Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Κατὰ Γαλιλαίων
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
26.p26
26.p26
Ὅπερ οὖν ἐλέγομεν, εἰ μὴ καθ̓ ἕκαστον ἔθνος ἐθνάρχης τις θεὸς ἐπιτροπεύων ἄγγελός τε ὑπ̓ αὐτῷ καὶ δαίμων καὶ ἥρως καὶ ψυχῶν ἰδιάζον γένος ὑπηρετικὸν καὶ ὑπουργικὸν τοῖς κρείττοσιν ἔθετο τὴν ἐν τοῖς νόμοις καὶ τοῖς ἤθεσι διαφορότητα, δεικνύσθω, παρ’ ἄλλου πῶς γέγονε ταῦτα. καὶ γὰρ οὐδὲ ἀπόχρη λέγειν· Εἶπεν ὁ θεὸς καὶ ἐγένετο. ὁμολογεῖν γὰρ χρὴ τοῖς ἐπιτάγμασι τοῦ θεοῦ τῶν γινομένων τὰς φύσεις. ὃ δὲ λέγω, σαφέστερον ἐρῶ. ἐκέλευσεν ὁ θεὸς ἄνω φέρεσθαι τὸ πῦρ, εἰ τύχοι, κάτω δὲ τὴν γῆν ; οὐχ ἵνα τὸ πρόσταγμα γένηται τοῦ θεοῦ, τὸ μὲν ἐχρῆν εἶναι κοῦφον, τὸ δὲ βρίθειν ; οὕτω καὶ ἐπὶ τῶν ἑτέρων ὁμοίως τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τῶν θείων. αἴτιον δέ, ὅτι τὸ μὲν τῶν ἀνθρώπων ἐπίκηρόν ἐστι καὶ φθαρτὸν γένος. εἰκότως οὖν αὐτοῦ φθαρτὰ καὶ τὰ ἔργα καὶ μεταβλητὰ καὶ παντοδαπῶς τρεπόμενα· τοῦ θεοῦ δὲ ὑπάρχοντος ἀϊδίου, καὶ τὰ προστάγματα τοιαῦτ’ εἶναι προσήκει. τοιαῦτα δὲ ὄντα ἤτοι φύσεις εἰσὶ τῶν ὄντων ἢ τῇ φύσει τῶν ὄντων ὁμολογούμενα. πῶς γὰρ ἂν ἡ φύσις τῷ προστάγματι μάχοιτο τοῦ θεοῦ ; πῶς δ̓ ἂν ἔξω πίπτοι τῆς ὁμολογίας ; οὐκοῦν εἰ καὶ προσέταξεν ὥσπερ τὰς γλώσσας συγχυθῆναι καὶ μὴ συμφωνεῖν ἀλλήλαις, οὕτω δὲ καὶ τὰ πολιτικὰ τῶν ἐθνῶν, οὐκ ἐπιτάγματι δὲ μόνον ἐποίησε τοιαῦτα καὶ πεφυκέναι, οὐδὲ ἡμᾶς πρὸς ταύτην κατεσκεύασε τὴν διαφωνίαν. ἐχρῆν γὰρ πρῶτον διαφόρους ὑπεῖναι φύσεις τοῖς ἐν τοῖς ἔθνεσι διαφόρως ἐσομένοις. ὁρᾶται γοῦν τοῦτο, καὶ τοῖς σώμασιν εἴ τις ἀπίδοι Γερμανοὶ καὶ Σκύθαι Λιβύων καὶ Αἰθιόπων ὁπόσον διαφέρουσιν. ἆρα καὶ τοῦτό ἐστι ψιλὸν ἐπίταγμα, καὶ οὐδὲν ὁ ἀὴρ οὐδὲ ἡ χώρα τῷ πῶς ἔχειν πρὸς τὸ χρῶμα θεοῖς συμπράττει ;

Intertext edge

Open linked passage

Note