Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Κατὰ Γαλιλαίων
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
23.p23
23.p23
Ὁ μὲν γὰρ Μωυσῆς αἰτίαν ἀποδέδωκε κομιδῇ μυθώδη τῆς περὶ τὰς διαλέκτους ἀνομοιότητος. ἔφη γὰρ τοὺς υἱοὺς τῶν ἀνθρώπων συνελθόντας πόλιν ἐθέλειν οἰκοδομεῖν καὶ πύργον ἐν αὐτῇ μέγαν, φάναι δὲ τὸν θεόν, ὅτι χρὴ κατελθεῖν καὶ τὰς διαλέκτους αὐτῶν συγχέαι. καὶ ὅπως μή τίς με νομίσῃ ταῦτα συκοφαντεῖν, καὶ ἐκ τῶν Μωυσέως ἀναγνωσόμεθα τὰ ἐφεξῆς. Καὶ εἶπον· δεῦτε, οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον, οὗ ἔσται ἡ κεφαλὴ ἕως τοῦ οὐρανοῦ, καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ προσώπου πάσης τῆς γῆς. καὶ κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον, ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων. καὶ εἶπε κύριος· ἰδού, γένος ἓν καὶ χεῖλος ἓν πάντων, καὶ τοῦτο ἤρξαντο ποιῆσαι καὶ νῦν οὐκ ἐκλείψει ἀπ̓ αὐτῶν πάντα, ὅσα ἂν ἐπίθωνται ποιεῖν. δεῦτε, καταβάντες ἐκεῖ συγχέωμεν αὐτῶν τὴν γλῶσσαν, ἵνα μὴ ἀκούωσιν ἕκαστος τῆς φωνῆς τοῦ πλησίον. καὶ διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον. εἶτα τούτοις ἀξιοῦτε πιστεύειν ἡμᾶς, ἀπιστεῖτε δὲ ὑμεῖς τοῖς ὑφ̓ Ὁμήρου λεγομένοις ὑπὲρ τῶν Ἀλωαδῶν, ὡς ἄρα τρία ἐπ̓ ἀλλήλοις ὄρη θεῖναι διενοοῦντο, ἵν̓ οὐρανὸς ἀμβατὸς εἴη. φημὶ μὲν γὰρ ἐγὼ καὶ τοῦτο παραπλησίως ἐκείνῳ μυθῶδες εἶναι. ὑμεῖς δέ, ἀποδεχόμενοι τὸ πρότερον, ἀνθ̓ ὅτου πρὸς θεῶν ἀποδοκιμάζετε τὸν Ὁμήρου μῆθον; ἐκεῖνο γὰρ οἶμαι δεῖν σιωπᾶν πρὸς ἄνδρας ἀμαθεῖς, ὅτι κἂν μιᾷ φωνῇ καὶ γλώσσῃ πάντες οἱ κατὰ πᾶσαν τὴν οἰκουμένην ἄνθρωποι χρήσωνται, πύργον οἰκοδομεῖν οὐ δυνήσονται πρὸς τὸν οὐρανὸν ἀφικνούμενον, κἂν ἐκπλινθεύσωσι τὴν γῆν πᾶσαν· ἀπείρων γὰρ δεήσει πλίνθων ἰσομεγεθῶν τῇ γῇ ξυμπάσῃ τῶν δυνησομένων ἄχρι τῶν σελήνης ἐφικέσθαι κύκλων. ὑποκείσθω γὰρ πάντας μὲν ἀνθρώπους συνεληλυθέναι γλώσσῃ καὶ φωνῇ μιᾷ κεχρημένους, πᾶσαν δὲ ἐκπλινθεῦσαι τὴν γῆν καὶ ἐκλατομῆσαι, πότε ἂν μέχρις οὐρανοῦ φθάσειεν, εἰ καὶ λεπτότερον ἁρπεδόνος ἐκμηρυομένων αὐτῶν ἐκταθείη; τοῦτον οὖν οὕτω φανερὸν ὄντα τὸν μῦθον ἀληθῆ νενομικότες καὶ περὶ τοῦ θεοῦ δοξάζοντες, ὅτι πεφόβηται τῶν ἀνθρώπων τὴν μιαιφονίαν τούτου τε χάριν καταπεφοίτηκεν αὐτῶν συγχέαι τὰς διαλέκτους, ἔτι τολμᾶτε θεοῦ γνῶσιν αὐχεῖν;

Intertext edge

Open linked passage

Note