Epistolae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome">
—
⋯
Original / primary: Perseus Grc2
26.1.p58
26.1.p58
Ἡ μὲν παροιμία φησὶν Οὐ πόλεμον ἀγγέλλεις, ἐγὼ δὲ προσθείην ἐκ τῆς κωμῳδίας Ὦ χρυσὸν ἀγγείλας ἐπῶν. ἴθι οὖν ἔργοις αὐτὸ δεῖξον, καὶ σπεῦδε παρ’ ἡμᾶς· ἀφίξῃ γὰρ φίλος παρὰ φίλον. ἡ δὲ περὶ τὰ πράγματα κοινὴ καὶ συνεχὴς ἀσχολία δοκεῖ μὲν εἶναί πως τοῖς μὴ πάρεργον αὐτὰ ποιοῦσιν ἐπαχθής, οἱ δὲ τῆς ἐπιμελείας κοινωνοῦντές εἰσιν ἐπιεικεῖς, ὡς ἐμαυτὸν πείθω, καὶ συνετοὶ καὶ πάντως ἱκανοὶ πρὸς πάντα. διδοῦσιν οὖν μοι ῥᾳστώνην, ὥστε ἐξεῖναι μηδὲν ὀλιγωροῦντι καὶ ἀναπαύεσθαι· σύνεσμεν γὰρ ἀλλήλοις οὐ μετὰ τῆς αὐλικῆς ὑποκρίσεως, ἧς μόνης οἶμαί σε μέχρι τοῦ δεῦρο πεπειρᾶσθαι, καθ’ ἣν ἐπαινοῦντες μισοῦσι τηλικοῦτον μῖσος ἡλίκον οὐδὲ τοὺς πολεμιωτάτους, ἀλλὰ μετὰ τῆς προσηκούσης ἀλλήλοις ἐλευθερίας ἐξελέγχοντές τε ὅταν δέῃ καὶ ἐπιτιμῶντες οὐκ ἔλαττον φιλοῦμεν ἀλλήλους τῶν σφόδρα ἑταίρων· ἔνθεν ἔξεστιν ἡμῖν· ἀπείη δὲ φθόνος· ἀνειμένοις τε σπουδάζειν καὶ σπουδάζουσι μὴ ταλαιπωρεῖσθαι, καθεύδειν δὲ ἀδεῶς. ἐπεὶ καὶ ἐγρηγορὼς οὐχ ὑπὲρ ἐμαυτοῦ μᾶλλον ἢ καὶ ὑπὲρ τῶν ἄλλων ἁπάντων, ὡς εἰκός, ἐγρήγορα.
26.2.p59
26.2.p59
Ταῦτα ἴσως κατηδολέσχησά σου καὶ κατελήρησα, παθών τι βλακῶδες· ἐπῄνεσα γὰρ ἐμαυτὸν ὥσπερ Ἀστυδάμας. ἀλλ’ ἵνα σε πείσω προὔργου τι μᾶλλον ἡμῖν τὴν σὴν παρουσίαν ἅτε ἀνδρὸς ἔμφρονος ποιήσειν ἢ παραιρήσεσθαί τι τοῦ καιροῦ, ταῦτα ἐπέστειλα. σπεῦδε οὖν, ὅπερ ἔφην, δημοσίῳ χρησάμενος δρόμῳ· συνδιατρίψας δὲ ἡμῖν ἐφ’ ὅσον σοι φίλον, οἷπερ ἂν θέλῃς ὑφ’ ἡμῶν πεμπόμενος, ὡς προσῆκόν ἐστι, βαδιεῖ.