Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Κατὰ Γαλιλαίων
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
41.p41
41.p41
Τί δὲ τοιοῦτον ἑαυτοῖς Ἑβραῖοι καυχῶνται παρὰ τοῦ θεοῦ δεδόσθαι, πρὸς οὓς ὑμεῖς ἀφ̓ ἡμῶν αὐτομολήσαντες πείθεσθε; εἰ τοῖς ἐκείνων γοῦν προσείχετε λόγοις, οὐκ ἂν παντάπασιν ἐπεπράγειτε δυστυχῶς, ἀλλὰ χεῖρον μὲν ἢ πρότερον, ὁπότε σὺν ἡμῖν ἦτε, οἰστὰ δὲ ὅμως ἐπεπόνθειτε ἂν καὶ φορητά. ἕνα γὰρ ἀντὶ πολλῶν θεὸν ἐσέβεσθε ἂν οὐκ ἄνθρωπον, μᾶλλον δὲ πολλοὺς ἀνθρώπους δυστυχεῖς. καὶ νόμῳ σκληρῷ μὲν καὶ τραχεῖ καὶ πολὺ τὸ ἄγριον ἔχοντι καὶ βάρβαρον ἀντὶ τῶν παρ’ ἡμῖν ἐπιεικῶν καὶ φιλανθρώπων χρώμενοι τὰ μὲν ἄλλα χείρονες ἂν ἦτε, ἁγνότεροι δὲ καὶ καθαρώτεροι τὰς ἁγιστείας. νῦν δὲ ὑμῖν συμβέβηκεν ὥσπερ ταῖς βδέλλαις τὸ χείριστον ἕλκειν αἷμα ἐκεῖθεν, ἀφεῖναι δὲ τὸ καθαρώτερον. ὁ δὲ Ἰησοῦς ἀναπείσας τὸ χείριστον τῶν παρ’ ὑμῖν, ὀλίγους πρὸς τοῖς τριακοσίοις ἐνιαυτοῖς ὀνομάζεται, ἐργασάμενος παρ’ ὃν ἔζη χρόνον οὐδὲν ἀκοῆς ἄξιον, εἰ μή τις οἴεται τοὺς κυλλοὺς καὶ τυφλοὺς ἰάσασθαι καὶ δαιμονῶντας ἐξορκίζειν ἐν Βηθσαιδᾷ καὶ ἐν Βηθανίᾳ ταῖς κώμαις τῶν μεγίστων ἔργων εἶναι. ἁγνείας μὲν οὐδὲ γὰρ εἰ πεποίηται μνήμην ἐπίστασθε· ζηλοῦτε δὲ Ἰουδαίων τοὺς θυμοὺς καὶ τὴν πικρίαν, ἀνατρέποντες ἱερὰ καὶ βωμοὺς καὶ ἀπεσφάξατε οὐχ ἡμῶν μόνον τοὺς τοῖς πατρῴοις ἐμμένοντας, ἀλλὰ καὶ τῶν ἐξ ἴσης ὑμῶν πεπλανημένων αἱρετικοὺς τοὺς μὴ τὸν αὐτὸν τρόπον ὑμῶν τὸν νεκρὸν θρηνοῦντας. ἀλλὰ ταῦτα ὑμέτερα μᾶλλόν ἐστιν· οὐδαμοῦ γὰρ οὔτε Ἰησοῦς αὐτὰ παραδέδωκε κελεύων ὑμῖν οὔτε Παῦλος. αἴτιον δέ, ὅτι μηδὲ ἤλπισαν εἰς τοῦτο ἀφίξεσθαί ποτε δυνάμεως ὑμᾶς· ἠγάπων γάρ, εἰ θεραπαίνας ἐξαπατήσουσι καὶ δούλους καὶ διὰ τούτων τὰς γυναῖκας ἄνδρας τε, οἵους Κορνήλιος καὶ Σέργιος. ὧν εἷς ἐὰν φανῇ τῶν τηνικαῦτα γνωριζομένων ἐπιμνηθεὶς—ἐπὶ Τιβερίου γὰρ ἤτοι Κλαυδίου ταῦτα ἐγίνετο—, περὶ πάντων ὅτι ψεύδομαι νομίζετε.

Intertext edge

Open linked passage

Note