Κατὰ Γαλιλαίων
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome">
—
⋯
Original / primary: Perseus Grc2
35.p35
35.p35
Ὅτι δὲ οὐχ Ἑβραίων μόνον ἐμέλησε τῷ θεῷ, πάντων δὲ ἐθνῶν κηδόμενος ἔδωκεν ἐκείνοις μὲν οὐδὲν σπουδαῖον ἢ μέγα, ἡμῖν δὲ μακρῷ κρείττονα καὶ διαφέροντα, σκοπεῖτε λοιπὸν τὸ ἐντεῦθεν. ἔχουσι μὲν εἰπεῖν καὶ Αἰγύπτιοι, παρ’ ἑαυτοῖς ἀπαριθμούμενοι σοφῶν οὐκ ὀλίγων ὀνόματα, πολλοὺς ἐσχηκέναι τοὺς ἀπὸ τῆς Ἑρμοῦ διαδοχῆς, Ἑρμοῦ δέ φημι τοῦ τρίτου ἐπιφοιτήσαντος τῇ Αἰγύπτῳ, Χαλδαῖοι δὲ καὶ Ἀσσύριοι τοὺς ἀπ̓ Ὠάννου καὶ Βήλου, μυρίους δὲ Ἕλληνες τοὺς ἀπὸ Χείρωνος. ἐκ τούτου γὰρ πάντες ἐγένοντο τελεστικοὶ φύσει καὶ θεολογικοί, καθὸ δὴ δοκοῦσι μόνον Ἑβραῖοι τὰ ἑαυτῶν ἀποσεμνύνειν