Κατὰ Γαλιλαίων
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome">
—
⋯
Original / primary: Perseus Grc2
49.p49
49.p49
Ἀνθ̓ ὅτου δὲ μηδὲ τοῖς Ἑβραϊκοῖς λόγοις ἐμμένετε μήτε ἀγαπᾶτε τὸν νόμον, ὃν δέδωκεν ὁ θεὸς ἐκείνοις, ἀπολιπόντες δὲ τὰ πάτρια καὶ δόντες ἑαυτοὺς οἷς ἐκήρυξαν οἱ προφῆται, πλέον ἐκείνων ἢ τῶν παρ’ ἡμῖν ἀπέστητε; τὸ γὰρ ἀληθὲς εἴ τις ὑπὲρ ὑμῶν ἐθέλοι σκοπεῖν, εὑρήσει τὴν ὑμετέραν ἀσέβειαν ἔκ τε τῆς Ἰουδαϊκῆς τόλμης καὶ τῆς παρὰ τοῖς ἔθνεσιν ἀδιαφορίας καὶ χυδαιότητος συγκειμένην. ἐξ ἀμφοῖν γὰρ οὔτι τὸ κάλλιστον, ἀλλὰ τὸ χεῖρον ἑλκύσαντες παρυφὴν κακῶν εἰργάσασθε. τοῖς μὲν γὰρ Ἑβραίοις ἀκριβῆ τὰ περὶ θρησκείαν ἐστὶ νόμιμα καὶ τὰ σεβάσματα καὶ φυλάγματα μυρία καὶ δεόμενα βίου καὶ προαιρέσεως ἱερατικῆς. ἀπαγορεύσαντος δὲ τοῦ νομοθέτου τὸ πᾶσι μὴ δουλεύειν τοῖς θεοῖς, ἑνὶ δὲ μόνον, οὗ μερίς ἐστιν Ἰακὼβ καὶ σχοίνισμα κληρονομίας Ἰσραήλ, οὐ τοῦτο δὲ μόνον εἰπόντος, ἀλλὰ γάρ, οἶμαι, καὶ προσθέντος Οὐ κακολογήσεις θεούς, ἡ τῶν ἐπιγινομένων βδελυρία τε καὶ τόλμα, βουλομένη πᾶσαν εὐλάβειαν ἐξελεῖν τοῦ πλήθους, ἀκολουθεῖν ἐνόμισε τῷ μὴ θεραπεύειν τὸ βλασφημεῖν, ὃ δὴ καὶ ὑμεῖς ἐντεῦθεν εἱλκύσατε μόνον· ὡς τῶν γε ἄλλων οὐθὲν ὑμῖν τέ ἐστι κἀκείνοις παραπλήσιον. ἀπὸ μὲν οὖν τῆς Ἑβραίων καινοτομίας τὸ βλασφημεῖν τοὺς παρ’ ἡμῖν τιμωμένους θεοὺς ἡρπάσατε. ἀπὸ δὲ τῆς παρ’ ἡμῖν θρησκείας τὸ μὲν εὐσεβές τε ὁμοῦ πρὸς ἅπασαν τὴν κρείττονα φύσιν καὶ τῶν πατρίων ἀγαπητικὸν ἀπολελοίπατε, μόνον δ̓ ἐκτήσασθε τὸ πάντα ἐσθίειν ὡς λάχανα χόρτου. καὶ εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἐπιτεῖναι τὴν παρ’ ἡμῖν ἐφιλοτιμήθητε χυδαιότητα· τοῦτο δέ, οἶμαι, καὶ μαλ’ εἰκότως, συμβαίνει πᾶσιν ἔθνεσιν· καὶ βίοις ἀνθρώπων εὐτελῶν, καπήλων, τελωνῶν, ὀρχηστῶν, ἑταιροτρόφων καὶ ἁρμόττειν ᾠήθητε τὰ παρ’ ὑμῖν.