Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistolae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
5.1.p28
5.1.p28
Ἄρτι μοι παυσαμένῳ τῆς χαλεπῆς πάνυ καὶ τραχείας νόσου τῇ τοῦ πάντα ἐφορῶντος προνοίᾳ γράμματα εἰς χεῖρας ἦλθεν ὑμέτερα, καθ’ ἣν ἡμέραν πρῶτον ἐλουσάμην. δείλης ἤδη ταῦτα ἀναγνοὺς οὐκ ἂν εἴποις ῥᾳδίως ὅπως ἐρρωννύμην, αἰσθανόμενος τῆς σῆς ἀκραιφνοῦς καὶ καθαρᾶς εὐνοίας, ἧς εἴθε γενοίμην ἄξιος, ὡς ἂν μὴ καταισχύναιμι τὴν σὴν φιλίαν. τὰς μὲν οὖν ὑμετέρας ἐπιστολὰς εὐθὺς ἀνέγνων, καίπερ οὐ σφόδρα τοῦτο ποιεῖν δυνάμενος, τὰς δὲ τοῦ Ἀντωνίου πρὸς τὸν Ἀλέξανδρον εἰς τὴν ὑστεραίαν ἐταμιευσάμην. ἐκεῖθεν ἑβδόμῃ σοι ταῦτα ἔγραφον ἡμέρᾳ, κατὰ λόγον μοι τῆς ῥώσεως προχωρούσης διὰ τὴν τοῦ θεοῦ προμήθειαν. σώζοιό μοι, ποθεινότατε καὶ φιλικώτατε ἀδελφέ, ὑπὸ τοῦ τὰ πάντα ἐφορῶντος θεοῦ· ἴδοιμί σε, ἐμὸν ἀγαθόν. καὶ ἰδίᾳ χειρί· νὴ τὴν σὴν σωτηρίαν καὶ τὴν ἐμήν, νὴ τὸν πάντα ἐφορῶντα θεόν, ὡς φρονῶ γέγραφα. ἀγαθώτατε, πότε σε ἴδω καὶ περιλάβωμαι; νῦν γάρ σου καὶ τοὔνομα καθάπερ οἱ δυσέρωτες φιλῶ.

Intertext edge

Open linked passage

Note