Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistolae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
1.1.p22
1.1.p22
Ἐγὼ δεξάμενός σου τὰ γράμματα παραχρῆμα τὸν Ἀρχέλαον ἀπέστειλα, δοὺς αὐτῷ φέρειν ἐπιστολὰς πρὸς σέ, καὶ τὸ σύνθημα, καθάπερ ἐκέλευσας, εἰς πλείονα χρόνον. ἱστορῆσαι δέ σοι τὸν ὠκεανὸν ἐθέλοντι ὑπάρξει σὺν θεῷ πάντα κατὰ γνώμην, εἰ μὴ τὴν τῶν Γαλατῶν ἀμουσίαν καὶ τὸν χειμῶνα διευλαβηθείης. ἀλλὰ τοῦτο μὲν ὅπως ἂν ᾖ τῷ θεῷ φίλον γενήσεται, ἐγὼ δὲ ὄμνυμί σοι τὸν πάντων ἀγαθῶν ἐμοὶ αἴτιον καὶ σωτῆρα, ὅτι διὰ τοῦτο ζῆν εὔχομαι, ἵν’ ὑμῖν τι χρήσιμος γένωμαι. τὸ δὲ ὑμῖν ὅταν εἴπω, τοὺς ἀληθινούς φημι φιλοσόφους, ὧν εἶναί σε πεισθεὶς οἶσθα πῶς ἐφίλησα καὶ φιλῶ καὶ ὁρᾶν εὔχομαι. ἐρρωμένον σε ἡ θεία πρόνοια διαφυλάξειε πολλοῖς χρόνοις, ἀδελφὲ ποθεινότατε καὶ φιλικώτατε. τὴν ἱερὰν Ἱππίαν καὶ τὰ παιδία ὑμῶν προσαγορεύω.

Intertext edge

Open linked passage

Note