Κατὰ Γαλιλαίων
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome">
—
⋯
Original / primary: Perseus Grc2
54.p54
54.p54
Ὅτι δὲ Μωυσῆς ὀνομάζει θεοὺς τοὺς ἀγγέλους, ἐκ τῶν ἐκείνου λόγων ἀκούσατε· Ἰδόντες δὲ οἱ υἱοὶ τοῦ θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον ἑαυτοῖς γυναῖκας ἀπὸ πασῶν ὧν ἐξελέξαντο. καὶ μικρὸν ὑποβάς· Καὶ μετ’ ἐκεῖνο ὡς ἂν ἂν εἰσεπορεύοντο οἱ υἱοὶ τοῦ θεοῦ πρὸς τὰς θυγατέρας τῶν ἀνθρώπων, καὶ ἐγεννῶσαν ἑαυτοῖς· ἐκεῖνοι ἦσαν οἱ γίγαντες οἱ ἀπ̓ αἰῶνος οἱ ὀνομαστοί. ὅτι τοίνυν τοὺς ἀγγέλους φησίν, εὔδηλόν ἐστι καὶ ἔξωθεν οὐ προσπαρακείμενον, ἀλλὰ καὶ δῆλον ἐκ τοῦ φάναι, οὐκ ἀνθρώπους, ἀλλὰ γίγαντας γεγονέναι παρ’ ἐκείνων. δῆλον γάρ, ὡς, εἴπερ ἀνθρώπους ἐνόμιζεν αὐτῶν εἶναι τοὺς πατέρας, ἀλλὰ μὴ κρείττονος καὶ ἰσχυροτέρας τινὸς φύσεως, οὐκ ἂν ἀπ̓ αὐτῶν εἶπε γεννηθῆναι τοὺς γίγαντας· ἐκ γὰρ θνητοῦ καὶ ἀθανάτου μίξεως ἀποφήνασθαί μοι δοκεῖ τὸ τῶν γιγάντων ὑποστῆναι γένος. ὁ δὴ πολλοὺς υἱοὺς ὀνομάζων θεοῦ καὶ τούτους οὐκ ἀνθρώπους, ἀγγέλους δέ, τὸν μονογενῆ λόγον θεὸν ἢ υἱὸν θεοῦ ἢ ὅπως ἂν αὐτὸν καλῆτε, εἴπερ ἐγίνωσκεν, οὐκ ἂν εἰς ἀνθρώπους ἐμήνυσεν; ὅτι δὲ οὐ μέγα τοῦτο ἐνόμιζεν, ὑπὲρ τοῦ Ἰσραήλ φησιν· υἱὸς πρωτότοκός μου Ἰσραήλ; τί οὐχὶ καὶ περὶ τοῦ Ἰησοῦ ταῦτ’ ἔφη Μωυσῆς; ἕνα καὶ μόνον ἐδίδασκε θεόν, υἱοὺς δὲ αὐτοῦ πολλοὺς τοὺς κατανειμαμένους τὰ ἔθνη. πρωτότοκον δὲ υἱὸν θεοῦ ἢ θεὸν λόγον ἤ τι τῶν ὑφ̓ ὑμῶν ὕστερον ψευδῶς συντεθέντων οὔτε ᾔδει κατ’ ἀρχὴν οὔτε ἐδίδασκε φανερῶς. αὐτοῦ τε Μωυσέως καὶ τῶν ἄλλων ἐπηκούσατε προφητῶν. ὁ οὖν Μωυσῆς πολλὰ τοιαῦτα καὶ πολλαχοῦ λέγει· Κύριον τὸν θεόν σου φοβηθήσῃ καὶ αὐτῷ μόνῳ λατρεύσεις. πῶς οὖν ὁ Ἰησοῦς ἐν τοῖς εὐαγγελίοις παραδέδοται προστάττων Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθην, βαπτίζοντες αὐτοὺς εἴς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, εἴπερ μὴ καὶ αὐτῷ λατρεύειν ἔμελλον; ἀκόλουθα δὲ τούτοις καὶ ὑμεῖς διανοούμενοι μετὰ τοῦ πατρὸς θεολογεῖτε τὸν υἱόν