Κατὰ Γαλιλαίων
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome">
—
⋯
Original / primary: Perseus Grc2
42.p42
42.p42
Ἀλλὰ τοῦτο μὲν οὐκ οἶδ̓ ὅθεν ὥσπερ ἐπιπνεόμενος ἐφθεγξάμην, ὅθεν δὲ ἐξέβην, ὅτι Πρὸς τοὺς Ἰουδαίους ηὐτομολήσατε, τί τοῖς ἡμετέροις ἀχαριστήσαντες θεοῖς; ἆρ’ ὅτι βασιλεύειν ἔδοσαν οἱ θεοὶ τῇ Ῥώμῃ, τοῖς Ἰουδαίοις ὀλίγον μὲν χρόνον ἐλευθέρους εἶναι, δουλεῦσαι δὲ ἀεὶ καὶ παροικῆσαι; σκόπει τὸν Ἁβραάμ· οὐχὶ πάροικος ἦν ἐν ἀλλοτρίᾳ; τὸν Ἰακώβ· οὐ πρότερον μὲν Σύροις, ἑξῆς δὲ ἐπὶ τούτοις Παλαιστινοῖς, ἐν γήρᾳ δὲ Αἰγυπτίοις ἐδούλευσεν; οὐκ ἐξ οἴκου δουλείας ἐξαγαγεῖν αὐτοὺς ὁ Μωυσῆς φησιν ἐξ Αἰγύπτου ἐν βραχίονι ὑψηλῷ; κατοικήσαντες δὲ τὴν Παλαιστίνην, οὐ πυκνότερον ἤμειψαν τὰς τύχας ἢ τὸ χρῶμά φασιν οἱ τεθεαμένοι τὸν χαμαιλέοντα. νῦν μὲν ὑπακούοντες τοῖς κριταῖς, νῦν δὲ τοῖς ἀλλοφύλοις δουλεύοντες; ἐπειδὴ δὲ ἐβασιλεύθησαν— ἀφείσθω δὲ νῦν ὅπως· οὔτε γὰρ ὁ θεὸς ἑκὼν αὐτοῖς τὸ βασιλεύεσθαι συνεχώρησεν, ὡς ἡ γραφή φησιν, ἀλλὰ βιασθεὶς ὑπ̓ αὐτῶν καὶ προδιαστειλάμενος, ὅτι ἄρα φαύλως βασιλευθήσονται. πλὴν ἀλλ’ ᾤκησαν γοῦν τὴν ἑαυτῶν καὶ ἐγεώργησαν ὀλίγα πρὸς τοῖς τριακοσίοις ἔτεσιν. ἐξ ἐκείνου πρῶτον Ἀσσυρίοις, εἶτα Μήδοις, ὕστερον Πέρσαις ἐδούλευσαν, εἶτα νῦν ἡμῖν αὐτοῖς. καὶ ὁ παρ’ ὑμῖν κηρυττόμενος Ἰησοῦς εἷς ἦν τῶν Καίσαρος ὑπηκόων. εἰ δὲ ἀπιστεῖτε, μικρὸν ὕστερον ἀποδείξω· μᾶλλον δὲ ἤδη λεγέσθω. φατὲ μέντοι μετὰ τοῦ πατρὸς αὐτὸν ἀπογράψασθαι καὶ τῆς μητρὸς ἐπὶ Κυρηνίου.