Jerome

Reader

Read texts in the original and in translation.
Settings
Not signed in
Find in Jerome
You can also type short locations such as 1, 1.1, 1:2, or 1-3 inside the current work.
Κατὰ Γαλιλαίων
Choose a text id="mobileReaderAuthor" class="mobile-reader-author" href="/authors/julian-emperor-of-rome" aria-label="More works by Julian, Emperor of Rome"> —
⋯
More
Original / primary: Perseus Grc2
59.p59
59.p59
Οὕτω δὲ ἐστε δυστυχεῖς, ὥστε οὐδὲ τοῖς ὑπὸ τῶν ἀποστόλων ὑμῖν παραδεδομένοις ἐμμενενήκατε· καὶ ταῦτα δὲ ἐπὶ τὸ χεῖρον καὶ δυσσεβέστερον ὑπὸ τῶν ἐπιγινομένων ἐξειργάσθη. τὸν γοῦν Ἰησοῦν οὔτε Παῦλος ἐτόλμησεν εἰπεῖν θεὸν οὔτε Ματθαῖος οὔτε Λουκᾶς οὔτε Μάρκος. ἀλλ’ ὁ χρηστὸς Ἰωάννης, αἰσθόμενος ἤδη πολὺ πλῆθος ἑαλωκὸς ἐν πολλαῖς τῶν Ἑλληνίδων καὶ Ἰταλιωτίδων πόλεων ὑπὸ ταύτης τῆς νόσου, ἀκούων δέ, οἶμαι, καὶ τὰ μνήματα Πέτρου καὶ Παύλου λάθρᾳ μέν, ἀκούων δὲ ὅμως αὐτὰ θεραπευόμενα πρῶτος ἐτόλμησεν εἰπεῖν. μικρὰ δὲ εἰπὼν περὶ Ἰωάννου τοῦ βαπτιστοῦ, πάλιν ἐπανάγων ἐπὶ τὸν ὑπ̓ αὐτοῦ κηρυττόμενον λόγον Καὶ ὁ λόγος φησὶ σάρξ ἐγένετο καὶ ἐσκήνωσεν ἐν ἡμῖν, τὸ δὲ ὅπως οὐ λέγει αἰσχυνόμενος. οὐδαμοῦ δὲ αὐτὸν οὔτε Ἰησοῦν οὔτε Χριστόν, ἄχρις οὗ θεὸν καὶ λόγον ἀποκαλεῖ, κλέπτων δὲ ὥσπερ ἠρέμα καὶ λάθρᾳ τὰς ἀκοὰς ἡμῶν, Ἰωάννην φησὶ τὸν βαπτιστὴν ὑπὲρ Χριστοῦ Ἰησοῦ ταύτην ἐκθέσθαι τὴν μαρτυρίαν, ὅτι ἄρ’ οὗτός ἐστιν, ὃν χρὴ πεπιστευκέναι θεὸν εἶναι λόγον. ἀλλ’ ὅτι μὲν τοῦτο περὶ Ἰησοῦ Χριστοῦ φησιν Ἰωάννης, οὐδὲ αὐτὸς ἀντιλέγω. καίτοι δοκεῖ τισι τῶν δυσσεβῶν ἄλλον μὲν Ἰησοῦν εἶναι Χριστόν, ἄλλον δὲ τὸν ὑπὸ Ἰωάννου κηρυττόμενον λόγον. οὐ μὴν οὕτως ἔχει. ὃν γὰρ αὐτὸς εἶναί φησι θεὸν λόγον, τοῦτον ὑπὸ Ἰωάννου φησὶν ἐπιγνωσθῆναι τοῦ βαπτιστοῦ Χριστὸν Ἰησοῦν ὄντα. σκοπεῖτε οὖν, ὅπως εὐλαβῶς, ἠρέμα καὶ λεληθότως ἐπεισάγει τῷ δράματι τὸν κολοφῶνα τῆς ἀσεβείας οὕτω τέ ἐστι πανοῦργος καὶ ἀπατεών, ὥστε αὖθις ἀναδύεται προστιθείς· Θεὸν οὐδεὶς ἑώρακε πώποτε· ὁ μονογενὴς υἱός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός, ἐκεῖνος ἐξηγήσατο. πότερον οὖν οὗτός ἐστιν ὁ θεὸς λόγος σάρξ γενόμενος, ὁ μονογενὴς υἱός, ὁ ὢν ἐν τοῖς κόλποις τοῦ πατρός; καὶ εἰ μὲν αὐτός, ὅνπερ οἶμαι, ἐθεάσασθε δήπουθεν καὶ ὑμεῖς θεόν. ἐσκήνωσε γὰρ ἐν ὑμῖν καὶ ἐθεάσασθε τὴν δόξαν αὐτοῦ. τί οὖν ἐπιλέγεις, ὅτι θεὸν οὐδεὶς ἑώρακε πώποτε; ἐθεάσασθε γὰρ ὑμεῖς εἰ καὶ μὴ τὸν πατέρα θεόν, ἀλλὰ τὸν θεὸν λόγον. εἰ δὲ ἄλλος ἐστὶν ὁ μονογενὴς υἱός, ἕτερος δὲ ὁ θεὸς λόγος, ὡς ἐγώ τινων ἀκήκοα τῆς ὑμετέρας αἱρέσεως, ἔοικεν οὐδὲ ὁ Ἰωάννης αὐτὸ τολμᾶν ἔτι.

Intertext edge

Open linked passage

Note