπράξεις τῶν δημοσίων πεφορολόγηνται, κἀκεῖσε τὰς συμπιπτούσας ἀμφισβητήσεις πραγματικῶς διαλύεσθαι.
4.39.1
Ἐν δὲ ταῖς κατὰ κυνηγεσίαν καὶ σφαιρισμὸν ἀχθοφορίαν τε καὶ πρὸς ἅλματα γενναιότησι πάνυ περιδέξιος ἦν ὁ ἄναξ Βασίλειος, ὥστε κατὰ κυνηγεσίαν μὲν καθυπερτερεῖν τῶν Κενταύρων, κατὰ δὲ σφαιρισμὸν Ἀλκινόου τοῦ βασιλέως ὑπερβάλλειν τοὺς σφαιριστάς, κατὰ πάλην Ἀρισταίου καὶ Αἰακοῦ ἀλκιμώτερος καὶ αὐτοῦ Ἡρακλέους ἐφάμιλλος, ὑπεραναβεβηκέναι δὲ τοῖς πηδήμασιν Ἀχιλλέως, κατά τε φέρειν ἄχθη ῥᾳδίως χερσὶ πολλῷ διενηνοχέναι τοῦ Ἕκτορος, ὡς καὶ ἐπ' αὐτῷ, καὶ δίχα τοῦ ἀγκυλομήτου Διὸς ἐν τῇ ἄρσει τὸ ἄχθος κουφίζοντος, τὸ ποιητικὸν ἔπος προσαρμοσθήσεται· τὸ δ' οὔ κε δύ' ἀνέρε δήμου ἀρίστω ῥηϊδίως ἐπ' ἄμαξαν ἀπ' οὔδεος ὀχλίσσειαν, οἷοι νῦν βροτοί εἰσ'· ὁ δέ μιν ῥέα πάλλε καὶ οἷος· ἐν δὲ τῷ δισκεύειν Ἁλιμήδου καὶ Ὀδυσσέως ὑπέρτερος, Ἐρεχθέως δὲ καὶ Κέλμητος καθ' ἱππασίαν τεχνημονέστερος, Εὐρυμέδοντός τε καὶ Ἄλκμονος κατὰ πυγμαχίαν στερρότερος, περί τε δρόμον Ἀριστομέδοντος Δικταίου τε καὶ Πριάσου ὠκύτερος, καὶ ἐν τῷ τοξάζεσθαι Ὑμεναίου καὶ Ἀστερίου πολλῷ εὐστοχώτερος. ἐξ ὧν ὀλίγιστα διαγράψομαι.
4.40.1
Τῷ βασιλεῖ ποτε περὶ θήραν ἐνδιατρίβοντι ἐξ ὕλης τις παμμεγέθης ἔλαφος εἰς μέσον πεφοίτηκεν, οὗ τῶν ὀπισθίων ποδῶν ἐπαφεὶς κορύνην ὁ βασιλεὺς καὶ κατευτυχήσας τούτους διέθλασεν. τὸ αὐτὸ δὴ τοῦτο καὶ ἐπὶ λύκῳ κατεπεπράχει. σφαιριζόντων δὲ κατὰ τὸ πρὸς τὰ βασίλεια μέσαυλον ἢ κατὰ χῶρον ἵππων ἁμιλλητήριον, οὐδέποτε τῆς σφαίρας ἀποτετύχει, καίτοι πολλῶν διαμιλλωμένων καὶ ἐπεμβαινόντων τῇ παιδιᾷ· καὶ τοσοῦτον ἐπιτυχῶς καὶ γενναίως τὰ τῆς σφαίρας αὐτῷ, ὥστε πολλάκις τυπτήσαντι ταύτην ἀπ' ἄκρας αὐλῶνος διαβιβασθῆναι ἔξω κατὰ πολύ γε τοῦ τέρματος, ὡς μὴ ταύτην ὁρᾶσθαι τὸ σύνολον. ἐμεγαληγορεῖτο δὲ καὶ τῷ ἀρχηγῷ Βουλγάρων παλαιστρικός, ὃς κατὰ παλαίστραν ἐκέκτητο τὸ ἀήττητον· τοῦτον πρὸς τὴν βασιλίδα θαρρούντως ἐκπέπομφε πειρασθῆναι δυναστεύοντος. ἐπὶ τούτῳ δυσφόρως εἶχεν ὁ βασιλεύς, ἀλλὰ τὴν δυσφορίαν εἰς τὸ εὔφορον μετερρύθμησεν, ἑαυτὸν καθεὶς τῇ παλαίστρᾳ, πλὴν μετὰ προσηκούσης τῆς ἐπικρύψεως· μετασχηματισθεὶς γὰρ τῶν βασιλικῶν ἐσθήτων τῷ παλαίοντι πρόσεισι. καὶ ὁ μὲν Σκύθης τὸν Μακεδόνα μετεωρίσαι μὴ ἐνδεδωκότα τῇ ἄρσει διήμαρτεν· ὁ δὲ τοῦτον χερσὶ γενναίαις ἑτοίμως διάρας σφοδρῶς τε περιδινήσας ἐπαγκυλίζεται καὶ κατὰ γῆν πτῶμα ῥίπτει παμμέγεθες, ὥστε πλείστοις μὲν ὕδασι, δαψιλέσι δὲ οἴνοις, πρὸς δὲ καὶ ταῖς ἐκ ῥόδων σταγόσιν ἐγκατομβρούμενον μόλις που τῆς νεκρώσεως ἀπηλλάχθαι, ὤτων τε καὶ ῥινῶν ἐκβλύσαντος αἵματος· ὡς ἐνθένδε κατὰ πολὺ θαυμάσαι τοὺς παρόντας τὸ γεγονός, ὃ καὶ μέχρι τοῦ νῦν ἐκτεθρύλληται.
4.41.1
Ἐν οἰκτιρμοῖς δὲ πενήτων πλούσιος ἦν ἐπιχορηγῶν πλουσίως τὸν ἔλεον, νοσοκομείων, γηροκομείων τε καὶ πτωχοτροφείων πολυειδῶν ἐγκαινίσμασιν. οὐ μὴν δὲ τούτοις μόνοις ἐνέμενεν, ἀλλὰ καὶ θείους ναοὺς σαθρωθέντας τῇ παλαιότητι πρὸς νεότητος μετηλλοιώκει στερρότητα, ἐπιθεὶς κοσμιότητα. ὥστε οὐ μόνον τῶν κατὰ σῶμα τῆς ἐπιμελείας διὰ φροντίδος ἔχειν αὐτόν, ἀλλὰ καὶ τῶν κατὰ ψυχὴν ἐπισπεύδειν. καὶ γὰρ οὐχ ἡγεῖτο συμφέρον κατὰ τὴν ἀγορὰν, ἣ φόρος προσαγορεύεται Κωνσταντίνου, περιϊόντος λαοῦ, σύρμασιν ὕλης τοῦτον ὅλως ἐνίσχεσθαι καὶ τῶν περὶ θεοῦ ἐκλελῆσθαι· διὸ καὶ ναὸν ἐν ταύτῃ προσπήγνυσιν, ἐφ' ᾧπερ ἡ θεομήτωρ δημοσίᾳ τετίμηται, μετρίῳ μεγέθει καὶ ἀμέτρῳ κάλλει διηυγασμένον.
4.42.1
Τοιοῦτος ὁ μεγαλουργὸς ἄναξ Βασίλειος, καὶ τοσαῦτα τὰ ἐκείνου μεγαλουργήματα. ἀλλὰ προκατασχεθεὶς τηκεδόνι τῇ ἐκ διαρροίας γαστρός, κατ' ἄγραν ἔκ τινος περιπτώσεως, ἔπειτα πυρετοῦ καυσώδους ἀναφλεγέντος αὐτῷ ἀνικμοῦντος ζωτικὴν πᾶσαν ὑγρότητα τῶν πρὸς φύσιν ἐνόντων, διαπεφώνηκεν, συμβασιλεύσας μὲν τῷ Μιχαὴλ ἔτος ἕν, αὐτοκράτωρ δὲ βιοὺς ιθʹ ἔτεσιν.