Epistolae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome">
—
⋯
Original / primary: Perseus Grc2
17.1.p42
17.1.p42
Πολλὰ μὲν καὶ ἄλλα σοι μαρτυρεῖ καὶ τῆς ἰατρικῆς τέχνης εἰς τὰ πρῶτα ἀνήκειν, καὶ ἤθους καὶ ἐπιεικείας καὶ βίου σωφροσύνης συμφώνως πρὸς τὴν τέχνην ἔχειν, νῦν δὲ προσῆλθε τὸ κεφάλαιον τῆς μαρτυρίας· τὴν τῶν Ἀλεξανδρέων πόλιν ἀπὼν ἐπιστρέφεις εἰς σεαυτόν· τοσοῦτον αὐτῇ κέντρον ὥσπερ μέλιττα ἐγκαταλέλοιπας. εἰκότως· καλῶς γὰρ εἰρῆσθαι καὶ Ὁμήρῳ δοκεῖ τὸ Εἷς ἰητρὸς ἀνὴρ πολλῶν ἀντάξιος ἄλλων. σὺ δὲ οὐκ ἰατρὸς ἁπλῶς, ἀλλὰ καὶ διδάσκαλος τοῖς βουλομένοις τῆς τέχνης, ὥστε σχεδὸν ὃ πρὸς τοὺς πολλούς εἰσιν οἱ ἰατροί, τοῦτο ἐκείνοις σύ. λύει δέ σοι τὴν φυγὴν καὶ ἡ πρόφασις αὐτή, καὶ μάλα λαμπρῶς. εἰ γὰρ διὰ Γεώργιον μετέστης τῆς Ἀλεξανδρείας, οὐ δικαίως μετέστης, καὶ δικαιότατα ἂν ὀπίσω κατέλθοις. κάτιθι τοίνυν ἐπίτιμος καὶ τὸ πρότερον ἔχων ἀξίωμα, καὶ ἡμῖν κοινὴ παρ’ ἀμφοτέροις χάρις ἀποκείσθω, Ἀλεξανδρεῦσι μὲν Ζήνωνα, σοὶ δὲ ἀποδοῦσα τὴν Ἀλεξάνδρειαν.