Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Κατὰ Γαλιλαίων
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
44.p44
44.p44
Ταῦτα μὲν οὖν καὶ μικρὸν ὕστερον, ὅταν ἰδίᾳ περὶ τῆς τῶν εὐαγγελίων τερατουργίας καὶ σκευωρίας ἐξετάζειν ἀρξώμεθα. νυνὶ δὲ ἀποκρίνεσθέ μοι πρὸς ἐκεῖνο. πότερον ἄμεινον τὸ διηνεκῶς μὲν ἐλεύθερον εἶναι, ἐν δισχιλίοις δὲ ὅλοις ἐνιαυτοῖς ἄρξαι τὸ πλεῖον γῆς καὶ θαλάσσης, ἢ τὸ δουλεύειν καὶ πρὸς ἐπίταγμα ζῆν ἀλλότριον; οὐδεὶς οὕτως ἐστὶν ἀναίσχυντος, ὡς ἑλέσθαι μᾶλλον τὸ δεύτερον. ἀλλὰ τὸ πολέμῳ κρατεῖν οἰήσεταί τις τοῦ κρατεῖσθαι χεῖρον; οὕτω τίς ἐστιν ἀναίσθητος; εἰ δὲ ταῦτα ἀληθῆ φαμεν, ἕνα μοι κατὰ Ἀλέξανδρον δείξατε στρατηγόν, ἕνα κατὰ Καίσαρα παρὰ τοῖς Ἑβραίοις. οὐ γὰρ δὴ παρ’ ὑμῖν. καίτοι, μὰ τοὺς θεούς, εὖ οἶδ̓ ὅτι περιυβρίζω τοὺς ἄνδρας, ἐμνημόνευσα δὲ αὐτῶν ὡς γνωρίμων. οἱ γὰρ δὴ τούτων ἐλάττους ὑπὸ τῶν πολλῶν ἀγνοοῦνται, ὧν ἕκαστος  πάντων ὁμοῦ τῶν παρ’ Ἑβραίοις γεγονότων ἐστὶ θαυμαστότερος.

Intertext edge

Open linked passage

Note