Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Κατὰ Γαλιλαίων
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
48.p48
48.p48
Ἰᾶται Ἀσκληπιὸς ἡμῶν τὰ σώματα, παιδεύουσιν ἡμῶν αἱ Μοῦσαι σὺν Ἀσκληπιῷ καὶ Ἀπόλλωνι καὶ Ἑρμῇ λογίῳ τὰς ψυχάς, Ἄρης δὲ καὶ Ἐνυὼ τὰ πρὸς τὸν πόλεμον συναγωνίζεται, τὰ δὲ εἰς τέχνας Ἥφαιστος ἀποκληροῖ καὶ διανέμει, ταῦτα δὲ πάντα Ἀθηνᾶ μετὰ τοῦ Διὸς παρθένος ἀμήτωρ πρυτανεύει. σκοπεῖτε οὖν, εἰ μὴ καθ̓ ἕκαστον τούτων ὑμῶν ἐσμεν κρείττους, λέγω δὲ τὰ περὶ τὰς τέχνας καὶ σοφίαν καὶ σύνεσιν· εἴτε γὰρ τὰς πρὸς τὴν χρείαν σκοπήσειας, εἴτε τὰς τοῦ καλοῦ χάριν μιμητικάς, οἷον ἀγαλματοποιητικήν, γραφικήν, ἢ οἰκονομικήν, ἰατρικὴν τὴν ἐξ Ἀσκληπιοῦ, οὗ πανταχοῦ γῆς ἐστι χρηστήρια, ἃ δίδωσιν ἡμῖν ὁ θεὸς μεταλαγχάνειν διηνεκῶς. ἐμὲ γοῦν ἰάσατο πολλάκις Ἀσκληπιὸς κάμνοντα ὑπαγορεύσας φάρμακα· καὶ τούτων μάρτυς ἐστὶ Ζεύς. εἰ τοίνυν οὐ προσνείμαντες ἑαυτοὺς τῷ τῆς ἀποστασίας πνεύματι τὰ περὶ ψυχὴν ἄμεινον ἔχομεν καὶ περὶ σῶμα καὶ τὰ ἐκτός, τίνος ἕνεκεν ἀφέντες ταῦτα ἐπ̓ ἐκεῖνα βαδίζετε;

Intertext edge

Open linked passage

Note