Κατὰ Γαλιλαίων
Choose a text
id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome">
—
⋯
Original / primary: Perseus Grc2
58.p58
58.p58
Ἀλλὰ τί ταῦτα ἐγὼ μακρολογῶ λεγόμενα παρ’ αὐτῶν, ἐξὸν ἰδεῖν, εἴ τινα ἰσχὺν ἔχει; λέγουσι γὰρ τὸν θεὸν ἐπὶ τῷ προτέρῳ νόμῳ θεῖναι τὸν δεύτερον. ἐκεῖνον μὲν γὰρ γενέσθαι πρὸς καιρὸν περιγεγραμμένον χρόνοις ὡρισμένοις, ὕστερον δὲ τοῦτον ἀναφανῆναι διὰ τὸ τὸν Μωυσέως χρόνῳ τε καὶ τόπῳ περιγεγράφθαι. τοῦτο ὅτι ψευδῶς λέγουσιν, ἀποδείξω σαφῶς, ἐκ μὲν τῶν Μωυσέως οὐ δέκα μόνας, ἀλλὰ μυρίας παρεχόμενος μαρτυρίας, ὅπου τὸν νόμον αἰώνιόν φησιν. ἀκούετε δὲ νῦν ἀπὸ τῆς ἐξόδου. Καὶ ἔσται ἡ ἡμέρα αὕτη ὑμῖν μνημόσυνον, καὶ ἑορτάσατε αὐτὴν ἑορτὴν κυρίῳ εἰς τὰς γενεὰς ὑμῶν. νόμιμον αἰώνιον ἑορτάσατε αὐτήν. ἀπὸ δὲ τῆς ἡμέρας τῆς πρώτης ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν. πολλῶν ἔτι τοιούτων παραλελειμμένων, ἀφ̓ ὧν τὸν νόμον τοῦ Μωυσέως αἰώνιον ἐγὼ μὲν εἰπεῖν διὰ τὸ πλῆθος παρῃτησάμην· ὑμεῖς δὲ ἐπιδείξατε, ποῦ τὸ παρὰ τοῦ Παύλου μετὰ τοῦτο τολμηθὲν εἴρηται, ὅτι δὴ τέλος νόμου Χριστός. ποῦ τοῖς Ἑβραίοις ὁ θεὸς ἐπηγγείλατο νόμον ἕτερον παρὰ τὸν κείμενον; οὐκ ἔστιν οὐδαμοῦ, οὐδὲ τοῦ κειμένου διόρθωσις. ἄκουε γὰρ τοῦ Μωυσέως πάλιν· Οὐ προσθήσετε ἐπὶ τὸ ῥῆμα, ὃ ἐγὼ ἐντέλλομαι ὑμῖν, καὶ οὐκ ἀφελεῖτε ἀπ̓ αὐτοῦ. φυλάξασθε τὰς ἐντολὰς κυρίου τοψ͂ θεοῦ ὑμῶν, ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον καὶ Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμένει πᾶσιν. ὑμεῖς δὲ τὸ μὲν ἀφελεῖν καὶ προσθεῖναι τοῖς γεγραμμένοις ἐν τῷ νόμῳ μικρὸν ἐνομίσατε, τὸ δὲ παραβῆναι τελείως αὐτὸν ἀνδρειότερον τῷ παντὶ καὶ μεγαλοψυχότερον, οὐ πρὸς ἀλήθειαν, ἀλλ’ εἰς τὸ πᾶσι πιθανὸν βλέποντες