Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Κατὰ Γαλιλαίων
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
4.p4
4.p4
Ὅτι δὲ οὐ διδακτόν, ἀλλὰ φύσει τὸ εἰδέναι θεὸν τοῖς ἀνθρώποις ὑπάρχει, τεκμήριον ἡμῖν ἔστω πρῶτον ἡ κοινὴ πάντων ἀνθρώπων ἰδίᾳ καὶ δημοσίᾳ καὶ κατ’ ἄνδρα καὶ ἔθνη περὶ τὸ θεῖον προθυμία. ἅπαντες γὰρ ἀδιδάκτως θεῖόν τι πεπιστεύκαμεν, ὑπὲρ οὗ τὸ μὲν ἀκριβὲς οὔτε πᾶσι ῥᾴδιον γινώσκειν οὔτε τοῖς ἐγνωκόσιν εἰπεῖν εἰς πάντας δυνατόν ταύτῃ δὴ τῇ κοινῇ πάντων ἀνθρώπων ἐννοίᾳ πρόσεστι καὶ ἄλλη. πάντες γὰρ οὐρανῷ καὶ τοῖς ἐν αὐτῷ φαινομένοις θεοῖς οὕτω δή τι φυσικῶς προσηρτήμεθα, ὡς καὶ εἴ τις ἄλλον ὑπέλαβε παρ’ αὐτοὺς τὸν θεόν, οἰκητήριον αὐτῷ πάντως τὸν οὐρανὸν ἀπένειμεν, οὐκ ἀποστήσας αὐτὸν τῆς γῆς, ἀλλ’ οἷον ὡς εἰς τιμιώτερον τοῦ  παντὸς ἐκεῖνο τὸν βασιλέα καθίσας τῶν ὅλων ἐφορᾶν ἐκεῖθεν ὑπολαμβάνων τὰ τῇδε.

Intertext edge

Open linked passage

Note