Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Κατὰ Γαλιλαίων
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
50.p50
50.p50
Ὅτι δὲ οὐχ οἱ νῦν, ἀλλὰ καὶ οἱ ἐξ ἀρχῆς, οἱ πρῶτοι παραδεξάμενοι τὸν λόγον παρὰ τοῦ Παύλου τοιοῦτοί τινες γεγόνασιν, εὔδηλον ἐξ ὧν αὐτὸς ὁ Παῦλος μαρτυρεῖ πρὸς αὐτοὺς γράφων. οὐ γὰρ ἦν οὕτως ἀναίσχυντος, οἶμαι, ὡς μὴ συνειδὼς αὐτοῖς ὀνείδη τοσαῦτα πρὸς αὐτοὺς ἐκείνους ὑπὲρ αὐτῶν γράφειν, ἐξ ὧν, εἰ καὶ ἐπαίνους ἔγραψε τοσούτους αὐτῶν, εἰ καὶ ἀληθεῖς ἐτύγχανον, ἐρυθριᾶν  ἦν, εἰ δὲ ψευδεῖς καὶ πεπλασμένοι, καταδύεσθαι φεύγοντα τὸ μετὰ θωπείας λάγνου καὶ ἀνελευθέρου κολακείας ἐντυγχάνειν δοκεῖν. ἃ δὲ γράφει περὶ τῶν ἀκροασαμένων αὐτοῦ Παῦλος πρὸς αὐτοὺς ἐκείνους, ἐστὶ ταῦτα· Μὴ πλανᾶσθε· οὔτε εἰδωλολάτραι, οὔτε μοιχοί, οὔτε μαλακοί, οὔτε ἀρσενοκοῖται, οὔτε κλέπται, οὔτε πλεονέκται, οὐ μέθυσοι, οὐ λοίδοροι, οὐχ ἅρπαγες βασιλείαν θεοῦ κληρονομήσουσι. καὶ ταῦτα οὐκ ἀγνοεῖτε, ἀδελφοί, ὅτι καὶ ὑμεῖς τοιοῦτοι ἦτε. ἀλλ’ ἀπελούσασθε, ἀλλ’ ἡγιάσθητε ἐν τῷ ὀνόματι Ἰησοῦ Χριστοῦ. ὁρᾷς, ὅτι καὶ τούτους γενέσθαι φησὶ τοιούτους, ἁγιασθῆναι δὲ καὶ ἀπολούσασθαι, ῥύπτειν ἱκανοῦ καὶ διακαθαίρειν ὕδατος εὐπορήσαντος, ὃ μέχρι ψυχῆς εἰσδύσεται; καὶ τοῦ μὲν λεπροῦ τὴν λέπραν οὐκ ἀφαιρεῖται τὸ βάπτισμα, οὐδὲ λειχῆνας οὐδὲ ἀλφοὺς οὔτε ἀκροχορδῶνας οὐδὲ ποδάγραν οὐδὲ δυσεντερίαν, οὐχ ὕδερον, οὐ παρωνυχίαν, οὐ μικρόν, οὐ μέγα τῶν τοῦ σώματος ἁμαρτημάτων, μοιχείας δὲ καὶ ἁρπαγὰς καὶ πάσας ἁπλῶς τῆς ψυχῆς παρανομίας ἐξελεῖ;

Intertext edge

Open linked passage

Note