Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Κατὰ Γαλιλαίων
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
45.p45
45.p45
Ἀλλ’ ὁ τῆς πολιτείας θεσμὸς καὶ τύπος τῶν δικαστηρίων, ἡ δὲ περὶ τὰς πόλεις οἰκονομία καὶ τῶν νόμων τὸ κάλλος, ἡ δὲ ἐν τοῖς μαθήμασιν ἐπίδοσις, ἡ δὲ ἐν ταῖς ἐλευθερίοις τέχναις ἄσκησις οὐχ Ἑβραίων μὲν ἦν ἀθλία καὶ βαρβαρική; καίτοι βούλεται ὁ μοχθηρὸς Εὐσέβιος εἶναί τινα καὶ παρ’ αὐτοῖς ἑξάμετρα, καὶ φιλοτιμεῖται λογικὴν εἶναι πραγματείαν παρὰ τοῖς Ἑβραίοις, ἧς τοὔνομα ἀκήκοε παρὰ τοῖς Ἕλλησι. ποῖον ἰατρικῆς εἶδος ἀνεφάνη παρὰ τοῖς Ἑβραίοις, ὥσπερ ἐν Ἕλλησι τῆς Ἱπποκράτους καί τινων ἄλλων μετ’ ἐκεῖνον αἱρέσεων; ὁ σοφώτατος Σολομῶν παρόμοιός ἐστι τῷ παρ’ Ἕλλησι Φωκυλίδῃ Θεόγνιδι ἢ Ἰσοκράτει; πόθεν; εἰ γοῦν παραβάλοις τὰς Ἰσοκράτους παραινέσεις ταῖς ἐκείνου παροιμίαις, εὕροις ἄν, εὖ οἶδα, τὸν τοῦ Θεοδώρου κρείττονα τοῦ σοφωτάτου βασιλέως. ἀλλ’ ἐκεῖνος, φασί, καὶ περὶ θεουργίαν ἤσκητο. τί οὖν ; οὐχὶ καὶ ὁ Σολομῶν οὗτος τοῖς ἡμετέροις ἐλάτρευσε θεοῖς, ὑπὸ τῆς γυναικός, ὡς λέγουσιν, ἐξαπατηθείς ; ὢ μέγεθος ἀρετῆς. ὦ σοφίας πλοῦτος. οὐ περιγέγονεν ἡδονῆς, καὶ γυναικὸς λόγοι τοῦτον παρήγαγον. εἴπερ οὖν ὑπὸ γυναικὸς ἠπατήθη, τοῦτον σοφὸν μὴ λέγετε. εἰ δὲ πεπιστεύκατε σοφόν, μή τοι παρὰ γυναικὸς αὐτὸν ἐξηπατῆσθαι νομίζετε, κρίσει δὲ οἰκείᾳ καὶ συνέσει καὶ τῇ παρὰ τοῦ φανέντος αὐτῷ θεοῦ διδασκαλίᾳ πειθόμενον λελατρευκέναι καὶ τοῖς ἄλλοις θεοῖς. φθόνος γὰρ καὶ ζῆλος οὐδὲ ἄχρι τῶν ἀρίστων ἀνθρώπων ἀφικνεῖται, τοσοῦτον ἄπεστιν ἀγγέλων καὶ θεῶν. ὑμεῖς δὲ ἄρα περὶ τὰ μέρη τῶν δυνάμεων στρέφεσθε, ἃ δὴ δαιμόνιά τις εἰπὼν οὐκ ἐξαμαρτάνει. τὸ γὰρ φιλότιμον ἐνταῦθα καὶ κενόδοξον, ἐν δὲ τοῖς θεοῖς οὐδὲν ὑπάρχει καὶ τοιοῦτον.

Intertext edge

Open linked passage

Note