Epistolae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome">
—
⋯
Original / primary: Perseus Grc2
13.1.p38
13.1.p38
Δός μοί τι κατὰ τοὺς μελικτὰς εἰπεῖν ῥήτορας, Ὢ παρ’ ἐλπίδα σεσωσμένος ἐγώ, ὢ παρ’ ἐλπίδας ἀκηκοώς, ὅτι διαπέφευγας τὴν τρικέφαλον ὕδραν, οὔτι μὰ Δία τὸν ἀδελφόν φημι Κωνστάντιον· ἀλλ’ ἐκεῖνος μὲν ἦν οἷος ἦν· ἀλλὰ τὰ περὶ αὐτὸνθηρία πᾶσιν ἐποφθαλμιῶντα, ἃ κἀκεῖνον ἐποίει χαλεπώτερον, οὐδὲ τὸ καθ’ ἑαυτὸν παντάπασι πρᾷον, εἰ καὶ ἐδόκει πολλοῖς τοιοῦτος. ἐκείνῳ μὲν οὖν, ἐπειδὴ μακαρίτης ἐγένετο, κούφη γῆ, καθάπερ λέγεται· τούτους δὲ ἀδίκως μέν τι παθεῖν οὐκ ἂν ἐθέλοιμι, ἴστω Ζεύς· ἐπειδὴ δὲ αὐτοῖς ἐπανίστανται πολλοὶ κατήγοροι, δικαστήριον ἀποκεκλήρωται. σὺ δέ, ὦ φίλε, πάρει, καὶ παρὰ δύναμιν ἐπείχθητι· θεάσασθαι γάρ σε πάλαι τε εὔχομαι νὴ τοὺς θεούς, καὶ νῦν εὐμενέστατα ὅτι διεσώθης ἀκηκοώς, ἥκειν παρακελεύομαι.