Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistolae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
49.1.p98
49.1.p98
Ἄξιόν ἐστιν, εἴπερ ἄλλου τινός, καὶ τῆς ἱερᾶς ἐπιμεληθῆναι μουσικῆς. ἐπιλεξάμενος οὖν ἐκ τοῦ δήμου τῶν Ἀλεξανδρέων εὖ γεγονότας μειρακίσκους ἀρτάβας ἑκάστῳ σίτου κέλευσον δύο τοῦ μηνὸς χορηγεῖσθαι, ἔλαιόν τε ἐπ αὐτῷ καὶ οἶνον· ἐσθῆτα δὲ παρέξουσιν οἱ τοῦ ταμιείου προεστῶτες. οὗτοι δὲ τέως ἐκ φωνῆς καταλεγέσθωσαν. εἰ δέ τινες δύναιντο καὶ τῆς ἐπιστήμης αὐτῆς εἰς ἄκρον μετασχεῖν, ἴστωσαν ἀποκείμενα πάνυ μεγάλα τοῦ πόνου τὰ ἔπαθλα καὶ παρ’ ἡμῖν. ὅτι γὰρ πρὸ ἡμῶν αὐτοὶ τὰς ψυχὰς ὑπὸ τῆς θείας μουσικῆς καθαρθέντες ὀνήσονται, πιστευτέον τοῖς προαποφαινομένοις ὀρθῶς ὑπὲρ τούτων. ὑπὲρ μὲν οὖν τῶν παίδων τοσαῦτα. τοὺς δὲ νῦν ἀκροωμένους τοῦ μουσικοῦ Διοσκόρου ποίησον ἀντιλαβέσθαι τῆς τέχνης προθυμότερον, ὡς ἡμῶν ἑτοίμων ἐπὶ ὅπερ ἂν ἐθέλωσιν αὐτοῖς συνάρασθαι.

Intertext edge

Open linked passage

Note