Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistolae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
27.1.p60
27.1.p60
Βασιλεῖ μὲν πρὸς κέρδος ὁρῶντι χαλεπὸν ἂν ὑμῶν ἐφάνη τὸ αἴτημα, καὶ οὐκ ἂν ᾠήθη δεῖν τὴν δημοσίαν εὐπορίαν βλάπτειν τῇ πρός τινας ἰδίᾳ χάριτι· ἐπεὶ δὲ ἡμεῖς οὐχ ὅ, τι πλεῖστα παρὰ τῶν ὑπηκόων ἀθροίζειν πεποιήμεθα σκοπόν, ἀλλ’ ὅτι πλείστων ἀγαθῶν αὐτοῖς αἴτιοι γίγνεσθαι, τοῦτο καὶ ὑμῖν ἀπολύσει τὰ ὀφλήματα. ἀπολύσει δὲ οὐχ ἁπλῶς ἅπαντα, ἀλλὰ μερισθήσεται τὸ πρᾶγμα, τὸ μὲν εἰς ὑμᾶς, τὸ δὲ εἰς τὴν τῶν στρατιωτῶν χρείαν, ἐξ ἧς οὐκ ἐλάχιστα καὶ αὐτοὶ δήπου φέρεσθε, τὴν εἰρήνην καὶ τὴν ἀσφάλειαν. τοιγαροῦ νμέχρι μὲν τῆς τρίτης ἐπινεμήσεως ἀφίεμεν ὑμῖν πάντα, ὅσα ἐκ τοῦ φθάνοντος ἐλλείπει χρόνου· μετὰ ταῦτα δὲ εἰσοίσετε κατὰ τὸ ἔθος. ὑμῖν τε γὰρ τὰ ἀφιέμενα χάρις ἱκανή, καὶ ἡμῖν τῶν κοινῶν οὐκ ἀμελητέον. περὶ τούτου καὶ τοῖς ἐπάρχοις ἐπέσταλκα, ἵν’ ἡ χάρις ὑμῖν εἰς ἔργον προχωρήσῃ. ἐρρωμένους ὑμᾶς οἱ θεοὶ σώζοιεν τὸν ἅπαντα χρόνον.

Intertext edge

Open linked passage

Note