Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Κατὰ Γαλιλαίων
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
55.p55
55.p55
Ὑπὲρ δὲ ἀποτροπαίων ἐπάκουσον πάλιν ὅσα λέγει· Καὶ λήψεται δύο τράγους ἐξ αἰγῶν περὶ ἁμαρτίας καὶ κριὸν ἕνα εἰς ὁλοκαύτωμα. καὶ προσάξει ὁ Ἀαρὼν τὸν μόσχον τὸν περὶ τῆς ἁμαρτίας τὸν περὶ ἑαυτοῦ καὶ ἐξιλάσεται περὶ αὐτοῦ καὶ τοῦ οἴκου αὐτοῦ. καὶ λήψεται τοὺς δύο τράγους καὶ στήσει αὐτοὺς ἔναντι κυρίου παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου. καὶ ἐπιθήσει Ἀαρὼν ἐπὶ τοὺς δύο τράγους κλῆρον ἕνα τῷ κυρίῳ καὶ κλῆρον ἕνα τῷ ἀποπομπαίῳ, ὥστε ἐκπέμψαι αὐτόν, φησίν, ἀποπομπήν, καὶ ἀφεῖναι αὐτὸν εἰς τὴν ἔρημον. ὁ μὲν οὖν τῷ ἀποπομπαίῳ πεμπόμενος οὕτως ἐκπέμπεται. τὸν δέ γε ἕτερον τράγον φησί· Καὶ σφάξει τὸν τράγον τὸν περὶ τῆς ἁμαρτίας τοῦ λαοῦ ἔναντι κυρίου, καὶ εἰσοίσει τοῦ αἵματος αὐτοῦ ἐσώτερον τοῦ καταπετάσματος, καὶ ῥανεῖ τὸ αἷμα ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου, καὶ ἐξιλάσεται ἐπὶ τῶν ἁγίων ἀπὸ τῶν ἀκαθαρσιῶν τῶν υἱῶν Ἰσραὴλ καὶ ἀπὸ τῶν ἀδικημάτων αὐτῶν περὶ πασῶν τῶν ἁμαρτιῶν αὐτῶν. ὡς μὲν οὖν τοὺς τῶν θυσιῶν ἠπίστατο τρόπους Μωυσῆς, εὔδηλόν ἐστί που διὰ τῶν ῥηθέντων. ὅτι δὲ οὐχ ὡς ὑμεῖς ἀκάθαρτα ἐνόμισεν αὐτά, πάλιν ἐκ τῶν ἐκείνου ῥημάτων ἐπακούσατε· Ἡ δὲ ψυχή, ἥτις ἐὰν φάγῃ ἀπὸ τῶν κρεῶν τῆς θυσίας τοῦ σωτηρίου, ὅ ἐστι κυρίου, καὶ ἡ ἀκαθαρσία αὐτοῦ ἐπ̓ αὐτῷ, ἀπολεῖται ἡ ψυχὴ ἐκείνη ἐκ τοῦ λαοῦ αὐτῆς. αὐτὸς οὕτως εὐλαβὴς ὁ Μωυσῆς περὶ τὴν τῶν ἱερῶν ἐδωδήν.

Intertext edge

Open linked passage

Note