Κατὰ Γαλιλαίων
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome">
—
⋯
Original / primary: Perseus Grc2
34.p34
34.p34
Εἰ γὰρ καὶ ἑνὸς ἡρώων καὶ οὐκ ἐπισήμου δαίμονος δύσοιστος ἡ ὀργὴ χώραις τε καὶ πόλεσιν ὁλοκλήροις, τίς ἂν ὑπέστη τοσούτου θεοῦ δαίμοσιν ἢ ἀγγέλοις ἢ καὶ ἀνθρώποις ἐπιμηνίσαντος; ἄξιόν γέ ἐστι παραβαλεῖν αὐτὸν τῇ Λυκούργου πραότητι καὶ τῇ Σόλωνος ἀνεξικακίᾳ ἢ τῇ Ῥωμαίων πρὸς τοὺς ἠδικηκότας ἐπιεικείᾳ καὶ χρηστότητι. πόσῳ δὲ δὴ τὰ παρ’ ἡμῖν τῶν παρ’ αὐτοῖς κρείττονα, καὶ ἐκ τῶνδε σκοπεῖτε. μιμεῖσθαι κελεύουσιν ἡμᾶς οἱ φιλόσοφοι κατὰ δύναμιν τοὺς θεούς, εἶναι δὲ ταύτην τὴν μίμησιν ἐν θεωρίᾳ τῶν ὄντων. ὅτι δὲ τοῦτο δίχα πάθους ἐστὶ καὶ ἐν ἀπαθείᾳ κεῖται, πρόδηλόν ἐστί που, κἂν ἐγὼ μὴ λέγω· καθ̓ ὅσον ἄρα ἐν ἀπαθείᾳ γινόμεθα, τεταγμένοι περὶ τῶν ὄντων τὴν θεωρίαν, κατὰ τοσοῦτον ἐξομοιούμεθα τῷ θεῷ. τίς δὲ ἡ παρ’ Ἑβραίοις ὑμνουμένη τοῦ θεοῦ μίμησις; ὀργὴ καὶ θυμὸς καὶ ζῆλος ἄγριος. Φινεὲς γάρ φησι κατέπαυσε τὸν θυμόν μου ἀπὸ υἱῶν Ἰσραὴλ ἐν τῷ ζηλῶσαι τὸν ζῆλόν μοῦ ἐν αὐτοῖς. εὑρὼν γὰρ ὁ θεὸς τὸν συναγανακτοῦντα καὶ συναλγοῦντα ἀφεὶς τὴν ἀγανάκτησιν φαίνεται. ταῦτα καὶ τὰ τοιαῦτα περὶ θεοῦ ἕτερα πεποίηται λέγων ὁ Μωυσῆς οὐκ ὀλιγαχοῦ τῆς γραφῆς.