Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistolae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
3.1.p24
3.1.p24
Εἴ τις ὑμᾶς πέπεικεν, ὅτι τοῦ φιλοσοφεῖν ἐπὶ σχολῆς ἀπραγμόνως ἐστὶν ἥδιον ἢ λυσιτελέστερόν τι τοῖς ἀνθρώποις, ἠπατημένος ἐξαπατᾷ· εἰ δὲ μένει παρ’ ὑμῖν ἡ πάλαι προθυμία καὶ μὴ καθάπερ φλὸξ λαμπρὰ ταχέως ἀπέσβη, μακαρίους ἔγωγε ὑμᾶς ὑπολαμβάνω. τέταρτος ἐνιαυτὸς ἤδη παρελήλυθε καὶ μὴν οὑτοσὶ τρίτος ἐπ’ αὐτῷ σχεδόν, ἐξότε κεχωρίσμεθα ἡμεῖς ἀλλήλων. ἡδέως δ’ ἂν σκεψαίμην, ἐν τούτῳ πόσον τι προεληλύθατε. τὰ δὲ ἐμά, εἰ καὶ φθεγγοίμην Ἑλληνιστί, θαυμάζειν ἄξιον· οὕτως ἐσμὲν ἐκβεβαρβαρωμένοι διὰ τὰ χωρία. μὴ καταφρονεῖτε τῶν λογιδίων, μηδὲ ἀμελεῖτε ῥητορικῆς μηδὲ τοῦ ποιήμασιν ὁμιλεῖν. ἔστω δὲ τῶν μαθημάτων ἐπιμέλεια πλείων, ὁ δὲ πᾶς πόνος τῶν Ἀριστοτέλους καὶ Πλάτωνος δογμάτων ἐπιστήμη. τοῦτο ἔργον ἔστω, τοῦτο κρηπίς, θεμέλιος, οἰκοδομία, στέγη· τἆλλα δὲ πάρεργα, μετὰ μείζονος σπουδῆς παρ’ ὑμῶν ἐπιτελούμενα ἢ παρά τισι τὰ ἀληθῶς ἔργα. ἐγὼ νὴ τὴν θείαν Δίκην ὑμᾶς ὡς ἀδελφοὺς φιλῶν ταῦτα ὑμῖν συμβουλεύω· γεγόνατε γάρ μοι συμφοιτηταὶ καὶ πάνυ φίλοι. εἰ μὲν οὖν πεισθείητε, πλέον στέρξω, ἀπειθοῦντας δὲ ὁρῶν λυπήσομαι. λύπη δὲ συνεχὴς εἰς ὅ ποτε τελευτᾶν εἴωθεν, εἰπεῖν παραιτοῦμαι οἰωνοῦ κρείττονος ἕνεκα.

Intertext edge

Open linked passage

Note