Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Κατὰ Γαλιλαίων
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
52.p52
52.p52
Εἴπερ οὖν ἐκ τούτων ἐπιχειρεῖτε συμβιβάζειν, ἐπιδείξατε μίαν ἐκεῖθεν ἑλκύσαντες ῥῆσιν, ὅποι πολλὰς πάνυ ἐγώ. ὅτι δὲ θεὸν τὸν ἕνα τὸν τοῦ Ἰσραὴλ νενόμικεν, ἐν τῷ Δευτερονομίῳ φησίν· Ὥστε εἰδέναι δε, ὅτι κύριος ὁ θεός σου, οὗτος θεὸς εἶς ἐστι, καὶ οὐκ ἔστιν ἄλλος πλὴν αὐτοῦ. καὶ ἔτι πρὸς τούτῳ· Καὶ ἐπιστραφήσῃ τῇ διανοίᾳ σου, ὅτι κύριος ὁ θεός σου οὗτος θεὸς ἐν τῷ οὐρανῷ ἄνω καὶ ἐπὶ τῆς γῆς κάτω καὶ οὐκ ἔστι πλὴν αὐτοῦ. καὶ πάλιν· Ἄκουε, Ἰσραήλ, κύριος ὁ θεὸς ἡμῶν κύριος εἷς ἐστι. καὶ πάλιν· Ἴδετε, ὅτι ἐγώ εἰμι καὶ οὐκ ἔστι θεὸς πλὴν ἐμοῦ. ταῦτα μὲν οὗν ὁ Μωυσῆς ἕνα διατεινόμενος μόνον εἶναι θεόν. ἀλλ’ οὗτοι τυχὸν ἐροῦσιν· οὐδὲ ἡμεῖς δύο λέγομεν οὐδὲ τρεῖς. ἐγὼ δὲ λέγοντας μὲν αὐτοὺς καὶ τοῦτο δείξω, μαρτυρόμενος Ἰωάννην λέγοντα· Ἐν ἀρχῇ ἦν ὁ λόγος καὶ ὁ λόγος ἦν πρὸς τὸν θεὸν καὶ θεὸς ἦν ὁ λόγος. ὁρᾷς, ὅτι πρὸς τὸν θεὸν εἶναι λέγεται; εἴτε ὁ ἐκ Μαρίας γεννηθεὶς εἴτε ἄλλος τίς ἐστιν—ἵν̓ ὁμοῦ καὶ πρὸς Φωτεινὸν ἀποκρίνωμαι—, διαφέρει τοῦτο νῦν οὐδέν· ἀφίημι δῆτα τὴν μάχην ὑμῖν. ὅτι μέντοι φησὶ πρὸς θεὸν καὶ ἐν ἀρχῇ, τοῦτο ἀπόχρη μαρτύρασθαι. πῶς οὖν ὁμολογεῖ ταῦτα τοῖς Μωυσέως;

Intertext edge

Open linked passage

Note