Epistolae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome">
—
⋯
Original / primary: Perseus Grc2
40.1.p82
40.1.p82
Ἐγὼ μὲν κέχρημαι τοῖς Γαλιλαίοις ἅπασιν οὕτω πρᾴως καὶ φιλανθρώπως, ὥστε μηδένα μηδαμοῦ βίαν ὑπομένειν μηδὲ εἰς ἱερὸν ἕλκεσθαι μηδ’ εἰς ἄλλο τι τοιοῦτον ἐπηρεάζεσθαι παρὰ τὴν οἰκείαν πρόθεσιν. οἱ δὲ τῆς Ἀρειανικῆς ἐκκλησίας ὑπὸ τοῦ πλούτου τρυφῶντες ἐπεχείρησαν τοῖς ἀπὸ τοῦ Οὐαλεντίνου καὶ τετολμήκασι τοιαῦτα κατὰ τὴν Ἔδεσσαν, οἷα οὐδέποτε ἐν εὐνομουμένῃ πόλει γένοιτ’ ἄν. οὐκοῦν ἐπειδὴ αὐτοῖς ὑπὸ τοῦ θαυμασιωτάτου νόμου προείρηται πωλῆσαι τὰ ὑπάρχοντα καὶ δοῦναι πτωχοῖς ἵν’ εἰς τὴν βασιλείαν τῶν οὐρανῶν εὐκοπώτερον πορευθῶσι, πρὸς τοῦτο συναγωνιζόμενοι τοῖς ἀνθρώποις αὐτῶν τὰ χρήματα τῆς Ἐδεσσηνῶν ἐκκλησίας ἅπαντα ἐκελεύσαμεν ἀναληφθῆναι δοθησόμενα τοῖς στρατιώταις, καὶ τὰ κτήματα τοῖς ἡμετέροις προστεθῆναι πριβάτοις, ἵνα πενόμενοι σωφρονῶσι καὶ μὴ στερηθῶσιν ἧς ἔτι ἐλπίζουσιν οὐρανίου βασιλείας. τοῖς οἰκοῦσι δὲ τὴν Ἔδεσσαν προαγορεύομεν ἀπέχεσθαι πάσης στάσεως καὶ φιλονεικίας, ἵνα μή, τὴν ἡμετέραν φιλανθρωπίαν κινήσαντες, καθ’ ὑμῶν αὐτῶν ὑπὲρ τῆς τῶν κοινῶν ἀταξίας δίκην τίσητε, ξίφει καὶ φυγῇ καὶ πυρὶ ζημιωθέντες.