Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistolae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
35.1.p77
35.1.p77
Ἆρά γε χρὴ περιμένειν κλῆσιν, καὶ τὸ ἀκλητὶ προτιμᾶν μηδαμοῦ; ἀλλ’ ὅρα μὴ χαλεπὴν ταύτην εἰσαγάγωμεν νομοθεσίαν, εἰ ταὐτὰ χρὴ παρὰ τῶν φίλων περιμένειν, ὅσα καὶ παρὰ τῶν ἁπλῶς καὶ ὡς ἔτυχε γνωρίμων. ἀπορήσει τις ἐνταῦθα, πῶς οὐκ ἰδόντες ἀλλήλους ἐσμὲν φίλοι; πῶς δὲ τοῖς πρὸ χιλίων ἐτῶν γεγονόσι καὶ ναὶ μὰ Δία δισχιλίων; ὅτι σπουδαῖοι πάντες ἦσαν καὶ τὸν τρόπον καλοί τε κἀγαθοί. ἐπιθυμοῦμεν δὲ καὶ ἡμεῖς εἶναι τοιοῦτοι, εἰ καὶ τοῦ εἶναι, τό γε εἰς ἐμέ, πάμπληθες ἀπολειπόμεθα. πλὴν ἀλλ’ ἥ γε ἐπιθυμία τάττει πως ἡμᾶς εἰς τὴν αὐτὴν ἐκείνοις μερίδα. καὶ τί ταῦτα ἐγὼ ληρῶ μακρότερον; εἴτε γὰρ ἄκλητον ἰέναι χρή, ἥξεις δήπουθεν· εἴτε καὶ κλῆσιν περιμένεις, ἰδού σοι καὶ παράκλησις ἥκει παρ’ ἡμῶν. ἔντυχε οὖν ἡμῖν περὶ τὰ Τύανα πρὸς Διὸς φιλίου, καὶ δεῖξον ἡμῖν ἄνδρα ἐν Καππαδόκαις καθαρῶς Ἕλληνα. τέως γὰρ τοὺς μὲν οὐ βουλομένους, ὀλίγους δέ τινας ἐθέλοντας μέν, οὐκ εἰδότας δὲ θύειν ὁρῶ.

Intertext edge

Open linked passage

Note