Epistolae
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome">
—
⋯
Original / primary: Perseus Grc2
48.1.p97
48.1.p97
Ὀβελὸν εἶναι παρ’ ὑμῖν ἀκούω λίθινον εἰς ὕψος ἱκανὸν ἐπηρμένον, ἐπὶ τῆς ᾐόνος ὥσπερ ἄλλο τι τῶν ἀτιμοτάτων ἐρριμμένον. ἐπὶ τοῦτον ἐναυπηγήσατο σκάφος ὁ μακαρίτης Κωνστάντιος, ὡς μετάξων αὐτὸν εἰς τὴν ἐμὴν πατρίδα Κωνσταντίνου πόλιν. ἐπεὶ δε ἐκείνῳ συνέβη θεῶν ἐθελόντων ἐνθένδε ἐκεῖσε πορευθῆναι τὴν εἱμαρμένην πορείαν, ἡ πόλις ἀπαιτεῖ παρ’ ἐμοῦ τὸ ἀνάθημα, πατρὶς οὖσά μου καὶ προσήκουσα πλέον ἤπερ ἐκείνῳ. ὁ μὲν γὰρ αὐτὴν ὡς ἀδελφήν, ἐγὼ δὲ ὡς μητέρα φιλῶ· καὶ γὰρ ἐγενόμην παρ’ αὐτῇ καὶ ἐτράφην ἐκεῖσε, καὶ οὐ δύναμαι περὶ αὐτὴν ἀγνωμονῆσαι. τί οὖν; ἐπειδὴ καὶ ὑμᾶς οὐδὲν ἔλαττον τῆς πατρίδος φιλῶ, δίδωμι καὶ παρ’ ὑμῖν ἀναστῆσαι τὴν χαλκῆν εἰκόνα. πεποίηται δὲ ἔναγχος ἀνδριὰς τῷ μεγέθει κολοσσικός, ὃν ἀναστήσαντες ἕξετε ἀντὶ ἀναθήματος λιθίνου χαλκοῦν, ἀνδρός, οὗ φατε ποθεῖν, εἰκόνα καὶ μορφὴν ἀντὶ τετραγώνου λίθου χαράγματα ἔχοντος Αἰγύπτια. καὶ τὸ λεγόμενον δέ, ὥς τινές εἰσιν οἱ θεραπεύοντες καὶ προσκαθεύδοντες αὐτοῦ τῇ κορυφῇ, πάνυ με πείθει χρῆναι τῆς δεισιδαιμονίας ἕνεκα ταύτης ἀπάγειν αὐτόν. οἱ γὰρ θεώμενοι τοὺς καθεύδοντας ἐκεῖ, πολλοῦ μὲν ῥύπου, πολλῆς δὲ ἀσελγείας περὶ τὸν τόπον ὡς ἔτυχεν οὔσης, οὔτε πιστεύουσιν αὐτὸν θεῖον εἶναι, καὶ διὰ τὴν τῶν προσεχόντων αὐτῷ δεισιδαιμονίαν ἀπιστότεροι περὶ τοὺς θεοὺς καθίστανται. δι’ αὐτὸ δὴ οὖν τοῦτο καὶ μᾶλλον ὑμῖν προσήκει συνεπιλαβέσθαι καὶ πέμψαι τῇ ἐμῇ πατρίδι τῇ ξενοδοκούσῃ καλῶς ὑμᾶς, ὅτε εἰς τὸν Πόντον εἰσπλεῖτε, καὶ ὥσπερ εἰς τὰς τροφὰς καὶ εἰς τὸν ἐκτὸς κόσμον συμβάλλεσθαι. πάντως οὐκ ἄχαρι καὶ παρ’ αὐτοῖς ἑστάναι τι τῶν ὑμετέρων, εἰς ὃ προσπλέοντες τῇ πόλει μετ’ εὐφροσύνης ἀποβλέψετε.