Κατὰ Γαλιλαίων
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome">
—
⋯
Original / primary: Perseus Grc2
19.p19
19.p19
Ὁ Μωυσῆς φησι τὸν τοῦ κόσμου δημιουργὸν ἐκλέξασθαι τὸ τῶν Ἑβραίων ἔθνος καὶ προσέχειν ἐκείνῳ μόνῳ καὶ ἐκείνου φροντίσαι καὶ δίδωσιν αὐτῷ τὴν ἐπιμέλειαν αὐτοῦ μόνου. τῶν δὲ ἄλλων ἐθνῶν, ὅπως ἢ ὑφ̓ οἷστισι διοικοῦνται θεοῖς, οὐδ̓ ἡντινοῦν μνείαν πεποίηται· πλὴν εἰ μή τις ἐκεῖνα συγχωρήσειεν, ὅτι τὸν ἥλιον αὐτοῖς καὶ τὴν σελήνην ἀπένειμεν. ἀλλ’ ὑπὲρ μὲν τούτων καὶ μικρὸν ὕστερον. πλὴν ὅτι τοῦ Ἰσραὴλ αὐτὸν μόνου θεὸν καὶ τῆς Ἰουδαίας καὶ τούτους ἐκλεκτούς φησιν αὐτός τε καὶ οἱ μετ’ ἐκεῖνον προφῆται καὶ Ἰησοῦς ὁ Ναζωραῖος ἐπιδείξω, ἀλλὰ καὶ τὸν πάντας πανταχοῦ τοὺς πώποτε γόητας καὶ ἀπατεῶνας ὑπερβαλλόμενον Παῦλον. ἀκούετε δὲ τῶν λέξεων αὐτῶν, καὶ πρῶτον μὲν τῶν Μωυσέως· Σὺ δὲ ἐρεῖς τῷ Φαραῷ· υἱὸς πρωτότοκός μου Ἰσραήλ. εἶπον δέ· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι λατρεύσῃ. σὺ δὲ οὐκ ἐβούλου ἐξαποστεῖλαι αὐτόν. καὶ μικρὸν ὕστερον· Καὶ λέγουσιν αὐτῷ· ὁ θεὸς τῶν Ἑβραίων προσκέκληται ἡμᾶς. πορευσόμεθα οὖν εἰς τὴν ἔρημον ὁδὸν ἡμερῶν τριῶν, ὅπως θύσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν. καὶ μετ’ ὀλίγα πάλιν ὁμοίως· Κύριος ὁ θεὸς τῶν Ἑβραίων ἐξαπέσταλκέ με πρὸς σὲ λέγων· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα λατρεύσωσιν ἐν τῇ ἐρήμῳ.