Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Κατὰ Γαλιλαίων
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
38.p38
38.p38
Ἀλλ’ ἐπειδὴ κτισθεῖσαν αὐτὴν πολλοὶ μὲν περιέστησαν πόλεμοι, πάντων δὲ ἐκράτει καὶ κατηγωνίζετο καί, παρ’ αὐτὰ μᾶλλον αὐξανομένη τὰ δεινά, τῆς ἀσφαλείας ἐδεῖτο μείζονος, αὖθις ὁ Ζεὺς τὸν φιλοσοφώτατον αὐτῇ Νουμᾶν ἐφίστησιν. οὗτος ἦν ὁ καλὸς καὶ ἀγαθὸς ὁ Νουμᾶς, ἄλσεσιν ἐρήμοις ἐνδιατρίβων καὶ συνὼν ἀεὶ τοῖς θεοῖς κατὰ τὰς ἀκραιφνεῖς αὐτοῦ νοήσεις οὗτος τοὺς πλείστους τῶν ἱερατικῶν κατέστησε νόμους. ταῦτα μὲν οὖν ἐκ κατοχῆς καὶ ἐπιπνοίας θείας ἔκ τε τῶν τῆς Σιβύλλης καὶ τῶν ἄλλων, οἳ δὴ γεγόνασι κατ’ ἐκεῖνον τὸν χρόνον κατὰ τὴν πάτριον φωνὴν χρης μολόγοι, φαίνεται δοὺς ὁ Ζεὺς τῇ πόλει. τὴν δὲ ἐξ ἀέρος πεσοῦσαν ἀσπίδα καὶ τὴν ἐν τῷ λόφῳ κεφαλὴν φανεῖσαν, ὅθεν, οἶμαι, καὶ τοὔνομα προσέλαβεν ἡ  τοῦ μεγάλου Διὸς ἕδρα, πότερον ἐν τοῖς πρώτοις ἢ τοῖς δευτέροις ἀριθμήσωμεν τῶν δώρων; εἶτα, ὦ δυστυχεῖς ἄνθρωποι, σωζομένου τοῦ παρ’ ἡμῖν ὅπλου διοπετοῦς, ὃ κατέπεμψεν ὁ μέγας Ζεὺς ἤτοι πατὴρ Ἄρης, ἐνέχυρον διδοὺς οὐ λόγον, ἔργον δέ, ὅτι τῆς πόλεως ἡμῶν εἰς τὸ διηνεκὲς προασπίσει, προσκυνεῖν ἀφέντες καὶ σέβεσθαι, τὸ τοῦ σταυροῦ προσκυνεῖτε ξύλον, εἰκόνας αὐτοῦ σκιαγραφοῦντες ἐν τῷ μετώπῳ καὶ πρὸ τῶν οἰκημάτων ἐγγράφοντες.

Intertext edge

Open linked passage

Note