Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Κατὰ Γαλιλαίων
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
51.p51
51.p51
Ἐπειδὴ δὲ πρὸς μὲν τοὺς νυνὶ Ἰουδαίους διαφέρεσθαί φασιν, εἶναι δὲ ἀκριβῶς Ἰσραηλῖται κατὰ τοὺς προφήτας αὐτῶν, καὶ τῷ Μωυσῇ μάλιστα πείθεσθαι καὶ τοῖς ἀπ̓ ἐκείνου περὶ τὴν Ἰουδαίαν ἐπιγενομένοις προφήταις, ἴδωμεν, κατὰ τί μάλιστα ὁμολογοῦσιν αὐτοῖς. ἀρκτέον δὲ ἡμῖν ἀπὸ τῶν Μωυσέως, ὃν δὴ καὶ αὐτόν φασι προκηρύξαι τὴν ἐσομένην Ἰησοῦ γέννησιν. ὁ τοίνυν Μωυσῆς οὐχ ἅπαξ οὐδὲ δὶς οὐδὲ τρίς, ἀλλὰ πλειστάκις ἕνα θεὸν μόνον ἀξιοῖ τιμᾶν, ὃν δὴ καὶ ἐπὶ πᾶσιν ὀνομάζει, θεὸν δὲ ἕτερον οὐδαμοῦ· ἀγγέλους δὲ ὀνομάζει καὶ κυρίους καὶ μέντοι καὶ θεοὺς πλείονας, ἐξαίρετον δὲ τὸν πρῶτον, ἄλλον δὲ οὐχ ὑπείληφε δεύτερον οὔτε ὅμοιον οὔτε ἀνόμοιον, καθάπερ ὑμεῖς ἐπεξείργασθε. εἰ δέ ἐστί που παρ’ ὑμῖν ὑπὲρ τούτων μία Μωυσέως ῥῆσις, ταύτην ἐστὲ δίκαιοι προφέρειν. τὸ γὰρ Προφήτην ὑμῖν ἀναστήσει κύριος ὁ θεὸς ἡμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε μάλιστα μὲν οὖν οὐκ εἴρηται περὶ τοῦ γεννηθέντος ἐκ Μαρίας. εἰ δέ τις ὑμῶν ἕνεκα συγχωρήσειεν, ἑαυτῷ φησιν αὐτὸν ὅμοιον γενήσεσθαι καὶ οὐ τῷ θεῷ, προφήτην ὥσπερ ἑαυτὸν καὶ ἐξ ἀνθρώπων, ἀλλ’ οὐκ ἐκ θεοῦ. καὶ τὸ Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ μάλιστα μὲν οὐκ εἴρηται περὶ τούτου, ἀλλὰ περὶ τῆς τοῦ Δαβὶδ βασιλείας, ἣ δὴ κατέληξεν εἰς Σεδεκίαν τὸν βασιλέα. καὶ δὴ ἡ γραφὴ διπλῶς πως ἔχει ἕως ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, παραπεποιήκατε δὲ ὑμεῖς ἕως ἔλθῃ ᾧ ἀπόκειται. ὅτι δὲ τούτων οὐδὲν τῷ Ἰησοῦ προσήκει, πρόδηλον· οὐδὲ γάρ ἐστιν ἐξ Ἰούδα. πῶς γὰρ ὁ καθ̓ ὑμᾶς οὐκ ἐξ Ἰωσήφ, ἀλλ’ ἐξ ἁγίου πνεύματος γεγονώς; τὸν Ἰωσὴφ γὰρ γενεαλογοῦντες εἰς τὸν Ἰούδαν ἀναφέρετε καὶ οὐδὲ τοῦτο ἐδυνήθητε πλάσαι καλῶς. ἐλέγχονται γὰρ Ματθαῖος καὶ Λουκᾶς περὶ τῆς γενεαλογίας αὐτοῦ διαφωνοῦντες πρὸς ἀλλήλους. ἀλλὰ περὶ μὲν τοῦτου μέλλοντες ἐν τῷ δευτέρῳ συγγράμματι τὸ ἀληθὲς ἀκριβῶς ἐξετάζειν, ὑπερτιθέμεθα. συγκεχωρήσθω δὲ καὶ ἄρχων ἐξ Ἰούδα, οὐ θεὸς ἐκ θεοῦ κατὰ τὰ παρ’ ὑμῶν λεγόμενα οὐδὲ Τὰ πάντα δι’ αὐτοῦ ἐγένετο καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. ἀλλ’ εἴρηται καὶ ἐν τοῖς ἀριθμοῖς· Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ καὶ ἄνθρωπος ἐξ Ἰσραήλ. τοῦθ̓ ὅτι τῷ Δαβὶδ προσήκει καὶ τοῖς ἀπ̓ ἐκείνου, πρόδηλόν ἐστί που· τοῦ γὰρ Ἰεσσαὶ παῖς ἦν ὁ Δαβίδ.

Intertext edge

Open linked passage

Note