Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Epistolae
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
6.1.p29
6.1.p29
Ὁ Συλοσῶν ἀνῆλθε, φασί, παρὰ τὸν Δαρεῖον, καὶ ὑπέμνησεν αὐτὸν τῆς χλανίδος, καὶ ᾔτησεν ἀντ’ ἐκείνης παρ’ αὐτοῦ τὴν Σάμον. εἶτα ἐπὶ τούτῳ Δαρεῖος μὲν ἐμεγαλοφρονεῖτο, μεγάλα ἀντὶ μικρῶν νομίζων ἀποδεδωκέναι· Συλοσῶν δὲ λυπηρὰν ἐλάμβανε χάριν. σκόπει δὴ τὰ ἡμέτερα νῦν πρὸς ἐκεῖνα. ἑνὶ μὲν δὴ τὸ πρῶτον οἶμαι κρεῖσσον ἔργον ἡμέτερον· οὐδὲ γὰρ ὑπεμείναμεν ὑπομνησθῆναι παρ’ ἄλλου· τοσούτῳ δὲ χρόνῳ τὴν μνήμην τῆς σῆς φιλίας διαφυλάξαντες ἀκέραιον, ἐπειδὴ πρῶτον ἡμῖν ἔδωκεν ὁ θεός, οὐκ ἐν δευτέροις, ἀλλ’ ἐν τοῖς πρώτοις σε μετεκαλέσαμεν. τὰ μὲν οὖν πρῶτα τοιαῦτα· περὶ δὲ τῶν μελλόντων ἆρά μοι δώσεις τι· καὶ γάρ εἰμι μαντικός· προαγορεῦσαι; μακρῷ νομίζω κρείττονα ἐκείνων, Ἀδράστεια δ’ εὐμενὴς εἴη. σύ τε γὰρ οὐδὲν δέῃ συγκαταστρεφομένου πόλιν βασιλέως, ἐγώ τε πολλῶν δέομαι τῶν συνεπανορθούντων μοι τὰ πεπτωκότα κακῶς. ταῦτά σοι Γαλλικὴ καὶ βάρβαρος Μοῦσα προσπαίζει, σὺ δὲ ὑπὸ τῇ τῶν θεῶν πομπῇ χαίρων ἀφίκοιο. καὶ τῇ αὑτοῦ χειρί· ληὶς ἐρίφων καὶ τῆς ἐν τοῖς χειμαδίοις θήρας τῶν προβατίων. ἧκε πρὸς τὸν φίλον, ὅς σε τότε, καίπερ οὔπω γινώσκειν οἷος εἶ δυνάμενος, ὅμως περιεῖπον.

Intertext edge

Open linked passage

Note